ΙΟΥΝΙΟΥ Η'. ( 08 ) Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Καλλιόπης. Ποίημα μοναχοῦ Γερασίμου Μικραγιαννανίτου
|
|
- Φιλομήλ Λαμέρας
- 8 χρόνια πριν
- Προβολές:
Transcript
1 ΙΟΥΝΙΟΥ Η'. ( 08 ) Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Καλλιόπης. Ποίημα μοναχοῦ Γερασίμου Μικραγιαννανίτου ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακόν, τὸ, Μακάριος ἀνήρ. Εἰς δὲ τὸ, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν τὰ ἐξῆς Προσόμοια τῆς Ἁγίας. Ἦχος δ. Ως γενναῖον ἐν Μάρτυσιν. Φερωνύμως τὸ ἄχραντον, τοῦ Χριστοῦ καὶ ἀμήχανον, κάλλος ἐπεπόθησας καλλιπάρθενε ἔνθεν σαυτὴν κατεκάλλυνας, ἁγνείας τοῖς κάλλεσι, καὶ ἀθλήσει ἱερᾷ, Καλλιόπη πανεύφημε, καἰ ἀνέδραμες, εἰς νυμφῶνας ζωῆς τῆς ἀϊδίου, τῇ στολῇ τῆς ἀφθαρσίας, περιφανῶς διαλάμπουσα. Τῆς ψυχῆς τὴν λαμπρότητα, τῷ ὡραίῳ τοῦ σώματος, πᾶσιν ὑπεμφαίνουσα καλλιπάρθενε, κατηγγυήθης ὡς ἄφθορος, Χριστῷ τῷ Θεῷ ἡμῶν, καὶ τοῖς ἴχνεσιν αὐτοῦ, ἀκλινῶς ἠκολούθησας, θείοις σκάμμασι, καθελοῦσα τοῦ σκότους τὸν προστάτην, Καλλιόπη μακαρία, τῇ στερροτάτῃ ἀθλήσει σου. Ὡς τρωθεῖσα τῷ ἔρωτι, τῆς Χριστοῦ ἀγαπήσεως, Καλλιόπη πάνσεμνε ἠνδραγάθησας, ἀνδρειοτάτῳ φρονήματι, ἀγῶσιν ἀθλήσεως, καὶ τὸν δόλιον ἐχθρόν, τὸν τὴν Εὔαν πτερνίσαντα, καταβέβληκας διὰ τοῦτο τῆς δόξης τοῦ Κυρίου, ὡς περίδοξος παρθένος, καὶ ἀθληφόρος ἠξίωσαι. Τὰς στρεβλώσεις τοῦ σώματος, καὶ μαστῶν τὴν ἀφαίρεσιν, ὥσπερ ἂλλου πάσχοντος ἐκαρτέρησας, κραταιουμένη τῇ Χάριτι, Χριστοῦ τοῦ νυμφίου σου ὅθεν Αγγελος φωτὸς ἐπιστὰς οὐρανόθεν σοι, θείῳ νεύματι, τῶν τοιούτων ἰᾶται ὁδυνῶν σε, Καλλιόπη μακαρία, Παρθενομάρτυς πολύαθλε. Τοῦ πυρὸς τὴν κατάφλεξιν, καὶ μαστίγων τὴν ἔφοδον, ψυχικῇ στερρότητι καὶ φαιδρότητι, καὶ τῶν ξεσμῶν τὴν δριμύτητα, ὑπέμεινας χαίρουσα, τῶν [1]
2 μελλόντων ἀγαθῶν, προορῶσα τὴν ἔλλαμψιν, καὶ τὴν ἄληκτον, εὐφροσύνην τῆς ἄνω βασιλείας, Αθληφόρε Καλλιόπη, ἧς ἐπαξίως τετύχηκας. Τῷ οἰκείῳ σου αἵματι, φοινιχθεῖσα πανεύψημε, καὶ καλῶς τελέσασα τὸν ἀγῶνά σου, λαμπαδηφόρος ἀνέδραμες, Καλλιόπη ἔνδοξε, πρὸς παστάδα φωταυγῆ, πρὸς νυμφῶνα οὐράνιον, τὴν ἀθάνατον, καρπουμένη χαρὰν καὶ θυμηδίαν, τῆς τερπνότητος Κυρίου, τοῦ θαυμαστῶς σε δοξάσαντος. Δόξα. Ἦχος πλ. β. Τὸ πῦρ τῆς θείας ἀγάπης, δεξαμένη ἐν τῇ ψυχῆ, τῇ φωνῇ τοῦ νυμφίου Χριστοῦ ἠκολούθησας, Καλλιόπη θεόφρον σεαυτὴν γὰρ ἀπαρνησαμένη, οὐρανίῳ φρονήματι, μαρτυρικὸν δίαυλον ἤνυσας, καὶ τῆς παρθενίας τὴν χλαῖναν, λαμπροτέραν ἀπειργάσω, τοῖς ὑπὲρ τῆς εὐσεβείας ἄθλοις ὅθεν ἐν οὐρανίοις θαλάμοις χορεύουσα, ὡς παρθένος φρονίμη, καὶ μάρτυς ἠγλαϊσμένη, ἱκέτευε δεόμεθα, ὑπἐρ τῶν ψυχῶν ὴμῶν. Τῆς Ἑορτῆς ἢ τὸ τῆς Θεοτόκου. Καὶ νῦν.τίς μὴ μακαρίσει σε. Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ 9-14) Τάδε λέγει Κύριος πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ισραήλ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9). [2]
3 Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.) Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. Εἰς τὴν Λιτήν, Ιδιόμελα. Ἦχος α. [3]
4 Τῆς εὐσεβείας τὸ κάλλος, φερωνύμως γεωργοῦσα, ἔργῳ τὴν κλῆσιν ἐλάμπρυνας, Καλλιόπη πανεύφημε ἀθλητικὸν γὰρ στάδιον διέδραμες, ἀρρενωθεῖσα ταῖς φρεσί, καὶ τοῦ Χριστοῦ τὸ ὄνομα ὲδόξασας, ταῖς μαρτυρικαῖς σου ἀριστείαις. Οθεν κατ' ἀξίαν ἐδοξάσθης, καὶ τὸν καρπὸν τῆς θεώσεως, ἐπιτηδείως ὲτρύγησας βοῶσα Κύριε δόξα σοι. Ἦχος β. Τὴν τοῦ θήλεος ἀσθένειαν ἐμφρόνως ἀπορρίψασα πρὸς ἀνδρικοὺς ἀγῶνας, ἐχώρησας, καλλιμάρτυς Καλλιόπη ὅθεν τοὺς μὲν τυράννους ἐξέπληξας, τῆ ψυχικῇ ἐνατάσει σου, τοῦ δὲ Σταυροῦ τὴν δύναμιν ὑπέδειξας, ὑπὲρ ἥλιον φαίνουσαν, τῆ ἐπανθούσῃ σοι χάριτι, ἐν τῷ πικρῶς τιμωρεῖσθαί σε ἀνωτέρα γὰρ ὤφθης, καὶ στρεβλώσεων καὶ πυρός, καὶ τῷ ἐνδυναμοῦντί σε Χριστῷ ἐβόας Κύριε δόξα σοι. Ηχος γ. Σώματος ὥρᾳ διαπρέπουσα, τὴν ψυχικήν σου καλλονήν, Χριστῷ ἀνατέθεικας, Καλλιόπη καλλιπάρθενε τῇ γὰρ ὀσμῇ τῶν μύρων αὐτοῦ ἑπομένη, πάντων τῶν ἐπὶ γῆς καταπεφρόνηκας, καὶ νύμφη περίδοξος, ὡς ἀληθῶς αὐτοῦ ἀναδέδειξαι καὶ ὡς προῖκα πολύτιμον, τοὺς τῆς ἀθλήσεως πόνους, καὶ τῶν αἱμάτων τὰ ρεῖθρα, αὐτῷ προσενήνοχας ὅθεν ἐν τῷ αἰωνίῳ νυμφῶνι κατεσκήνωσας, ἀκαταπαύστως βοῶσα Κύριε δόξα σοι. Ηχος δ. Μαρτυρικῶς ἀθλοῦσα, Αγγελικῆς ἐπιστασίας ἔτυχες, εὐδοκίᾳ κρείττονι, Καλλιόπη θεόνυμφε ὅθεν τῶν μὲν ἀπηνῶν, ἐν τῷ σώματι αἰκισμῶν, τὴν ἀπαλλαγὴν καὶ ἴασιν εὗρες, πρὸς δἐ τοὺς προκειμένους ἀγῶνας, πολλῷ πλείονι προθυμίᾳ ἐχώρεις ἔρως γὰρ θεῖος κατασχών σε, ἅπαν εἶδος τιμωρίας, καταγέλαστόν σοι γἐγονεν, ἐν ἀγαλλιάσει Χριστῷ βοώσῃ Κύριε δόξα σοι. Δόξα. Ἦχος ὁ αὐτός. Τὴν ἐν παρθένοις μάρτυρα, ὡς ἀθλητικῶς ἀγωνισθεῖσαν καὶ τῷ Χριστῷ νυμφευθεῖσαν, Καλλιόπην τὴν θεόφρονα, ἀθλητικοῖς ἐπαίνοις στέψωμεν. Παρθενικῇ γὰρ ἐμπρέπουσα χάριτι, μαρτυρικὸν ἀγῶνα διήθλησε, καὶ ἐν ἀσθενείᾳ φύσεως, τὸν ἐν κακίᾳ ἰσχυρόν, κατεπάλαισε δράκοντα ἀμαραντίνῳ δὲ τῆς νίκης, στεφάνῳ κοσμηθεῖσα, αἰτεῖται ταῖς ψυχαῖς ἡμῶν, φωτισμὸν καὶ εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Καὶ νῦν. Τῆς Ἑορτῆς ἤ τὸ Θεοτοκίον. [4]
5 Εκ παντοίων κινδύνων. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν. Χαίροις Παρθενομάρτυς Χριστοῦ, κάλλει ψυχῆς περιφανῶς διαλάμπουσα καὶ σώματος εὐπρεπείᾳ καθάπερ ἄνθος τερπνόν, ἠθῶν γεωργίᾳ καθαρότητος σεμνότητος σκήνωμα παρθενίας ἀλάβαστρον, Πνεύματος θείου, τὸ εὐῶδες θησαύρισμα, λαμπὰς ἄσβεστος, θεϊκῆς ἀγαπήσεως νύμφη Χριστοῦ ἀμόλυντος, καὶ μάρτυς ἀήττητος, τῆς Ἐκκλησίας φαιδρότης, τῶν εὐσεβῶν ἀγαλλίαμα, σεμνὴ Καλλιόπη, ἡ τοῖς πᾶσιν ἐξαιτοῦσα, τὸ μέγα ἔλεος. Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι. Πλούτῳ τῷ τῆς ἁγνείας σεμνή, πεποικιλμένη ὡς νεᾶνις θεόληπτος, εὐπνοίᾳ Χριστοῦ τῶν μύρων, τῶν νοητῶν γραφικῶς, ἀκορέστῳ πόθῳ ἠκολούθησας, καὶ τούτου τὸ ἄχραντον, Καλλιόπη ἐζήλωσας, καὶ θεῖον Πάθος, διὰ πάθους ἀθλήσεως, δι οὗ εὕρηκας, ἀπαθείας την ἔλλαμψιν ὅθεν εἰς τὸν οὐράνιον, νυμφῶνα χορεύουσα, καὶ ἱερῶς θεουμένη, θεαρχικαῖς διαδόσεσιν, ἀπαύστως δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Αγίοις αὐτοῦ. Πόνους ἀκαταπλήκτῳ ψυχῆ, τοὺς ἀνυποίστους τῆς σαρκὸς ὑπομένουσα, μαστίγων ὑπέστης πεῖραν, καὶ τῶν μαστῶν τὴν τομήν, ἀκαταφλέκτως καὶ τὰς καταφλέξεις τοῦ σοῦ σώματος διὸ θεῖος Αγγελος, ἐπιστάς σοι ἰάσατο, τῶν ἀλγηδόνων, Καλλιόπη πανεύφημε, ἐνισχύσας σε, πρὸς τὰ μέλλοντα σκάμματα, ἅπερ ἀνδρείως ἤνυσας, καὶ πάντας ἐξέπληξας, τῆ καρτερίᾳ σου Μάρτυς, καὶ τῷ λαμπρῷ παραστήματι καὶ νῦν τῆς ἀλήκτου, εὐφροσύνης ἐντρυφῶσα, ἡμῶν μνημονευε. Δόξα. Ἦχος πλ. δ '. Τῆς εὐσεβείας τὸν ἄθλον, ἐν ἀνδρείᾳ ψυχῆς, Καλλιόπη καλλιπάρθενε, μαρτυρικῶς ἠγώνισαι ὤ τοῦ θαύματος! πῶς τὸ εὐπαθὲς καὶ ἁπαλόν σου σῶμα, τομὰς καὶ καὑσεις ἤνεγκε, καὶ τὴν ὀφρὺν καθεῖλε, τοῦ πάλαι καθ ἡμῶν, ὠρυομένου ὡς λέοντος; ἀλλ' ἡ δυνάμει Χριστοῦ, τοῦ τὴν ἀσθένειαν ἡμῶν ἀναλαβόντος, καὶ παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. Τῆς Εορτῆς ἢ τὸ Θεοτοκίον. Δέσποινα πρόσδεξαι. [5]
6 Ἀπολυτίκιον. Ἦχος α '. Τῆς ἐρήμου πολίτης. Τοῦ Σωτῆρος τὸ κάλλος ἐκ ψυχῆς ἀγαπήσασα, καλλιπάρθενε κόρη, Καλλιόπη πανεύφημε, ἠγώνισαι στερρῶς ὑπὲρ αὐτοῦ, καὶ δόξης ἠξιώθης θεϊκῆς διὰ τοῦτό σου τὴν μνήμην τὴν ἱεράν, τιμῶμεν ἐκβοῶντές σοι δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ὴμῖν πταισμάτων ἄφεσιν. Καὶ τὸ τῆς Εορτῆς ἢ τὸ Θεοτοκίον. Τοῦ Γαβριὴλ φθεγξαμένου... ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α'. Στιχολογίαν, Κάθισμα. Ἦχος α '. Τὸν τάφον σου Σωτήρ. Ἀθλήσασα λαμπρῶς, Καλλιόπη θεόφρον, καθεῖλες τὴν ὀφρύν,τοῦ δολίου Βελίαρ ἐντεῦθεν δεδόξασαι, τῇ τοῦ Πνεύματος χάριτι, καὶ παρίστασαι, τῷ σῷ νυμφίῳ καὶ Κτίστῃ, ἱκετεύουσα, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν πάνσεπτον μνήμην σου. Τῆς Εορτῆς ἢ τῆς Θεοτόκου. Ανύμφευτε Αγνή, Θεοτόκε Παρθένε, ἡ τέξασα ἡμῖν, ὑπὲρ νοῦν τε καὶ λόγον, σαρκὸς ὁμοιώματι, τὸν Ὑπέρθεον Κύριον, ἀποκάθαρον, τὴν μολυνθεῖσαν ψυχήν μου, καὶ καταύγασον, τὰ τῆς καρδίας μου Κόρη, τυφλώττοντα ὄμματα. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε. Τρωθεῖσα τῷ ἔρωτι, τοῦ σοῦ νυμφίου Χριστοῦ, τὸ κάλλος ἀκήρατον, τὸ τῆς ψυχῆς σου σεμνή, αὐτῷ διετήρησας τοῦτο δὲ ἐπὶ πλεῖον, ὡραΐσασα Μάρτυς, ἄθλοις τοῦ μαρτυρίου, καὶ αἱμάτων σταγόσιν, ἀνέδραμες γηθομένη, πρὸς δόξαν οὐράνιον. Τῆς Εορτῆς ἢ τὸ τῆς Θεοτόκου. Θεὸν τὸν ἀσώματον, ἐκ τῶν αἱμάτων τῶν σῶν, Αγνὴ σωματώσασα, δίχα τροπῆς καὶ φυρμοῦ, ἡμᾶς ἀνεκαίνισας ὅθεν τῇ σῇ κυήσει, τῆς ἀρᾶς [6]
7 λυτρωθέντες, ὤφθημεν Θεοτόκε, συμπολῖται Αγγέλων, μεθ' ὧν καὶ μεγαλύνομεν, τὴν ἄφραστον δόξαν σου. Μετὰ τὸν Πολυέλεον. Κάθισμα, Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. Τῷ Χριστῷ νυμφευθεῖσα ψυχῆς θερμότητι, ὡς παρθένος φρονίμη καὶ ἀδιάφθορος, ἠκολούθησας αὐτῷ ἀσχέτῳ ἔρωτι, καὶ τὴν ἄθλησιν τὴν σὴν, ὥσπερ προῖκα ἐκλεκτήν, προσήγαγες τούτῳ κόρη, παρ' οὗ λαμπρῶς δοξασθεῖσα, κινδύνων ρύῃ τοὺς ὑμνοῦντάς σε. Τῆς Εορτῆς ἢ τῆς Θεοτόκου. Ἀειπάρθενε Κόρη θεοχαρίτωτε, τῶν ἀνθρώπων ἡ σκἑπη καὶ τὸ προσφύγιον, τοὺς προστρέχοντας ἀεὶ τῇ προστασίᾳ σου, διατήρει ἀσινεῖς, ἀπὸ πάσης προσβολῆς, τοῦ ὄφεως Θεοτόκε, καὶ συμπαθῶς πᾶσι δίδου, τῆς σῆς εὐνοίας τὴν χρηστότητα. Τὸ α' Αντίφωνον τοῦ Δ. Ἤχου Τὸ Προκείμενον. Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Αγίοις αὐτοῦ. Εὐαγγέλιον τῶν δέκα Παρθένων. Ζὴτει αὐτὸ τῷ δεκάτῳ ἑβδόμῳ Σαββάτῳ τοῦ Ματθαίου. Ὁ Ν Δόξα, Ταῖς τῆς Αθληφόρου. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου. Ιδιόμελον. Ἦχος πλ. β'. Ἐρηρεισμένη ἀκλινῶς, Καλλιόπη θεόφρον τῷ θεμελίῳ τῆς πίστεως πάσαις προσβολαῖς τῶν ἀντικειμένων, ἀτίνακτος ἔμεινας, καὶ καλῶς τὸν ἀγῶνα ἐτέλεσας διὸ ἐν οὐρανίοις θαλάμοις χορεύουσα, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. [7]
8 Εἶτα οἱ Κανόνες, τῆς Εορτῆς ἢ τῆς Θεοτόκου, καὶ τῆς Αγίας οὗ ἡ ἀκροστιχίς. «Καλὴ ὤφθης Χριστῷ Καλλιόπη, Γερασίμου». ᾨδὴ α'. Ἦχος πλ. δ'. Υγρὰν διοδεύσας Καμάτων σου Μάρτυς τὰς ἀμοιβάς, λαμπρῶς δεχομἐνη, Καλλιὁπη παρὰ Χριστοῦ, λόγον μοι πρυτάνευσον σοφίας, ὡς ἂν ὑμνήσω τὰ θεῖά σου σκάμματα. Ἀθλήσει τὸ κάλλος τὸ τῆς ψυχῆς, λαμπρότερον Μάρτυς, ἀναδείξασα ἀληθῶς, νύμφη εὐκλεῶς ἠγλαϊσμένη, τοῦ Βασιλέως τῆς δόξης γεγἐνησαι. Λυθεῖσα ἁπάσης τῶν ἐπὶ γῆς, καλῶν προσπαθείας, συνεδἐθης ὁλοσχερῶς, Μάρτυς τοῦ Χριστοῦ τῇ ἀγαπήσει, καὶ μαρτυρίου ἀγῶσι διέπρεψας. Θεοτοκίον. Ἡ μόνη τεκοῦσα μετὰ σαρκός, τὸν πάντων Δεσπότην, δεσποτείας με τοῦ ἐχθροῦ, λύτρωσαι Παρθἐνε Θεοτόκε, καὶ τὸν παθῶν μου τὸν σάλον κατεύνασον. ᾨδὴ γ. Οὐρανίας ἁψῖδος. Ὡς καλὴ καὶ ὡραία παρθενικαῖς χάρισι τῷ ἐκ τῆς Παρθένου τεχθέντι, Λόγῳ μεμνήστευσαι, καὶ ἐναθλήσασα τούτῳ ἡρμόσθης ἀΰλως, συναφείᾳ κρείττονι, Μάρτυς πολύαθλε. Φωτισμῷ λαμπομένη, τοῦ Παντουργοῦ Πνεύματος, σκότος ἀπροσκόπτως διέβης, τὸ τῶν κολἀσεων, καὶ κατεσκήνωσας, ἐν τῷ φωτὶ τοῦ Κυρίου, πληρουμένη πάνσεμνε, θείας ἐλλάμψεως. Θεϊκῷ πτερουμένη, ὡς ἀληθῶς ἔρωτι, Μάρτυς Καλλιόπη τῆς δόξης, τοῦ Παντοκράτορος, ἀνδρείως ἔφερες, τοὺς σπαραγμοὺς τῆς σαρκός σου, καὶ ἐχθρῶν τὴν δύναμιν, πᾶσαν ἐσπάραξας. Θεοτοκίον. Ἡ Ἁγνὴ Θεοτόκος, ἡ τὸν Θεὸν τέξασα, τὴν μεμολυσμἐνην ψυχήν μου, τοῖς παραπτώμασι, κάθαρον δέομαι, καὶ διαρρύθμισον πᾶσαν, τὴν ζωὴν μου Δέσποινα, φόβῳ τῷ κρείττονι. [8]
9 Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Τὴν ὡραιὁτητα, Χριστοῦ ἐπόθησας, καὶ τὰ φθειρόμενα, κάλλη ἐμίσησας, καὶ ἠγωνίσω ἀνδρικῶς, φρονήματι στερροτάτῳ, Καλλιόπη πάνσεμνε, τοῦ Χριστοῦ νύμφη ἄφθορε ὅθεν πρὸς οὐράνιον, κατεσκήνωσας θάλαμον, τὸν σὸν ἐκδυσωποῦσα νυμφίον, σώζεσθαι πάσης ἡμᾶς βλάβης. Τῆς Εορτῆς ἢ τῆς Θεοτόκου. Σάρκα γενόμενον, ἐκ σοῦ γεγέννηκας, τὸν Υπερούσιον, θεοχαρίτωτε, καἰ ἐκαινούργησας ἡμᾶς, φθαρἐντας τῇ ἁμαρτίᾳ ὅθεν ὡς αἰτίαν σε, τῶν καλῶν μακαρίζομεν, καὶ ἐπιβοώμεθα, τὴν θερμὴν προστασίαν σου, ἣν δίδου ἡμῖν πάντοτε Κόρη, σώζουσα πάσης ἡμᾶς θλίψεως. ᾨδὴ δ'. Εἰσακήκοα Κύριε. Σώματός σου τοὺς μώλωπας, Μάρτυς Καλλιόπη στερρῶς ὑπέμεινας, καὶ ἐχθρὸν τὸν πολυμήχανον, ἐν τοῖς τραύμασί σου ἐτραυμάτισας. Χριστὸν μόνον ἠγάπηοας, καὶ αὐτοῦ τοῖς ἵχνεσιν ἠκολούθησας, διὰ πόνων τῆς ἀθλήσεως, δι ὧν τὴν ζωὴν εὗρες τἠν ἄπονον. Ῥωμαλέῳ φρονήματι, ἀντιταξαμένη τοῖς ἀναγκάζουσιν, ἀποστῆναί σε τοῦ πλάσαντος, μαρτυρίου ἄθλοις ἠνδραγάθησας. Θεοτοκίον. Ἴασαί μου τὰ τραύματα, τῆς ψυχῆς Παρθένε ἃ μοι ἐπἡγαγεν ἀμαρτίας ἡ ἀπόλαυσις, καὶ τῷ θείῳ φόβῳ με καθήλωσον. ᾨδὴ ε'. Φώτισον ἡμᾶς. Σθένει θεϊκῷ, αἰκισμοὺς σφοδροὺς ὑπήνεγκας, Καλλιόπη καλλιπάρθενε σεμνή, δι ὧν πᾶσαν τοῦ ἐχθροῦ τὴν πλάνην ᾔσχυνας. Τίς σου τὸ στερρόν, Καλλιόπη ἐπαινέσεται; ὡς γὰρ ἄσαρκος τοὺς πόνους τῆς σαρκὁς, δι' ἀγάπην τοῦ νυμφίου σου ὑπέμεινας. Ὤφθη σοι σεμνὴ, θεῖος Ἄγγελος ἰώμενος, τοὺς κοπέντας σου μαστοὺς ὀδυνηρῶς, Καλλιόπη καὶ χαράν σοι παρεχόμενος. [9]
10 Θεοτοκίον. Κύριον Ἁγνή, καὶ Σωτῆρα πάντων τέτοκας τὸν τὸ εἶναι παρεχόμενον ἡμῖν, Ιησοῦν τὸν Ζωοδότην κόσμον σώζοντα. ᾨδὴ στ'. Τὴν δέησιν. Ἀμόλυντον, ἀληθῶς καὶ ἄφθορον, τῆς ψυχῆς διατηροῦσα τὸ κάλλος, κατηγγυὴθης Χριστῷ Καλλιόπη, καὶ εἰς θαλάμους φωτὸς κατεσκήνωσας, ἀθλητικαῖς μαρμαρυγαῖς, καὶ ἁγνείας ἀκτῖσιν ἐκλάμπουσα. Λαμπρύνασα, τῆς ψυχῆς τὰ ὄμματα, οὐρανίαις Καλλιόπη μελέταις, ἀνεπτερώθης πρὸς κάλλος τὸ θεῖον, τῆς οὐρανῶν βασιλείας καὶ ἔσπευσας, ἐπιτυχεῖν ταύτης σεμνή, ἀσφαλῶς διὰ πόνων άθλήσεως. Λαμπρά σου, ἡ παρρησία Αγία, καὶ ἀνδρεῖον τὸ παράστημα Μάρτυς σὺ γὰρ τυράννων οὐκ ἔπτηξας θράσος, ἀλλ' ἀπτοήτῳ, καρδίᾳ ἐκραύγαζες Ὑπἐρ Χριστοῦ τοῦ Ποιητοῦ, γηθομένῃ ψυχῇ σφαγιάζομαι. Θεοτοκίον. Ἰλύϊ τῆς ἁμαρτίας ἐπάγην, καὶ οὐκ ἕστι μοι ἐλπὶς σωτηρίας, ἀλλἀ θαρρήσας τῇ σῇ εὐσπλαγχνίᾳ, μετὰ δακρύων βοῶ σοι Πανάμωμε Ἀνάγαγέ μου τὴν ζωήν, ἐκ φθορᾶς Θεοτόκε καὶ σῶσόν με. Κοντάκιον. Ἦχος β. Τοῖς τῶν αἱμάτων σου. Παρθενικῇ διαλάμπουσα χάριτι, μαρτυρικῶς τῷ Χριστῷ προσενήνεξαι οὗ νῦν τῆς χαρᾶς ἀπολαύουσα, τῆς ὑπἐρ νοῦν Καλλιόπη πανεύφημε δυσώπει ὑπἐρ τῶν τιμώντων σε. Ὁ Οἶκος. Καλὴ τῷ εἴδει ἀληθῶς τυγχάνουσα παρθένε, καλὴ καὶ ἄμωμος Χριστῷ τῷ Βασιλεῖ τῶν οὐρανῶν, κατὰ ψυχὴν ὡράθης, μὴ ἔχουσα σπῖλον ἢ ρυτίδα, ἀλλὰ πῦρ θείας ἀγάπης, ἁγνείας ὀσμὴν ὡς ἀπὸ Λιβάνου θαυμαστήν, καἰ καθαρότητα ἀγγελικὴν ἐν τῆ καρδίᾳ ἐντεῦθεν τῷ ἀθανάτῳ νυμφίῳ νυμφευθεῖσα, ὑπἐρ αὐτοῦ ἀκαταπλήκτως ἠγώνισαι, πλείστοις πόνοις ἐγκαρτερήσασα, καὶ τὸν ἀρχαῖον ἐχθρὸν καταπατήσασα νῦν δἐ τοῦ σοῦ [10]
11 νυμφίου τῆς χαρᾶς ἀπολαύουσα, Καλλιόπη πανεύφημε, δυσώπει ὑπὲρ τῶν τιμώντων σε. Συναξάριον. Τῇ η' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Καλλιόπης. Στίχ. Κάλλη παραβλέπουσα τῶν ποιημάτων, Κτίστου τὰ κάλλη ὀπτάνῃ Καλλιόπη. Αὕτη ἦν κατὰ τοὺς χρόνους Δεκίου τοῦ βασιλέως, ὥρᾳ σώματος καὶ κάλλει ψυχῆς διαλάμπουσα. Συσχεθεῖσα οὖν, ἀναγκάζεται άποστῆναι τῆς τοῦ Χριστοῦ ἀγάπης καὶ πίστεως ὡς δὲ κραταιῶς ταύτης ἀντείχετο, αἰκίζεται σφοδρῶς, καὶ τοὺς μαστοὺς κόπτεται οὓς Ἄγγελος ἐπιστὰς ὑγιεῖς ἀπέδειξεν Εἶτα ἐπ' ὀστράκου κεκομμένου σύρεται, καὶ πυρἰ καταφλέγεται, καὶ τὰς καταφλεχθείσας σάρκας ἅλατι ἐπιπάσσεται, καὶ τριχίνοις ὑφάσμασι κατατρίβεται. Εἶθ' οὕτω τὴν κεφαλὴν ἀποτέμνεται εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ιησοῦ Χριστοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἀνακομιδῆς τοῦ Λειψάνου τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου. Στίχοι Νεκρόν με Θεόδωρον ἡ πατρὶς δέχου, Ὃν ζῶντα πλουτεῖ Μαρτύρων πατρὶς πόλος. Ὄλβιον ὀγδοάτῃ Θεοδώρου σῶμα κομίσθῃ. Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ σύναξις τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ Σωσθενείῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νικάνδρου καὶ Μαρκιανοῦ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς, Αμήν. ᾨδὴ ζ'. Οἱ ἐκ τῆς Ιουδαίας. [11]
12 Ὁλικῇ διανοίᾳ, τοῦ νυμφίου ὁρῶσα τὴν ὡραιότητα, ξεσμοὺς τοὺς τῆς σαρκός σου, ὡς τρυφὰς ἡγήσω, Καλλιόπη κραυγάζουσα Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Πῦρ τῆς θείας ἀγάπης, ἐν καρδίᾳ σου φέρουσα καλλιπάρθενε, πυρὸς τὴν τιμωρίαν, καὶ τἀς καταφλέξεις, καθυπέστης καὶ ἔφλεξας, πυρὶ ἀγώνων τῶν σῶν, τὴν ὕλην τῆς ἀπάτης. Ἡ ἁγία σου μνὴμη, ἀγιάζουσα πάντας ὴμᾶς ἀνέτειλεν, ἐν ᾗ, ὦ Καλλιόπη, τῶν ἄθλων σου τῶν θείων, ἀνυμνοῦμεν τὸ μέγεθος, καὶ τῶν ἐπάθλων σεμνὴ, τὰς θείας χορηγίας. Θεοτοκίον. Γνώσει θείᾳ Παρθένε, τὴν ψυχὴν λαμπρυνθεῖσα βίου σεμνότητι, ἡ Μάρτυς Καλλιόπη, ὅλη καλὴ ὡράθη, μαρτυρίου τοῖς στίγμασι, τῷ προελθόντι ἐκ σοῦ, Ὑπερουσίῳ Λόγῳ. ᾨδὴ η'. Τὸν Βασιλέα. Ἔνδον εἰσῆλθες, τοῦ οὐρανίου νυμφῶνος, ὡς ἀκήρατος νύμφη πεποικιλμένη, αἴγλῃ παρθενίας, καὶ μαρτυρίου ἄθλοις. Ῥείθροις αἱμάτων, τῶν ἐκχυθέντων σου Μάρτυς, πᾶσαν ἤρδευσας Χριστοῦ τὴν Εκκλησίαν, θάλλουσαν Ἁγία, φυτοῖς τῆς εὐσεβείας. Ἄγγελος θεῖος, τοὺς σοὺς μαστοὺς θεραπεύσας, πᾶσιν ἔδειξε τὴν σοὶ δοθεῖσαν χάριν, δι' ἧς Καλλιόπη, ἐκλάμπεις τοῖς ἐν κόσμῳ. Θεοτοκίον. Σὲ τὴν τεκοῦσαν, τὸν Βασιλέα τῆς δόξης, ἱκετεύομεν Παρθένε, Θεοτόκε, ῥῦσαι άδοξίας, ἡμᾶς τῆς ἐκ τῆς πλάνης. ᾨδὴ η'. Κυρίως Θεοτόκον. Ἰδεῖν ἐπιποθοῦσα, τοῦ Χριστοῦ τὸ κάλλος, τὸν σὸν αὐχένα τῷ ξίφει ὑπέκλινας, καὶ πρὸς αὐτὸν Καλλιόπη χαίρουσα ἔδραμες. Μαρτύρων ταῖς χορείαις, Μάρτυς Καλλιόπη, περὶ τὸν θρόνον Χριστοῦ συγχορεύουσα, τὰς ἀντιδόσεις κομίζῃ τῶν παλαισμάτων σου. [12]
13 Οὐράνιον παστάδα, Μάρτυς κατοικοῦσα, μὴ διαλίπῃς πρεσβεύουσα πάντοτε, ὑπἐρ τῶν πίστει τιμώντων τὴν θείαν μνήμην σου. Θεοτοκίον. Ὑμνοῦμέν σου τὴν δόξαν Ὑπεδεδοξασμένη οἱ διὰ σοῦ θεωθέντες θεόνυμφε, καὶ εὐλαβῶς σοι τὸ χαῖρε ἀεὶ κραυγάζομεν. Ἐξαποστειλάριον Τῶν Μαθητῶν ὁρώντων σε. Τῇ τοῦ Χριστοῦ δυνάμει κραταιωθεῖσα, μαρτυρικῶς ἠρίστευσας Καλλιόπη, καὶ ᾔσχυνας ἐχθρὸν τὸν πολυμήχανον, ἀθλητικῇ ἐνστάσει σου ὅθεν ἀξίως μετέσχες, τῆς οὐρανίου εὐκλείας. Τῆς Ἑορτῆς ἢ τὸ παρὸν τῆς Θεοτόκου. Ὑπερφυῶς γεγέννηκας Θεοτόκε, τὸν Ποιητὴν τῶν ὅλων καὶ Βασιλέα, τὸν κόσμον τῆς κατάρας ἐκλυτρούμενον, δι' ἄκραν ἀγαθότητα, διὸ κἀμὲ ρῦσαι Κόρη, τῆς τῶν παθῶν τυραννίδος. ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσὁμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων. Τὴν τοῦ Χριστοῦ Ἀθληφόρον, καὶ καλλιπάρθενον, τιμήσωμεν προφρόνως, Καλλιόπην τὴν θείαν καλῶς γὰρ καὶ νομίμως καὶ ἀνδρικῶς, τὸν ἀγῶνα τὸν κάλλιστον, διατελέσασα πόνοις ἀθλητικοῖς, θείας δόξης κατηξίωται. Τὸ τῆς νεότητος ἄνθος, πόθῳ τοῦ Κτίσαντος, καὶ τὰ τερπνὰ τοῦ κόσμου, ὑπερεῖδες ἐμφρόνως, καὶ ἅπασαν ἰδέαν τιμωριῶν, Καλλιόπη ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ νυμφίου σου καὶ Θεοῦ, ὃν ἱκέτευε σωθῆναι ἡμᾶς Τῆς παρθενίας τὴν χλαῖναν, καταποικίλασα, μαρτυρικοῖς καμάτοις, ὡς ἀΰλοις μαργάροις, εἰσῆλθες λαμπαδοῦχος ἐν τῇ χαρᾷ, τοῦ Νυμφίου σου πάνσεμνε, καὶ τῆς αὐτοῦ φωταυγείας κατατρυφᾷς, Καλλιόπη καὶ τερπνότητος. [13]
14 Τοῦ μαρτυρίου τὸν δρόμον, καλῶς τελέσασα, ὑπέκλινας τῷ ξίφει, τὸν αὐχένα σου Μάρτυς, καὶ πάσας τοῦ Βελίαρ τὰς μηχανάς, Καλλιόπη ἀπέτεμες, οὗ τῆς κακἱας ἀτρώτους σῷζε ἡμᾶς, τοὺς ὑμνοῦντάς σου τὴν ἄθλησιν. Δόξα. Ἦχος πλ. α'. Τοῖς ἀθλητικοῖς σου σκάμμασι, τὸ σωτήριον πάθος δοξάσασα, τῆς οὐρανίου μετέσχες δόξης, Παρθενομάρτυς Καλλιόπη πάντα γὰρ σκύβαλα ἡγήσω, νοῒ θεόφρονι, σώματος ὥραν, ἐπιγείους δόξας καὶ τιμάς, καὶ πᾶν εἶδος κολάσεων, ἵνα Χριστὸν κερδήσῃς, τὸν σὸν ἔρωτα. Καὶ νῦν τοῦ πόθου τὸ πέρας εὑροῦσα, ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ τὸ τῆς Θεοτόκου. Μακαρίζομέν σε Θεοτόκε Παρθένε. Δοξολογία μεγάλη καὶ Ἀπόλυσις. ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Τὰ Τυπικά, οἱ Μακαρισμοί, ἐκ δὲ τοῦ Κανόνος τῆς Ἁγίας Μάρτυρος ἡ γ' καὶ στ' Ωδή. Α π ό σ τ ο λ ο ν καὶ Ε ὐ α γ γ έ λ ι ο ν τῆς Αγίας Αἰκατερίνης. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον. Μεγαλυνάριον. Ψάλλει διαλάμπουσα ψυχικῷ, καλὴ καὶ ὡραία, δι' ἀγώνων μαρτυρικῶν, ὤφθης τῷ Σωτῆρι, θεόφρον Καλλιόπη, ᾧ πρέσβευε σωθῆναι, τοὺς σὲ γεραίροντας. Δίστιχον. Κάλλους νοητοῦ δεῖξόν με κληρονόμον, Γεράσιμον, ὑμνοῦντά σε, Καλλιόπη. [14]
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ
Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ Πρπρευμένων τῶν Ἱερπαίδων μετὰ εἰκόνων καὶ θυμιατῦ, ὁ Ἱερεὺς ἐξέρχεται τῦ Ἱερῦ μετὰ τῦ Τιμίυ Σταυρῦ καὶ γίνεται λιτανεία πέριξ τῦ ἐσωτερικῦ τῦ Ναῦ εἰς τέσσαρες στάσς. Εἰς
EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen
EDU IT i Ny Testamente på Teologi Adjunkt, ph.d. Jacob P.B. Mortensen teojmo@cas.au.dk Ny Testamente som fag Tekstfortolkning Originaltekster på græsk Udfordring: at nå diskussion, fortolkning og perspektivering
αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν
ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ
1 ΤΟ ΗΜΕΡΟΛΟΓΙΑΚΟ ΖΗΤΗΜΑ ΕΝΑ ΣΧΙΣΜΑ ΠΟΥ 90 ΧΡΟΝΙΑ ΔΙΑΙΡΕΙ ΤΟΥΣ ΠΙΣΤΟΥΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ Κεφ. 1, στίχοι: 8 "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
Ἱερὰ Μονὴ Ἁγίων Κυπριανοῦ καὶ Ἰουστίνης ερβενάκια Κορινθίας ΑΚΟΛΟΥΘΙΑ
Ἱερὰ Μονὴ Ἁγίων Κυπριανοῦ καὶ Ἰουστίνης ερβενάκια Κορινθίας ΑΚΟΛΟΥΘΙΑ τοῦ Ἁγίου ἐνδόξου Ἱεροµάρτυρος Κυπριανοῦ, Ἐπισκόπου Ἀντιοχείας τῆς ἐν Πισιδίᾳ, καὶ τῆς Ἁγίας Παρθενοµάρτυρος Ἰουστίνης ποιηθεῖσα ὑπὸ
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων
Ἀκολουθία Μεγαλομάρτυρος ΓΛΥΚΕΡΙΑΣ τῆς ἐν Θράκῃ.
Ἀκολουθία Μεγαλομάρτυρος ΓΛΥΚΕΡΙΑΣ τῆς ἐν Θράκῃ. Μ. Γερασίμου Ψαλλομένη τῇ 13 η Μαΐου ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ. Ἱστῶμεν στίχους δ' καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου Σε. Ὅτε τῷ φωτὶ τῶν
Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ. Ὢ τοῦ παραδόξου θαύματος. Ὢ τοῦ παραδόξου θαύματος!
πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern
VERTAALHULP BIJ 31.2 πῶς οῦν ἂν μετριώτατα σκοποίμεθα αὐτά; < --predicaat-- > compl. (obj.) πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού
Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία
ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)
ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ) ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ 1: Ἴσως οὖν εἴποιεν ἂν πολλοὶ τῶν φασκόντων φιλοσοφεῖν, ὅτι οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος γένοιτο, οὐδὲ ὁ σώφρων
Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.
Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Εἴδησις: Δεῖ γινώσκειν ὅτι ἀπὸ τοῦ ἐσπερινοῦ
ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3
ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 Α. ΚΕΙΜΕΝΟ Εἰ μὴ συνῄδη ὦ βουλή τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τς κατηγορίας
Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.
Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς
Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.
«καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε
ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΑΣ ΑΙΚΑΤΕΡΙΝΗΣ Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΑΣ ΑΙΚΑΤΕΡΙΝΗΣ Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου Αἰκατερίνης, καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου. Ἐν ταύτῃ τῇ ἡμέρᾳ
17 ΙΟΥΛΙΟΥ 2018 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ
17 ΙΟΥΛΙΟΥ 2018 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. τίχ, α'.
«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»
ÄÉÌÇÍÉÁÉÁ ÅÊÄÏÓÇ ΙΕΡΟΥ ΝΑΟΥ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ÉÅÑÁ ÌÇÔÑÏÐÏËÉÓ ÈÅÓÓÁËÏÍÉÊÇÓ ÉÅÑÏÓ ÍÁÏÓ ÌÅÔÁÌÏÑÖÙÓÅÙÓ ÔÏÕ ÓÙÔÇÑÏÓ ΔΕΛΦΩΝ -ΜΙΟΥΛΗ ΤΗΛ.: 2310 828 989 «ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ» ΕΤΟΣ ΣΤ ΠΑΣΧΑ 2013 www.inmetamorfoseos.gr
ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.
ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ. Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master. Noun: Neuter, ἔργον - D2.2 Meaning: work
Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master Nominative ὁ κύριος ς Vocative (none) κύριε ε Accusative τόν κύριον ν Genitive τοῦ κυρίου υ Dative τῷ κυρίῳ ι Nominative οἱ κύριοι ι Accusative τούς
Τῌ Δ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μεγαλομάρτυρος Βαρβάρας( 306) Ὁσίου Ἰωάννου τοῦ Δαμασκηνοῦ ( 760) Σεραφεὶμ Φαναρίου νέου ἱερομάρτυρος ( 1601)
Τῌ Δ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μεγαλομάρτυρος Βαρβάρας( 306) Ὁσίου Ἰωάννου τοῦ Δαμασκηνοῦ ( 760) Σεραφεὶμ Φαναρίου νέου ἱερομάρτυρος ( 1601) ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις
04 ΜΑΡΤΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις
04 ΜΑΡΤΙΟΥ 2017 Σάββατον τῆς Α Ἑβδομάδος τῶν Νηστειῶν Μνήμη τοῦ διά τῶν κολλύβων θαύματος τοῦ Ἁγίου καί ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Γερασίμου Ὁσίου ἐν τῷ Ἰορδάνῃ, Παύλου καὶ Ἰουλιανῆς
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις
Τῌ ΙΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ τῆς Ἁγίας Ἐνδόξου Μεγαλομάρτυρος Μαρίνης τῆς θαυματουργοῦ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα.......
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι
Τῌ ΙΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ τῆς Ἁγίας Ἐνδόξου Μεγαλομάρτυρος Μαρίνης τῆς θαυματουργοῦ ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Τῌ ΙΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ τῆς Ἁγίας Ἐνδόξου Μεγαλομάρτυρος Μαρίνης τῆς θαυματουργοῦ ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ ὁ Ἱερεύς: ΕΕὐὐλλοογγηηττὸὸςς ὁὁ Θεεὸὸςς ἡἡμμῶνν ππάάννττοοττεε,,, ννῦῦνν,,, κκααὶ ὶὶ ἀἀεεί ίί,,,
Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς.
Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς. Ἀκολουθία ἰσχύουσα αἰωνίως, πλὴν Κυριακῆς. * * ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ
ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ Η φιλοσοφική σκέψη Στοχάζεται.. Θαλής ο Μιλήσιος: «Κάλλιστος ὁ κόσμος. Ποίημα γάρ Θεοῦ ἐστι». Αναξαγόρας: «Νοῦς τις ἐστί ὁ τά πάντα διακοσμήσας». Πλάτων : «Ὁ κόσμος εἰκών τοῦ νοητοῦ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 3 Θεωρητικά στοιχεία 1. Παρατακτική σύνδεση α. Ασύνδετη παράταξη ή ασύνδετο σχήμα Είναι ο αρχικός και απλοϊκός τρόπος σύνδεσης όμοιων προτάσεων ή όρων. Κατ αυτόν τα συνδεόμενα μέρη διαδέχονται
ΑΚΟΛΟΥΘΙΑ. Σοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ
ΑΚΟΛΟΥΘΙΑ Σοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ ΑΡΣΑ 2011 [1] ΨΑΛΛΟΜΕΝΗ ΤΗ Θ' ΝΟΕΜΒΡΙΟΥ ΕΝ ΣΨ ΜΙΚΡΨ ΕΠΕΡΙΝΨ Ἱστῶμεν στίχους δ' κάι ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. -130- ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου,
Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο
Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Η ιστορία του πύργου της Βαβέλ υπάρχει στη Γένεση, στο κεφάλαιο 11. Ξεκινά ως εξής: Καί ἦν πᾶσα ἡ γῆ χεῖλος
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα ΨΑΛΛΟΜΕΝΑ ΚΑΤΑ ΤΗΝ ΑΓΡΥΠΝΙΑΝ ΣΤΑΣΙΣ Α Μακαρίζομέν σε ἱερέων τερπνόν, καὶ Μαρτύρων καλλονὴ καταστέφοντες, τὴν μνήμην σου Ἐφραὶμ Ὅσιε εὐλαβῶς. Μακαρίζομέν σε
26 ΟΚΤΩΒΡΙΟΥ Τοῦ Αγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου. Ανάμνησις τοῦ γεγονότος σεισμοῦ ( 740 ).
26 ΟΚΤΩΒΡΙΟΥ 2013 Τοῦ Αγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου. Ανάμνησις τοῦ γεγονότος σεισμοῦ ( 740 ). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος: 1/3/2018 Παράκληση 18:00 2/3,9/3,16/3 Χαιρετισμοί 19:15 /3/2018 Ἀκάθ. Ὕμνος 19:15 Ἀπρίλιος: 12/4/2018 Παράκληση 18:00 21/4/2018
Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948
188 Η ΑΓΙΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑ, ΕΣΤΙΝ Η ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΘΕΟΥ ΕΠΙ ΤΗΣ ΓΗΣ, Η ΑΠΟ ΚΑΤΑΒΟΛΗΣ ΚΟΣΜΟΥ, (Αγιος Νεκταριος) Η ΜΙΑ, ΑΓΙΑ, ΚΑΘΟΛΙΚΗ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗ ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ. Η ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ εἶναι
ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο
Χερουβικό σε ἦχο πλ.. Ε ΑΣΗ ΤΟ ΩΣΤΑΤΙΟΥ ΡΙΓΓΟΥ ΑΡΧΟΤΟΣ ΡΩΤΟΨΑΛΤΟΥ ΤΗΣ.Τ.Χ.Ε. Ἦχος Nε Οι τ Χε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ
7 ΙΟΥΛΙΟΥ 2007 Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Κυριακῆς.
7 ΙΟΥΛΙΟΥ 2007 Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Κυριακῆς. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος α' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος
Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν
01/03/2019 Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν / Επικαιρότητα Η Εκκλησία μας, κατά την 1η Μαρτίου εκάστου έτους και πρώτη ημέρα της εποχής της Ανοίξεως, τιμά τη μνήμη δύο γυναικών Μαρτύρων
2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ
2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ Κείμενο: Λυσίου «Υπέρ Μαντιθέου» ( 18-21) ΕΚΦΩΝΗΣΕΙΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ Α. Από το κείμενο που
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2
12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.
12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,
Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς
Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Ὅτε ὁ σὸς ἅγιος ναός,
4 ΔΕΚΕΜΒΡΙΟΥ Βαρβάρας μεγαλομάρτυρος ( 306), Ιωάννου ὁσίου τοῦ Δαμασκηνοῦ ( 760). Σεραφεὶμ Φαναρίου ἱερομ. ( 1601).
4 ΔΕΚΕΜΒΡΙΟΥ 2015 +Βαρβάρας μεγαλομάρτυρος ( 306), Ιωάννου ὁσίου τοῦ Δαμασκηνοῦ ( 760). Σεραφεὶμ Φαναρίου ἱερομ. ( 1601). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει
ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΠΑΡΙΟΥ. Ἰουνίου Κ. Μνήµην ἐπιτελοῦµεν, τοῦ Ὁσίου Πατρὸς ἡµῶν. καὶ ιδασκάλου Ἀθανασίου τοῦ Παρίου ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΠΑΡΙΟΥ Ἰουνίου Κ Μνήµην ἐπιτελοῦµεν, τοῦ Ὁσίου Πατρὸς ἡµῶν καὶ ιδασκάλου Ἀθανασίου τοῦ Παρίου ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Μετὰ τὸν Προοιµιακόν, τὸ «Μακάριος ἀνήρ». Εἰς δὲ τὸ «Κύριε
ᾈσματικὴ ακολουθία τῆς Ἁγίας ἐνδόξου μεγαλομάρτυρος Κυράννης τῆς ἀπὸ Οσσης τῆς Θεσσαλονίκης καταγομένης. Ιανουαρίου η'.
ᾈσματικὴ ακολουθία τῆς Ἁγίας ἐνδόξου μεγαλομάρτυρος Κυράννης τῆς ἀπὸ Οσσης τῆς Θεσσαλονίκης καταγομένης. ΨΑΛΛΟΜΕΝΗ ΤΗΝ 08 ΙΑΝΟΥΑΡΙΟΥ Ιανουαρίου η'. Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει ὑπὸ Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ὁ β χορὸς Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ὁ α χορὸς Στίχ, β'.
11 ΙΟΥΛΙΟΥ 2015 + Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας, ἥτις τόν τόμον τῆς ἐν Χαλκηδόνι Δ Οἰκουμενικῆς Συνόδου ἐκύρωσεν. Τῆς Ἁγίας Ὄλγας τῆς Ἰσαποστόλου καί τοῦ Ἁγίου Ὁσιομάρτυρος Νεκταρίου
Παρασκευή 26 Ὀκτωβρίου 2012. Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.
Παρασκευή 26 Ὀκτωβρίου 2012. Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν,
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 8 1. Στις παρακάτω προτάσεις να βρείτε το αντικείμενο. α. Ἡ τοῦ Θεοῦ φρόνησις πάντων ἐπιμελεῖται. β. Ἀνθρώπου ψυχὴ τοῦ θείου μετέχει. γ. Τὸ τῆς πόλεως ἦθος ὁμοιοῦται τοῖς ἄρχουσι. δ. Στέργε μὲν
ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3
ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 Α. ΚΕΙΜΕΝΟ Εἰ μὴ συνῄδη ὦ βουλή τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τς κατηγορίας
Κυριακή 19 Μαΐου 2019.
14 Κυριακή 19 Μαΐου 2019. Κυριακή τοῦ παραλύτου Ἰω. 5, 1 15. «... μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται» (Ἰω. 5, 14).
ΑΚΟΛΟΥΘΙΑ. τοῦ Ἁγίου ἐνδόξου Ἱεροµάρτυρος Κυπριανοῦ, Ἐπισκόπου Ἀντιοχείας τῆς ἐν Πισιδίᾳ, καὶ τῆς Ἁγίας Παρθενοµάρτυρος Ἰουστίνης
Ἱερὰ Μονὴ Ἁγίων Κυπριανοῦ καὶ Ἰουστίνης ερβενάκια Κορινθίας ΑΚΟΛΟΥΘΙΑ τοῦ Ἁγίου ἐνδόξου Ἱεροµάρτυρος Κυπριανοῦ, Ἐπισκόπου Ἀντιοχείας τῆς ἐν Πισιδίᾳ, καὶ τῆς Ἁγίας Παρθενοµάρτυρος Ἰουστίνης ποιηθεῖσα ὑπὸ
1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 3 πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν 4 ἐν αὐτῷ ζωὴ
19 ΜΑΡΤΙΟΥ θαύματος)». ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
19 ΜΑΡΤΙΟΥ 2016 Σάββατον Α ἑβδομάδος τῶν Νηστειῶν. «Θεοδώρου μεγαλομάρτυρος τοῦ Τήρωνος (μνήμη τοῦ διὰ κολλύβων θαύματος)». ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει
Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμην ἐπιτελοῦμεν τῆς ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ πανσόφου Αἰκατερίνης.
Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμην ἐπιτελοῦμεν τῆς ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ πανσόφου Αἰκατερίνης. Ἐν ταύτῃ τῇ ἡμέρᾳ ἀποδίδοται καὶ ἡ Ἑορτὴ τῶν Εἰσοδίων. ΔΙΑΤΑΞΙΣ ΨΑΛΛΟΜΕΝΗ ΕΝ Τῌ ΙΕΡᾼ ΜΟΝῌ ΘΕΟΒΑΔΙΣΤΟΥ
ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)
Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β
Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β Στὴν Ἱερὰ Μονή μας, τῶν Ἁγίων Μαρτύρων Κυπριανοῦ καὶ Ἰουστίνης, στὴν Φυλὴ Ἀττικῆς, μὲ τὴν Χάρι τοῦ Θεοῦ, τὴν εὐχὴ τοῦ ἀσθενοῦντος Σεβασμιωτάτου Πνευματικοῦ Πατρός μας,
26 ΙΟΥΛΙΟΥ Μμήμη τῆς Ἁγίας Ὁσιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς καὶ μμήμη τῶμ Ἁγίωμ Ἱερομαρτύρωμ. Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους
26 ΙΟΥΛΙΟΥ 2017 +Μμήμη τῆς Ἁγίας Ὁσιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς καὶ μμήμη τῶμ Ἁγίωμ Ἱερομαρτύρωμ Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους Μετὰ τὸν Ἑξάψαλμον,... ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Η εκπύρωσις της γής(β Πε 3, 5-13)
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Η εκπύρωσις της γής(β Πε 3, 5-13) Ενότητα 11 : 11 ο μάθημα Αικατερίνη Γ. Τσαλαμπούνη Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογίας Άδειες
ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν
Ι ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Χαραλάμπους. Δέησις ὑπὲρ ὑγείας : Χαραλάμπους, Χαριλάου, Χαρικλείας Μετὰ τὸν Ἑξάψαλμον,... ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...
20 ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης τῆς Χιοπολίτιδος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις
20 ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης τῆς Χιοπολίτιδος * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ι ππρρέέππεει ι σσοοι ι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος α.
ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΗΓΥΡΙΚΗ ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΠΟΝ ΕΦΡΑΙΜ ΤΟΥ ΕΝ ΤΩ ΟΡΕΙ ΤΩΝ ΑΜΩΜΩΝ παρὰ τὴν Ἀττικὴν, ἐγγὺς τῆς Νέας Μάκρης, ἀσκητικῶς
ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΗΓΥΡΙΚΗ ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΠΟΝ ΕΦΡΑΙΜ ΤΟΥ ΕΝ ΤΩ ΟΡΕΙ ΤΩΝ ΑΜΩΜΩΝ παρὰ τὴν Ἀττικὴν, ἐγγὺς τῆς Νέας Μάκρης, ἀσκητικῶς διαλάμψαντος καὶ μαρτυρικῶςς τελειωθέντος ἐν τῇ σεβασμίᾳ
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος 2/3/2017 Παράκληση, 18:00 3/3,10/3,17/3,24/3 Χαιρετισμοί, 19:15 31/3/2017 Ἀκάθιστος 19:15 Ὕμνος Ἀπρίλιος: 6/4/2017 Παράκληση,
2 ΟΚΣΩΒΡΙΟΤ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου.
2 ΟΚΣΩΒΡΙΟΤ 2017 +Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου. ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... 1 Ἦχος πλ. β ' Θεὸς
Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους καὶ Ὁσιομάρτυρος Παρασκευῆς
Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους καὶ Ὁσιομάρτυρος Παρασκευῆς ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει
Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν
Τῌ ΙΑ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν ἁγίων Μαρτύρων Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου καὶ τῆς ἁγίας Μάρτυρος Στεφανίδος καὶ τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Στουδίτου. * * ΤΥΠΙΚΟΝ 1. Εἰ τύχοι
Κυριακή 23 Ἰουνίου 2019.
39 Κυριακή 23 Ἰουνίου 2019. Κυριακή τῶν Ἁγίων Πάντων Μτθ. 10, 32 33, 37 38, καί 19, 27 30. «ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμῖν;» (Μτθ. 19,
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ ἑβδομάδες α' - δ' Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ προεστὼς: Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε,
Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύµατος. τὴν θάλασσαν, ἐξαλείφειν φάσκοντος, πρὸς τὴν γῆν ἐταπείνωσεν,
ῌ ' M. ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εἰ δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶµεν Στίχους ς' καὶ ψάλλοµεν Στιχηρὰ Προσόµοια τῆς Ἁγίας γ', δευτεροῦντες αὐτά. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύµατος. Ὢ τοῦ παραδόξου θαύµατος! τὴν
10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.
10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους. ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
27 ΙΟΥΛΙΟΥ 2012 Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ. ἰαματικοῦ Παντελεήμονος. ΚΑΘΙΣΜΑΤΑ
27 ΙΟΥΛΙΟΥ 2012 Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' Ἀμήν. Θεὸς Κύριος,
Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις
24 ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀνάμνησις τοῦ ἐν Κυθήροις θαύματος τῆς Θεοτόκου τῆς «Μυρτιδιωτίσσης», τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης, τοῦ Ὁσίου Σιλουανοῦ τοῦ Ἀθωνίτου * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,
Ἐξώφυλλο: Ἅγιος Γεώργιος ὁ Τροπαιοφόρος, Βυζαντινό Μουσεῖο Ἱερᾶς Μητροπόλεως Πάφου. Ἔκδοσις Ἱερᾶς Μητροπόλεως Πάφου Πάφος ,000 ἀντίτυπα.
~ ~ Ἐξώφυλλο: Ἅγιος Γεώργιος ὁ Τροπαιοφόρος, Βυζαντινό Μουσεῖο Ἱερᾶς Μητροπόλεως Πάφου. Ἔκδοσις Ἱερᾶς Μητροπόλεως Πάφου Πάφος 2016 2,000 ἀντίτυπα. 1 ΠΡΟΛΟΓΟΣ Τοῦ Μητροπολίτη Πάφου κ. Γεωργίου Στὸν κανόνα
24 ΑΥΓΟΥΣΤΟΥ 2012 ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ
24 ΑΥΓΟΥΣΤΟΥ 2012 ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (23/8/12) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου Περικλέους Ἐπιτάφιος (ΙΙ, 41)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 6 IOYΝIOY 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ : ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου
Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας
ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου
Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ Ἐθνικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλληνικῆς ἐ παναστάσεως τοῦ αωκα (1821). ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἀρχόμεθα τοῦ Μεγάλου Ἑσπερινοῦ,
ΤΡΙΤΗ 25 ΙΟΥΛΙΟΥ 2017 Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
ΤΡΙΤΗ 25 ΙΟΥΛΙΟΥ 2017 Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου. Ἀκολουθία ἰσχύουσα αἰωνίως, πλὴν Κυριακῆς. * * ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Πληρωθέντος τοῦ προοιμιακοῦ ψαλμοῦ, Συναπτὴ μεγάλη,
Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.
Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα
Εισαγωγή στη Φιλοσοφία
Εισαγωγή στη Φιλοσοφία Ενότητα 3: Είναι - Συνειδέναι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό
4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ
4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ Βασική προϋπόθεση γιά νά μιλήσει κανείς γιά τόν Θεόν μας εἶναι ἡ σαφής διάκριση μεταξύ τῶν ὅρων : οὐσίας ἤ φύσεως καί ἀκτίστων ἐνεργειῶν τοῦ Θεοῦ. Ἔτσι, ὁ Θεός μας
30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων
30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος
27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.
27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305). Ἦχος πλ. β. Ἑωθινὸν Ζ. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα
30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης
30 ΝΟΕΜΒΡΙΟΥ 2013 + Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη
20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *
20 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΖ (Ϛ ΛΟΥΚΑ) Ἀρτεμίου μεγαλομάρτυρος ( 326), Ματρώνης ὁσίας τῆς Χιοπολίτιδος ( 462), Γερασίμου ὁσίου τοῦ ἐν Κεφαλληνίᾳ ( 1581). Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ
Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.
27 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Α ΛΟΥΚΑ. Τοῦ Ἁγίου Μάρτυρος Καλλιστράτου καί τῆς συνοδείας αὐτοῦ. Τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Ἀριστάρχου καί τῆς Ἁγίας Μάρτυρος Ἀκυλίνης. Μετὰ τὸν Ἑξάψαλμον,... Ηχος πλ. δ ἑωθινὸν
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς
14 ΝΟΕΜΒΡΙΟΥ 2015 Σάββατον Φιλίππου τοῦ ἀποστόλου ἐκ τῶν ιβ (α αἰ.). Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ ( 1340), Κωνσταντίνου νεομάρτυρος τοῦ Υδραίου ( 1800). Μετὰ τὸν Ἑξάψαλμον,... ΕΙΣ ΤΟΝ
Αγιολογία - Εορτολογία
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Ενότητα 7: Οι Άγιοι και η τιµή τους. Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons.
ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.
18-08-2019 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ:
07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος α. Ἑωθινὸν Β.
07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ Ἦχος α. Ἑωθινὸν Β. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι
Iohannes Damascenus - De theologia
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ
ΗΧΟΣ ΡΩΤΟΣ ΘΕΟΩΡΟΥ ΦΩΑΕΩΣ Ἦχος O τ Χ ρου ου β χ ρου ου β µ µυ υ υ υ υ υ υ υ υ στ κω ω ως κο ν Γ κο ο ο ο ν 1 ζο ο ο ο κο ο ο ν ζον τ ς κ τη ζω ο ο ο ο ο πο ο ο ο ο ο ο ο ο ο ζω ο πο ω ω ω ω ω ω ω ω Τρ
Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. ( 304)
Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. ( 304) Ἀκολουθία ἰσχύουσα αἰωνίως, πλὴν Κυριακῆς. * * ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Πληρωθέντος τοῦ προοιμιακοῦ ψαλμοῦ, Συναπτὴ μεγάλη,
Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)
Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΚΕΙΜΕΝΟ α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2 Τῷ περὶ πολιτείας ἐπισκοποῦντι,
ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΑΙ ΠΑΝΕΛΛΑ ΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΕΣΠΕΡΙΝΟΥ ΕΠΑΛ (ΟΜΑ ΑΣ Β ) ΠΕΜΠΤΗ 27 ΜΑΪΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 1 ΙΑΝΟΥΑΡΙΟΥ
1 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΚΑΙ ΜΙΑΝ Τῌ Α ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379).
Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...
6 ΑΠΡΙΛΙΟΥ 2014 Κυριακὴ Ε Νηστειῶν. «Μαρίας ὁσίας τῆς Αἰγυπτίας». Εὐτυχίου πατριάρχου Κωνσταντινουπόλεως ( 582). Τῶν ἐν Περσίδι 120 μαρτύρων ( 344 47). Ἦχος πλ. δ. Ἑωθινὸν η. (Τυπικὸν Τριῳδίου 54 56).