ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ



Σχετικά έγγραφα
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Γεύσασθε καί ίδετε, ότι χρηστός ο Κύριος!

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

Μικρο Αποδειπνο. Το Τρισάγιον

ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ. ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος 4 καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ

- 1 - Π Ρ Ο Σ Ε Υ Χ Η Τ Α Ρ Ι Ο Ν ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΤΑΞΙΑΡΧΗ - ΧΟΛΟΜΩΝΤΑ - ΧΑΛΚΙΔΙΚΗΣ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

Παρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Παρακλητικός Κανων εις τον Αρχάγγελο Μιχαήλ Πανορμίτη

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.

ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἀκολουθία τοῦ Μεγάλου Παρακλητικοῦ Κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον (Ποίηµα τοῦ Βασιλέως Θεοδώρου Δούκα τοῦ Λασκάρεως)

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΑΥΓΟΥΣΤΟΣ 15. ΠΑΝΑΓΙΑ ΒΑΡΝΑΚΟΒΑ ΦΩΚΙΔΟΣ ΠΑΡΑΚΛΗΣΗ

Προσευχή (με απολυτίκια)

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

Παρακλητικός Κανών στον Άγιο Θεόδωρο τον Τήρων

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΙΟΥΝΙΟΣ ΙΑ.(11) ΠΑΝΑΓΙΑ ΑΞΙΟΝ ΕΣΤΙ ΑΚΟΛΟΥΘΙΑ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Παρακλητικός Κανών Αγίας Άννης

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

χριστιανος.gr Παρακλητικός Κανών στον Άγιο Σπυρίδωνα τον Θαυματουργό Επίσκοπο Τριμυθούντος

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος. εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη

1 1 παυλος και σιλουανος και τιμοθεος

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Παρακλητικός Κανών στον Άγιο Μηνά τον Μεγαλομάρτυρα

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

6 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Σε παρακαλούμε, λοιπόν, Κύριε: το ίδιο Πανάγιο Πνεύμα ας ευδοκήσει να αγιάσει τα δώρα αυτά, 118. Ενώνει τα χέρια, τα επιθέτει στα Δώρα και λέει:

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Ἀναγνωστικό Κατήχησης

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ

1-7 Ιανουαρίου 2018 Θεός

18 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Αἱ καθ Ἡμέραν Προσευχαί τοῦ Ὀρθοδόξου Χριστιανού. Ἀπόδειπνον Μικρόν (πρό ὕπνου). τοῦ Σταυροῦ κάνε μέ εὐλάβειαν τὸν σταυρόν σου.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Παρακλητικός Κανών στον Προφήτη Ελισσαίο

Transcript:

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ (+ Νικοδήμου Μητροπολίτου πρώην Πατρῶν, 2001) Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν. Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό: Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν. Ψαλμός ρμβ (142). Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ [1]

θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί. Καί εὐθύς ψάλλεται τετράκις ἐξ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων: Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Στίχ. γ. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Εἶτα τὸ τροπάριον. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς Δέσποινα βοήθησον, ἐφ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψης Σοὺς δούλους κενούς, Σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα [2]

Δόξα. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Παρθένε Θεοτόκε τοῦ κόσμου προστασία, καὶ χριστιανῶν ὀρθοδόξων, μεσίτρια καὶ σκέπη, προσδέχου τὴν δέησιν ἡμῶν, καὶ ταύτην προσάγαγε Χριστῷ, τῷ Υἱῷ Σου καὶ Σωτῆρι ἡμῶν Θεῷ. ᾯ Ἄξιόν ἐστι ψάλλειν δόξα τῷ ἐν Εἰκόνι τῇ σεπτῇ, ὡς βρέφος ἐν δεξιᾷ τῆς Μητρός, προσκυνουμένῳ καὶ εὐλογοῦντι ἡμᾶς. Καὶ νῦν. Θεοτοκίον. Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ψαλμός ν (50). Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ [3]

γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους. Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε Θεοτόκον. ᾨδὴ α. Ἦχος πλ. Δ. Ὑγρὰν διοδεύσας. Ἀξίως ὑμνῆσαι οὐκ εὐπορῶ, Δέσποινα τοῦ κόσμου Παναγία Μήτηρ Θεοῦ, ἀλλ ἐπάκουσόν μου καὶ προσδέχου, τὴν ταπεινὴν καὶ θερμήν μου παράκλησιν. Ξένον τὸ μυστήριον τὸ ἐν Σοί, Μῆτερ καὶ Παρθένε ἡ τεκοῦσα τὸν Λυτρωτήν, ἀλλ οἰκτήρισόν με καὶ παράσχου, ὡς ἀληθῶς πολυεύσπλαγχνος ἔλεος. Ἵλεων γενέσθαι μοι τὸν Χριστόν, δέομαι Παρθένε καὶ προστρέχω ταῖς Σαῖς εὐχαῖς, Σὲ τὴν Θεοτόκον μακαρίζων, πᾶσαν δ ἐλπίδα εἰς Σὲ ἀνατίθημι. Ὁ πάντων Δεσπότης καὶ Πλαστουργός, θείᾳ εὐδοκίᾳ ὁ σκηνώσας ἐν Σῇ γαστρί, ἄξιόν ἐστίν Σοι δι Ἀγγέλου, ὡς ἀληθῶς μακαρίζειν ἐκέλευσεν. ᾨδὴ γ. Οὐρανίας ἀψῖδος. [4]

Ναὸς ἔμψυχος οὖσα τοῦ Ἀχωρήτου Μητρόθεε, διὰ τὴν ἡμῶν σωτηρίαν ἐνανθρωπήσαντος, Αὐτὸν ἱκέτευε νῦν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ἡμῶν εἰσάκουσον τῶν παρακλήσεων. Ἐπὶ γῆς ἐν ἀνθρώποις τὴν εὐδοκίαν Θεοῦ Πατρός, Ἄγγελοι ὑμνοῦσι ὡς εἶδον Χριστοῦ τὴν Γέννησιν, Σὲ τὴν τεκοῦσαν δέ, παρακαλοῦμεν Παρθένε, σκέπε φρούρει φύλαττε, νῦν τὴν ζωὴν ἡμῶν. Σωτηρίαν εἰργάσω ἐν μέσῳ γῆς Κύριε, ὅθεν Σε ὑμνοῦμεν οἱ δοῦλοί Σου καὶ δοξάζομεν, ἐν τῇ ἀγάπῃ τῇ Σῇ, τῶν δωρεῶν Σου τυχόντες, τὴν ἀειμακάριστον σχόντες μεσίτριαν. Τὴν ἡμῶν σωτηρίαν οἰκονομῶν ὁ Πατήρ, τὸν Υἱὸν Αὐτοῦ εἰς τὸν κόσμον διὰ Σοῦ ἔπεμψε, σάρκα λαβεῖν ἐκ γαστρός, τῆς ἀκηράτου Σου Μῆτερ, ἵνα σώσῃ ἅπαντας τοὺς ὑμνολόγους Σου. Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν. Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Πρεσβείαις ταῖς Σαῖς προσφεύγοντες πανάχραντε, ἐλέους πηγὴν γινώσκομεν ἐν θλίψεσι, καὶ θερμῶς αἰτούμεθα, τῷ Υἱῷ καὶ Θεῷ Σου μεσίτευσον, ἐκ τῶν κινδύνων ῥύσασθαι ἡμᾶς, ὁ μόνος ὑπάρχων πολυέλεος. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. [5]

Ἱκετεύομεν Δέσποινα, ἐκ τοῦ οὐρανοῦ ἐφ ἡμᾶς ἐπίβλεψον, καὶ ἐλέους Σου ἀξίωσον, τοὺς Σοὶ πεποιθότας ἐκ πίστεως. Νέαν κτίσιν εἰσήνεγκε, κόσμῳ ὁ Υἱός Σου Παρθένε ἄχραντε, ἀναγέννησιν ἐκ Πνεύματος, τοῦ Ἁγίου δοὺς ἡμῖν σωτήριον. Ὢ πανύμνητε πρόσδεξαι, ὕμνον Σοι ὃν ψάλλομεν ἄξιόν ἐστι, Θεοτόκε μακαρίζει Σε, τὴν τιμιωτέρα τῶν Χερουβίμ. Σκέπην Σὴν ἐφαπλώσασα, ἐπὶ τὰ Σὰ τέκνα Μῆτερ Θεόνυμφε, ἐκ παντοίων νῦν διάσωσον, δεινῶν περιστάσεων τοὺς δούλους Σου. ᾨδὴ ε. Φώτισον ἡμᾶς. Μέγα ἀληθῶς, τὸ μυστήριον τοῦ Τόκου Σου, συνέλαβες ἀφράστως ἐν Σῇ γαστρί, τὸν Ζωοδότην Χριστὸν Παναγία Δέσποινα. Ἄξιόν ἐστιν, ἡ τεκοῦσα τὸν Θεάνθρωπον, τῷ θρόνῳ τῆς Τριάδος ἐν οὐρανῷ, παρισταμένη ἰσχύειν ὡς Θεομήτορα. Κάλλους Σου ἁγνή, ὁ Βασιλεὺς τοῦ παντὸς ἐπεθύμησε, Θύγατερ θεοδόξαστε Μαριάμ, κλῖνον τὸ οὖς Σου ἡμῶν ἐπακούουσα. Ἄγγελος Θεοῦ, ὤφθη Σοι εὐαγγελισάμενος, αὐτὸς δὲ πάλιν ἔφη τῷ ὑμνωδῷ, Σὲ μακαρίζειν ὡς ἄξιον ἀληθῶς ἐστιν. ᾨδὴ στ. Τὴν δέησιν. Ῥύομενος, ἐκ φθορᾶς καὶ πτώσεως, ὁ Υἱός Σου Θεοτόκε Παρθένε, τοὺς Σοὺς ἱκέτας διδοὺς σωτηρίαν, εὐγνωμοσύνης πληροῖ τὰς ψυχὰς ἡμῶν, πρὸς Σὲ μεσίτρια θερμή, καὶ ἡμῶν κραταιὸν καταφύγιον. [6]

Ἱλάσθητι, Πανοικτίρμων Κύριε, τοῖς δεινῶς ἡμαρτηκόσι Σοι δούλοις, ἐπικαμπτόμενος θείαις πρεσβείαις, τῆς Παναγίας Ἀχράντου Ἧς ἄξιόν ἐστιν, ἐν παῤῥησίᾳ μητρικῇ, αἰτουμένης εὑρεῖν Σε εὐήκοον. Ζωὴν ἡμῶν, ἐν κινδύνοις ἔκθετον, τῇ Σῇ σκέπῃ ἀσφαλῇ θεωροῦμεν, Ὑπεραγία Θεοτόκε βοήθει, καὶ ἀῤῥωστίας φυγάδευσον τάχιον, ὅτι ἐν Σοὶ μετὰ Θεόν, τὰς ἐλπίδας ἡμῶν ἀνεθέμεθα Ἐνώτισαι, Παναγία Δέσποινα, προσευχὴν ἡμῶν τῶν Σοὶ προσφευγόντων, καὶ τῶν πενήτων Σου μὴ ἐπιλάθη, Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα, ἀναξιότητα ἡμῶν, ἐν πολλοῖς συνειδότες οἱ δοῦλοί Σου. Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Κοντάκιον. Ἦχος β. Προστασία τῶν Χριστιανῶν. Προστασίαν Σε ἀπὸ τῶν κινδύνων κεκτήμεθα, παῤῥησίαν δὲ πρὸς τὸν Ὑπεράγαθον ἔχομεν, Παναγία Μῆτερ Θεοῦ ἐλέησον ἡμᾶς, μεσιτεύουσα τῷ Λυτρωτῇ, τὰς ἁμαρτίας παριδεῖν, τῶν πιστῶς κραυγαζόντων Σοι πρόφθασον ἐν ἀνάγκαις, καὶ σπεῦσον ἐν ἀσθενείαις, ἀπὸ δεινῶν καὶ συμφορῶν, ῥυσθῆναι τοὺς τιμῶντάς Σε. Προκείμενον: Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν Σου, ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη. Στ.: Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Εὐαγγέλιον, κατὰ Ματθαῖον (Ι, 11-13, 20) [7]

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Ἄξιός ἐστιν ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ, εἰς ἣν δ ἂν πόλιν ἢ κώμη εἰσέλθητε, ἐξετάσατε τὶς ἐν αὐτῇ, ἄξιός ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτὴν λέγοντες Εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν μὲν ᾗ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ αὐτήν, ἐὰν δὲ μὴ ᾗ ἡ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Δόξα: Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι... Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου... Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Παναγία Δέσποινα, παρακαλοῦμέν Σε σῶσον, ἡμᾶς καὶ κατεύνασον, τῶν παθῶν τὸν τάραχον τῇ Σῇ χάριτι, δωρεὰν δὸς ἡμῖν, ἐκ πηγῆς ζωήῤῥυτα, τοῦ ἐλέους Σου τὰ νάματα, τοῦ Ἰησοῦ Χριστοῦ, θείᾳ εὐδοκίᾳ Θεόνυμφε, ὅπως διὰ βίου, δοξάζομεν τὸ Ὄνομα Αὐτοῦ, καὶ Σὲ πιστῶς μακαρίζομεν, τὴν ἀειμακάριστον ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Ἱερέων δεήσεις καὶ τῶν πιστῶν ἱκεσίας πρόσδεξαι Δέσποινα, Εἰκόνα Σου τὴν θείαν, ἐν τῷ σεπτῷ ναῷ Σου, ἀσπαζόμενοι ψάλλομεν Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ναὸς ἔμψυχος οὖσα τοῦ ἐκ Σοῦ σαρκωθέντος θείῳ βουλήματι, Παρθένε Θεοτόκε, Λόγου Θεοῦ γεννῆτορ, ἐκδυσώπει ᾧ ψάλλομεν Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Σὸν ναὸν περιέπει τοῦ λαοῦ Ἐκκλησία Μῆτερ Θεοῦ ἡμῶν, ἐν τούτῳ τῷ τεμένει, τῶν θείων κηρυγμάτων ἔνθα ὕμνον ἐξάδομεν Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. [8]

Ἐν τῷ θείῳ ναῷ Σου ὑμνωδίαν προσδέχου ὡς ἄξιόν ἐστιν, ἀεὶ Σὲ μακαρίζει, ἅμα τῇ παρακλήσει, πρὸς Χριστὸν ᾧ προσάδομεν Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η. Τὸν Βασιλέα. Θεογεννῆτορ, καὶ ἀειπάρθενε Κόρη, κεχαρίτωσαι ὑπὸ τοῦ Ὑψίστου, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Εὐλογημένη, ἐν γυναιξὶ Θεοτόκε, Ἣν ὑμνοῦμεν στρατιαὶ τῶν Ἀγγέλων, Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ὁ ἐν Τριάδι, Θεὸς ὁ κτίσας τὸν κόσμον, προορῶν Σε Παναγία Παρθένε, Μητέρα Θεοτόκον, γεραίρει εἰς αἰῶνας. Τιμιωτέρα, τῶν Χερουβὶμ ἀνυψώθης, Σεραφὶμ ἐνδοξοτέρα Παρθένε, ὅθεν Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Ὁ Ἄγγελος τὸ Χαῖρε, ἐβόα Θεοτόκε, ἡμεῖς δὲ Σὲ μεγαλύνομεν παμμακάριστε, ἐπικαλούμενοι πάντες τὴν Σὴν βοήθειαν. Κλέος τῶν Ὀρθοδόξων, ὡράϊσμα καὶ δόξα, τῆς Ἐκκλησίας τὸ καύχημα καὶ εἰκόνισμα, Σὲ δυσωποῦμεν Παρθένε καὶ μεγαλύνομεν. Οἰκτίρμονα Υἱόν Σου, αἰνοῦμεν εὐλογοῦμεν, καὶ σὺν Πατρὶ προσκυνοῦμεν καὶ Θείῳ Πνεύματι, Σὲ Θεομῆτορ τιμῶντες καὶ μεγαλύνοντες. Ναμάτων Σου τὰ ῥεῖθρα, ἔκχυσον Θεοτόκε, καὶ ἰατρείαν παράσχου ψυχῆς καὶ σώματος, ἵνα συμφώνως ἐν πίστει Σὲ μεγαλύνομεν. [9]

Μεγαλυνάρια. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν. Ἄξιόν ἐστίν Σοι ὡς ἀληθῶς, ἄχραντε Παρθένε, Θεοτόκε ἐλπὶς ἡμῶν, τὸν μακαρισμόν Σου ἐν ὕμνοις ἀναμέλπειν, καὶ δέησιν προσάγειν ἐν ὥραις θλίψεων. Ἄξιον καὶ πάλιν Μήτηρ Θεοῦ, τὴν εὐχαριστίαν ἀναγράψαι Σοι υἱϊκῶς, οἱ ἐν ἀσθενείαις, ἀνάγκαις καὶ κινδύνοις, τὴν λύτρωσιν εὑρόντες τῇ μεσιτείᾳ Σου. Παράκλησιν δέξαι ὡς ἀγαθή, Μήτηρ τοῦ Σωτῆρος καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ὅπως ἐπιβλέψῃς, διδοῦσα προστασίαν, ὡς ἄξιόν ἐστίν Σοι φιλανθρωπεύεσθαι. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς. Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. [10]

Πάντων, ἡ ἐλπὶς χριστιανῶν, τῶν ὑπὸ τὴν Σὴν προστασίαν, τελούντων Μῆτερ Χριστοῦ, καὶ τὴν μεσιτείαν Σου, ἐκδεχομένων θερμῶς, δὸς ἡμῖν θεῖον ἔλεος, καὶ μὴ ἀποῤῥίψης, ἀπὸ τοῦ προσώπου Σου, τοὺς Σοὶ προσπίπτοντας, Ἄξιόν ἐστι Παναγία, τὸ Σὲ ἀληθῶς μεγαλύνει, τὴν πολλὰ πρὸς Κύριον ἰσχύουσαν. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου. Δι εὐχῶν. [11]