Κοντάκιον. Ἦχος πλ. δ. Τῇ Ὑπερμάχῳ. Οἱ Οἴκοι
|
|
- Πανόπτης Αναγνώστου
- 8 χρόνια πριν
- Προβολές:
Transcript
1 ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΚΥΡΙΛΛΟΝ ΤΟΝ ΛΟΥΚΑΡΙΝ Ε ν Πατριάρχαις ἀθλητὴς ἀκαταγώνιστος, θανατωθεὶς Αγαρηνῶν χερσὶ φονόεσσαις, ἀναδέδειξαι, ὦ Κύριλλε, θεηγόρε. Οθεν στέφος ἀφθαρσίας κομισάμενος, ἱκεσίαις σου μὴ παύσῃ προϊστάμενος, τῶν βοώντων σοι Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου Κοντάκιον. Ἦχος πλ. δ. Τῇ Ὑπερμάχῳ. Οἱ Οἴκοι Α νωθεν τῶν Αγγέλων, αἱ δυνάμεις κροτοῦσιν, ἐπάξιόν σοι Πάτερ τὸν ὕμνον (ἐκ γ ) ἡμεῖς δὲ ἐπὶ γῆς οἱ πιστοί, εὐσεβῶς τιμῶντες τοὺς λαμπροὺς ἄθλους σου, τοῖς ᾄσμασί σε στέφομεν, Κύριλλε, καὶ πιστῶς βοῶμεν Χαῖρε, ὁ ὅσιος Ποιμενάρχης χαῖρε, ὁ ἔνδοξος Πατριάρχης. Χαῖρε, Κρητονήσου βλαστὸς τιμιώτατος χαῖρε, Αγκαράθου ἀκτὶς οὐρανόφωτος. Χαῖρε, Μάρκου ὁ διάδοχος, τῆς Αἰγύπτου ὁ πυρσός χαῖρε, Βυζαντίου πρόεδρος, Εκκλησίας ὀφθαλμός. Χαῖρε, ὅτι καθεῖλες πολεμίων τὸ θράσος χαῖρε ὅτι ὑπῆλθες μαρτυρίου τὸν δρόμον. Χαῖρε, Αγίων πάντων συμμέτοχος χαῖρε, Μαρτύρων θεῖος ἐφάμιλλος. Χαῖρε, σεπτῶν δωρεῶν οἰκονόμος χαῖρε, ζωῆς ἀληθοῦς κληρονόμος. Βλάστημα ἀνεδείχθης, θεῖον Εὐαγγελίου, ἐκ ῥίζης εὐσεβοῦς ἐξανθήσας, καὶ ὡς καρποφορίαν καλήν, τῷ οὐρανίῳ γεωργῷ Κύριλλε, προσήνεγκας τὰς ἀρετάς, τοῦ βίου σου ἀνακραυγάζων Γνώσεως τῆς κατ ἄμφω, θησαυρίσας τὸν πλοῦτον, ἀνὴρ ὡς ἀγαθὸς θεομάκαρ, διδαχῆς σου θείας ταῖς αὐγαῖς, τῶν Ὀρθοδόξων τῷ λαῷ Κύριλλε, ὥσπερ φωστὴρ ἀνέτειλας, ἀκούων παρὰ πάντων οὕτως Χαῖρε, ἀγάπης τὸ ἐκμαγεῖον χαῖρε, ἐλπίδος τὸ πρυτανεῖον. Χαῖρε, εὐσεβοῦς ῥιζουχίας ἀπάνθισμα χαῖρε, μυστικῆς γεωργίας ἐκβλάστημα. Χαῖρε, ὅτι ἠκολούθησας παιδιόθεν τῷ Χριστῷ χαῖρε, ὅτι ἐμεγάλυνας ἀρεταῖς σου τὸν Θεόν. Χαῖρε, ὁ εὐσεβείας ἀληθὴς μυστολέκτης χαῖρε, ὁ ἀσεβείας δυνατὸς καθαιρέτης.
2 Χαῖρε, Χριστοῦ κηρύξας τὸ ὄνομα χαῖρε, πιστῶν ὑψώσας τὸ φρόνημα. Χαῖρε, ψυχὴν πρὸς Θεὸν ἀνατείνας χαῖρε, σαρκὸς τὰς ὁρμὰς ἀποκτείνας. Δῶρον ὅλον προσῆξας, ἑαυτὸν τῷ Κυρίῳ, τρυφὰς τὰς ἐφημέρους μισήσας καὶ τὸν σὸν ὡς πάνσοφος Σταυρόν, ἐπωμάδιον ἀναλαβὼν Κύριλλε, Χριστῷ κατηκολούθησας, ἐν βίῳ σου παντὶ κραυγάζων Ε νθους ὅλος ὑπάρχων, Ἀγκαράθου ἐν Μάνδρᾳ, τὸ σχῆμα μοναστῶν ἠμφιάσω, καὶ τὸν παναλάστορα ἐχθρόν, ἀγωνίσμασί σου τοῖς πολλοῖς Κύριλλε, εἰς τέλος ἀπεγύμνωσας διὸ νῦν παρ ἡμῶν ἀκούεις Χαῖρε, φωστὴρ τῆς θεοσεβείας χαῖρε, πρηστὴρ τῆς θεοεχθρίας. Χαῖρε, Ὀρθοδόξων θεόπνους διδάσκαλος χαῖρε, κακοδόξων στεῤῤόφρων πολέμιος. Χαῖρε, γεωργὸς ἀκάματος ἀρετῶν θεουργικῶν χαῖρε, φυτοκόμος ὅσιος ἐννοιῶν πνευματικῶν. Χαῖρε, ὁ τῶν Λατίνων τὴν ὀφρὺν καταισχύνας χαῖρε, ὁ τῶν τυράννων τὴν ἰσχὺν ταπεινώσας. Χαῖρε, δι οὗ ἡ πίστις κεκήρυκται χαῖρε, δι οὖ ἡ πλάνη πεπάτηται. Χαῖρε, Θεοῦ τὴν δόξαν ποθήσας χαῖρε, τρυφὴν ματαίαν μισήσας. Ζήλου ἐπουρανίου, πληρωθεὶς τὴν καρδίαν, προσκαίρων τῆς ἀπάτης ἀπέστης, καὶ ζυγῷ Κυρίου τῷ χρηστῷ, ὑποτάξας ὅλον σεαυτὸν Κύριλλε, τῆς βασιλείας οὐρανῶν, ἐν γῇ ὁδίτης ὤφθης κράζων Η λθες εἰς γῆν Αἰγύπτου, Μελετίῳ ὑπείκων, τῷ σῷ ὡς νουνεχὴς διδασκάλῳ, καὶ καλῇ ἐν μιμήσει αὐτοῦ, ἐκοπίασας ἵνα λαὸν Κύριλλε, Θεοῦ τὸν περιούσιον, ἐπιστηρίξῃς κράζοντά σοι Χαῖρε, ὁ δόναξ τῆς ἀληθείας χαῖρε, ὁ κῆρυξ τῆς εὐσεβείας. Χαῖρε, μοναζόντων ὑπόδειγμα ἄριστον χαῖρε, Ὀρθοδόξων ἑδραίωμα ἄῤῥηκτον. Χαῖρε, ὅτι κατανύξεως ἀναβλύζεις γλυκασμόν χαῖρε, ὅτι παρακλήσεως ἐπιστάζεις σταλαγμόν. Χαῖρε, Εὐαγγελίου ἐπουράνιος γλῶσσα χαῖρε, Ὀρθοδοξίας θεοδίδακτον στόμα. Χαῖρε, λαοῦ προστάτης ἀκοίμητος χαῖρε, πιστῶν ὑπέρμαχος ἄριστος. Χαῖρε, Χριστοῦ τὴν πίστιν κηρύξας χαῖρε, ἐχθροῦ τὸ θράσος πατήσας. Θρόνῳ ἐν περιβλέπτῳ, Μάρκου τοῦ Ἀποστόλου, ἀνῆλθες θεϊκῇ ἐπινεύσει, καὶ εὐαγγελιστοῦ ἀληθῶς, ἐποίησας ἔργον ἐν αὐτῷ Κύριλλε, ἐμπρέψας τῇ σοφίᾳ σου, καὶ πάντας μελῳδεῖν διδάξας
3 Ι εράρχης ἐδείχθης, θαυμαστὸς Ἐκκλησίας, δυνάμει τοῦ σεπτοῦ Παρακλήτου, καὶ ποιμὴν κατὰ πάντα καλός, τῆς ποίμνης ἐγένου τοῦ Χριστοῦ Κύριλλε, ἐν ἀγραυλίᾳ πνεύματος ὅθεν βοῶμέν σοι τοιαῦτα Χαῖρε, ὁ μέγας ἐν Ἱεράρχαις χαῖρε, ὁ θεῖος ἐν Πατριάρχαις. Χαῖρε, μαθητὴς Μελετίου παμφίλτατος χαῖρε, μιμητὴς τοῦ Δεσπότου θεόληπτος. Χαῖρε, σκήνωμα εὐρύχωρον οὐρανίων ἀρετῶν χαῖρε, ἄρωμα μυρίπνοον θεοσδότων δωρεῶν. Χαῖρε, ὅτι μετῆλθες θαυμαστὴν πολιτείαν χαῖρε, ὅτι καθεῖλες δυσσεβῶν πανουργίαν. Χαῖρε, Χριστοῦ τὸν πόθον δεξάμενος χαῖρε, ἐχθροῦ τὰ στίφη τρεψάμενος. Χαῖρε, ζωῆς ἀληθοῦς θιασώτης χαῖρε, ἠθῶν ἁμαρτίας διώκτης. Κῆρυξ Ὀρθοδοξίας, καὶ ὑπέρμαχος μέγας, ἐν χάριτι Θεοῦ ἐγνωρίσθης, ὡς Πατέρων Ἁγίων σεπτός, διάδοχος πέλων καὶ ἑσμὸν Κύριλλε, τῶν κακοδόξων ᾔσχυνας, ὡς μὴ εἰδότων ὀρθῶς ψάλλειν Λάμψας ἐν τῇ Αἰγύπτῳ, ὡς φωστὴρ ἑωσφόρος, ὁσίας ποιμασίας τοῖς ἔργοις, ἐν Κωνσταντινουπόλει Θεοῦ, μετέθηκέ σε ἡ πρόνοια Κύριλλε, Χριστοῦ φῶς ἀνατέλλοντα, ἐκεῖθεν τοῖς ἀναβοῶσι Χαῖρε, ὁ ὕμνος τῶν οὐρανίων χαῖρε, τὸ χάρμα τῶν ἐπιγείων. Χαῖρε, τῶν Ἁγίων Πατέρων ὁμότροπος χαῖρε, τῶν ἀΰλων Ἀγγέλων συνόμιλος. Χαῖρε, σάλπιγξ ἱερώτατος σωτηρίων διδαχῶν χαῖρε, λύρα εὐηχέστατος θεοφρόνων ἐννοιῶν. Χαῖρε, ὅτι ἐδείχθης τοῦ λαοῦ παρακλήτωρ χαῖρε, ὅτι ὑπάρχεις εὐσεβῶν ἀντιλήπτωρ. Χαῖρε, Κρητῶν ἐξαίσιον καύχημα χαῖρε, πιστῶν ἀτίνακτον στήριγμα. Χαῖρε, ἑσμὸν κακοδόξων συντρίψας χαῖρε, λαὸν Ὀρθοδόξων στηρίξας. Μυστηρίων ἁγίων, λειτουργὸς θεοφόρος, ὡράθης τῷ ἀμέμπτῳ σου βίῳ, καὶ θυσίαν εὐώδη σαυτόν, εὐσεβῶς προσῆξας τῷ Θεῷ Κύριλλε, ᾧ ἐκβοῶμεν οἱ πιστοί, ὡς εὐκλεῶς δοξάσαντί σε Νέας Ῥώμης τοῦ θρόνου, ἐκλογῇ θεοκρίτῳ, ἐν χρόνοις ἐπιβὰς δυσχειμέροις, παράκλησις καὶ ἀναψυχή, τῆς πικρᾶς δουλείας ἐν δεινοῖς Κύριλλε, στενάζουσιν ἐπέφανας, ἀκούων παρ αὐτῶν τοιαῦτα Χαῖρε, τῆς Κρήτης ἡ φωταυγία χαῖρε, τοῦ κόσμου ἡ δᾳδουχία. Χαῖρε, Ἀλεξάνδρου τοῦ ἄστεως κόσμημα χαῖρε, Κωνσταντίνου τῆς πόλεως σέμνωμα.
4 Χαῖρε, θαυμαστὴ βοήθεια Ὀρθοδόξων τοῦ λαοῦ χαῖρε, δυνατὴ κατάπτωσις κακοδόξων τοῦ ἑσμοῦ. Χαῖρε, ὅτι Ἀγγέλων τὴν ζωὴν ἡμιλλήθης χαῖρε, ὅτι Δικαίων ἐν σκηνῇ εἰσῳκίσθης. Χαῖρε, παθῶν νεκρώσας κινήματα χαῖρε, ζωῆς πλουτήσας δωρήματα. Χαῖρε, φωτὸς οὐρανίου ἐπόπτης χαῖρε, Λατίνων ἀπάτης διώκτης. Ξένος ὢν τοῖς ἐν κόσμῳ, ᾠκειώθης Κυρίῳ, ταῖς εὐαγγελικαῖς ἀρεταῖς σου διὸ καὶ ὑπέμεινας στεῤῥῶς, ἐξορίας, θλίψεις, καὶ δεσμὰ Κύριλλε, ἐν πᾶσι χαίρων ἔνδοξε, καὶ ψάλλων τῷ Σωτῆρι πόθῳ Ο λος ἱερωμένος, καὶ καθηγιασμένος, Θεῷ τῷ ἐν Τριάδι ὑπάρχων, χάριτος προέστης τοῦ λαοῦ, Μωσῆς ὥσπερ ἄλλος καὶ αὐτὸν Κύριλλε, τῇ πίστει διεφύλαξας, βοῶντά σοι ἐν εὐφροσύνῃ Χαῖρε, ὁ μέγιστος τῇ σοφίᾳ χαῖρε, ὁ ἔνθεος τῇ φρονήσει. Χαῖρε, Ἱεράρχης Χριστοῦ πανσεβάσμιος χαῖρε, Πατριάρχης λαοῦ θεοπρόβλητος. Χαῖρε, ὕψος θείας γνώσεως καὶ ἀγάπης θησαυρός Χαῖρε, βάθος ταπεινώσεως καὶ χρηστότητος κανών. Χαῖρε, ὅτι μετῆλθες βιοτὴν θαυμασίαν χαῖρε, ὅτι ὑπῆλθες ἀκραιφνῆ πολιτείαν. Χαῖρε, εἰκὼν πραότητος ἔμψυχος χαῖρε, λειμὼν συνέσεως εὔοσμος Χαῖρε, Θεοῦ ὁ πιστὸς ὑπηρέτης χαῖρε, λαοῦ ὁ καλὸς ποδηγέτης. Πολυτρόπους ἀγῶνας, ἐπὶ γῆς ἐκτελέσας, ὑπὲρ τῆς θεολέκτου σου ποίμνης, Μαρτύρων κἂν ἐν γήρᾳ ὁδόν, ἐν φρονήματι νεανικῷ ἤνυσας, καὶ πρὸς ζωὴν ἀτέρμονα, μετέστης Κύριλλε κραυγάζων Ρ ώμῃ ἐπουρανίῳ, τὴν φονόεσσαν μῆνιν, οὐδόλως τῶν ἐχθρῶν ἐπτοήθης, ἀλλὰ γόνατα κλίνας τὰ σά, καὶ Θεῷ εὐχόμενος ἐκτενῶς Κύριλλε, ἐδέξω τὴν τελείωσιν, στραγγαλισθείς ὅθεν βοῶμεν Χαῖρε, τὸ μύρον τῆς εὐλαβείας χαῖρε, τὸ ῥόδον τῆς εὐανδρίας. Χαῖρε, τῶν ποιμένων ποιμὴν ὁ ἀνύστακτος χαῖρε, τῶν πατέρων πατὴρ ὁ φιλόστοργος. Χαῖρε, ὅτι τὸ μαρτύριον καθυπέμεινας στεῤῥῶς χαῖρε, ὅτι τῇ ἀθλήσει σου ἐξενεύρισας ἐχθρόν. Χαῖρε, ὁ τῷ Δεσπότῃ εὐσεβῶς ἱερεύσας χαῖρε, ὁ πολεμίων τὴν ὀφρὺν διαλύσας. Χαῖρε, λαμπὰς ἀείφωτος πίστεως χαῖρε, ἀστὴρ ἀνέσπερος χάριτος. Χαῖρε, ζωῆς κοινωνήσας Μαρτύρων χαῖρε, τρυφῆς ἀπολαύσας Δικαίων.
5 Στολισμῷ μαρτυρίου, τῆς ἀρχιερωσύνης, τὴν χλαῖναν εὐπρεπῶς ὡραΐσας, εἰς τὴν τοῦ Παραδείσου αὐλήν, εὐσταλὴς εἰσῆλθες καὶ φαιδρὸς Κύριλλε, παρὰ Χριστοῦ τὰ ἔπαθλα, δεχόμενος ᾧ μελῳδοῦμεν Τῶν Μαρτύρων τῇ δόξῃ, κατακεκοσμημένος, παρίστασαι Χριστοῦ τῇ τραπέζῃ, ἐν τῶν πρωτοτόκων τῇ σκηνῇ, τῆς ἱερουργίας μυστικῶς Κύριλλε, τῆς ἄνω ἀξιούμενος, καὶ μνημονεύων τῶν βοώντων Χαῖρε, ἡ βρύσις τῆς εὐσπλαγχνίας χαῖρε, τὸ ῥεῖθρον τῆς συμπαθείας. Χαῖρε, ποταμὸς εὐποιΐας πολύῤῥυτος χαῖρε, χορηγὸς ἀγαθῶν πλουσιόδωρος. Χαῖρε, ὅτι ἐχρημάτισας τῶν ἀφρόνων παιδευτής χαῖρε, ὅτι ἀναδέδειξαι τῶν πιστῶν προασπιστής. Χαῖρε, Ἀλεξανδρείας ὁ καλὸς Ποιμενάρχης χαῖρε, τῆς οἰκουμένης ὁ σοφὸς Πατριάρχης. Χαῖρε, Χριστοῦ ἐξαίσιον μίμημα χαῖρε, Πατέρων θεῖον ὁμοίωμα. Χαῖρε, δι οὗ ὁ Σατὰν ἐσοβήθη χαῖρε, δι οὗ ὁ Θεὸς ἐδοξάσθη. Υ μνον εὐγνωμοσύνης, τὸ Ὀρθόδοξον Γένος, προσᾴδει σοι πολύαθλε Πάτερ σὲ γὰρ ἐν τοῖς μεγίστοις δεινοῖς, τῆς ἐχθρῶν δουλείας κραταιὸν πρόμαχον, παρὰ Θεοῦ ἐκτήσατο, Κύριλλε, ᾧ πιστῶς βοῶμεν Φῶς ὁρῶν ἐν ὑψίστοις, τῆς ἀκτίστου Τριάδος, φωτὸς ὡς ἀληθὴς κληρονόμος, ἐξαίτει σαῖς πρεσβείαις ἀεί, φωτισμὸν τῆς ἄνωθεν σοφὲ χάριτος, ἡμῖν τοῖς ἀγαπῶσί σε, Κύριλλε Πάτερ, καὶ βοῶσι Χαῖρε, Πατέρων πάντιμον γέρας χαῖρε, Ὁσίων πάμφωτον σέλας. Χαῖρε, τῆς Λατίνων κακίας ὁ ἔλεγχος χαῖρε, Ὀρθοδόξων λατρείας ὁ ἔπαινος. Χαῖρε, πᾶσιν ἱλεούμενος τὸν φιλάνθρωπον Χριστόν χαῖρε, πάντας ἐξαιρούμενος θλίψεων παντοδαπῶν. Χαῖρε, ὁ ἀσθενούντων ἑτοιμότατος ῥύστης χαῖρε, ὁ τοῦ λαοῦ σου δαψιλὴς εὐεργέτης. Χαῖρε, Θεοῦ οὐράνιος ἄνθρωπος χαῖρε, ἡμῶν ὁ ἄγρυπνος ἔφορος. Χαῖρε, δι οὗ θεραπεύονται πάθη χαῖρε, δι οὗ φυγαδεύονται νόσοι. Χάριτος οὐρανόθεν, δεδεγμένος τὸν πλοῦτον, ὡς θεῖος Ἱεράρχης καὶ Μάρτυς, χαρισμάτων θείας δωρεάς, ἐκ λειψάνων σου τῶν ἱερῶν Κύριλλε, ἐκβλύζεις ὑπὲρ ἔννοιαν, εὐφραίνων τοὺς πιστῶς βοῶντας Ψαλμικῶς ὁ Δεσπότης, τὰ ὀστᾶ σου φυλάξας, ταμεῖον ἰαμάτων ποικίλων, καὶ χάριτος πηγὴν δαψιλῆ, ταῦτα ἀνέδειξε θαυμαστὲ Κύριλλε, τοῖς προσιοῦσιν εὐλαβῶς, καὶ ἐκβοῶσί σοι συμφώνως Χαῖρε, δι οὗ ὁ Χριστὸς ὑμνεῖται χαῖρε, δι οὗ ὁ ἐχθρὸς τροποῦται.
6 Χαῖρε, Ὀρθοδόξων ὑψώσας τὸ φρόνημα χαῖρε, θεομάχων πατήσας τὸ φρύαγμα. Χαῖρε, τεῖχος ἀπροσμάχητον Ἀγκαράθου τῆς Μονῆς χαῖρε, πύργος ἀκατάσειστος Ἐκκλησίας τῆς σεπτῆς. Χαῖρε, ὅτι παρέχεις ἐνεργείας θαυμάτων χαῖρε, ὅτι ἀπείργεις πειρασμῶν ἐπιθέσεις. Χαῖρε, πιστοῖς βραβεύων τὰ κρείττονα χαῖρε, αὐτοῖς παρέχων τὰ πρόσφορα. Χαῖρε, ἀχλὺν ἁμαρτίας σκεδάζων χαῖρε, ἡμῶν τὰς καρδίας αὐγάζων. Ω θεσπέσιε Πάτερ, Κύριλλε θεομάκαρ, Χριστοῦ τῆς Ἐκκλησίας τὸ κλέος (ἐκ γ ) τὴν τῶν ὕμνων ταύτην προσφοράν, συμπαθείᾳ σου ἐν πατρικῇ πρόσδεξαι, ῥυόμενος παντὸς κακοῦ, τοὺς ψάλλοντας ἐν μετανοίᾳ Καὶ πάλιν τὸ Κοντάκιον. Δίστιχον. Κύριλλος ὁ Ῥόδου σοι χαῖρε κραυγάζει, Κύριλλε, θαυμάζων σου τὰς ἀριστείας.
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού
Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα ΨΑΛΛΟΜΕΝΑ ΚΑΤΑ ΤΗΝ ΑΓΡΥΠΝΙΑΝ ΣΤΑΣΙΣ Α Μακαρίζομέν σε ἱερέων τερπνόν, καὶ Μαρτύρων καλλονὴ καταστέφοντες, τὴν μνήμην σου Ἐφραὶμ Ὅσιε εὐλαβῶς. Μακαρίζομέν σε
Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. -130- ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου,
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ
2 4 9 10 11 ΜΑΡΤΙΟΥ ΑΓ. ΣΟΦΙΑ ΣΑΒΒΑΤΟ ΤΗΣ ΑΠΟΚΡΕΩ (ΨΥΧΟΣΑΒΒΑΤΟΝ) Πάντων τῶν ἀπ αἰῶνος κεκοιμημένων ὀρθοδόξων χριστιανῶν Νικολάου Ἱερέως τοῦ Πλανᾶ Θεοδότου Ἐπισκόπου Κυρηνείας 06:0-08:45 06:0-08:0 ΤΗΣ ΑΠΟΚΡΕΩ
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ ΘΕΣΣΑΛΟΝΙΚΗ 2012 ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ 1. Ἡ Καινή Διαθήκη, Θεσσαλονίκη 2010. 2. Ἱερός Ναός ἁγίου Γεωργίου (Ροτόντα), Κατάθεση μαρτυρία, Θεσσαλονίκη
Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).
11 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν). Μάρκου 8, 34 9, 1. Ἡμέρα πανεπίσημη σήμερα ἄγει ἡ Ἐκκλησία μας. Ἡμέρα πού ὑψώνεται μπροστά στά ἑκατομμύρια τῶν ὀρθοδόξων
Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.
ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ. ΣΟΥΡΛΑΝΤΖΗ Στοιχειοθεσία και επιμέλεια εκδόσεως από χειρόγραφο Άρχοντος Δημητρίου Γ. Σουρλαντζή Θεσσαλονίκης 1963:
Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.
«καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε
Ο Πατρ.Αλεξανδρείας παρασημοφόρησε τον Πρέσβη της Ουκρανίας στην Αίγυπτο
28/03/2019 Ο Πατρ.Αλεξανδρείας παρασημοφόρησε τον Πρέσβη της Ουκρανίας στην Αίγυπτο Πατριαρχεία / Πατριαρχείο Αλεξανδρείας Ο Πάπας και Πατριάρχης Αλεξανδρείας Πάσης Αφρικής κ. Θεόδωρος Β την Πέμπτη 28
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
ΣΕΠΤΕΜΒΡΙΟΥ 1 1 6 7 8 9 14 15 Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ Νέου Ἔτους, Συμεὼν ὁσίου τοῦ Στυλίτου, τῶν Ἁγίων 40 Γυναικῶν, Ἀμμοῦν Διακόνου ΙΔ ΜΑΤΘΑΙΟΥ. Μάμαντος Μεγαλομάρτυρος, Ἰωάννου Πατριάρχου Κωνσταντινουπόλεως
Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.
Μήνας Ἀπρίλιος 15 Ἀπριλίου 2018. Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ. Ἰωάν. 20, 19 31. Κυριακή τοῦ Ἀντίπασχα σήμερα καί ἐδῶ καί μία ἑβδομάδα εἰσήλθαμε στήν πιό χαρούμενη περίοδο τοῦ ἔτους, στήν περίοδο τοῦ Πεντηκοσταρίου.
Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2
Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Χρήστος Καρακόλης Τμήμα Θεολογίας Σελίδα 2 1. Πρόλογος Ι Α 1α Ἐν ἀρχῇ ἦν ὁ λόγος α β καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, β γ καὶ θεὸς ἦν ὁ λόγος, α 2 οὗτος ἦν
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος 2/3/2017 Παράκληση, 18:00 3/3,10/3,17/3,24/3 Χαιρετισμοί, 19:15 31/3/2017 Ἀκάθιστος 19:15 Ὕμνος Ἀπρίλιος: 6/4/2017 Παράκληση,
Κυριακή 14 Ἰουλίου 2019.
56 Κυριακή 14 Ἰουλίου 2019. Κυριακή Δ Ματθαίου, τῶν ἁγίων καί θεοφόρων πατέρων τῆς ἐν Χαλκηδόνι Δ Οἰκουμενικῆς Συνόδου Μτθ. 5, 14 19. «ὅς δ ἄν ποιήσῃ καί διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν
ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.
24 ΓΕΝΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ 6 Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 11-14) Τῆς ἑορτῆς Παραγίνεται ὁ Ἰησοῦς (Ματθ. 13-17) 13 Κυριακῆς μετὰ τὰ Φῶτα Ἑνὶ ἑκάστῳ ἡμῶν (Ἐφεσ. δ 7-13)
Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.
Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς
ΜΑΚΑΡΙΣΤΑΡΙΑ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΚΥΡΙΛΛΟΝ ΤΟΝ ΛΟΥΚΑΡΙΝ. Ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου. Στάσις Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε εὐσεβῶν οἱ χοροί, Πατριάρχα Ἱερόαθλε Κύριλλε, ὡς Χριστοῦ σε τοῦ Σωτῆρος μιμητήν. Α ρετῶν τῇ αἴγλῃ τὴν ψυχὴν ἐλλαμφείς, Ἱεράρχης ἀναδέδειξαι, Κύριλλε, καὶ ποιμὴν τῆς Ἐκκλησίας ἀληθής. Βιοτὴν
ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ ΥΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ ΥΨΕΝΗι Τὴν τῶν Ὁσίων βιοτὴν ἐκμιμησάμενος, ὡς ἀγαπήσας τῷ Χριστῷ ἀπὸ νεότητος, Παρακλήτου τὴν ἐνέργειαν ὑπεδέξω. Ἀλλ ὡς ἔχων
ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007
ΙΟΥΝΙΟΣ 2007 ευτέρα Ἔκδοσις Τίπρέπεινὰγνωρίζῃ ΕΝΑΣΕΛΛΗΝΑΣΜΑΚΕΔΟΝΑΣ 1. Ὅτι οἱ Σκοπιανοὶ λένε τεράστια ψέματα καὶ ὅτι ἔστησαν ἕνα φαντασιώδη μύθο γιὰ τὴν καταγωγή τους. Στὴν πλειονότητά τους εἶναι Σλαῦοι
Αγιολογία - Εορτολογία
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Ενότητα 7: Οι Άγιοι και η τιµή τους. Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons.
Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948
188 Η ΑΓΙΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑ, ΕΣΤΙΝ Η ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΘΕΟΥ ΕΠΙ ΤΗΣ ΓΗΣ, Η ΑΠΟ ΚΑΤΑΒΟΛΗΣ ΚΟΣΜΟΥ, (Αγιος Νεκταριος) Η ΜΙΑ, ΑΓΙΑ, ΚΑΘΟΛΙΚΗ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗ ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ. Η ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ εἶναι
ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου
ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου Ο Άγιος Αθανάσιος γεννήθηκε στην Καρύταινα της Γορτυνίας περί το 1640 μ.χ. (κατά άλλους στην Κέρκυρα το 1664 μ.χ.) και
Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).
Μήνας Μάρτιος 4 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν). Μάρκ. 2, 1-12 «...ἰδών δέ ὁ Ἰησοῦς τήν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ τέκνον, ἀφέωνταί σοι αἱ
ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019
ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019 ΑΡ. ΦΥΛΛΟΥ 7 ΚΥΡΙΑΚΗ 31-3-2019 Γ ΝΗΣΤΕΙΩΝ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ, ΥΠΑΤΙΟΥ ΓΑΓΓΡΩΝ 07:00-10:00:
Οὗ ἡ Μνήμη τῇ ΚΖ Ἰουνίου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ. Ηχος α. Πανεύφημοι Μάρτυρες.
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ ΠΑΠΑ ΚΑΙ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΤΟ ΠΡΟΤΕΡΟΝ ΕΙΤΑ ΔΕ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΑΡΧΟΥ ΓΕΝΟΜΕΝΟΥ Οὗ ἡ Μνήμη
EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012
EISGCGSEIS OQHODONGS EIJOMOKOCIAS EISGCGSG Dò «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Εἰσηγητής: +Θεοφ. Ἐπίσκοπος Μεθώνης κ. Ἀμβρόσιος, Ἱστορικὸς Τέχνης Στὸ πλαίσιο τῆς Ἔκθεσης
(Γερασίμου Μικραγιαννανίτου)
(Γερασίμου Μικραγιαννανίτου) ΠΡΟΟΙΜΙΟΝ [1] Ήχος πλ. δ'. Τη υπερμάχω. Ορθοδοξίας τον αστέρα τον νεόφωτον, και Εκκλησίας το νεόδμητον προτείχισμα, ανυμνήσωμεν καρδίας εν ευφροσύνη δοξασθείς γαρ ενεργεία
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος: 1/3/2018 Παράκληση 18:00 2/3,9/3,16/3 Χαιρετισμοί 19:15 /3/2018 Ἀκάθ. Ὕμνος 19:15 Ἀπρίλιος: 12/4/2018 Παράκληση 18:00 21/4/2018
Κυριακή 2 Ἰουνίου 2019.
24 Μήνας Ἰούνιος Κυριακή 2 Ἰουνίου 2019. Κυριακή τοῦ τυφλοῦ Ἰω. 9, 1 38. Σήμερα ἡ Ἐκκλησία θέλει νά μᾶς δώσει νά καταλάβουμε ὅτι ὁ Χριστός, ὡς τέλειος Θεός, εἶναι ὁ Μέγας Δημιουργός τοῦ σύμπαντος. Ἡ δημιουργική
καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι
Η δεύτερη κλίση περιλαμβάνει ονόματα: αρσενικά και θηλυκά σε: -ος ουδέτερα σε: -ον συνηρημένα σε: -ους, -ουν αττικόκλιτα αρσενικά και θηλυκά σε: -ως, ουδέτερα σε: -ων Τα αρσενικά και τα θηλυκά της β' κλίσης
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ & ΩΡΩΠΟΥ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ ΚΑΙ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 2018
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ & ΩΡΩΠΟΥ ιεροσ ΜΗΤΡΟΠΟΛΙΤΙΚΟΣ ναοσ μεταμορφωσεωσ του σωτηροσ δημου μεταμορφωσησ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ ΚΑΙ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 2018 Πρὸς τοὺς εὐσεβεῖς
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάϊος 4//2017 Παράκληση 18:00 1//2017 Θ. Λειτουργία 06:00 / 2-26//2017 ΑΓΡΥΠΝΙΑ 21:00 Ἰούνιος: 1/6/2017 Παράκληση 18:00 / 9-10/6/2017
Ο Μέγας Αθανάσιος: ανυποχώρητος αγωνιστής της ορθής πίστης.
Ο Μέγας Αθανάσιος: ανυποχώρητος αγωνιστής της ορθής πίστης. Πατριάρχης Αλεξανδρείας ένας από τους πέντε μεγάλους Πατέρες της Ανατολικής Εκκλησίας των πρώτων χριστιανικών αιώνων (Μέγας Αθανάσιος, Γρηγόριος
ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ
ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ ΓΕΓΟΝΌΤΑ ΤΗς ΖΩΉς ΤΟΥ ΧΡΙΣΤΟΎ Ακίνητες γιορτές Κινητές γιορτές Χριστούγεννα Περιτομή Υπαπαντή Θεοφάνεια Μεταμόρφωση Είσοδος στα Ιεροσόλυμα Μυστικός Δείπνος
ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή
ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή Ὑπό Ἐπισκόπου Ἰερεμίου, Μητροπολίτου Ἱ. Μ. Γόρτυνος καί Μεγαλοπόλεως «Εἰς πόλιν ἤ εἰς Ρούμελην, ὅπου περιπατήσεις, παντοῦ ἀκούεις ὄνομα τό τῆς Προυσιωτίσσης»
4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ
4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ Βασική προϋπόθεση γιά νά μιλήσει κανείς γιά τόν Θεόν μας εἶναι ἡ σαφής διάκριση μεταξύ τῶν ὅρων : οὐσίας ἤ φύσεως καί ἀκτίστων ἐνεργειῶν τοῦ Θεοῦ. Ἔτσι, ὁ Θεός μας
Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν
01/03/2019 Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν / Επικαιρότητα Η Εκκλησία μας, κατά την 1η Μαρτίου εκάστου έτους και πρώτη ημέρα της εποχής της Ανοίξεως, τιμά τη μνήμη δύο γυναικών Μαρτύρων
Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα
6η Κυριακή Λουκᾶ (Λκ. 8, 27 39) 22 Ὀκτωβρίου 2017 «Τί ἐμοί καί σοί, Ἰησοῦ υἱέ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή μέ βασανίσῃς» Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα στήν εὐαγγελική περικοπή.
12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ
1 ΤΟ ΗΜΕΡΟΛΟΓΙΑΚΟ ΖΗΤΗΜΑ ΕΝΑ ΣΧΙΣΜΑ ΠΟΥ 90 ΧΡΟΝΙΑ ΔΙΑΙΡΕΙ ΤΟΥΣ ΠΙΣΤΟΥΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ Κεφ. 1, στίχοι: 8 "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων
Εἰς τόν Ἅγιον Ἰωάννην τόν Πρόδρομον.
Μήνας Ἰανουάριος 7 Ἰανουαρίου 2018. Εἰς τόν Ἅγιον Ἰωάννην τόν Πρόδρομον. Μεγάλη καί ἐπίσημη ἡμέρα εἶναι σήμερα γιά τήν Ἁγία τοῦ Χριστοῦ Ἐκκλησία ἀμέσως μετά ἀπό τήν ἑορτή τῶν Θεοφανείων. Μπροστά στά πλήθη
Πατρ τ ιάρχης Αλ εξα εξ νδρείας ένας από τους πέντε μεγάλους Πατέρες της Ανατολικής Εκκλησίας
Ο Μέγας Αθανάσιος: αγωνιστής της ορθής πίστης Πατριάρχης Αλεξανδρείας Πατριάρχης Αλεξανδρείας ένας από τους πέντε μεγάλους Πατέρες της Ανατολικής Εκκλησίας των πρώτων χριστιανικών αιώνων (Μέγας Αθανάσιος,
Κυριακή 28 Ἰουλίου 2019.
69 Κυριακή 28 Ἰουλίου 2019. Κυριακή ΣΤ Ματθαίου Μτθ. 9, 1 8. «...ἐξουσίαν ἔχει ὁ υἱός τοῦ ἀνθρώπου ἐπί τῆς γῆς ἀφιέναι ἁμαρτίας...» (Μτθ. 9, 6) Πάντοτε ὁ λόγος περί ἐξουσίας εἶναι ἐπίκαιρος, διότι οἱ ἄνθρωποι
Πατέρες και Οικουµενικοί Διδάσκαλοι. Πατρολογία Ι (Υ102) Διδάσκων: Συμεών Πασχαλίδης
Πατέρες και Οικουµενικοί Διδάσκαλοι ΜΑΘΗΜΑΤΑ ΚΑΘΗΓΗΤΗ ΣΥΜΕΩΝ ΠΑΣΧΑΛΙΔΗ Πατρολογία Ι (Υ102) Διδάσκων: Συμεών Πασχαλίδης 1 ΜΑΘΗΜΑΤΑ ΚΑΘΗΓΗΤΗ ΣΥΜΕΩΝ ΠΑΣΧΑΛΙΔΗ Οι Πατέρες των πρώτων αιώνων Ποιοι ονοµάζονταν
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
ΗΜΕΡΟΜΗΝΙΑ 1 ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ Νέου Ἔτους, Συμεὼν ὁσίου τοῦ Στυλίτου, τῶν Ἁγίων 40 Γυναικῶν, Ἀμμοῦν Διακόνου Ἑσπερινός-Παράκληση 18:00-19:00 06:30-08:30 2 4 6 8 Μάμαντος Μεγαλομάρτυρος,
Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων
Διορθόδοξοι Σχέσεις α Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων Ρωσικὴ Ὀρθόδοξος Ἐκκλησία τῆς Διασπορᾶς Διαρκὴς Ἀρχιερατικὴ Σύνοδος Ἐπιστολὴ τῆς Ἀρχιερατικῆς Συνόδου
Κοντάκιον Ήχος πλ.δ. Τη υπερμάχω.
ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΚΑΙ ΥΠΕΡΤΙΜΟΝ ΖΩΝΗΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ Κοντάκιον Ήχος πλ.δ. Τη υπερμάχω. Τη υπερτίμω Θεοτόκε θεία Ζώνη σου, μετ ευλαβείας προσερχόμενοι πληρούμεθα, φωτισμού και ευωδίας υπερκοσμίου.
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 28 ΜΑΪΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους
Ἀκολουθία ἁγ. ΑΘΑΝΑΣΙΟΥ τοῦ Πατελάρου
Ἀκολουθία ἁγ. ΑΘΑΝΑΣΙΟΥ τοῦ Πατελάρου Ψαλλομένη τῇ 21 η Αὐγούστου Ποίημα Μητροπολίτου Ῥόδου Κυρίλλου Κογεράκη ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ Ἱστῶμεν στίχους δ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων
Νέος Γέρων Σκευοφύλαξ στο Πατριαρχείο Αλεξανδρείας
24/03/2019 Νέος Γέρων Σκευοφύλαξ στο Πατριαρχείο Αλεξανδρείας Πατριαρχεία / Πατριαρχείο Αλεξανδρείας Σήμερα, Κυριακή Β Νηστειῶν, 24η Μαρτίου ἐ.ἔ., ἡμέρα κατά τήν ὁποῖα ἡ Ἐκκλησία πανηγυρίζει ἐπί Ἀρχιεπισκόπου
ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ
ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ Η φιλοσοφική σκέψη Στοχάζεται.. Θαλής ο Μιλήσιος: «Κάλλιστος ὁ κόσμος. Ποίημα γάρ Θεοῦ ἐστι». Αναξαγόρας: «Νοῦς τις ἐστί ὁ τά πάντα διακοσμήσας». Πλάτων : «Ὁ κόσμος εἰκών τοῦ νοητοῦ
Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order
Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers - Verse Order Chapter 3 40 [Και ειπεν יהוה προς Μωυσην λεγων] αριθμησον [παν πρωτοτοκον αρσεν των υι]ων Ισραηλ απ[ο μηνιαιου και επανω και λα]βε
ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ
ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ ΤΗΣ ΓΝΗΣΙΑΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ ΚΑΙ Η ΣΗΜΑΣΙΑ ΚΑΙ ΑΞΙΑ ΑΥΤΗΣ ΚΑΘΩΣ ΚΑΙ Η ΚΑΤΑΔΙΚΗ ΚΑΙ Ο ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ ΤΩΝ ΠΑΛΑΙΩΝ ΚΑΙ ΝΕΟΕΜΦΑΝΙΣΘΕΙΣΩΝ ΑΙΡΕΣΕΩΝ ΤΟΥ 20 ου ΚΑΙ 21 ου ΑΙΩΝΟΣ ΟΜΟΛΟΓΙΑΚΑ
Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)
Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές
Τι συμβολίζει ο ασπασμός των ιερέων κατά τη διάρκεια της Θείας Λειτουργίας
29/07/2019 Τι συμβολίζει ο ασπασμός των ιερέων κατά τη διάρκεια της Θείας Λειτουργίας / Ορθόδοξες Προβολές Ο ασπασμός όλων των μελών της σύναξης κατά τη διάρκεια της Θείας Λειτουργίας, πριν να αρχίσει
EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen
EDU IT i Ny Testamente på Teologi Adjunkt, ph.d. Jacob P.B. Mortensen teojmo@cas.au.dk Ny Testamente som fag Tekstfortolkning Originaltekster på græsk Udfordring: at nå diskussion, fortolkning og perspektivering
ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.
[1] ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς. Δός μοι τῷ σῷ δούλῳ, τῶν χαρίτων τῶν σῶν, τὰς ψεκάδας,
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι
Περιεχόμενα. Β Ἐκκλησιαστική κρίση
Ἐνιαύσιον 2005 Περιεχόμενα Πρόλογος Α Ἄρθρα 1. Τό Πάσχα ἡμῶν Τό ἀναστάσιμο ἦθος Τά θανατηφόρα προβλήματα Τό ἀληθινό Πάσχα τῆς Ἐκκλησίας 2. Ἐκκλησία καί «περιθώριο» 3. Μαζί στήν ζωή, μαζί καί στόν θάνατο
Περιεχόμενα ΕΚΛΟΓΗ, ΧΕΙΡΟΤΟΝΙΑ, ΕΝΘΡΟΝΙΣΗ
Περιεχόμενα Πρόλογος Α ΕΚΛΟΓΗ, ΧΕΙΡΟΤΟΝΙΑ, ΕΝΘΡΟΝΙΣΗ Ἀντιφώνηση κατά τό μικρό μήνυμα ἀνακοίνωση τῆς ἐκλογῆς Χειροτονητήριος λόγος τοῦ Ἐψηφισμένου Μητροπολίτου Ναυπάκτου καί Ἁγίου Βλασίου Ἱεροθέου Προσφώνηση
Φάροι της Ορθοδοξίας η Αγκάραθος και τα ιστορικά Μοναστήρια της Κρήτης
12/10/2019 Φάροι της Ορθοδοξίας η Αγκάραθος και τα ιστορικά Μοναστήρια της Κρήτης Οικουμενικό Πατριαρχείο / Αρχιεπισκοπή Κρήτης Στην ιστορικότητα της Μονής Αγκαράθου και άλλων ιστορικών Μοναστηριών της
Πατρολογία Ι. Εισαγωγή στην Πατρολογία Γραµµατεία και Θεολογία των Πατέρων των τεσσάρων πρώτων αιώνων.
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Πατρολογία Ι. Εισαγωγή στην Πατρολογία Γραµµατεία και Θεολογία των Πατέρων των τεσσάρων πρώτων αιώνων. Ενότητα 6: Οι Αποστολικοί Πατέρες
Cirillus Alexandrinus - De synagogae defectu
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.
Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Εἴδησις: Δεῖ γινώσκειν ὅτι ἀπὸ τοῦ ἐσπερινοῦ
ΣΡΙΣΟΚΛΙΣΑ ΕΠΙΘΕΣΑ: Τα επίθετα αυτά κλίνονται κατά την γ κλίση των ουσιαστικών στο αρσενικό και το ουδέτερο γένος τους.
ΣΡΙΣΟΚΛΙΣΑ ΕΠΙΘΕΣΑ: Τα επίθετα αυτά κλίνονται κατά την γ κλίση των ουσιαστικών στο αρσενικό και το ουδέτερο γένος τους. Α. ΥΩΝΗΕΝΣΟΛΗΚΣΑ α) Σρικατάληκτα σε -ῠς,ειᾰ,ῠ ΟΝ. ὁ βαθὺς ἡ βαθεῖα τὸ βαθὺ ΓΕΝ. τοῦ
«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7
«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 J.-S.Berthélemy, Paris, Ecole Nationale Supérieure des Beaux -Arts Εργασία των μαθητών του Α1 Γυμνάσιο Αγίου Πνεύματος Επιμέλεια Λιούσα
Κυριακή 29η Σεπτεμβρίου 2019 (Κυριακή Β Λουκᾶ).
21 Κυριακή 29η Σεπτεμβρίου 2019 (Κυριακή Β Λουκᾶ). Λκ. 6, 31 36. «ἀγαπᾶτε τούς ἐχθρούς ὑμῶν» Λκ. 6, 35. Ἀπ ὅλα τά λόγια καί τίς διδασκαλίες τοῦ Ἰησοῦ αὐτός ὁ λόγος Του φαντάζει ὡς ὁ πιό δύσκολος. Ἡ ἀγάπη
Τι είναι το Άγιο Πνεύμα. Διδ. Εν. 8
Τι είναι το Άγιο Πνεύμα Διδ. Εν. 8 Κεντρικό γεγονός στη ζωή της Εκκλησίας Το Άγιο Πνεύμα επιφοίτησε στους αποστόλους και παραμένει στην Εκκλησία ως Παράκλητος, για να καθοδηγεί τους πιστούς «Εἰς πᾶσαν
ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΡΚΟΝ ΤΟΝ ΕΥΓΕΝΙΚΟΝ (συντεθείς υπό λόγων εγκωμιαστικών του Μοναχού Γερασίμου Μικραγιαννανίτου, Υμνογράφου της Μ.τ.Χ.Ε.
ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΡΚΟΝ ΤΟΝ ΕΥΓΕΝΙΚΟΝ (συντεθείς υπό λόγων εγκωμιαστικών του Μοναχού Γερασίμου Μικραγιαννανίτου, Υμνογράφου της Μ.τ.Χ.Ε.) Κρατεί μεν Άτλας μυθικώς ώμοις πόλον Κρατεί δ αληθώς
Η καταλλαγή των πάντων εις Χριστόν (Κολ 1, 15-20)
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Η καταλλαγή των πάντων εις Χριστόν (Κολ 1, 15-20) Ενότητα 8 : 8 ο μάθημα Αικατερίνη Γ. Τσαλαμπούνη Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογίας
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΚΕΙΜΕΝΟ α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2 Τῷ περὶ πολιτείας ἐπισκοποῦντι,
Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος
Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Ἐπίκουρος Καθηγητὴς Γενικῆς Ἐκκλησιαστικῆς Ἱστορίας Τµῆµα Θεολογίας - Θεολογικὴ Σχολὴ Ἐθνικὸ καὶ Καποδιστριακὸ Πανεπιστήµιο Ἀθηνῶν Ὁ Ἀρειανισµὸς
Κυριακή 19 Μαΐου 2019.
14 Κυριακή 19 Μαΐου 2019. Κυριακή τοῦ παραλύτου Ἰω. 5, 1 15. «... μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται» (Ἰω. 5, 14).
Οι Άγιοι της Θεσσαλονίκης.
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ. Ενότητα 2: Το αποστολικό υπόβαθρο της Εκκλησίας της και οι Άγιοι της Αποστολικής περιόδου Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό
11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ)
15/03/2019 11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ) / Νέοι και Εκκλησία Κατά την Κυριακὴ 10 Μαρτίου 2019 καὶ ὥρα 10:45 π.μ. (ἀμέσως μετὰ τὴν Θεία Λειτουργία) πραγματοποιήθηκε
Η εκπύρωσις της γής(β Πε 3, 5-13)
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Η εκπύρωσις της γής(β Πε 3, 5-13) Ενότητα 11 : 11 ο μάθημα Αικατερίνη Γ. Τσαλαμπούνη Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογίας Άδειες
Ο Τριαδικός Θεός: οι γιορτές της Πεντηκοστής και του Αγίου Πνεύματος. Διδ. Εν. 14
Ο Τριαδικός Θεός: οι γιορτές της Πεντηκοστής και του Αγίου Πνεύματος Διδ. Εν. 14 Σαράντα ημέρες μετά το Πάσχα η Εκκλησία μας γιορτάζει την Ανάληψη του Κυρίου στους ουρανούς Με την Ανάληψη, επισφραγίζεται
Στους κήπους της Θεολογικής Σχολής της Χάλκης
26/02/2019 Στους κήπους της Θεολογικής Σχολής της Χάλκης Πατριαρχεία / Οικουμενικό Πατριαρχείο Ἡ Ἱερὰ Θεολογικὴ Σχολὴ τῆς Χάλκης ἀκολουθώντας τὸ παράδειγμα τοῦ περιβαλλοντικὰ εὐαισθητοποιημένου καὶ πρωτοπόρου
Αρχαία Ελληνική Γλώσσα Β Γυμνασίου. Ενότητα 2 : Γ. Γραμματική
Αρχαία Ελληνική Γλώσσα Β Γυμνασίου Ενότητα 2 : Γ. Γραμματική 1 ΠΕΡΙΕΧΟΜΕΝΑ Διαφάνειες Γραμματική: Συμφωνόληκτα 3 Κλήση αφωνόληκτων 4-6 Κλίση ημιφωνόληκτων 7-15 Ασκήσεις 16-23 Εργασία για το σπίτι 24 Κ.
ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.
107. Ο Κύριος να είναι μαζί σας. Και με το πνεύμα σου. ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο. Ακολουθεί το
ΜΑΘΗΜΑ 11 Ο Η ΑΝΑΣΤΑΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ
ΜΑΘΗΜΑ 11 Ο Η ΑΝΑΣΤΑΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ Να συμπληρώσετε κάθε μια από τις προτάσεις 1, 2, 3, 4 και 5, επιλέγοντας τη σωστή απάντηση, σύμφωνα με τη διδασκαλία της Εκκλησίας, από τις αντίστοιχες φράσεις α, β,
Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α
Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Ἐπ. Καθηγητὴς Γενικῆς Ἐκκλησιαστικῆς Ἱστορίας Τµῆµα Θεολογίας - Θεολογικὴ Σχολὴ Ἐθνικὸ καὶ Καποδιστριακὸ Πανεπιστήµιο Ἀθηνῶν Γ Οἰκουµενικὴ
1 1 παυλος και σιλουανος και τιμοθεος
2 Tesalonika 1 1 παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω 2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 3 ευχαριστειν
α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ
ΗΧΟΣ ΡΩΤΟΣ ΘΕΟΩΡΟΥ ΦΩΑΕΩΣ Ἦχος O τ Χ ρου ου β χ ρου ου β µ µυ υ υ υ υ υ υ υ υ στ κω ω ως κο ν Γ κο ο ο ο ν 1 ζο ο ο ο κο ο ο ν ζον τ ς κ τη ζω ο ο ο ο ο πο ο ο ο ο ο ο ο ο ο ζω ο πο ω ω ω ω ω ω ω ω Τρ
Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_
ΜΝΗΜΟΣΥΝΟΝ. πρωτ. Κων. Παπαγιάννη Μουσικόν Τριώδιον τόμος Β' Ωρολόγιον 2003 σ.15* Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _ και _ ω _ μα _ τ α _ α _ σου _ Τ ων _ α _ γι _.
Κυριακή 14 Ἀπριλίου 2019.
75 Κυριακή 14 Ἀπριλίου 2019. 5η Κυριακή τῶν Νηστειῶν (Μαρίας τῆς Αἰγυπτίας). Μρκ. 10, 32 45. Σήμερα, λίγες ἡμέρες πρίν ἀπό τά φρικτά Πάθη τοῦ Κυρίου, ἡ κοινή μητέρα, ἡ ἁγία μας Ἐκκλησία προβάλλει μία μεγάλη
ΕΙΡΗΝΑΙΟΣ ΛΥΩΝΟΣ ΚΑΙ ΑΜΒΡΟΣΙΟΣ ΜΕΔΙΟΛΑΝΩΝ
ΕΙΡΗΝΑΙΟΣ ΛΥΩΝΟΣ ΚΑΙ ΑΜΒΡΟΣΙΟΣ ΜΕΔΙΟΛΑΝΩΝ Ορατή κεφαλή κάθε τοπικής εκκλησίας. Κέντρο ενότητας στην Εκκλησία. Διάδοχος των αγίων Αποστόλων και φύλακας της παραδεδομένης από αυτούς αποκαλυμμένης θείας αλήθειας.
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 5 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω ουσιαστικά σε μια από τις κατηγορίες που δίνονται στην παρένθεση (παρώνυμα, εθνικά, πατρωνυμικά): σκαπανεύς, Ἀβδηρίτης, Ἀτρείδης, Θηβαῖος, δεσμώτης, Κυψελίδης,
ΙΟΥΝΙΟΥ ΚΣΤ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΔΑΥΪΔ ΤΟΥ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗι
ΙΟΥΝΙΟΥ ΚΣΤ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΔΑΥΪΔ ΤΟΥ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗι ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἱστῶμεν στίχ. στ καὶ ψάλλομεν τὰ
Ασκήσεις γραμματικής. Εκφώνηση. Να μεταφέρετε τους παρακάτω τύπους στον άλλο αριθμό: τοῦ σοφοῦ. (ὦ) δίκαιε. τὸν τίμιον. τοὺς πιστοὺς.
Ασκήσεις γραμματικής ΑΣΚΗΣΗ 1 Εκφώνηση Να μεταφέρετε τους παρακάτω τύπους στον άλλο αριθμό: τοῦ σοφοῦ (ὦ) δίκαιε τὸν τίμιον τοὺς πιστοὺς ταῖς ψυχραῖς τὸ δίκαιον τοῖς ἐντίμοις τοῦ σοφοῦ τῶν σοφῶν (ὦ) δίκαιε
Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α
Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α Ενότητα 5: Ἡ περὶ Λόγου διδασκαλία: Λουκιανὸς ὁ ἀποσυνάγωγος Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Λέκτορας Γενικῆς Ἐκκλησιαστικῆς Ἱστορίας Ἐθνικὸ καὶ Καποδιστριακὸ Πανεπιστήμιο
ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ. Ενότητα 26: ΕΚΚΛΗΣΙΑΤΙΚΗ ΑΚΡΙΒΕΙΑ ΚΑΙ ΟΙΚΟΝΟΜΙΑ. ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών
ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ Ενότητα 26: ΕΚΚΛΗΣΙΑΤΙΚΗ ΑΚΡΙΒΕΙΑ ΚΑΙ ΟΙΚΟΝΟΜΙΑ ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για
1-7 Ιανουαρίου 2018 Θεός
1-7 Ιανουαρίου 2018 Θεός ΧΡΥΣΟΥΝ ΕΔΑΦΙΟΝ Ψαλμοί 66: 4, 5 έως άνω τελεία Πάσα η γη θέλει σε προσκυνεί και ψαλμωδεί εις σε. Θέλουσι ψαλμωδεί το όνομά σου. Έλθετε και ίδετε τα έργα του Θεού. ΑΝΑΓΝΩΣΗ ΕΝΑΛΛΑΞ
Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β
Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β Στὴν Ἱερὰ Μονή μας, τῶν Ἁγίων Μαρτύρων Κυπριανοῦ καὶ Ἰουστίνης, στὴν Φυλὴ Ἀττικῆς, μὲ τὴν Χάρι τοῦ Θεοῦ, τὴν εὐχὴ τοῦ ἀσθενοῦντος Σεβασμιωτάτου Πνευματικοῦ Πατρός μας,
Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α]
Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Ἐπίκουρος Καθηγητὴς Γενικῆς Ἐκκλησιαστικῆς Ἱστορίας Τµῆµα Θεολογίας - Θεολογικὴ Σχολὴ Ἐθνικὸ καὶ Καποδιστριακὸ Πανεπιστήµιο Ἀθηνῶν Ἡ εἰκονοµαχία
Πρωτ Ἀριθμ. Διεκπ ΠΟΙΜΑΝΤΟΡΙΚΗ ΕΓΚΥΚΛΙΟΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ ΠΟΙΜΑΝΤΟΡΙΚΗ ΕΓΚΥΚΛΙΟΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ ΑΡ. 36
Πρωτ. 2318 Ἀριθμ. Διεκπ. 1232 ΠΟΙΜΑΝΤΟΡΙΚΗ ΕΓΚΥΚΛΙΟΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ 1 / 5 ΑΡ. 36 Πρός Τόν Ἱερόν Κλῆρον καί τόν εὐσεβῆ λαόν τῆς καθ ἡμᾶς Ἱερᾶς Μητροπόλεως «καί σέ γινώσκειν ἐξ ὕψους ἀνατολήν» Χριστιανοί
* * * Ὁ πατέρας μου ἀπό τίς ἐπιστολές του
Εἰς μνημόσυνον...ὁ πατέρας μου διακρινόταν ἐπίσης ἀπό εὐλάβεια, μέ ὅλη τήν σημασία τῆς λέξεως. Σεβόταν ἀπόλυτα τόν Θεό, σεβόταν τούς Κληρικούς, δέν ὁμιλοῦσε ποτέ ἐναντίον τους, οὔτε συμμετεῖχε σέ συζητήσεις