Sermo major. Ερευνητικό έργο: ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
|
|
- Ῥαμά Ταρσούλη
- 6 χρόνια πριν
- Προβολές:
Transcript
1 Sermo major 5 δημουργὸς δημιουργὸς; αὐτῷ ἑαυτῷ 6 ἵνεκεν ἕνεκεν 7 προσαγαγὼν προσάγων; τῇ περὶ; πολλῆς τιμῆς :; ἀξιοῦται καταξιοῦται; καταστρέφει G; ἢ οὔτε; εἰς ἐπὶ 8 ἄλλα τὰ ὅλα; συνεῖχε 9 ἐνοικοῦντα ἐνοικήσαντα 11 Fragm. 87, Fragm. 88, 5-10 σώματος ἅπαξ 13 ἐπ' αὐτὴν ἐπὶ ταύτην; διὰ τῆς 14 ἔσω ἔξω 18 Τοῦ αὐτοῦ περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως. ἐκ τῆς ἀπολογίας τῆς ιονυσίου ἀρχιεπισκόπου Ἀλεξανδρείας. Ὅτε γὰρ ἔλαβεν ὅπερ εἶχε προσενεγκεῖν ὑπὲρ ἡμῶν, ἦν δὲ τοῦτο τὸ ἐκ Μαρίας τῆς παρθένου σῶμα, τότε καὶ τὸ δεδημιουργῆσθαι καὶ τὸ γεγενῆ σθαι καὶ τὸ πεποιῆσθαι περὶ αὐτοῦ γέγραπται ἀνθρώποις γὰρ ἁρμόττουσιν αἱ τοιαῦται λέξεις. 22 παντὸς κόσμου; ἐκτίσθη ἐκτίσθησαν; ὑπὸ ἐκ; δι' δ διό G26 ἑστῶτα τῆς δυνάμεως 27 σαφὴς ἔλεγχος ταῦτα τοῦ θεοκτόνου. σημαίνει; ἀρχόμενος ἐρχόμενος G1, ἀρχόμενος G2. 28 ἀρχόμενος ἐρχόμενος G. 30 Τοῦ αὐτοῦ περὶ τοῦ βαπτίσματος τοῦ δεσπότου Χριστοῦ. ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου. Καὶ μή τις νομίσῃ, ὅτι μὴ ἔχων ἐλάμβανε τὸ πνεῦμα. αὐτὸς γὰρ τοῦτο ἄνωθεν ἔπεμπεν ὡς θεὸς καὶ αὐτὸς αὐτὸ κάτω ὑπεδέχετο ὡς ἄνθρωπος. ἐξ αὐτοῦ εἰς αὐτὸν κατῄει ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητα αὐτοῦ. 31 Τοῦ αὐτοῦ περὶ τῶν πρὸς τὸν διάβολον ἀγώνων τοῦ δεσπότου Χριστοῦ. ἐκ τοῦ λόγου τοῦ εἰς τὸν διαμερισμὸν τῶν ἱματίων. Οὕτω καὶ ὁ κύριος ἀνθρωπίνῃ ἀσθενείᾳ προσκαλεσάμενος τὸν διάβολον τῇ ἑαυτοῦ δυνάμει νικήσας ἐνίσχυσε τὸν ἄνθρωπον κατὰ τοῦ ἐχθροῦ. 32 συνεργοὺς αὐτοῦ συνεργούσας αὐτῷ; αὐτὰς ἑαυτὰς 33 σάρκα σωτῆρα 35 Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου. Καὶ ὅταν λέγῃ ὁ Πέτρος «ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.» οὐ περὶ τῆς θεότητος αὐτοῦ λέγει, ὅτι «κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός,» ἀλλὰ περὶ τῆς ἀνθρωπότητος. 36 Καὶ μετ' ὀλίγα. Ὁ γὰρ λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ἀεὶ ἦν κύριος καὶ θεὸς καὶ οὐ μετὰ τὸ σταυρωθῆναι ἐποιήθη κύριος καὶ θεός, ἀλλ', ὡς προεῖπον, τὴν ἀν θρωπότητα αὐτοῦ ἐποίησεν ἡ θεότης αὐτοῦ κύριον καὶ χριστόν. 45 υἱός Ἰησοῦς 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆς. Ἃ γὰρ διὰ τοῦ σώματος ὑπέμενεν ὁ Χριστός, ταῦτα ὡς θεὸς ἐμεγάλυνε καὶ ἐπείνα μὲν σαρκί, θεϊκῶς δὲ τοὺς πεινῶντας ἐχόρταζε. καὶ εἰ σκανδαλί ζεταί τι ἐπὶ τοῖς σωματικοῖς, πιστευέτω ἐφ' οἷς ὡς θεὸς ἐργάζεται. πυνθά νεται γὰρ ἀνθρωπίνως ποῦ Λάζαρος κεῖται, ἐγείρει δὲ τοῦτον θεϊκῶς, ὅθεν μὴ γελάτω τις λέγων παιδίον καὶ ἡλικίαν ὀνομάζων καὶ αὔξησιν καὶ τὸ φαγεῖν καὶ τὸ πιεῖν καὶ τὸ παθεῖν, ἵνα μὴ τὰ ἴδια τοῦ σώματος ἀρνούμενος ἀρνήσηται. τέλεον καὶ τὴν δι' ἡμᾶς ἐπιδημίαν αὐτοῦ. καὶ γὰρ ὥσπερ οὐκ ἀκολουθίᾳ φύσεως ἄνθρωπος γεγένηται οὕτως ἀκόλουθον ἦν σῶμα ἀναλαβόντα αὐτὸν δεικνύναι τὰ ἴδια τούτου, ἵνα μὴ ἡ φαντασία τοῦ ἀθέου Μανιχαίου κρατήσῃ. ἀκόλουθον δὲ πάλιν ἦν σωματικῶς αὐτὸν ἐλθόντα μὴ κρύψαι τὰ τῆς θεότητος, ἵνα μὴ ὁ Σαμοσατεὺς πρόφασιν εὕρῃ. 51 Τοῦ αὐτοῦ ἐκ τῆς ὑπὲρ ιονυσίου ἀπολογίας. Τὰ δὲ περὶ τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος εἰρημένα ἰδίαν καὶ κατάλληλον ἔχει πρὸς ἕκαστον τῶν λεγομένων τὴν ἑρμηνείαν. καὶ ὁ τὰ ἀνθρώπινα αὐτοῦ γράφων οἶδε καὶ τὰ περὶ τῆς θεότητος αὐτοῦ καὶ ὁ περὶ τῆς θεότητος ἐξηγούμενος οὐκ ἀγνοεῖ τὰ ἴδια τῆς σαρκός, ἀλλ' ἕκαστον ὡς ἐπιστήμων καὶ δόκιμος τραπεζίτης διακρίνων κατ' ὀρθὸν τῆς εὐσεβείας βαδιεῖται. ὅτε γοῦν αὐτὸν κλαίοντα λέγει, οἶδεν ὅτι ἄνθρωπός ἐστιν ὁ κύριος δείκνυσιν ὅτι τὸ μὲν κλαίειν τοῦ ἀνθρώπου ἐστίν, ἐγείρει δὲ Λάζαρον ὡς θεός, καὶ 1
2 πεινῶντα μὲν καὶ διψῶντα οἶδε σωματικῶς. θεϊκῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους καὶ κείμενον μὲν ἐν μνημείῳ οἶδε σῶμα ἀνθρώπινον, ἐγειρόμενον δὲ ὡς θεοῦ σῶμα παρ' αὐτοῦ τοῦ λόγου. 52 Ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἴρηκεν ὁ σωτήρ «ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, ὁ πατὴρ ὁ γεωργός.» ἡμεῖς γὰρ τοῦ κυρίου κατὰ τὸ σῶμα συγγενεῖς ἐσμεν καὶ αὐτὸς διὰ τοῦτο εἶπεν «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» καὶ ὥσπερ ἐστὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου καὶ ἐξ αὐτῆς, οὕτως ἡμεῖς ὁμογενῆ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ εἰς τὴν σω τηρίαν. ὁ δὲ πατὴρ εἴρηται ὁ γεωργός αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ λόγου τὴν ἄμπελον, ἥτις ἐστὶ τὸ κυριακὸν σῶμα. 53 Ἐκ τῆς αὐτῆς ἀπολογίας. Ἀνάγκη γὰρ ἀμπέλου λεγομένου τοῦ κυρίου εἶναι καὶ γεωργὸν καὶ εὐχομένου αὐτοῦ εἶναι τὸν ὑπακούοντα καὶ αἰτοῦντος αὐτοῦ εἶναι τὸν διδόντα. τὰ δὲ τοιαῦτα μᾶλλον εὐκολώτερον τὴν τῶν Σαβελλιανῶν μανίαν δείκνυσιν, ὅτι ἕτερος ὁ εὐχόμενος, ἕτερος ὁ ὑπακούων καὶ ἄλλος ἡ ἄμπελος καὶ ἄλλος ὁ γεωργός. ὅσα γὰρ ὡς ἀποξενοῦντα τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς λέγεται ῥητά, ταῦτα διὰ τὴν σάρκα, ἣν δι' ἡμᾶς ἐφόρεσε, λέγεται περὶ αὐτοῦ. ξένα γὰρ τὰ γενητὰ κατὰ φύσιν ἐστὶ τοῦ θεοῦ. 59 ἠναίνετο ἱμείρετο γ 63 λόγον λόγοg; ἀρχερέα ἀρχιερέα G67 δύξαν δόξαν G 78 Σαλομὼν Σολομὼν G79 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν Γολγοθὰ ὁμιλίας, ἧς ἡ ἀρχή τὸ μὲν ἀναγνωσθὲν ῥητόν ἐστιν εὐαγ γελικόν. Ἀποστολικὸς κηρύττει λόγος διὰ τοῦτο καὶ σταυροῦται, ἵνα τὴν κατάραν ἐξαγοράσῃ καὶ ἡμεῖς τὴν εὐλογίαν κληρονομήσωμεν. πάσχων μὲν αὐτὸς ἐβλάπτετο μὲν οὐδὲν ἐχαρίζετο δὲ μᾶλλον καὶ ἀποθνῄσκων οὐκ ἔμενε νεκρός, ἀλλὰ μᾶλλον καὶ τοὺς νεκροὺς ἐζῳοποίει. καὶ σφαγιαζόμενος δὲ οὐκ ἀπόλλυτο, ἀλλὰ τῷ αἵματι τῆς σφαγῆς πάντας ἁπλῶς ἐλυτροῦτο καὶ αὐτὸς ἔμενεν ἀπαθής. Πῶς δὲ τοῦτο γέγονεν, εἴ τις ἔροιτο, ἀκουέτω. δύο πραγμάτων ἐν ταὐτῷ γέγονε σύνοδος. πραγμάτων δὲ λέγω οὐκ ἴσων, ἀλλὰ καὶ κατὰ πάντα σύγκρισιν οὐκ ἐχόντων. θνητὸν γὰρ ἀθανάτῳ συμπέπλεκτο καὶ φθαρτὸν σῶμα ἀφθάρτῳ λόγῳ συνεληλύθει. καὶ τὸ μὲν θνητὸν οὐκ ἔβλαπτε τὸ ἀθάνατον. ἀπαθὲς γὰρ ἦν, ἀλλ' ἔμεινε μᾶλλον ἀπαθὲς καὶ αὐτὸ τῇ τοῦ θανάτου ἐπικρατείᾳ. τὰ γὰρ κρατοῦντα τῶν κρατουμένων ἀεὶ κύρια τυγχά νει. διὰ γοῦν αὐτὸν τὸν συνόντα ἀθάνατον λόγον καὶ ὁ θάνατος ἐξηφανίζετο παραδόξως ἐν αὐτῷ ὡς ἀπὸ πυρὸς ἀφανίζεται καλάμη. ὁ δὲ λόγος ἄφθαρτος ὢν ὠφελεῖ μᾶλλον τὸ φθαρτὸν συνὼν αὐτῷ. τὸ γὰρ σκότος ὑπὸ τοῦ φωτὸς καταυγάζεται καὶ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. 82 Ἐκ τοῦ περὶ πίστεως λόγου, οὗ ἡ ἀρχή αὐτάρκως μὲν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες. Καὶ ὥσπερ μεγάλου βασιλέως, εἰσελθόντος εἴς τινα πόλιν μεγάλην, καὶ οἰκήσαντος εἰς μίαν τῶν ἐν αὐτῇ οἰκιῶν παντῶς ἡ τοιαύτη πόλις τιμῆς πολλῆς καταξιοῦται, καὶ οὐκέτι τις ἐχθρὸς αὐτὴν οὔτε λῃστὴς ἐπιβαίνων καταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸ εἰς μίαν αὐτῆς οἰκίαν οἰκῆσαι τὸν βασιλέα. οὕτω καὶ ἐπὶ τοῦ πάντων σωτῆρος γέγονεν. ἐλθόντος γὰρ αὐτοῦ ἐπὶ τὴν ἡμετέραν χώραν καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σωμάτων λοιπὸν πᾶσα ἡ κατὰ τῶν ἀνθρώπων ἐπιβουλὴ πέπαυται καὶ ἡ τοῦ θανάτου ἠφάνισται φθορὰ ἡ πάλαι κατ' αὐτῶν ἰσχύουσα. 83 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου. Οὐ γὰρ περικεκλεισμένος ἦν ἐν τῷ σώματι ὁ τοῦ θεοῦ λόγος. οὐδὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν. οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, τὰ ὅλα δὲ τῆς τούτου ἐνεργείας καὶ προνοίας κεκένωτο ἀλλὰ τὸ παραδοξότατον, λόγος ὤν. οὐ συνείχετο μὲν ὑπό τινος, συνεῖχε δὲ τὰ πάντα μᾶλλον αὐτός. καὶ ὥσπερ ἐν πάσῃ τῇ κτίσει ὢν 2
3 ἐκτὸς μέν ἐστι τοῦ παντὸς κατ' οὐσίαν, ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσι, τὰ πάντα διακοσμῶν, καὶ εἰς πάντα ἐν πᾶσι τὴν ἑαυτοῦ πρόνοιαν ἐφαπλῶν καὶ ἕκαστον καὶ πάντα ὁμοίως ζῳοποιῶν, περιέχων τὰ ὅλα καὶ μὴ περιεχόμενος, ἀλλ' ἐν μόνῳ τῷ ἑαυτοῦ πατρὶ ὅλος ὢν κατὰ πάντα, οὕτω καὶ ἐν τῷ ἀνθρωπίνῳ σώματι ὤν, καὶ αὐτὸς αὐτὸ ζῳοποιῶν, εἰκότως ἐζῳοποίει καὶ τὰ ὅλα καὶ ἐν τοῖς πᾶσιν ἐγίνετο καὶ ἔξω τῶν ὅλων ἦν. καὶ ἀπὸ τοῦ σώματος δὲ διὰ τῶν ἔργων γνωριζόμενος οὐκ ἀφανὴς ἦν. 84 Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκεν ὅτι τὸ μὲν σῶμα ὡς σῶμα ἐτίκτετο καὶ καταλ λήλοις ἐτρέφετο τροφαῖς, αὐτὸς δὲ ὁ συνὼν τῷ σώματι θεὸς λόγος τὰ πάντα διακοσμῶν καὶ δι' ὧν εἰργάζετο ἐν τῷ σώματι οὐκ ἄνθρωπον ἑαυτόν, ἀλλὰ θεὸν λόγον ἐγνώριζεν. 85 Ἐκ τοῦ αὐτοῦ λόγου. 85 Τούτου ἕνεκεν μετὰ τὰς περὶ θεότητος αὐτοῦ ἐκ τῶν ἔργων ἀποδείξεις, ἤδη λοιπὸν καὶ ὑπὲρ πάντων τὴν θυσίαν ἀνέφερεν, ἀντὶ πάντων τὸν ἑαυτοῦ ναὸν εἰς θάνατον παραδιδούς, ἵνα τοὺς μὲν πάντας ἀνυπευθύνους καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήσῃ. δείξῃ δὲ ἑαυτὸν καὶ θανάτου κρείττονα, ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπιδεικνύμενος. τὸ μὲν γὰρ σῶμα ὡς καὶ αὐτὸ κοινὴν ἔχον τὴν οὐσίαν σῶμα γὰρ ἦν ἀνθρώπινον. εἰ καὶ καινοτέρῳ θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ἦν κατ' ἀκολουθίαν τῶν ἡμετέρων καὶ ἀπέθνησκε. τῇ δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει. οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀλλὰ διὰ τὸν ἐνοικήσαντα τοῦ θεοῦ λόγου ἐκτὸς ἐγίνετο φθορᾶς. καὶ συνέβαινεν ἀμφότερα ἐν ταὐτῷ γενέσθαι παρα δόξως, ὅτι τε ὁ πάντων θάνατος ἐν τῷ κυριακῷ ἀνθρώπῳ ἐπληροῦτο καὶ ὁ θάνατος καὶ ἡ φθορὰ διὰ τὸν συνόντα λόγον ἐξηφανίζετο θανάτου γὰρ ἦν χρεία καὶ θάνατον ὑπὲρ πάντων ἔδει γενέσθαι, ἵνα τὸ παρὰ πάντων ὀφειλόμενον γένηται. ὅθεν, ὡς προεῖπον, ὁ λόγος, ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν. ἀθάνατος γὰρ ἦν ἔλαβεν ἑαυτῷ σῶμα τὸ δυ νάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσενέγκῃ. 86in the margin in a late hand: ὅρα τό οὐ δώςεις τὸν ὅσιόν; σου ἰδεῖν διαφθοράν; ὥσπερ εἶπον ὡς προεῖπον 87 Ἐκ τοῦ αὐτοῦ λόγου. Ἠδύνατο μὲν γὰρ καὶ παρ' αὐτὰ τοῦ θανάτου διεγεῖραι καὶ πάλιν δεῖξαι ζῶν. ἀλλὰ καὶ τοῦτο καλῶς προϊδὼν ὁ σωτὴρ οὐ πεποίηκεν. εἶπε γὰρ ἄν τις μηδόλως αὐτὸ τεθνηκέναι, ἢ μηδὲ τέλεον αὐτοῦ τὸν θάνατον ἐψαυ κέναι, εἰ παρ' αὐτὰ τὴν ἀνάστασιν ἦν ἐπιδείξας. τάχα δὲ καὶ ἐν ἴσῳ τοῦ διαστήματος ὄντος τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως ἄδηλον ἐγίνετο τὸ περὶ τῆς ἀφθαρσίας κλέος. ὅθεν, ἵνα δειχθῇ νεκρὸν τὸ σῶμα καὶ μίαν ὑπέμεινε μέσην ὁ λόγος καὶ τριταῖον τοῦτο πᾶσιν ἔδειξεν ἄφθαρτον. ἕνεκα μὲν οὖν τοῦ δειχθῆναι τὸν θάνατον ἐν τῷ σώματι τοῦτο τριταῖον ἀνέστησεν. ἵνα δὲ μὴ ἐπὶ πολὺ διαμείνῃ καὶ φθαρὲν τέλεον ὕστερον ἀναστήσας ἀπιστηθῇ ὡς οὐκ αὐτὸ ἀλλ' ἕτερον σῶμα φέρων. ἔμελλε γὰρ ἄν τις καὶ διὰ τὸν χρόνον ἀπιστεῖν τῷ φαινομένῳ καὶ ἐπιλανθάνεσθαι τῶν γενομένων. διὰ τοῦτο οὐ πλείω τῶν τριῶν ἡμερῶν ἠνέσχετο οὐδὲ ἐπὶ πολὺ τοὺς ἀκούσαντας αὐτοῦ περὶ τῆς ἀναστάσεως παρείλκυσεν. ἀλλ' ἔτι τῶν ἀκοῶν ἔναυλον ἐχόντων τὸν λόγον καὶ ἔτι τῶν ὀφθαλμῶν αὐτῶν ἐκδεχο μένων καὶ τῆς διανοίας αὐτῶν ἀπηρτημένης καὶ ζώντων ἐπὶ γῆς ἔτι καὶ ἐπὶ τὸν τόπον ὄντων τῶν θανατωσάντων καὶ μαρτύρων τοῦ θανάτου τοῦ κυριακοῦ σώματος. αὐτὸς ὁ τοῦ θεοῦ υἱὸς ἐν τριταίῳ διαστήματι τὸ γενόμενον νεκρὸν σῶμα ἔδειξεν ἀθάνατον καὶ ἄφθαρτον. καὶ ἀνεδείχθη πᾶσιν, ὅτι οὐκ ἀσθενείᾳ φύσεως τοῦ ἐνοικοῦντος λόγου τέθνηκεν τὸ σῶμα ἀλλ' ἐπὶ τῷ τὸν θάνατον ἐξαφανισθῆναι ἐν αὐτῷ τῇ δυνάμει τοῦ σωτῆρος. 88 Ἐκ τοῦ αὐτοῦ λόγου. 3
4 Ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν θεοῦ λόγου καὶ σοφίας. εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα καὶ τοῦτο ἰδιοποιήσατο κατὰ τὴν εὔλογον ἀκολουθίαν ὡς ὁ λόγος ἔδειξε τί ἔδει ποιεῖν τὸν κύριον περὶ τούτου ἢ ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος, ἅπαξ ἐπιβάντος ἐν αὐτῷ τοῦ λόγου; μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο, ἅτε δὴ θνητὸν ὄν, καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον, οὗ χάριν καὶ ὁ σωτὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῷ ναόν. μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν διὰ τὸ ζωῆς αὐτὸ ναὸν γεγενῆσθαι. ὅθεν ἀπέθανε μὲν ὡς θνητόν. ἀνέζησε δὲ διὰ τὴν ἐν αὐτῷ ζωὴν καὶ τῆς ἀναστάσεώς ἐστι γνώρισμα τὰ ἔργα. 89 Ἐκ τοῦ αὐτοῦ λόγου. ιὰ τοῦτο εἰκότως ἐνεδύσατο σῶμα ὁ σωτήρ, ἵνα συμπλακέντος τοῦ σώματος τῇ ζωῇ. μηκέτι ὡς θνητὸν ἀπομείνῃ ἐν τῷ θανάτῳ, ἀλλ' ὡς ἐνδυσάμενος τὴν ἀθανασίαν, λοιπὸν ἀναστὰν ἀθάνατον διαμείνῃ. ἅπαξ γὰρ ἐνδυσάμενος φθορὰν οὐκ ἂν ἀνέστη, εἰ μὴ ἐνεδύσατο τὴν ζωήν. καὶ πάλιν θάνατος καθ' ἑαυτὸν οὐκ ἂν φανείη, εἰ μὴ ἐν τῷ σώματι. διὰ τοῦτο ἐνεδύσατο σῶμα, ἵνα τὸν θάνατον ἐν τῷ σώματι εὑρὼν ἀπαλείψῃ. πῶς γὰρ ὁ κύριος ἂν ὅλως ἐδείχθη ζωή, εἰ μὴ τὸ θνητὸν ἐζωοποίησε. 90 Ἐκ τοῦ αὐτοῦ λόγου. Πότε δὲ καταγινώσκεσθαι ἤρξαντο οἱ παρὰ ποιηταῖς λεγόμενοι θεοὶ καὶ ἥρωες, ὄντες ἄνθρωποι θνητοί, εἰ μὴ ἀφ' οὗ ὁ τοῦ θεοῦ λόγος κατὰ τοῦ θανάτου τρόπαιον εἰργάσατο καὶ ὃ ἀνέλαβε σῶμα τετήρηκεν ἄφθαρτον, ἀναστήσας αὐτὸ ἐκ τῶν νεκρῶν. 91 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Γερμανὸν ἐπιστολῆς, ἧς ἡ ἀρχή ἐντυχὼν τοῖς νῦν γραφεῖσιν. Πυνθάνεται ἀνθρωπίνως, ποῦ Λάζαρος κεῖται, ἄνθρωπος γὰρ ἦν ἐγείρει δὲ τοῦτον θεϊκῶς ἦν γὰρ καὶ θεός. ὅθεν μὴ γελάτω τις λέγων παιδίον καὶ ἡλικίαν ὀνομάζων καὶ αὔξησιν καὶ τὸ φαγεῖν καὶ τὸ πιεῖν καὶ τὸ παθεῖν, ἵνα μὴ τὰ ἴδια τοῦ σώματος ἀρνούμενος, ἀρνήσηται τέλεον καὶ τὴν δι' ἡμᾶς οἰκονομίαν αὐτοῦ. καὶ γὰρ ὥσπερ οὐκ ἀκολουθίᾳ φύσεως ἄνθρωπος γεγέννηται, οὕτως ἀκόλουθον ἦν σῶμα ἀναλαβόντα αὐτὸν δεικνύναι τὰ ἴδια τοῦ σώματος, ἵνα μὴ ἡ φαντασία τοῦ ἀθέου Μανιχαίου κρατήσῃ. 92 Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν σπόρον ὁμιλίας, ἧς ἡ ἀρχή ἐν ἡμέρᾳ σαββάτου συνήθημεν οὐ νοσοῦντες Ἰουδαισμόν. Ἐπετίμων φησὶν τῷ σωτῆρι λέγοντες «ἴδε τί ποιοῦσιν οἱ μαθηταί σου ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ» ὁ δὲ σωτὴρ πρὸς αὐτούς οὐδὲ τοῦτο ἀνέγνωτε μελετᾶν ἐπαγγέλλεσθε τὴν δὲ γνῶσιν οὐκ ἔχετε οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε αυίδ ὁ ἐκ αυὶδ μνημονεύει τοῦ αυίδ ὁ ἐκ αυὶδ κατὰ σάρκα, πρὸ δὲ αυὶδ κατὰ πνεῦμα ὁ κατὰ σάρκα μὲν τοῦ αυὶδ υἱός, κατὰ δὲ πνεῦμα τοῦ αυὶδ δεσπότης. ὁ ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσας, ἡ ῥάβδος ἡ θαυμασία, ἡ τὸ μὲν γένος Ἰουδαίων συντρίβουσα, τῶν δὲ ἐθνῶν τὸ γένος ὡς ποίμνιον συνάγουσα 93G in the margin at the beginningσημαίνει, at the end: σημαίνει 94 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ πᾶσα ἀνομία καὶ ἀσέβεια ἀφεθήσεται τοῖς ἀνθρώποις, ἧς ἡ ἀρχή περὶ οὗ γράφων ἐδήλωσας εὐαγγελικοῦ ῥητοῦ συγγί νωσκε, ἀγαπητέ, συνείδησιν ἔχων ἀγαθήν. Πάλιν γὰρ ἀσφαλείας ἕνεκεν τοῦτο εἰπεῖν οὐκ ὀκνητέον. τὸ διψῆν, τὸ κοπιᾷν, τὸ κοιμᾶσθαι, τὸ ῥαπίζεσθαι, τὸ ἐσθίειν, ἀνθρώπου ἐστὶν ἴδια τὰ δὲ ἔργα ἃ ἐποίει ὁ κύριος οὐκέτι ἀνθρώπου ἀλλὰ θεοῦ ἦν αὐτὰ ποιεῖν. 95 Ἐκ τοῦ αὐτοῦ λόγου. «Ἐὰν οὖν θεωρῆτε», φησίν. «τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστι τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστι καὶ ζωή» καὶ ἐνταῦθα γὰρ ἀμφότερα περὶ ἑαυτοῦ εἴρηκε, σάρκα καὶ πνεῦμα. καὶ τὸ πνεῦμα πρὸς τὸ κατὰ σάρκα διέστειλεν, ἵνα μὴ μόνον τὸ φαινόμενον ἀλλὰ καὶ τὸ ἀόρατον αὐτοῦ πιστεύσαντες μάθωσιν, ὅτι καὶ ἃ λέγει οὐκ ἔστι σαρκικὰ ἀλλὰ καὶ 4
5 πνευματικά. πόσοις γὰρ ἤρκει τὸ σῶμα πρὸς βρῶσιν, ἵνα καὶ τοῦ κόσμου παντὸς τοῦτο τροφὴ γένηται ἀλλὰ διὰ τοῦτο τῆς εἰς οὐρανοὺς ἀναβάσεως ἐμνημόνευσε τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἵνα τῆς σωματικῆς ἐννοίας αὐτοὺς ἀφελκύσῃ καὶ λοιπὸν τὴν εἰρημένην σάρκα βρῶσιν ἄνωθεν οὐράνιον καὶ πνευματικὴν τροφὴν παρ' αὐτοῦ διδομένην μάθωσιν. «ἃ γὰρ λελάληκα», φησίν, «ὑμῖν πνεῦμά ἐστι καὶ ζωή.» ἴσον τῷ εἰπεῖν τὸ μὲν δεικνύμενον καὶ διδόμενον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἐστὶν ἡ σὰρξ ἣν ἐγὼ φορῶ, ἀλλ' αὐτὴ ὑμῖν καὶ τὸ ταύτης αἷμα παρ' ἐμοῦ πνευματικῶς δοθήσεται τροφή, ὥστε πνευματικῶς ἐν ἑκάστῳ ταύτην ἀναδίδοσθαι πᾶσι φυλακτήριον εἰς ἀνάστασιν ζωῆς αἰωνίου. 96 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν τρίτου λόγου, οὗ ἡ ἀρχή ἐγὼ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτάς. Ὁ μὲν γὰρ Μωσῆς φύσει ἄνθρωπος ὢν πιστὸς ἐγίνετο πιστεύων τῷ διὰ τοῦ λόγου λαλοῦντι αὐτῷ θεῷ. ὁ δὲ λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσματι, ἀλλὰ θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπ' αὐτοῦ. 97 Ἐκ τοῦ αὐτοῦ λόγου. «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον» δῆλον δέ ἐστιν οἶκον εἶναι τῆς σοφίας τὸ ἡμέτερον σῶμα, ὅπερ ἀνέλαβεν ὁ κύριος. 98 Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ γὰρ ἡ πρώτη ἡ διὰ τοῦ Ἀδὰμ ὁδὸς ἀπώλετο καὶ ἀντὶ τοῦ παρα-δείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον ἠκούσαμέν τε «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.» διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος βουλήσει τοῦ πατρὸς ἐνδιδύσκεται τὴν κτισθεῖσαν σάρκα, ἵνα ἣν ἐνέκρωσεν ὁ πρῶτος ἄνθρωπος διὰ τῆς παραβάσεως, ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζῳοποιήσῃ καὶ «ἐνκαινίσῃ ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν,» ὡς εἴρηκεν ὁ ἀπόστολος, «διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς σαρκὸς αὐτοῦ.» 99 Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν δ' λόγον, οὐ ἡ ἀρχή οἱ Ἀρειομανῖται, ὡς ἔοικε, κρίναντες. Σωματικῶς, ὥς φησιν ὁ ἀπόστολος, κατῴκησεν ἡ θεότης ἐν τῇ σαρκί ἴσον τῷ φάναι «θεὸς ὤν, ἴδιον ἔσχε σῶμα καὶ τούτῳ χρώμενος ὀργάνῳ, γέγονεν ἄνθρωπος», καὶ διὰ τοῦτο τὰ μὲν ἴδια ταύτης «αὐτοῦ» λέγεται, ἐπειδὴ ἐν αὐτῇ, οἷά ἐστι τὸ πεινᾷν, τὸ διψᾷν, τὸ πάσχειν, τὸ κοπιᾷν καὶ τὰ ὅμοια, ὧν ἐστιν ἡ σὰρξ δεκτική τὰ δὲ αὐτοῦ τοῦ λόγου ἴδια ἔργα, οἷά ἐστι τὸ ἐγείρειν νεκροὺς καὶ τυφλοὺς ποιεῖν ἀναβλέπειν καὶ τὴν αἱμορ-ροοῦσαν ἰᾶσθαι αὐτόν, διὰ τοῦ ἰδίου σώματος αὐτοῦ ἐποίει. καὶ ὁ μὲν λόγος τὰς τῆς σαρκὸς ἐβάσταζεν ἀσθενείας ὡς ἰδίας. αὐτοῦ γὰρ ἦν ἡ σὰρξ καὶ ἡ σὰρξ δὲ ὑπουργεῖ τοῖς τῆς θεότητος ἔργοις, ὅτι ἐν αὐτῇ ἐγίνετο. θεοῦ γὰρ ἦν σῶμα. 100 Ἐκ τοῦ αὐτοῦ λόγου. Ἵνα δὲ καὶ τὸ ἀπαθὲς τῆς τοῦ λόγου φύσεως καὶ τὰς διὰ τὴν σάρκα λεγομέ-νας ἀσθενείας γινώσκειν τις ἀκριβέστερον ἔχῃ, καλὸν ἀκοῦσαι τοῦ μακαρίου Πέτρου. ἀξιόπιστος γὰρ οὗτος γένοιτ' ἂν μάρτυς περὶ τοῦ σωτῆρος. γράφει τοίνυν ἐν τῇ ἐπιστολῇ λέγων «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί.» οὐκοῦν καὶ ὅταν λέγηται πεινᾷν καὶ διψᾷν καὶ κάμνειν καὶ μὴ εἰδέναι καὶ καθεύδειν καὶ κλαίειν καὶ αἰτεῖν καὶ φεύγειν καὶ γεννᾶσθαι καὶ παραιτεῖσθαι τὸ ποτήριον καὶ ἁπλῶς πάντα τὰ τῆς σαρκός, λεχθείη ἂν ἀκολούθως ἐφ' ἑκάστου «Χριστοῦ οὖν πεινῶντος καὶ διψῶντος ὑπὲρ ἡμῶν σαρκί.» καὶ μὴ εἰδέναι λέγοντος καὶ ῥαπιζομένου καὶ κάμνοντος «ὑπὲρ ἡμῶν σαρκί». καὶ ὑψουμένου πάλιν καὶ γεννωμένου καὶ αὐξάνοντος καὶ φοβουμένου καὶ κρυπτομένου «σαρκὶ» καὶ λέγοντος «εἰ δυνατὸν παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον» καὶ τυπτομένου καὶ λαμβάνοντος «ὑπὲρ ἡμῶν σαρκί». «καὶ ὅλως πάντα τὰ τοιαῦτα «ὑπὲρ ἡμῶν σαρκί».» καὶ γὰρ καὶ αὐτὸς ὁ ἀπόστολος διὰ τοῦτο εἴρηκε «Χριστοῦ οὖν παθόντος» οὐ θεότητι ἀλλ' «ὑπὲρ ἡμῶν σαρκί», ἵνα μὴ αὐτοῦ τοῦ λόγου ἴδια κατὰ φύσιν, ἀλλ' αὐτῆς τῆς σαρκὸς ἴδια φύσει 5
6 τὰ πάθη ἐπιγνωσθῇ. μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω ὡς τὴν φύσιν αὐτὸς ὁ λόγος ἀπαθής ἐστι καὶ ὅμως δι' ἣν ἐνεδύσατο σάρκα λέγεται περὶ αὐτοῦ ταῦτα, «ἐπειδὴ τῆς μὲν σαρκὸς ἴδια ταῦτα,» τοῦ δὲ σωτῆρος ἴδιον αὐτὸ τὸ σῶμα. καὶ αὐτὸς μὲν ἀπαθὴς τὴν φύσιν ὡς ἔστι διαμένει μὴ βλαπτόμενος ἀπὸ τούτων, ἀλλὰ μᾶλλον ἐξαφανίζων καὶ ἀπολλύων αὐτά. 101 Ἐκ τοῦ αὐτοῦ λόγου. Ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵν' ἐὰν ἴδωμεν αὐτὸν δι' ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντα ἢ λέγοντα, γινώσκωμεν ὅτι θεὸς ὢν ταῦτα ἐργάζεται. καὶ πάλιν, ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος καὶ οὕτω ταῦτα ποιεῖ καὶ λαλεῖ. ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες ὀρθῶς πιστεύομεν καὶ οὔποτε πλανηθησόμεθα. ἐὰν δέ τις θεϊκῶς τὰ παρ' αὐτοῦ μόνου γινόμενα βλέπων ἀρνήσηται τὸ σῶμα ἢ καὶ τὰ τοῦ σώματος ἴδια βλέπων ἀρνήσηται τὴν τοῦ λόγου ἔνσαρκον παρουσίαν ἢ καὶ ἐκ τῶν ἀνθρωπίνων ταπεινὰ τοῦ λόγου φρονήσῃ, ὁ τοιοῦτος ὡς μὲν Ἰουδαϊκὸς κάπηλος μίσγων τὸν οἶνον ὕδατι, «σκάνδαλον» νομίσει τὸν σταυρὸν ὡς δὲ Ἕλληνων «μωρίαν» ἡγήσεται τὸ κήρυγμα, οἷα δὴ καὶ οἱ θεομάχοι Ἀρειανοὶ πεπόνθασι. τὰ γὰρ ἀν-θρώπινα βλέποντες τοῦ σωτῆρος ἐνόμισαν αὐτὸν εἶναι κτίσμα. οὐκοῦν ἔδει καὶ τὰ θεϊκὰ βλέποντας αὐτοὺς ἔργα τοῦ λόγου ἀρνήσασθαι τοῦ σώματος αὐτοῦ τὴν γένεσιν καὶ λοιπὸν καὶ Μανιχαίους ἑαυτοὺς συγκα-ταριθμεῖν. 102 Ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ ὥσπερ πτύσαντος αὐτοῦ καὶ ἐκτείναντος χεῖρας καὶ φωνήσαντος Λάζαρον οὐκ ἐλέγομεν ἀνθρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγένετο ἀλλὰ θεοῦ. οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται περὶ τοῦ σωτῆρος ἐν τῷ εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ἐνορῶντες καὶ ὡς ἀλλότρια τὰ τοῦ θεοῦ τυγχάνοντα μὴ τῇ θεότητι τοῦ λόγου ταῦτα λογιζώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι. 103 Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀκούοντες δὲ τὸ «ἔκλαυσε» καὶ τὰ ὅμοια, ταῦτα τοῦ σώματος ἴδια λέγειν μάλιστα ὅτι ἐν ἑκατέρῳ τούτων ἔχειν τὴν ἀφορμὴν εὔλογον, ὅτι τὸ μὲν ὡς περὶ θεοῦ γέγραπται, τὸ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶμα λέγεται. οὐδὲ γὰρ ἐν ἀσωμάτῳ τὰ τοῦ σώματος ἂν γένοιτο, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν. θνητὴ γὰρ ἦν ἡ ἁγία Μαρία, ἐξ ἧς ἦν καὶ τὸ σῶμα. διὸ ἀνάγκη ἐν πάσχοντι σώματι, καὶ κλαίοντι, καὶ κάμνοντι γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. εἴ τε τοίνυν ἔκλαυσε καὶ ἐταράχθη, οὐκ ἦν ὁ λόγος, ᾗ λόγος ἐστίν, ὁ κλαίων καὶ ταραττόμενος, ἀλλὰ τῆς σαρκὸς ἴδιον ἦν τοῦτο. εἰ δὲ καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτήριον οὐκ ἦν ἡ θεότης ἡ δειλιῶσα, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν ἴδιον καὶ τοῦτο τὸ πάθος καὶ τὸ λέγει «ἵνα τί με ἐγκατέλιπες»; 6
αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν
ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
Εισαγωγή στη Φιλοσοφία
Εισαγωγή στη Φιλοσοφία Ενότητα 3: Είναι - Συνειδέναι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ
Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ Πρπρευμένων τῶν Ἱερπαίδων μετὰ εἰκόνων καὶ θυμιατῦ, ὁ Ἱερεὺς ἐξέρχεται τῦ Ἱερῦ μετὰ τῦ Τιμίυ Σταυρῦ καὶ γίνεται λιτανεία πέριξ τῦ ἐσωτερικῦ τῦ Ναῦ εἰς τέσσαρες στάσς. Εἰς
EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen
EDU IT i Ny Testamente på Teologi Adjunkt, ph.d. Jacob P.B. Mortensen teojmo@cas.au.dk Ny Testamente som fag Tekstfortolkning Originaltekster på græsk Udfordring: at nå diskussion, fortolkning og perspektivering
De incarnatione verbi ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ ΤΟΥ ΛΟΓΟΥ ΚΑΙ ΤΗΣ ΙΑ ΣΩΜΑΤΟΣ ΠΡΟΣ ΗΜΑΣ ΕΠΙΦΑΝΕΙΑΣ ΑΥΤΟΥ
De incarnatione verbi ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ ΤΟΥ ΛΟΓΟΥ ΚΑΙ ΤΗΣ ΙΑ ΣΩΜΑΤΟΣ ΠΡΟΣ ΗΜΑΣ ΕΠΙΦΑΝΕΙΑΣ ΑΥΤΟΥ 1.1 Αὐτάρκως ἐν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες, περὶ τῆς τῶν
πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern
VERTAALHULP BIJ 31.2 πῶς οῦν ἂν μετριώτατα σκοποίμεθα αὐτά; < --predicaat-- > compl. (obj.) πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern
De natura composita. Τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου τοῦ αμασκηνοῦ περὶ συνθέτου φύσεως κατὰ ἀκεφάλων.
De natura composita Τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου τοῦ αμασκηνοῦ περὶ συνθέτου φύσεως κατὰ ἀκεφάλων. 1 Μία φύσις σύνθετος ἐκ διαφόρων φύσεων γίνεται, ὅταν ἑνουμένων φύσεων ἕτερόν τι παρὰ τὰς ἑνωθείσας φύσεις
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων
1. ιδαγµένο κείµενο από το πρωτότυπο Θουκυδίδου Ἱστοριῶν Β 36
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2002 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ (ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ) ΣΥΝΟΛΟ
ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)
ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ (Β Κορ. δ 6 15) Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως
Sermo major de fide. Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ ὁμολογητοῦ ἐκ τοῦ περὶ πίστεως μείζονος λόγου
Sermo major de fide Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ ὁμολογητοῦ ἐκ τοῦ περὶ πίστεως μείζονος λόγου Τὸ ἐγειρόμενον ἐκ νεκρῶν ἄνθρωπος ἦν ἢ θεός; ἑρμηνεύει Πέτρος ὁ ἀπόστολος ἡμῶν
ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3
ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 Α. ΚΕΙΜΕΝΟ Εἰ μὴ συνῄδη ὦ βουλή τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τς κατηγορίας
ΘΕΜΑ 61ο Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 9-11
ΘΕΜΑ 61ο Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 9-11 Α. ΚΕΙΜΕΝΟ ΜΑΡΤΥΡΙΑ Περὶ μὲν τοίνυν αὐτῆς τῆς αἰτίας οὐκ οἶδ ὅ τι δεῖ πλείω λέγειν δοκεῖ δέ μοι ὦ βουλή ἐν μὲν τοῖς ἄλλοις ἀγῶσι περὶ αὐτῶν
12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ
1 ΤΟ ΗΜΕΡΟΛΟΓΙΑΚΟ ΖΗΤΗΜΑ ΕΝΑ ΣΧΙΣΜΑ ΠΟΥ 90 ΧΡΟΝΙΑ ΔΙΑΙΡΕΙ ΤΟΥΣ ΠΙΣΤΟΥΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ Κεφ. 1, στίχοι: 8 "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)
ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ) ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ 1: Ἴσως οὖν εἴποιεν ἂν πολλοὶ τῶν φασκόντων φιλοσοφεῖν, ὅτι οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος γένοιτο, οὐδὲ ὁ σώφρων
ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)
De incarnatione et contra Arianos
De incarnatione et contra Arianos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ ΡΕΙΑΣ, ΠΕΡΙ ΤΗΣ ΕΝΣΑΡΚΟΥ ΕΠΙΦΑΝΕΙΑΣ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ, ΚΑΙ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ. Οἱ κακοτέχνως τὰς θείας Γραφὰς βουλόμενοι
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2
3. δυνητικό: ἄν, ποὺ σημαίνει κάτι ποὺ μπορεὶ ἤ ποὺ μποροῦσε νὰ γίνει.
1 Άκλιτα μέρη Μόρια Λέγονται οι άκλιτες λέξεις, οι περισσότερες μονοσύλλαβες, που δεν ανήκουν κανονικά σ ένα ορισμένο μέρος του λόγου. Αυτά έχουν κυρίως επιρρηματική σημασία και χρησιμοποιούνται στο λόγο
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 2 ΙΟΥΛΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ
Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι
Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο
Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Η ιστορία του πύργου της Βαβέλ υπάρχει στη Γένεση, στο κεφάλαιο 11. Ξεκινά ως εξής: Καί ἦν πᾶσα ἡ γῆ χεῖλος
Refutatio confessionis Eunomii ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ
Refutatio confessionis Eunomii ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ 1 Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου παρὰ τῶν μαθητῶν κηρυχθεῖσα
Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης;
Johannesevangelium 4,1-42 4,1 Ως οὖν ἔγνω ὁ Ιησοῦς ὅτι ἤκουσαν οἱ φαρισαῖοι ὅτι Ιησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ιωάννης 4,2 καίτοιγε Ιησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ οἱ μαθηταὶ αὐτοῦ. 4,3 ἀφῆκεν
2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ
2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ Κείμενο: Λυσίου «Υπέρ Μαντιθέου» ( 18-21) ΕΚΦΩΝΗΣΕΙΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ Α. Από το κείμενο που
In illud: Qui dixerit verbum in filium
In illud: Qui dixerit verbum in filium 26.648 Περὶ δὲ οὗ γράφων ἐδήλωσας εὐαγγελικοῦ ῥητοῦ, συγγίνωσκε, ἀγαπητὲ, συνείδησιν ἔχων ἀγα θήν. έδια γὰρ κἂν ὅλως προσελθεῖν αὐτῷ μὴ καὶ, δύνας εἰς αὐτὸ τῷ λογισμῷ,
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 28 ΜΑΪΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους
Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους, Ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας, 17-18
ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 11 ΣΕΠΤΕΜΒΡΙΟΥ 2001 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΕΙΜΕΝΑ Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους,
Εισαγωγή στη Φιλοσοφία
Εισαγωγή στη Φιλοσοφία Ενότητα: Αριστοτέλης Ι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό
Iohannes Damascenus - De theologia
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»
ÄÉÌÇÍÉÁÉÁ ÅÊÄÏÓÇ ΙΕΡΟΥ ΝΑΟΥ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ÉÅÑÁ ÌÇÔÑÏÐÏËÉÓ ÈÅÓÓÁËÏÍÉÊÇÓ ÉÅÑÏÓ ÍÁÏÓ ÌÅÔÁÌÏÑÖÙÓÅÙÓ ÔÏÕ ÓÙÔÇÑÏÓ ΔΕΛΦΩΝ -ΜΙΟΥΛΗ ΤΗΛ.: 2310 828 989 «ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ» ΕΤΟΣ ΣΤ ΠΑΣΧΑ 2013 www.inmetamorfoseos.gr
ιδαγµένο κείµενο 'Αριστοτέλους 'Ηθικά Νικοµάχεια (Β6, 4-10)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 29 ΜΑΪΟΥ 2001 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (4) ιδαγµένο κείµενο 'Αριστοτέλους 'Ηθικά
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ 25 ΜΑΪΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους,
44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης
44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης ΣΑΒΒΑΪ Η ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Χρυσοστόµου Σµύρνης 3 : 210/76.01.470 210/76.00.179 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους,
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 3 Θεωρητικά στοιχεία 1. Παρατακτική σύνδεση α. Ασύνδετη παράταξη ή ασύνδετο σχήμα Είναι ο αρχικός και απλοϊκός τρόπος σύνδεσης όμοιων προτάσεων ή όρων. Κατ αυτόν τα συνδεόμενα μέρη διαδέχονται
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΔΕΥΤΕΡΑ 2 ΙΟΥΝΙΟΥ 2014 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: ΤΡΕΙΣ (3) Διδαγμένο
1st and 2nd Person Personal Pronouns
1st and 2nd Person Personal Pronouns Case First Person Second Person I You () Nominative ἐγώ σύ Accusative ἐμέ or με σέ Genitive ἐμοῦ or μου σοῦ Dative ἐμοί or μοι σοί We You () Nominative ἡμεῖς ὑμεῖς
De fide contra Nestorianos. Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ αμασκηνοῦ λόγος περὶ πίστεως κατὰ Νεστοριανῶν.
De fide contra Nestorianos Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ αμασκηνοῦ λόγος περὶ πίστεως κατὰ Νεστοριανῶν. 1 Ἔδει μὲν ἡμᾶς τοὺς ὑπὸ θεοῦ σεσωσμένους διὰ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, ὃν ἔδωκε λύτρον
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 6 ΙΟΥΛΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ
65 B Cope (1877)
14 11 1 6 B3 1 ( ) 2 Η ῥητορική ἐστιν ἀντίστροϕος τῇ διαλεκτικῇ ἀμϕότεραι γὰρ περὶ τοιούτων τινῶν εἰσιν, 1 ἃ κοινὰ τρόπον τινὰ ἁπάντων ἐστὶ γνωρίζειν, 2 καὶ οὐδεμιᾶς ἐπιστήμης ἀϕωρισμένης 1 Cope (1877)
Ad Graecos ex communibus notionibus
Ad Graecos ex communibus notionibus ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ Πῶς τρία πρόσωπα λέγοντες ἐν τῇ θεότητι οὔ φαμεν τρεῖς θεούς πρὸς τοὺς Ἕλληνας ἀπὸ τῶν κοινῶν ἐννοιῶν Εἰ τὸ θεὸς ὄνομα προσώπου δηλωτικὸν
Contra Nestorianos. Τοῦ ὁσίου ἀββᾶ Ἰωάννου αμασκηνοῦ τοῦ χρυσορρόα λόγος κατὰ Νεστοριανῶν.
Contra Nestorianos Τοῦ ὁσίου ἀββᾶ Ἰωάννου αμασκηνοῦ τοῦ χρυσορρόα λόγος κατὰ Νεστοριανῶν. 1 Πρὸς τοὺς Νεστορίου ὁμόφρονας οὕτως ἀρκτέον τοῦ λόγου Εἴπατε ἡμῖν, ὦ οὗτοι, τίνα συνέλαβεν ἡ ἁγία παρθένος, τὸν
Didymus: De trinitate
1 Didymus: De trinitate More public domain documents available at http://bibletranslation.ws/ 7.1 Ἐκφεύγειν τοιγαροῦν τὸ ἔγκλημα τὸ περὶ τῆς δόξης τῶν κτιστῶν θεῶν τοὺς πιστεύοντας τῷ υἱῷ ὁ ἔννομος Παῦλος
Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 3 πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν 4 ἐν αὐτῷ ζωὴ
ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ & ΕΣΠΕΡΙΝΩΝ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΚΑΙ Δ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ
Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.
CORRIGENDA created by Thesaurus Linguae Graecae, September 2010 for Kuehn, Clement A., and John D. Baggarly, S.J. Anastasius of Sinai: Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007. 1.58 ὥσπερ
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΚΕΙΜΕΝΟ α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2 Τῷ περὶ πολιτείας ἐπισκοποῦντι,
ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)
53 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ 2013 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά,
ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς,
54 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ 2014 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ
Cirillus Alexandrinus - De synagogae defectu
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Oratio quarta contra Arianos. Κατὰ Ἀρειανῶν λόγος.
Oratio quarta contra Arianos Κατὰ Ἀρειανῶν λόγος. Ἐκ θεοῦ θεός ἐστιν ὁ λόγος καὶ «θεὸς γὰρ ἦν ὁ λόγος» καὶ πάλιν «ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστός, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν».
ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3
ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 Α. ΚΕΙΜΕΝΟ Εἰ μὴ συνῄδη ὦ βουλή τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τς κατηγορίας
Αποστολικοί Πατέρες και Απολογητές. Tuesday, March 5, 13
Αποστολικοί Πατέρες και Απολογητές Το πλήρωμα του χρόνου Συνάντηση Ιουδαϊκού κόσμου με ελληνισμό. Μετάφραση των εβδομήκοντα, Φίλωνας μέσω της αλληγορίας. Η ελληνική φιλοσοφία έδωσε την έννοια της θεωρίας,
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 29 ΜΑΪΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους
Commentarii in Lucam ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ ΡΕΙΑΣ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. 72.476
Commentarii in Lucam ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ ΡΕΙΑΣ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. 72.476 Οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου. (Cod. A f. 2 b, Ε
Iohannes Damascenus - De azymis
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
ἐκτὸς ἐπ ἀσπαλάθων κνάµπτοντες, καὶ τοῖς ἀεὶ παριοῦσι σηµαίνοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν Τάρταρον ἐµπεσούµενοι ἄγοιντο.» Α. Από το κείµενο που
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 29 ΜΑÏΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (4) ιδαγµένο κείµενο Πλάτωνος
Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἀριστοτέλους Πολιτικὰ Α1,1 και Γ1, 1-2. απόσπασμα α
ΔΙΑΓΩΝΙΣΜΑ ΕΚΠ. ΕΤΟΥΣ 2017-2018 ΜΑΘΗΜΑ /ΤΑΞΗ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΟΝΟΜΑΤΕΠΩΝΥMΟ: ΗΜΕΡΟΜΗΝΙΑ: 10/2/2018 ΕΞΕΤΑΣΤΕΑ ΥΛΗ: ΑΡΙΣΤΟΤΕΛΟΥΣ «ΠΟΛΙΤΙΚΑ» Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους Πολιτικὰ Α1,1 και Γ1,
De decretis Nicaenae synodi
De decretis Nicaenae synodi Τοῦ ἁγίου Ἀθανασίου ὅτι ἡ ἐν Νικαίᾳ σύνοδος ἑωρακυῖα τὴν πανουργίαν τῶν περὶ Εὐσέβιον ἐξέθετο πρεπόντως καὶ εὐσεβῶς κατὰ τῆς ἀρειανῆς αἱρέσεως τὰ ὁρισθέντα. 1.1 Καλῶς ἐποίησας
ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΑΙ ΠΑΝΕΛΛΑ ΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΕΣΠΕΡΙΝΟΥ ΕΠΑΛ (ΟΜΑ ΑΣ Β ) ΠΕΜΠΤΗ 27 ΜΑΪΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
Origenes - Adnotationes in Judices
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master. Noun: Neuter, ἔργον - D2.2 Meaning: work
Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master Nominative ὁ κύριος ς Vocative (none) κύριε ε Accusative τόν κύριον ν Genitive τοῦ κυρίου υ Dative τῷ κυρίῳ ι Nominative οἱ κύριοι ι Accusative τούς
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 08 Δεύτερο επεισόδιο (163e-165a7): Κριτίου ρήσις και τέταρτος ορισμός της σωφροσύνης (τὸ γιγνώσκειν αὐτὸν ἑαυτόν) Νικόλαος Γ. Χαραλαμπόπουλος
1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ
Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ
ΚΕΦΑΛΑΙΟ Α ἤ 01ο (01-52) 01-05 Ὁ Λόγος εἶναι Θεὸς καὶ ημιουργὸς τῶν πάντων Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ τὸ Θεὸ Πατέρα καὶ ἦταν Θεὸς ὁ Λόγος. Αὐτὸς ἦταν στὴν ἀρχὴ μαζὶ μὲ τὸ Θεὸ Πατέρα.
Αὕτη δ ἐστίν ἡ καλουμένη πόλις καί ἡ κοινωνία ἡ πολιτική.
ΑΡΙΟΣΕΛΟΤ «ΠΟΛΙΣΙΚΑ» Κ ε ί μ ε ν ο Ενότητα 11η Επειδή ὁρῶμεν πᾶσαν πόλιν οὖσαν κοινωνίαν τινά και συνεστηκυῖαν ἕνεκα ἀγαθοῦ τινος (πάντες γάρ πράττουσι πάντα χάριν τοῦ δοκοῦντος εἶναι ἀγαθόν), δῆλον ὡς
Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας
ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου
ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: Αριστοτέλους «Πολιτικά» Τῷ περί πολιτείας
Gregorius Nyssenus - De deitate filii et spiritus sancti
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order
Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers - Verse Order Chapter 3 40 [Και ειπεν יהוה προς Μωυσην λεγων] αριθμησον [παν πρωτοτοκον αρσεν των υι]ων Ισραηλ απ[ο μηνιαιου και επανω και λα]βε
Symbolum "quicumque" ΣΥΜΒΟΛΟΝ ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ.
Symbolum "quicumque" ΣΥΜΒΟΛΟΝ ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ. Εἴ τις θέλει σωθῆναι, πρὸ πάντων χρὴ αὐτῷ τὴν καθολικὴν κρατῆσαι πίστιν ἣν εἰ μή τις ὑγιῆ καὶ ἄμωμον τηρήσειε, πάσης ἀμφιβολίας ἐκτὸς εἰς τὸν αἰῶνα ἀπολεῖται.
The fullness. Wayne Stewart
The fullness Wayne Stewart 1 * KJV Galatians 4:1 Now I say, That the heir, as long as he is a child, differeth nothing from a servant, though he be lord of all; 2 But is under tutors and governors until
In illud: Tunc et ipse filius ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟ ΤΟΤΕ ΚΑΙ ΑΥΤΟΣ Ο ΥΙΟΣ ΥΠΟΤΑΓΗΣΕΤΑΙ ΤΩΙ ΥΠΟΤΑΞΑΝΤΙ ΑΥΤΩΙ ΤΑ ΠΑΝΤΑ
In illud: Tunc et ipse filius ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟ ΤΟΤΕ ΚΑΙ ΑΥΤΟΣ Ο ΥΙΟΣ ΥΠΟΤΑΓΗΣΕΤΑΙ ΤΩΙ ΥΠΟΤΑΞΑΝΤΙ ΑΥΤΩΙ ΤΑ ΠΑΝΤΑ Πάντα μὲν τὰ λόγια τοῦ κυρίου λόγιά ἐστιν ἁγνά τε καὶ καθαρά, καθώς φησιν
Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ
Γ ΓΕΛ 29 / 04 / 2018 Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους Πολιτικά (Α 1, 1 & Γ 1, 1-2) Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ
ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ 2013 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ 2013 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Διδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας (324 Α-C) Ἀριστοτέλους Ἠθικὰ Νικομάχεια
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6 Α Διδαγμένο κείμενο Αριστοτέλης, Πολιτικά, επιλογή από 1274b32
ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α
ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Γ ΛΥΚΕΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ... Α] ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΔΙΑΓΩΝΙΣΜΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ ΠΡΩΤΑΓΟΡΑ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 12 Τέταρτο επεισόδιο (173d-175a): Έκτος ορισμός της σωφροσύνης (ἐπιστήμη ἀγαθοῦ τε καὶ κακοῦ) και η ανασκευή της Νικόλαος Γ. Χαραλαμπόπουλος
Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 )
Διαγώνισμα Αρχαία Ελληνικά Γ Λυκείου Ηθικά Νικομάχεια Αριστοτέλους Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν οἱ γὰρ νομοθέται τοὺς
Fragmenta in Joannem
Fragmenta in Joannem 1 {3Jο 1, 1}3Ὁ λόγος μίαν οἶδεν ἀρχήν, οὐ δύο, ὡς λέγουσιν οἱ Μανιχαῖοι, οὐδὲ πρώτου αἴτιον καὶ δεύτερον αἴτιον καὶ τρίτον αἴτιον, ὡς λέγουσι Πλάτων, Βασιλίδης,Μαρκίων, Ἄρειος, Εὐνόμιος
Antirrheticus adversus Apollinarium ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΤΑ ΑΠΟΛΙΝΑΡΙΟΥ ΑΝΤΙΡΡΗΤΙΚΟΣ
Antirrheticus adversus Apollinarium ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΤΑ ΑΠΟΛΙΝΑΡΙΟΥ ΑΝΤΙΡΡΗΤΙΚΟΣ Καλὸν ἂν γένοιτο προοίμιον ἡμῖν τοῦ λόγου ἡ τοῦ κυρίου φωνὴ κελεύουσα προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες
Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.
«καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε
Responsiones ad Tiberium diaconum sociosque suos
Responsiones ad Tiberium diaconum sociosque suos 576 Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Υἱὸς κατὰ μὲν τὴν ἀξίαν τῆς θεότητος συνῆν τῷ Πατρὶ, καὶ ὅτε γέγονεν ἄνθρωπος καὶ ἦν ἐπὶ γῆς, καθ' ὑπόστασιν δὲ, οὐκ ἔτι.
Athanasius Alexandrinus - Magnus - Homilia de passione et cruce domin1
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Epistula ad Epictetum. Τοῦ μακαρίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐπιστολὴ πρὸς Ἐπίκτητον ἐπίσκοπον Κορίνθου.
Epistula ad Epictetum Τοῦ μακαρίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐπιστολὴ πρὸς Ἐπίκτητον ἐπίσκοπον Κορίνθου. Ἐγὼ μὲν ἐνόμιζον πᾶσαν ματαιολογίαν πάντων, ὅσοι δηποτοῦν εἰσιν αἱρετικοί, πεπαῦσθαι
Fragmenta. 1 Ερευνητικό έργο: ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Fragmenta 1 Ὅτι οὐδὲν ὄνομα μεῖζον Ἰησοῦ τῶν ἐπὶ τῆς γῆς ὀνομασθέντων γέγονεν, μαρτυρεῖ μὲν τὸ Εὐαγγέλιον, ἔνθα "ὁ ἄγγελος" τῇ Μαριὰμ "μὴ φοβοῦ" ἔφη "εὗρες γὰρ χάριν παρὰ τοῦ θεοῦ. καὶ ἰδοὺ συλλήψῃ ἐν
Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους:
ΤΡΟΠΟΙ ΣΥΝΔΕΣΗΣ ΠΡΟΤΑΣΕΩΝ Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους: με το ασύνδετο σχήμα παρατακτικά / κατά παράταξη υποτακτικά / καθ' υπόταξη ΑΣΥΝΔΕΤΟ
Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.
1. (α.ε) σκέφτομαι, ενεργώ Αυτός και ζω που κατά τρόπο απελευθερώνει. ελεύθερο. 2. (ν.ε) παραβαίνω τους Αυτός ηθικούς νόμους. που κάνει κάποιον ελεύθερο. 1. Η ειλικρίνεια. 2. Η αυθάδεια. Ο δούλος που απέκτησε
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ
ΑΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ Ἐπιμέλεια: Στέφανος Σουλδάτος αλλιτεχνικό Μελώδημα (Εργαστήρι Παραδοσιακής Μουσικής www.melodima.gr) Σάββατο 13 Οκτωβρίου 2007 Στέφανος Σουλδάτος αλλιτεχνικό Μελώδημα (www.melodima.gr)
Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 )
Διαγώνισμα Αρχαία Ελληνικά γ λυκείου Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 ) Είναι φυσική λοιπόν η τάση του ανθρώπου να συνυπάρχει μαζί με άλλους σε μια τέτοια κοινωνία.
Στο απόσπασμα που ακολουθεί αναφέρεται στην αξιοκρατική επιλογή των αρχόντων κατά το παρελθόν.
ΚΕΙΜΕΝΟ: Ισοκράτης, Αρεοπαγιτικός, 25-27 Ο λόγος γράφτηκε γύρω στο 354 π. Χ. Στο λόγο του αυτό ο ρήτορας γίνεται κήρυκας μιας αναδιοργάνωσης του εσωτερικού της αθηναϊκής δημοκρατίας. Προσπαθεί να εξηγήσει
Περικλέους Σταύρου 31 34100 Χαλκίδα Τ: 2221-300524 & 6937016375 F: 2221-300524 @: chalkida@diakrotima.gr W: www.diakrotima.gr
Προς: Μαθητές Α, Β & Γ Λυκείου / Κάθε ενδιαφερόμενο Αγαπητοί Φίλοι Όπως σίγουρα γνωρίζετε, από τον Ιούνιο του 2010 ένα νέο «ΔΙΑΚΡΟΤΗΜΑ» λειτουργεί και στη Χαλκίδα. Στο Φροντιστήριό μας, κάνοντας χρήση
ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (5) ιδαγμένο
Οι Άγιοι της Θεσσαλονίκης.
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ. Ενότητα 2: Το αποστολικό υπόβαθρο της Εκκλησίας της και οι Άγιοι της Αποστολικής περιόδου Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό
Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament
Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament There are six corrections made by Antoniades in the 1912 edition of the Patriarchal Greek New Testament. One is the correction
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. -130- ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου,
Commentarii in Joannem (in catenis)
Commentarii in Joannem (in catenis) 1 Jo 1, 1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἄναρχός φησι κατὰ χρόνον, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, οἷον οὐκ ἄναρχος κατ' αἰτίαν. ὅρα πῶς ἑκατέρωθεν ὑποστηρίζει καὶ συσφίγγει τὴν
De trinitate 3. Ερευνητικό έργο: ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
De trinitate 3 39.773.40 ΚΕΦ. Αʹ.Ψυχὴ καθ' αὑτὴν ἐν τῷ νοητῷ ἀπαθὴς ὑπάρχουσα, τοῦ παθαίνεσθαί ποτε αἰτίαν ἔχει τὸ σώματι συνεῖναι, καὶ τὴν ἰδίαν αὐτῆς προαίρεσιν, ἤτουν τῆς γνώσεως τὴν ἔφεσιν. Τὸ μὲν