ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ
|
|
- Αθάμας Καλαμογδάρτης
- 7 χρόνια πριν
- Προβολές:
Transcript
1 1/11 Οἱ ἅγιοι Ἀνάργυροι Κοσμᾶς καὶ αμιανός Θείου Πνεύματος, τῇ χειρουργίᾳ, θεραπεύετε, παντοίας νόσους, σὺν Κοσμᾷ αμιανὲ οἱ Ἀνάργυροι ὁ γὰρ Σωτὴρ ἰατροὺς ὑμᾶς ἔδειξεν, εἰς περιποίησιν πάντων καὶ ἴασιν ὅθεν ρύσασθε, παθῶν δυσαλθῶν καὶ θλίψεων, τοὺς πόθῳ τῷ ναῷ ὑμῶν προστρέχοντας. 2/11 Οἱ ἅγιοι Μάρτυρες Ἀκίνδυνος, Πηγάσιος, Ἀφθόνιος, Ἐλπιδοφόρος καὶ Ἀνεμπόδιστος Ἀκίνδυνον μέλψωμεν, σὺν Ἀφθονίῳ ὁμοῦ, κλεινὸν Ἀ- νεμπόδιστον, Ἐλπιδοφόρον στερρόν, Πηγάσιον ἔνδοξον οὗτοι γὰρ ἀκινδύνως, ἐξ ἀφθόνου κρατῆρος, πηγάζουσι τοῖς ἐλπίδι, ἀρραγεῖ προσιοῦσι, χαρίτων ἀνεμποδίστων, κρήνην θεόβρυτον. 3/11 Οἱ Μάρτυρες Ἀκεψιμᾶς, Ἰωσήφ, Ἀειθαλάς, ὁ Μεγαλομάρτυρας Γεώργιος Ὡς θεράποντες, τῆς εὐσεβείας, στῦλοι ὤφθητε, τῆς Ἐκκλησίας, πυρσολατρῶν καθελόντες τὸ φρύαγμα, Ἀ- κεψιμᾶ ἱεράρχα πολύαθλε, Ἀειθαλᾶ Ἰωσήφ τε μακάριοι. Ἀλλ αἰτήσασθε, Χριστὸν τὸν Θεὸν πανεύφημοι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ἦχος δ. Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
2 4/11 Ὁ ὅσιος Ἰωαννίκιος, οἱ Ἱερομάρτυρες Νίκανδρος καί Ἕρμαιος Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὴν ἐπίγειον δόξαν πάτερ κατέλιπες, καταυγασθεὶς τῇ ἐλλάμψει τῆς ἐπιπνοίας Θεοῦ, ὅθεν ἔφανας ἐν γῇ ὡς ἄστρον ἄδυτον θείας φωνῆς γὰρ ὡς Μωσῆς, μυστικῶς ἀξιωθείς, ἰσάγγελος ἀνεδείχθης, καὶ δωρημάτων ταμεῖον, Ἰωαννίκιε μακάριε. Γνῶσιν ἔνθεον, καρποφορήσας, ὡς ὁμότροπος, τῶν Ἀποστόλων, ἐν ἱερεῦσι πιστὸς ἐχρημάτισας καὶ μαρτυρίου τοῖς σκάμμασι Νίκανδρε, συγκοινωνὸν τὸν Ἑρμαῖον ἐκέκτησο μεθ οὗ πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 5/11 Οἱ ἅγιοι Μάρτυρες Γαλακτίωνας καὶ Ἐπιστήμη Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τὴν λαμπρὰν ξυνωρίδα τῶν μαρτύρων τιμήσωμεν, ὥ- σπερ συζυγίαν ἀρίστην, καὶ κλυτὴν καὶ θεόφρονα, τὸν θεῖον Γαλακτίωνα πιστοί, ὁμοῦ σὺν Ἐπιστήμῃ τῇ σεμνῇ δι ἀσκήσεως γὰρ πόνων ἀθλητικήν, ἐξήνθησαν φαιδρότητα δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι ὑμῶν, πᾶσιν ἰάματα. 6/11 Ὁ ἅγιος Παῦλος Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως Ἦχος γ. Αὐτόμελον. Θείας πίστεως ὁμολογία, ἄλλον Παῦλόν σε τῇ Ἐκκλησίᾳ ζηλωτὴν ἐν ἱερεῦσιν ἀνέδειξε. Συνεκβοᾷ σοι καὶ Ἄβελ πρὸς Κύριον, καὶ Ζαχαρίου τὸ αἷμα τὸ δίκαιον πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡ- μῖν τὸ μέγα ἔλεος.
3 ΑΚΟΛΟΥΘΙΑ ΣΥΝΑΞΕΩΝ ΕΣΠΕΡΙΝΟΥ 7/11 Οἱ ἅγιοι τριάκοντα τρεῖς Μάρτυρες, ὁ ὅσιος Λάζαρος Θείῳ Πνεύματι, συντεταγμένοι, δῆμος ὤφθητε, τροπαιοφόροι, Ἀθλοφόροι τοῦ Σωτῆρος πανθαύμαστοι ὁ- μοφροσύνῃ γὰρ γνώμης ἑνούμενοι, μαρτυρικῶς τὸν ἐ- χθρὸν ἐτροπώσασθε. Ἀλλ αἰτήσασθε, Τριάδα τὴν ὑπερούσιον, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ἦχος πλ. δ. Ταῖς τῶν δακρύων σου. Ταῖς ἐπαγρύπνοις προσευχαῖς, ἐν ὀχετοῖς δακρύων τὸν στῦλον κατέβρεχες καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας καὶ γέγονας ποιμήν, τοῖς προσιοῦσι νέμων συγχώρησιν. Ὅσιε πατὴρ ἡμῶν Λάζαρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 8/11 Ἡ Σύναξη Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριὴλ Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσιν, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς ὡς Ταξίαρχοι τῶν ἄνω υνάμεων. 9/11 Οἱ Μάρτυρες Ὀνησιφόρος, Ὀνήσιμος, Πορφύριος Ἡ ὁσία Ματρώνα καὶ ὁ ἅγιος Νεκτάριος Αἰγίνης Θείαν ὄνησιν, ἰχνηλατοῦντες, πορφυρίζοντα, ὤφθητε κρίνα, Ὀνησιφόρε κλεινὲ καὶ Πορφύριε ὅθεν ὡς ἅρμα τοῦ λόγου χρυσήλατον, πρὸς τὴν οὐράνιον νύσσαν ἠλάσατε θεῖοι μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
4 Χριστὸν ἀγαπήσασα, τῶν ἀγαθῶν τὴν πηγὴν, Ἀγγέλων ἐζήλωσας, μετὰ σαρκὸς τὴν ζωήν, Ματρῶνα θεόπνευστε σὺ γὰρ συνεύνου φίλτρον, παριδοῦσα ἐμφρόνως, ᾔσχυνας τὸν Βελίαρ, τῷ πανσόφῳ σου τρόπῳ διὸ τῆς ἀκαταλύτου, δόξης ἠξίωσαι. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐ- σχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι όξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. 10/11 Οἱ Ἀπόστολοι Ὀλυμπᾶς, Ροδίωνας, Σωσίπατρος, Τέρτιος, Ἔραστος, Κουάρτος καὶ ὁ Μάρτυρας Ὀρέστης Ἦχος πλ. α. Τὸν συνάναρχονλόγον. Τῆς σοφίας τὸν λόγον καταπλουτήσαντες, τῆς εὐσεβείας φωστῆρες καὶ ὑποφῆται σοφοί, ἀνεδείχθητε ἡμῖν Χριστὸν κηρύττοντες, Κούαρτε Ἔραστε κλεινέ, Τέρτιε καὶ Ὀλυμπᾶ, Σωσίπατρε καὶ Ροδίων, Ἀπόστολοι θεηγόροι, φωταγωγοὶ τῶν καρδιῶν ἡμῶν. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Χριστὸν ὁμολογήσας ἐπὶ τῶν ἀσεβούντων, εἰδωλομανίας τὸ θράσος, καθεῖλες Ἀθλοφόρε, καὶ δόξης ἐγένου κοινωνός, ἀγῶνας πολυτρόπους ἐνεγκών διὰ τοῦτό σε Ὀρέστα ὡς νικητήν, τιμῶντές σοι ἐκβοῶμεν δόξα τῷ παρασχόντι σοι ἰσχύν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
5 ΑΚΟΛΟΥΘΙΑ ΣΥΝΑΞΕΩΝ ΕΣΠΕΡΙΝΟΥ 11/11 Οἱ ἅγιοι Μάρτυρες Μηνᾶς, Βίκτωρας καὶ Βικέντιος Ὁ Ὅσιος Θεόδωρος ὁ Στουδίτης, ὁ Ὁμολογητής Τρισάριθμον σύνταγμα, τῶν ἀθλητῶν τοῦ Χριστοῦ, συμφώνως τιμήσωμεν ὡς καθαιρέτας ἐχθροῦ, Μηνᾶν τὸν ἀοίδιμον, Βίκτωρα τὸν γενναῖον, καὶ Βικέντιον ἅ- μα, τούτοις συνευφημοῦντες, Στεφανίδα τὴν θείαν. Αὐτῶν Χριστὲ ἱκεσίαις, πάντας ἐλέησον. ώρων μέτοχος, τῆς ἀφθαρσίας, δῶρον ἄσυλον, τῆς Ἐκκλησίας, φερωνύμως ἀνεδείχθης Θεόδωρε τοῖς ἱεροῖς γὰρ ἑπόμενος δόγμασιν, ὁμολογίας φωστὴρ ἐχρημάτισας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 12/11 Ὁ Ἰωάννης ὁ Ἐλεήμονας, ὁ Ὅσιος Νεῖλος Ἦχος πλ. δ. Ἐν τῇ ὑπομονῇ σου ἐκτήσω τὸν μισθόν σου, Πάτερ ὅ- σιε, ταῖς προσευχαῖς ἀδιαλείπτως ἐγκαρτερήσας, τοὺς πτωχοὺς ἀγαπήσας, καὶ τούτοις ἐπαρκέσας. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ Ἰωάννη Ἐλεῆμον μακάριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Σοφίας τῷ ἄνθρακι, ἀποκαθάρας τὸν νοῦν, τὸ νᾶμα ἐξέπιες, τῆς αἰωνίου ζωῆς, βιώσας ὡς ἄγγελος ὅθεν ἀ- εὶ βλυστάνεις, τὸ ἁλλόμενον ὕδωρ, πράξει καὶ θεωρίᾳ, καταρδεύων τὸν κόσμον. ιό σε ἀνευφημοῦμεν, Νεῖλε Πατὴρ ἡμῶν Ὅσιε. 13/11 Ὁ Ἰωάννης Χρυσόστομος Ἀρχιεπίσκοπος Κων/πόλεως Ἦχος πλ. δ.
6 Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς, ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 14/11 Ὁ Ἀπόστολος Φίλιππος Θείαν ἔλλαμψιν, τοῦ Παρακλήτου, εἰσδεξάμενος, πυρὸς ἐν εἴδει, παγκοσμίως ὡς ἀστὴρ ἀνατέταλκας, καὶ τῆς ἀγνοίας τὸν ζόφον διέλυσας, τῇ θείᾳ αἴγλῃ Ἀπόστολε Φίλιππε. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ δεόμεθα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 15/11 Οἱ ἅγιοι Μάρτυρες Γουρίας, Σαμωνᾶς καί Ἄβιβος Ἦχος πλ. α. Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδαζον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Τριάδος ἰσάριθμοι, τῆς Ὑπερθέου σαφῶς, Γουρίας καὶ Ἄβιβος, καὶ Σαμωνὰς ὁ κλεινός, ἐνθέως ὑπάρχοντες, ταύτην τοῖς ἀσεβέσιν, ὡμολόγησαν ἅμα, ἄθλων τὴν τρικυμίαν, ἀβλαβῶς διελθόντες. Καὶ νῦν ἡμᾶς κυβερνῶσιν, ὅρμον πρὸς ἄκλυστον. 16/11 Ὁ Ἀπόστολος καὶ Εὐαγγελιστής Ματθαῖος Ἦχος γ. Ἀπόστολε ἅγιε, καὶ Εὐγγελιστὰ Ματθαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
7 ΑΚΟΛΟΥΘΙΑ ΣΥΝΑΞΕΩΝ ΕΣΠΕΡΙΝΟΥ Θείας ἤκουσας, φωνῆς τοῦ Λόγου, καὶ τῆς πίστεως, τὸ φῶς ἐδέξω, καταλείψας τελωνείου τὸν σύνδεσμον ὅθεν Χριστοῦ τὴν ἀπόρρητον κένωσιν, εὐηγγελίσω Ματθαῖε Ἀπόστολε. Καὶ νῦν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος. 17/11 Ὁ ἅγιος Γρηγόριος Ἐπίσκοπος Νεοκαισαρείας Ἦχος πλ. δ. Ἐν προσευχαῖς γρηγορῶν, ταῖς τῶν θαυμάτων ἐργασίαις ἐγκαρτερῶν, ἐπωνυμίαν ἐκτήσω τὰ κατορθώματα ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, πάτερ Γρηγόριε, φωτίσαι τὰς ψυχὰς ἡμῶν, μήποτε ὑπνώσωμεν, ἐν ἁμαρτίαις εἰς θάνατον. 18/11 Οἱ ἅγιοι Μάρτυρες Πλάτωνας καὶ Ρωμανός Ἦχος α. Χορὸς ἀγγελικός. υὰς ἡ εὐκλεής, τῶν κλεινῶν ἀθλοφόρων, ἐδόξασε λαμπρῶς, τὴν ἁγίαν Τριάδα, ὁ Πλάτων ὁ ἔνδοξος, Ρωμανός τε ὁ ἔνθεος, ἐναθλήσαντες, καὶ τὸν ἐχθρὸν καθελόντες ὅθεν πάντοτε, ὑπὲρ ἡμῶν δυσωποῦσι, τὸν μόνον φιλάνθρωπον. 19/11 Ὁ Προφήτης Ἀβδιού καὶ ὁ Μάρτυρας Βαρλαάμ Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὥσπερ θεράπων φερωνύμως τοῦ Λόγου, τοῦ ὑπὲρ ἔννοιαν φωτὸς ἠξιώθης, καὶ προφητείας ἔλλαμψιν ἐδέξω σοφέ δόξαν γὰρ τὴν ἄϋλον, καθαρῶς ἐποπτεύων, ὄργανον θεόπνευστον, Ἀβδιοὺ ἀνεδείχθης, προμελῳδοῦν ἐν κόσμῳ μυστικῶς, τῶν ἐσομένων, Προφῆτα τὴν ἔκβασιν. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Νεανικὴν ἐνδεδυμένος ἀνδρείαν, μαρτυρικὴν ἐν πολιᾷ καρτερίαν, σὺ ἐνεδείξω ἔνδοξε δοξάσας τὸν Χρι-
8 στόν. Τούτῳ δὲ προσήγαγες, δεξιᾷ κεκαυμένῃ, ὡς θυσίαν ἄμωμον, τὴν ἁγίαν ψυχήν σου, Μεγαλομάρτυς πρέσβευε ἀεί, πᾶσι δοθῆναι, Βαρλαὰμ συγχώρησιν. 20η Προεόρτια Εἰσόδου Ὑπεραγίας Θεοτόκου, ὁ Ὅσιος Γρηγόριος ὁ εκαπολίτης, ὁ ἅγιος Πρόκλος Χαρὰν προμνηστεύεται σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην ἀειπάρθενον ἥν περ δὴ καὶ προσάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθομένη, ἐν ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν. Λυχνία ὡς δίπυρσος, τῶν θεϊκῶν δωρεῶν, ἀκτῖσι τῆς χάριτος, φωταγωγοῦσιν ἡμᾶς, Πατέρες οἱ ἔνθεοι, Πρόκλος τοῦ Βυζαντίου, ὁ σοφὸς Ποιμενάρχης, Γρηγόριος ὁ θεόφρων, εκαπόλεως γόνος διὸ μετὰ προθυμίας, τούτοις προσέλθωμεν. 21/11 Ἡ Εἴσοδος τῆς ὑπεραγίας Θεοτόκου στὸν Ναὸ Ἦχος δ. Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. 22/11 Οἱ ἀπόστολοι Φιλήμονας, Ἀπφία, Ἄρχιππος, Ὀνήσιμος Τετρὰς ἡ θεόλεκτος, τῶν Ἀποστόλων Χριστοῦ, Φιλήμων καὶ Ἄρχιππος, καὶ σὺν Ἀπφίᾳ ὁμοῦ, ὁ θεῖος Ὀνήσιμος, λάμψαντες τοῖς ἐν σκότει, ἀληθείας τὴν γνῶσιν, ἤθλησαν ὁμοφρόνως, καὶ τὴν πλάνην καθεῖλον. Καὶ νῦν ἐξευμενίζονται, πᾶσι τὸν Κύριον.
9 ΑΚΟΛΟΥΘΙΑ ΣΥΝΑΞΕΩΝ ΕΣΠΕΡΙΝΟΥ 23/11 Οἱ ἅγιοι Ἀμφιλόχιος Ἰκονίου, Γρηγόριος Ἀκραγαντίνων Σοφίας τὴν ἔλλαμψιν, ὡς καθαρὸς μυηθείς, δογμάτων ὀρθότητος, φωτοειδεῖς ἀστραπάς, ἐκλάμπεις τοῖς πέρασι σὺ γὰρ ἐν τῇ Τριάδι, ὁμοούσιον φύσιν, ἐκήρυξας ἀσυγχύτως, καθελὼν τὰς αἱρέσεις. ιὸ σε Ἱεράρχα Ἀμφιλόχιε, Χριστὸς ἐδόξασε. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Γρηγορῶν ἐκ σπαργάνων, φερωνύμως Γρηγόριε, ἐν ταῖς δικαιώμασι Πάτερ, τοῦ τῶν ὅλων δεσπόζοντος, ἐ- πλήσθης οὐρανίων δωρεῶν, ὡς γρήγορος ποιμὴν τῶν εὐσεβῶν διὰ τοῦτο πρὸς λειμῶνας ἀειθαλεῖς, ἰθύνεις τοὺς βοῶντάς σοι δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. 24/11 Οἱ Πατέρες Κλήμης Ρώμης, Πέτρος Ἀλεξανδρείας Ἦχος γ. Τὴν ὡραιότητα. Τῆς θείας γνώσεως, εὔσημοι σάλπιγγες, καὶ τῶν τῆς πίστεως, θεσμῶν ἐκφάντορες, Ἱερομάρτυρες Χριστοῦ, ἐδείχθητε τοῖς ἐν κόσμῳ, Κλήμη παναοίδιμε, τῆς ζωῆς κλῆμα εὔκαρπον, καὶ Πέτρε θεόσοφε, εὐσεβῶν πέτρα ἄρρηκτε διὸ ὡς τῶν ἀρρήτων ἐπόπται, ρύσασθε πάσης ἡμᾶς βλάβης. 25/11 Ἡ ἁγία Μεγαλομάρτυς καὶ πάνσοφη Αἰκατερίνη Ἦχος δ. Σήμερον τῆς εὐδοκίας... Ἦχος πλ. α. Τὸ συνάναρχον Λόγον. Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡ- μῶν καὶ ἀντίληψιν ὅτι ἐφίμωσε λαμπρῶς τοὺς κομψοὺς
10 τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ καὶ νῦν ὡς μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος. 26/11 Οἱ ὅσιοι Πατέρες Ἀλύπιος ὁ Κιονίτης, Νίκωνας ὁ Μετανοεῖτε καὶ Στυλιανός Παφλαγονίας Ἦχος α. Τὸν τάφον σου Σωτήρ. οξάζων τὸν Θεόν, τὴν σὴν γέννησιν Πάτερ, προέγραψε σαφῶς, τῆς ζωῆς σου τὴν χάριν αὐτῷ γὰρ εὐηρέστησας, ἀρετῶν τελειότητι ὅθεν ἤστραψας ἀπὸ τοῦ κίονος πᾶσι, τῶν ἀγώνων σου τὰς ἀληθεῖς ἀντιδόσεις, Ἀλύπιε Ὅσιε. Χαίρει ἔχουσα ἡ Λακεδαίμων, θείαν λάρνακα, τῶν σῶν λειψάνων, ἀναβρύουσαν πηγὰς τῶν ἰάσεων, καὶ διασῴζουσαν πάντας ἐκ θλίψεων, τοὺς σοὶ προστρέχοντας πάτερ ἐκ πίστεως. Νίκων ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Στήλη ἔμψυχος, τῆς ἐγκρατείας, στῦλος ἄσειστος, τῆς Ἐκκλησίας, Στυλιανὲ ἀνεδείχθης μακάριε ἀνατεθεὶς γὰρ Θεῷ ἐκ νεότητος, κατοικητήριον ὤφθης τοῦ Πνεύματος. Πάτερ ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωράσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 27/11 Ὁ ἅγιος Μεγαλομάρτυρας Ἰακώβος ὁ Πέρσης Ὁ μάρτυς Ἰάκωβος, ὁ τῆς Περσίδος βλαστός, τὸν δόλιον δράκοντα, τοῖς τῶν αἱμάτων κρουνοῖς, ἀθλήσας ἀπέπνιξε πίστει γὰρ ἀληθείας, μεληδὸν τετμημένος, ὤ- φθη τροπαιοφόρος, τοῦ Σωτῆρος ὁπλίτης, πρεσβεύων ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
11 ΑΚΟΛΟΥΘΙΑ ΣΥΝΑΞΕΩΝ ΕΣΠΕΡΙΝΟΥ 28/11 Ὁ Ὅσιος Στέφανος ὁ Νέος, ὁ Μάρτυρας Εἰρήναρχος Θείαν ἄσκησιν, ἐνδεδειγμένος, σκεῦος γέγονας, δικαιοσύνης, διαπρέπων ταῖς σεπταῖς ἀναβάσεσι καὶ τοῦ Χριστοῦ τὴν Εἰκόνα σεβόμενος, μαρτυρικῆς ἠξιώθης φαιδρότητος. Θεῖε Στέφανε, ἐν ὅπλῳ ἡμᾶς στεφάνωσον, τῆς θείας εὐδοκίας τοὺς ὑμνοῦντάς σε. Εἰρήνης τὸν πρύτανιν, ὁμολογήσας πιστῶς, τῆς πλάνης τὸν τάραχον, κατέλιπες νουνεχῶς, θεόφρον Εἰρήναρχε ὅθεν δι ὕδατος τε, καὶ πυρὸς ὡς διῆλθες, ἔβης τροπαιοφόρος, πρὸς οὐράνιον λῆξιν, εἰρήνην καὶ σωτηρίαν, πᾶσιν αἰτούμενος. 29/11 Οἱ ἅγιοι Μάρτυρες Παράμονος καὶ Φιλούμενος Παράμονον μέλψωμεν, σὺν Φιλουμένῳ πιστοί, ὡς θείους θεράποντας καὶ ἀθλητὰς εὐκλεεῖς, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦτον γὰρ φερωνύμως, ὡς φιλήσαντας ἄ- γαν, ᾔσχυναν δι ἀγώνων, παρανόμων τὸ κράτος, αἰτοῦντες πταισμάτων λύσιν, πᾶσι καὶ ἔλεος. 30/11 Ὁ ἅγιος Ἀπόστολος Ἀνδρέας, ὁ Πρωτόκλητος Ἦχος δ. Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τῷ εσπότῃ τῶν ὅλων Ἀνδρέα ἰκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡ- μῶν τὸ μέγα ἔλεος. Ἦχος πλ. α. Τὸν συνάναρχονλόγον. Τὸν εσπότην τῶν ὅλων ἰδὼν Ἀπόστολε, σωματωθέντα ἀτρέπτως εἰς σωτηρίαν ἡμῶν, πρῶτος ἔδραμες αὐτῷ Ἀνδρέα πάνσοφε ὅθεν ηὐγάσθης παρ αὐτοῦ, ὡς ἀ- στὴρ ἀειφανής, καὶ ἔλλαμψας τοῖς ἐν κόσμῳ, τῆς εὐσεβείας τὸ φέγγος, φωταγωγῶν τὰς διανοίας ἡμῶν.
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού
Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
ΣΕΠΤΕΜΒΡΙΟΥ 1 1 6 7 8 9 14 15 Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ Νέου Ἔτους, Συμεὼν ὁσίου τοῦ Στυλίτου, τῶν Ἁγίων 40 Γυναικῶν, Ἀμμοῦν Διακόνου ΙΔ ΜΑΤΘΑΙΟΥ. Μάμαντος Μεγαλομάρτυρος, Ἰωάννου Πατριάρχου Κωνσταντινουπόλεως
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάϊος 4//2017 Παράκληση 18:00 1//2017 Θ. Λειτουργία 06:00 / 2-26//2017 ΑΓΡΥΠΝΙΑ 21:00 Ἰούνιος: 1/6/2017 Παράκληση 18:00 / 9-10/6/2017
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας (Απολλώνειο Νοσοκομείο)
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας (Απολλώνειο Νοσοκομείο) Νοέμβριος: //206, Παράκληση, 8:00 //206, Ἀγρυπνία, 2:00 9//206, Θεία Λειτουργία, 06:00 Δεκέμβριος: /2/206, Παράκληση 8:00 7/2/206,
Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948
188 Η ΑΓΙΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑ, ΕΣΤΙΝ Η ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΘΕΟΥ ΕΠΙ ΤΗΣ ΓΗΣ, Η ΑΠΟ ΚΑΤΑΒΟΛΗΣ ΚΟΣΜΟΥ, (Αγιος Νεκταριος) Η ΜΙΑ, ΑΓΙΑ, ΚΑΘΟΛΙΚΗ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗ ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ. Η ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ εἶναι
Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν
01/03/2019 Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν / Επικαιρότητα Η Εκκλησία μας, κατά την 1η Μαρτίου εκάστου έτους και πρώτη ημέρα της εποχής της Ανοίξεως, τιμά τη μνήμη δύο γυναικών Μαρτύρων
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
ΗΜΕΡΟΜΗΝΙΑ 1 ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ Νέου Ἔτους, Συμεὼν ὁσίου τοῦ Στυλίτου, τῶν Ἁγίων 40 Γυναικῶν, Ἀμμοῦν Διακόνου Ἑσπερινός-Παράκληση 18:00-19:00 06:30-08:30 2 4 6 8 Μάμαντος Μεγαλομάρτυρος,
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα ΨΑΛΛΟΜΕΝΑ ΚΑΤΑ ΤΗΝ ΑΓΡΥΠΝΙΑΝ ΣΤΑΣΙΣ Α Μακαρίζομέν σε ἱερέων τερπνόν, καὶ Μαρτύρων καλλονὴ καταστέφοντες, τὴν μνήμην σου Ἐφραὶμ Ὅσιε εὐλαβῶς. Μακαρίζομέν σε
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος: 1/3/2018 Παράκληση 18:00 2/3,9/3,16/3 Χαιρετισμοί 19:15 /3/2018 Ἀκάθ. Ὕμνος 19:15 Ἀπρίλιος: 12/4/2018 Παράκληση 18:00 21/4/2018
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΝΟΕΜΒΡΙΟΥ
5 8 9 0 2 5 6 7 ΝΟΕΜΒΡΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ Ἀναργύρων Δαυῒδ Ὁσίου τοῦ ἐν Εὐβοίᾳ Ἀνακομιδὴ λειψάνων Ἁγίου μεγαλομ. Γεωργίου τοῦ Τροπαιοφόρου. Ἀκεψιμᾶ, Ἰωσήφ, Ἀειθαλᾶ μαρτύρων Ἑσπερινός Παράκληση στὸν Ἅγ.
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ
2 4 9 10 11 ΜΑΡΤΙΟΥ ΑΓ. ΣΟΦΙΑ ΣΑΒΒΑΤΟ ΤΗΣ ΑΠΟΚΡΕΩ (ΨΥΧΟΣΑΒΒΑΤΟΝ) Πάντων τῶν ἀπ αἰῶνος κεκοιμημένων ὀρθοδόξων χριστιανῶν Νικολάου Ἱερέως τοῦ Πλανᾶ Θεοδότου Ἐπισκόπου Κυρηνείας 06:0-08:45 06:0-08:0 ΤΗΣ ΑΠΟΚΡΕΩ
Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.
ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ. ΣΟΥΡΛΑΝΤΖΗ Στοιχειοθεσία και επιμέλεια εκδόσεως από χειρόγραφο Άρχοντος Δημητρίου Γ. Σουρλαντζή Θεσσαλονίκης 1963:
ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019
ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019 ΑΡ. ΦΥΛΛΟΥ 7 ΚΥΡΙΑΚΗ 31-3-2019 Γ ΝΗΣΤΕΙΩΝ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ, ΥΠΑΤΙΟΥ ΓΑΓΓΡΩΝ 07:00-10:00:
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος 2/3/2017 Παράκληση, 18:00 3/3,10/3,17/3,24/3 Χαιρετισμοί, 19:15 31/3/2017 Ἀκάθιστος 19:15 Ὕμνος Ἀπρίλιος: 6/4/2017 Παράκληση,
ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΜΑΡΤΙΟΣ 2019
ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΜΑΡΤΙΟΣ 2019 ΑΡ. ΦΥΛΛΟΥ 6 ΠΕΜΠΤΗ 28-2-2019 ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ 17:00: Ἑσπερινὸς μετὰ Μικροῦ
ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ 2019
ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ 2019 ΑΡ. ΦΥΛΛΟΥ 5 ΠΕΜΠΤΗ 31-1-2019 ΚΥΡΟΥ & ΙΩΑΝΝΟΥ ΤΩΝ ΑΝΑΡΓΥΡΩΝ μετὰ Μικροῦ Ἁγιασμοῦ
Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.
«καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε
ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ
1/6 Ὁ ἅγιος Μάρτυρας Ἰουστίνος ὁ φιλόσοφος Ἦχος δ. Ὁ ὑψωθείς. Υιλοσοφίας ταῖς ἀκτῖσιν ἐκλάμπων, θεογνωσίας ὑ- ποφήτης ἐδείχθης, σοφὠς παραταξάμενος κατὰ τὠν δυσμενὠν σὺ γὰρ ὡμολόγησας, ἀληθείας τὴν γνὠσιν,
Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό
Ιανουαριος Κυριακη ευτερα Τριτη Τεταρτη Πεµπτη Παρασκευη Σαββατο. Μαρτιος Φεβρουαριος Περιτοµη Χριστου Μεγαλου Βασιλειου Νεο Ετος
Ιανουαριος 2016 Αντωνιου του Μεγαλου Θεοδοσιου Αθανασιου και Κυριλλου Ευθυµιου Ιωαννου του Προδροµου Γρηγοριου Θεολογου Τατιανης Ξενοφωντος Τα Αγια Θεοφανεια Ανακοµιδη Λειψανων Ιωαννου Χρυσοστοµου Περιτοµη
Ιανουαριος Κυριακη ευτερα Τριτη Τεταρτη Πεµπτη Παρασκευη Σαββατο. Φεβρουαριος Μαρτιος Περιτοµη Χριστου Μεγαλου Βασιλειου Νεο Ετος
Ιανουαριος 2019 Φεβρουαριος 2019 24 25 26 27 28 3 4 5 6 7 8 9 10 11 12 Τα Αγια Θεοφανεια Μαρτιος 2019 24 25 26 27 28 29 30 31 Ιωαννου του Προδροµου Περιτοµη Χριστου Μεγαλου Βασιλειου Νεο Ετος Ευστρατιου
Ιανουαριος Κυριακη ευτερα Τριτη Τεταρτη Πεµπτη Παρασκευη Σαββατο. Φεβρουαριος Μαρτιος Περιτοµη Χριστου Μεγαλου Βασιλειου Νεο Ετος
Ιανουαριος 2018 4 5 6 7 8 9 10 11 12 13 Ιωαννου του Προδροµου Περιτοµη Χριστου Μεγαλου Βασιλειου Νεο Ετος Ευστρατιου Θεοδοσιου Τατιανης Τα Αγια Θεοφανεια 14 15 16 17 18 19 20 Αντωνιου του Μεγαλου Αθανασιου
Ιανουαριος Κυριακη ευτερα Τριτη Τεταρτη Πεµπτη Παρασκευη Σαββατο Μαρτιος Φεβρουαριος 2017.
Ιανουαριος 2017 5 6 7 Περιτοµη Χριστου Μεγαλου Βασιλειου Νεο Ετος 8 9 10 11 12 13 14 Ευστρατιου Θεοδοσιου Τατιανης Τα Αγια Θεοφανεια Ιωαννου του Προδροµου 15 16 17 18 19 20 21 Αντωνιου του Μεγαλου Αθανασιου
Ιανουαριος Κυριακη ευτερα Τριτη Τεταρτη Πεµπτη Παρασκευη Σαββατο. Φεβρουαριος Μαρτιος Περιτοµη Χριστου Μεγαλου Βασιλειου Νεο Ετος
Ιανουαριος 2020 Φεβρουαριος 2020 1 2 3 4 5 6 7 8 9 101112131415 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Μαρτιος 2020 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 5 6 7
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΝΟΕΜΒΡΙΟΥ
ΝΟΕΜΒΡΙΟΥ 24 1 3 4 5 6 8 9 10 11 12 13 14 Κοσμᾶ καὶ Δαμιανοῦ Ἀναργύρων Δαυῒδ Ὁσίου τοῦ ἐν Εὐβοίᾳ Παράκληση 16:30-17:15 Ἀνακομιδὴ λειψάνων Ἁγίου μεγαλομ. Γεωργίου τοῦ Τροπαιοφόρου. Ἀκεψιμᾶ, Ἰωσήφ, Ἀειθαλᾶ
ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.
[1] ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς. Δός μοι τῷ σῷ δούλῳ, τῶν χαρίτων τῶν σῶν, τὰς ψεκάδας,
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
ΣΕΠΤΕΜΒΡΙΟΥ ΗΜΕΡΟΜΗΝΙΑ 6 7 8 Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ Νέου Ἔτους, Συμεὼν ὁσίου τοῦ Στυλίτου, τῶν Ἁγίων 40 Γυναικῶν, Ἀμμοῦν Διακόνου Μάμαντος Μεγαλομάρτυρος, Ἰωάννου Πατριάρχου Κωνσταντινουπόλεως τοῦ
Iohannes Damascenus - De theologia
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Οι Άγιοι της Θεσσαλονίκης.
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ. Ενότητα 2: Το αποστολικό υπόβαθρο της Εκκλησίας της και οι Άγιοι της Αποστολικής περιόδου Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό
Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2
Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Χρήστος Καρακόλης Τμήμα Θεολογίας Σελίδα 2 1. Πρόλογος Ι Α 1α Ἐν ἀρχῇ ἦν ὁ λόγος α β καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, β γ καὶ θεὸς ἦν ὁ λόγος, α 2 οὗτος ἦν
Οι νηστείες και οι καταλύσεις της Εκκλησίας μας
Οι νηστείες και οι καταλύσεις της Εκκλησίας μας Νηστεία είναι η λήψη «ξηράς τροφής» (ξηροφαγία), χωρίς λάδι ή κρασί, μια φορά την ημέρα, και μάλιστα την ενάτη ώρα (γύρω στις 3 μ. μ.). Λήψη τροφής, έστω
Ἀναγνωστικό Κατήχησης
Πρόλογος Ἀναγνωστικό Κατήχησης 1. Ἡ Δοξολογία Γραπτά Κηρύγματα Καλοκαιριοῦ 1995-2015 Ὁ Τριαδικός Θεός Περιεχόμενα Ἡ ἐνανθρώπηση τοῦ Υἱοῦ καί Λόγου τοῦ Θεοῦ Καθημερινή προσευχή καί ζωή Ὁ Θεός τῶν Πατέρων
ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ
ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ ΓΕΓΟΝΌΤΑ ΤΗς ΖΩΉς ΤΟΥ ΧΡΙΣΤΟΎ Ακίνητες γιορτές Κινητές γιορτές Χριστούγεννα Περιτομή Υπαπαντή Θεοφάνεια Μεταμόρφωση Είσοδος στα Ιεροσόλυμα Μυστικός Δείπνος
Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α
Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Ἐπ. Καθηγητὴς Γενικῆς Ἐκκλησιαστικῆς Ἱστορίας Τµῆµα Θεολογίας - Θεολογικὴ Σχολὴ Ἐθνικὸ καὶ Καποδιστριακὸ Πανεπιστήµιο Ἀθηνῶν Γ Οἰκουµενικὴ
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. -130- ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου,
Πατρ τ ιάρχης Αλ εξα εξ νδρείας ένας από τους πέντε μεγάλους Πατέρες της Ανατολικής Εκκλησίας
Ο Μέγας Αθανάσιος: αγωνιστής της ορθής πίστης Πατριάρχης Αλεξανδρείας Πατριάρχης Αλεξανδρείας ένας από τους πέντε μεγάλους Πατέρες της Ανατολικής Εκκλησίας των πρώτων χριστιανικών αιώνων (Μέγας Αθανάσιος,
1 1 παυλος και σιλουανος και τιμοθεος
2 Tesalonika 1 1 παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω 2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 3 ευχαριστειν
τῷ Κρήτης ποιμάντορι, ὁ Σιγριανῆς ἡγέτης Θεοφάνης Ὅσιος, καὶ σεμνὴ Θεοκτίστη οὕς ἐν ᾄσμασι γεραίρομεν. Σήμερον σκιρτᾶ τῷ πνεύματι ὡς
ΤΗ Β ΚΥΡΙΑΚΗ ΤΟΥ ΜΑΤΘΑΙΟΥ Ἤτοι τῇ α' Κυριακῇ μετὰ τὴν τῶν Ἁγίων Πάντων Σύναξιν ἐπιτελοῦμεν Πάντων τῶν ἐν Λέσβῳ διαλαμψάντων ἁγίων. ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ (*) Ὁ Προοιμιακός, τὸ α' Κάθισμα τοῦ ψαλτηρίου,
Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ
ΚΕΦΑΛΑΙΟ Α ἤ 01ο (01-52) 01-05 Ὁ Λόγος εἶναι Θεὸς καὶ ημιουργὸς τῶν πάντων Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ τὸ Θεὸ Πατέρα καὶ ἦταν Θεὸς ὁ Λόγος. Αὐτὸς ἦταν στὴν ἀρχὴ μαζὶ μὲ τὸ Θεὸ Πατέρα.
X ΜΑΘΗΜΑ ΑΓΙΟΓΡΑΦΙΑΣ Α
X ΜΑΘΗΜΑ ΑΓΙΟΓΡΑΦΙΑΣ Α ΠΕΡΙΟΔΟΣ Ε (2012-2013) 16 Σεπτεμβρίου 2012 Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος καὶ Πανευφήμου Εὐφημίας Ἱερὰ Μονὴ Ἁγίας Παρασκευῆς Ἀχαρνῶν Ἀττικῆς Ὀργάνωση: Ἁγιογραφεῖο Ἱερᾶς Μονῆς Ἁγίων
Άγιος Νικήτας ο Νισύριος: «Γιατί αργείτε; Θανατώστε με γρήγορα»
12/04/2019 Άγιος Νικήτας ο Νισύριος: «Γιατί αργείτε; Θανατώστε με γρήγορα» / Βίοι Αγίων Ὁ Ἅγιος ἔνδοξος τοῦ Χριστοῦ Νεομάρτυς Νικήτας γεννήθηκε στὴ Νίσυρο. Ὁ πατέρας του ἦταν ἕνας ἀπὸ τοὺς ἐπιφανεῖς προεστοὺς
Κυριακή 2 Ἰουνίου 2019.
24 Μήνας Ἰούνιος Κυριακή 2 Ἰουνίου 2019. Κυριακή τοῦ τυφλοῦ Ἰω. 9, 1 38. Σήμερα ἡ Ἐκκλησία θέλει νά μᾶς δώσει νά καταλάβουμε ὅτι ὁ Χριστός, ὡς τέλειος Θεός, εἶναι ὁ Μέγας Δημιουργός τοῦ σύμπαντος. Ἡ δημιουργική
Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007
ΙΟΥΝΙΟΣ 2007 ευτέρα Ἔκδοσις Τίπρέπεινὰγνωρίζῃ ΕΝΑΣΕΛΛΗΝΑΣΜΑΚΕΔΟΝΑΣ 1. Ὅτι οἱ Σκοπιανοὶ λένε τεράστια ψέματα καὶ ὅτι ἔστησαν ἕνα φαντασιώδη μύθο γιὰ τὴν καταγωγή τους. Στὴν πλειονότητά τους εἶναι Σλαῦοι
EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012
EISGCGSEIS OQHODONGS EIJOMOKOCIAS EISGCGSG Dò «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Εἰσηγητής: +Θεοφ. Ἐπίσκοπος Μεθώνης κ. Ἀμβρόσιος, Ἱστορικὸς Τέχνης Στὸ πλαίσιο τῆς Ἔκθεσης
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ ΘΕΣΣΑΛΟΝΙΚΗ 2012 ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ 1. Ἡ Καινή Διαθήκη, Θεσσαλονίκη 2010. 2. Ἱερός Ναός ἁγίου Γεωργίου (Ροτόντα), Κατάθεση μαρτυρία, Θεσσαλονίκη
Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων
Διορθόδοξοι Σχέσεις α Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων Ρωσικὴ Ὀρθόδοξος Ἐκκλησία τῆς Διασπορᾶς Διαρκὴς Ἀρχιερατικὴ Σύνοδος Ἐπιστολὴ τῆς Ἀρχιερατικῆς Συνόδου
Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7
Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7 Ερώτημα προς τους μαθητές Τι λέγουν οι άνθρωποι για μένα; Οι μαθητές απαντούν Άλλοι λένε πως είσαι ο Ιωάννης ο Βαπτιστής, άλλοι ο Προφήτης Ηλίας και άλλοι
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ
Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ Πρπρευμένων τῶν Ἱερπαίδων μετὰ εἰκόνων καὶ θυμιατῦ, ὁ Ἱερεὺς ἐξέρχεται τῦ Ἱερῦ μετὰ τῦ Τιμίυ Σταυρῦ καὶ γίνεται λιτανεία πέριξ τῦ ἐσωτερικῦ τῦ Ναῦ εἰς τέσσαρες στάσς. Εἰς
Ο Μέγας Αθανάσιος: ανυποχώρητος αγωνιστής της ορθής πίστης.
Ο Μέγας Αθανάσιος: ανυποχώρητος αγωνιστής της ορθής πίστης. Πατριάρχης Αλεξανδρείας ένας από τους πέντε μεγάλους Πατέρες της Ανατολικής Εκκλησίας των πρώτων χριστιανικών αιώνων (Μέγας Αθανάσιος, Γρηγόριος
ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ
ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΑΒΒΑΣΟΝ ΕΙ ΣΟΝ ΕΠΕΡΙΝΟΝ ΕΙ ΣΟ ΚΤΡΙΕ ΕΚΕΚΡΑΞΑ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Νίκην ἔχων Χριστέ, τὴν
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ & ΩΡΩΠΟΥ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ ΚΑΙ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 2018
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ & ΩΡΩΠΟΥ ιεροσ ΜΗΤΡΟΠΟΛΙΤΙΚΟΣ ναοσ μεταμορφωσεωσ του σωτηροσ δημου μεταμορφωσησ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ ΚΑΙ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 2018 Πρὸς τοὺς εὐσεβεῖς
Μεγάλης Τεσσαρακοστῆς, Μεγάλης Ἑβδομάδος καί Διακαινησίμου Ἑβδόμαδος 2017
ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ Μεγάλης Τεσσαρακοστῆς, Μεγάλης Ἑβδομάδος καί Διακαινησίμου Ἑβδόμαδος 2017 ΚΥΡΙΑΚΗ 26/2/2017 ΤΥΡΙΝΗΣ, ΦΩΤΕΙΝΗΣ ΤΗΣ
ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς,
54 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ 2014 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3)
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3) Διδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας, 324 Α-C Εἰ γάρ ἐθέλεις ἐννοῆσαι τό κολάζειν, ὦ Σώκρατες, τούς ἀδικοῦντας τί ποτε
Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_
ΜΝΗΜΟΣΥΝΟΝ. πρωτ. Κων. Παπαγιάννη Μουσικόν Τριώδιον τόμος Β' Ωρολόγιον 2003 σ.15* Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _ και _ ω _ μα _ τ α _ α _ σου _ Τ ων _ α _ γι _.
Cirillus Alexandrinus - De synagogae defectu
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Κοιμήσεως της Θεοτόκου
Κοιμήσεως της Θεοτόκου Εν τη Γεννήσει, την παρθενία εφύλαξας, εν τη Κοιμήσει τον κόσμον ου κατέλιπες Θεοτόκε. μετέστης προς την ζωήν, Μήτηρ υπάρχουσα της ζωής, και ταις πρεσβείες ταις σαις λυτρουμένη,
ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο
Χερουβικό σε ἦχο πλ.. Ε ΑΣΗ ΤΟ ΩΣΤΑΤΙΟΥ ΡΙΓΓΟΥ ΑΡΧΟΤΟΣ ΡΩΤΟΨΑΛΤΟΥ ΤΗΣ.Τ.Χ.Ε. Ἦχος Nε Οι τ Χε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ
ΑΡΧΑΙΟ ΘΕΑΤΡΟ ΕΡΕΤΡΙΑΣ ΑΙΩΝΙΟ ΦΩΣ
ΑΡΧΑΙΟ ΘΕΑΤΡΟ ΕΡΕΤΡΙΑΣ ΑΙΩΝΙΟ ΦΩΣ ΑΜΑΡΥΝΘΟΣ 2015 Οι μαθητές μας διαβάζουν τους αρχαίους τραγικούς μας και τον Αριστοφάνη. Ενώνουν μεταφρασμένους στίχους των έργων τους και... δημιουργούν! ΧΡΗΜΑ Καμιά
ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ
ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ ΤΗΣ ΓΝΗΣΙΑΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ ΚΑΙ Η ΣΗΜΑΣΙΑ ΚΑΙ ΑΞΙΑ ΑΥΤΗΣ ΚΑΘΩΣ ΚΑΙ Η ΚΑΤΑΔΙΚΗ ΚΑΙ Ο ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ ΤΩΝ ΠΑΛΑΙΩΝ ΚΑΙ ΝΕΟΕΜΦΑΝΙΣΘΕΙΣΩΝ ΑΙΡΕΣΕΩΝ ΤΟΥ 20 ου ΚΑΙ 21 ου ΑΙΩΝΟΣ ΟΜΟΛΟΓΙΑΚΑ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,
Προσευχή (με απολυτίκια)
Προσευχή (με απολυτίκια) Δι' ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν. Δόξα Σοι, ο Θεός ημών, δόξα Σοι. Βασιλεύ Ουράνιε, Παράκλητε, το Πνεύμα της Αληθείας, ο πανταχού
Ἀκολουθία Ἁγίων ΘΕΟΔΩΡΟΥ ἐπ. Ἐδέσσης καί Ὁσιομ. ΜΙΧΑΗΛ μ. Γερασίμου
[1] Ἀκολουθία Ἁγίων ΘΕΟΔΩΡΟΥ ἐπ. Ἐδέσσης καί Ὁσιομ. ΜΙΧΑΗΛ μ. Γερασίμου Ψαλλομένη τῇ 19 η Ἰουλίου ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Ἱστῶμεν στίχους δ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α. Πανεύφημοι Μάρτυρες. Δυὰς
Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β
Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β Στὴν Ἱερὰ Μονή μας, τῶν Ἁγίων Μαρτύρων Κυπριανοῦ καὶ Ἰουστίνης, στὴν Φυλὴ Ἀττικῆς, μὲ τὴν Χάρι τοῦ Θεοῦ, τὴν εὐχὴ τοῦ ἀσθενοῦντος Σεβασμιωτάτου Πνευματικοῦ Πατρός μας,
ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.
24 ΓΕΝΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ 6 Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 11-14) Τῆς ἑορτῆς Παραγίνεται ὁ Ἰησοῦς (Ματθ. 13-17) 13 Κυριακῆς μετὰ τὰ Φῶτα Ἑνὶ ἑκάστῳ ἡμῶν (Ἐφεσ. δ 7-13)
Η εκπύρωσις της γής(β Πε 3, 5-13)
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Η εκπύρωσις της γής(β Πε 3, 5-13) Ενότητα 11 : 11 ο μάθημα Αικατερίνη Γ. Τσαλαμπούνη Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογίας Άδειες
Ο πρώτος άνθρωπος που αντίκρισε το Άγιο Φως και τον αναστημένο Χριστό (5 Απριλίου του 33 μ.χ.)
Ο πρώτος άνθρωπος που αντίκρισε το Άγιο Φως και τον αναστημένο Χριστό (5 Απριλίου του 33 μ.χ.) Την ημέρα που έλαβε χώρα η ταφή του Χριστού, κατά το σούρουπο της Μεγάλης Παρασκευής, ο ευαγγελιστής Ματθαίος
Χριστιανική Γραμματεία ΙI
Χριστιανική Γραμματεία ΙI Ενότητα 1-Β Α7-8: Χριστολογία 4ου-5ου αιώνα Αναστάσιος Γ. Μαράς, Δρ Θ. Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative
ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α
ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Γ ΛΥΚΕΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ... Α] ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΔΙΑΓΩΝΙΣΜΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ ΠΡΩΤΑΓΟΡΑ
ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.
25 ΝΟΕΜΒΡΙΟΥ 2018 ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΕΙΣΟΔΙΩΝ ΘΕΟΤΟΚΟΥ Καὶ µνήµη τῆς ἁγίας Μεγαλοµάρτυρος καὶ πανσόφου Αἰκατερίνης καί τοῦ Ἁγίου Μεγαλοµάρτυρος Μερκουρίου. ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ Ἑωθινὸν Δ Ἦχος α ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ
ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ Η φιλοσοφική σκέψη Στοχάζεται.. Θαλής ο Μιλήσιος: «Κάλλιστος ὁ κόσμος. Ποίημα γάρ Θεοῦ ἐστι». Αναξαγόρας: «Νοῦς τις ἐστί ὁ τά πάντα διακοσμήσας». Πλάτων : «Ὁ κόσμος εἰκών τοῦ νοητοῦ
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΙΟΥΛΙΟΥ
ΗΜΕΡΟΜΗΝΙΑ 1 3 Κυριακή 7 8 10 11 12 ΙΟΥΛΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν Ἀναργύρων Β Ματθαίου 06:30-10:00 06:30-09:45 ΣΤΗ : Μνημόσυνο Κυπριανοῦ Ἀρχιεπισκόπου Κύπρου, Μητροπολιτῶν Πάφου Χρύσανθου, Κιτίου Μελετίου
«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7
«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 J.-S.Berthélemy, Paris, Ecole Nationale Supérieure des Beaux -Arts Εργασία των μαθητών του Α1 Γυμνάσιο Αγίου Πνεύματος Επιμέλεια Λιούσα
ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ. 1/10 Ὁ Ἀπόστολος Ἀνανίας καί ὁ Ὅσιος Ρωμανός
ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ 1/10 Ὁ Ἀπόστολος Ἀνανίας καί ὁ Ὅσιος Ρωμανός Ἀποστόλου. Ὡς ἔμπλεως χάριτος, τοῦ Τρισηλίου φωτός, τὸ σκεῦος ἐφώτισας, τῆς ἐκλογῆς τοῦ Χριστοῦ, Ἀνανία
Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).
Μήνας Μάρτιος 4 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν). Μάρκ. 2, 1-12 «...ἰδών δέ ὁ Ἰησοῦς τήν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ τέκνον, ἀφέωνταί σοι αἱ
ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή
ΚΕΙΜΕΝΑ Α. Το τέχνασμα του Θεμιστοκλή Ἀλλ' ἐπεὶ τῶν πολεμίων ὁ στόλος τῇ Ἀττικῇ κατὰ τὸ Φαληρικὸν προσφερόμενος τοὺς πέριξ ἀπέκρυψεν αἰγιαλούς, πάλιν ἐπάπταινον οἱ Πελοποννήσιοι πρὸς τὸν Ἰσθμόν. Ἔνθα δὴ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2
ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΡΚΟΝ ΤΟΝ ΕΥΓΕΝΙΚΟΝ (συντεθείς υπό λόγων εγκωμιαστικών του Μοναχού Γερασίμου Μικραγιαννανίτου, Υμνογράφου της Μ.τ.Χ.Ε.
ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΡΚΟΝ ΤΟΝ ΕΥΓΕΝΙΚΟΝ (συντεθείς υπό λόγων εγκωμιαστικών του Μοναχού Γερασίμου Μικραγιαννανίτου, Υμνογράφου της Μ.τ.Χ.Ε.) Κρατεί μεν Άτλας μυθικώς ώμοις πόλον Κρατεί δ αληθώς
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Ἰούλιος: 5/7/2018 Παράκληση 18:00 14/7/2018 Θ. Λειτουργία 06:00 Αὔγουστος: 2/8/2018 Παράκληση 18:00 23/8/2018 Παράκληση 18:00 - Τὸν
4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ
4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ Βασική προϋπόθεση γιά νά μιλήσει κανείς γιά τόν Θεόν μας εἶναι ἡ σαφής διάκριση μεταξύ τῶν ὅρων : οὐσίας ἤ φύσεως καί ἀκτίστων ἐνεργειῶν τοῦ Θεοῦ. Ἔτσι, ὁ Θεός μας
ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή
ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή Ὑπό Ἐπισκόπου Ἰερεμίου, Μητροπολίτου Ἱ. Μ. Γόρτυνος καί Μεγαλοπόλεως «Εἰς πόλιν ἤ εἰς Ρούμελην, ὅπου περιπατήσεις, παντοῦ ἀκούεις
(Ψαλµός 138,17-18) «µο δ λ αν τιµ θησαν ο φ λοι σου, Θε ς, λ αν κραται θησαν. πληθυνθ σονται» 2012 ΙΕΡΕΥΣ π. ιονύσιος αµπάκης αύπλιον. ηλ.
Π Σ Σ Γ Γ 900 Γ Σ 1 2012 ΙΕΡΕΥΣ π. ιονύσιος αµπάκης αύπλιον. ηλ. 6944133891 ISBN : 978-960-93-4058-8 «µο δ λ αν τιµ θησαν ο φ λοι σου, Θε ς, λ αν κραται θησαν α ρχα α τ ν ξαριθµ σοµαι α το ς, κα π ρ µµον
ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ
ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ Αγία και Μεγάλη Τεσσαρακοστή Δομήνικος Θεοτοκόπουλος: Ο Άγιος Πέτρος μετανοών (1600) «Αυτός σήκωσε τις αμαρτίες μας με το ίδιο Του το σώμα στο σταυρό, για
Ἀκολουθία Ὁσίου ΙΣΑΑΚ τοῦ Σύρου, μ. Γερασίμου Μικραγιαννανίτου
Ἀκολουθία Ὁσίου ΙΣΑΑΚ τοῦ Σύρου, μ. Γερασίμου Μικραγιαννανίτου Ψαλλομένη τῇ 28 η Σεπτεμβρίου ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ Ἱστῶμεν στίχους δ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Ὅτε, τῆς ἀγάπης
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 2 ΙΟΥΛΙΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ
Μηνιαία Έκδοση Ι.Ν. Αγίου Θεοδώρου του Τήρωνος Μοναγρούλλι - Λεμεσός Έτος 8ο, Αρ. Τεύχος 4ο, Νοέμβριος 2014 http://o-tiron.blogspot.com 1 Μηνιαία Ἔκδοση Ι.Ν. Ἁγίου Θεοδώρου τοῦ Τήρωνος Ἔτος 8 ον - Τεῦχος
ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ
ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ 1/8 Ἡ πρόοδος τ. Σταυροῦ, οἱ ἅγιοι ἑπτά Μακκαβαῖοι Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῶν Μακκαβαίων τὸν ἑπτάριθμον δῆμον, σὺν τῇ μητρὶ Σολομονῇ τῇ ἁγίᾳ, καὶ Ἐλεάζαρ ἅμα εὐφημήσωμεν
Περιεχόμενα. Β Ἐκκλησιαστική κρίση
Ἐνιαύσιον 2005 Περιεχόμενα Πρόλογος Α Ἄρθρα 1. Τό Πάσχα ἡμῶν Τό ἀναστάσιμο ἦθος Τά θανατηφόρα προβλήματα Τό ἀληθινό Πάσχα τῆς Ἐκκλησίας 2. Ἐκκλησία καί «περιθώριο» 3. Μαζί στήν ζωή, μαζί καί στόν θάνατο
11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ)
15/03/2019 11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ) / Νέοι και Εκκλησία Κατά την Κυριακὴ 10 Μαρτίου 2019 καὶ ὥρα 10:45 π.μ. (ἀμέσως μετὰ τὴν Θεία Λειτουργία) πραγματοποιήθηκε
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 5 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω ουσιαστικά σε μια από τις κατηγορίες που δίνονται στην παρένθεση (παρώνυμα, εθνικά, πατρωνυμικά): σκαπανεύς, Ἀβδηρίτης, Ἀτρείδης, Θηβαῖος, δεσμώτης, Κυψελίδης,
ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):
ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ 99. Παρ ότι η δεύτερη ευχή είναι συγκροτημένη με το προοίμιό της, μπορεί να χρησιμοποιηθεί και με άλλα προοίμια, ιδιαίτερα με εκείνα που σε περίληψη περιγράφουν το Μυστήριο της Σωτηρίας,
Πατρολογία Ι. Εισαγωγή στην Πατρολογία Γραµµατεία και Θεολογία των Πατέρων των τεσσάρων πρώτων αιώνων.
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Πατρολογία Ι. Εισαγωγή στην Πατρολογία Γραµµατεία και Θεολογία των Πατέρων των τεσσάρων πρώτων αιώνων. Ενότητα 11: Οι Καππαδόκες Πατέρες
ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.
13 ΝΟΕΜΒΡΙΟΥ 2017 Μνήµη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡµῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόµου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...
Αποστολικοί Πατέρες και Απολογητές. Tuesday, March 5, 13
Αποστολικοί Πατέρες και Απολογητές Το πλήρωμα του χρόνου Συνάντηση Ιουδαϊκού κόσμου με ελληνισμό. Μετάφραση των εβδομήκοντα, Φίλωνας μέσω της αλληγορίας. Η ελληνική φιλοσοφία έδωσε την έννοια της θεωρίας,
Ψαλλομένη τῇ ιδ τοῦ μηνός Φεβρουαρίου
Ψαλλομένη τῇ ιδ τοῦ μηνός Φεβρουαρίου ΕΚΔΟΣΙΣ Ι. Κ. ΑΓ. ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΝΕΑ ΣΚΗΤΗ - Τ.Κ. 63087 - ΑΓΙΟΝ ΟΡΟΣ ΙΟΥ 2 Σιλουανοῦ Μοναχοῦ ΕΚΔΟΣΙΣ Ι. Κ. ΑΓ. ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΝΕΑ ΣΚΗΤΗ - Τ.Κ. 63087 -
Πατρολογία Ι. Εισαγωγή στην Πατρολογία Γραµµατεία και Θεολογία των Πατέρων των τεσσάρων πρώτων αιώνων.
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Πατρολογία Ι. Εισαγωγή στην Πατρολογία Γραµµατεία και Θεολογία των Πατέρων των τεσσάρων πρώτων αιώνων. Ενότητα 6: Οι Αποστολικοί Πατέρες
Παρασκευή, 26/10/2018, ΠΑΝΗΓΥΡΙΣ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ
1 Δευτέρα Μνήμην επιτελούμεν της Αγίας Σκέπης της Υπεραγίας Θεοτόκου, Αγίου Ρωμανού του Μελωδού 2 Τρίτη Αγίου Κυπριανού ιερομάρτυρος, Αγίας Ιουστίνης της παρθενομάρτυρος 3 Τετάρτη Αγίου Διονυσίου Αρεοπαγίτου
Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)
Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές
ΠΡΟΓΡΑΜΜΑ ΛΕΙΤΟΥΡΓΙΩΝ ΚΑΙ ΧΟΡΟΣΤΑΣΙΩΝ ΤΩΝ ΘΕΟΦΙΛΕΣΤΑΤΩΝ ΒΟΗΘΩΝ ΕΠΙΣΚΟΠΩΝ ΔΕΡΒΗΣ κ. ΙΕΖΕΚΙΗΛ & ΜΙΛΗΤΟΥΠΟΛΕΩΣ κ. ΙΑΚΩΒΟΥ
ΠΡΟΓΡΑΜΜΑ ΛΕΙΤΟΥΡΓΙΩΝ ΚΑΙ ΧΟΡΟΣΤΑΣΙΩΝ ΤΩΝ ΘΕΟΦΙΛΕΣΤΑΤΩΝ ΒΟΗΘΩΝ ΕΠΙΣΚΟΠΩΝ ΔΕΡΒΗΣ κ. ΙΕΖΕΚΙΗΛ & ΜΙΛΗΤΟΥΠΟΛΕΩΣ κ. ΙΑΚΩΒΟΥ ΚΑΤΑ ΤΗΝ ΠΕΡΙΟΔΟΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ ΚΑΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ ΚΥΡΙΑΚΗ