Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ



Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

- 1 / 15 - ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master. Noun: Neuter, ἔργον - D2.2 Meaning: work

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

24 ΑΠΡΙΛΙΟΥ 2016 Τῼ ΣΑΒΒΑΤῼ ΤΟΥ ΛΑΖΑΡΟΥ ΕΣΠΕΡΑΣ

ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ. ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος 4 καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ

24 ΑΥΓΟΥΣΤΟΥ 2012 ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Προέδρου τῆς Ιερᾶς Συνόδου τῶν Ενισταμένων. Μικρὸ Προσευχητάρι. Εκδοσις δ βελτιωμένη καὶ ἐπηυξημένη

5 ΑΥΓΟΥΣΤΟΥ 2013 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

Η ΚΑΡΔΙΑ ΤΗΡΗΣΕ ΕΝΟΣ ΛΕΠΤΟΥ ΣΙΓΗ. Ἡ καρδιά (ἔλεγε κάποτε ὁ γέροντας Παΐσιος) εἶναι ὅπως τό ρολόι.

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

Παρακλητικός κανών καί Χαιρετισμοί εἰς τόν Τίμιον Σταυρόν

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

09 ΜΑΡΤΙΟΥ 2013 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΟ ΤΗΣ ΑΠΟΚΡΕΩ ΕΣΠΕΡΑΣ

25 ΜΑΡΤΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ * * * * *

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΓΑΜΟΥ. Ἐπιμέλεια: Στέφανος Σουλδάτος Καλλιτεχνικό Μελώδημα (Εργαστήρι Παραδοσιακής Μουσικής

Παρακλητικός Κανών στον Άγιο Κοσμά τον Αιτωλό

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

10 ΜΑΡΣΙΟΤ 2017 Σῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος ἑσπέρας ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Β τάσεως τῶν Χαιρετισμῶν

Παρακλητικός Κανών εἰς τὸν Ἅγιον Νικόλαον Πλανᾶν (προστάτη τῶν ἐγγάμων)

Κανὼν τοῦ Γερασίμου εἰδικὸς ἐπὶ ἐμπρησμοῖς δασῶν. βλ. Θεοτοκάριον Γερασίμου σελ.334

Κυριακή 28 Ὀκτωβρίου 2018

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ. Ψαλμός ρμβ (142)

Μεγαλο Αποδειπνο. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ. ψαλμός ρμβ (142)

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

29 Ἰουνίου Πέτρου ( 64) καὶ Παύλου ( 67) τῶν πρωτοκορυφαίων ἀποστόλων

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

6 Ἰουνίου 2019 Τῆς Ἀναλήψεως ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ' ΩΡΑΣ. Τεσσαρακοστῆς. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ει εις πο ο ολ λα α α α Μ ε τη η η η Δε ε ε

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

ΜΙΚΡΟΣ ΑΓΙΑΣΜΟΣ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΙΕΡΕΥΣ

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. (Ὁ Λαὸς ἐγείρεται.) Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

1 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Γ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

\ ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ. \ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (14/09/13)

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013 Δευτέρα. Εὐφημίας μεγαλομάρτυρος τῆς πανευφήμου ( 304). Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ (15/9/13)

Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (2/02/13)

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ.

ΚΥΡΙΑΚΗ Ε' ΤΩΝ ΝΗΣΤΕΙΩΝ Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεὼν τοῦ ἐν Περσίδι, καὶ τῶν σὺν αὐτῷ. ΚΥΡΙΑΚΗ ΠΛ Α' ΗΧΟΣ

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (22/8/2014)

18 ΟΚΤΩΒΡΙΟΥ Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (17/10/12)

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 2. Τριτη

ΚΥΡΙΑΚΗ Ε' ΤΩΝ ΝΗΣΤΕΙΩΝ Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεὼν τοῦ ἐν Περσίδι, καὶ τῶν σὺν αὐτῷ. ΚΥΡΙΑΚΗ ΠΛ Α' ΗΧΟΣ

26 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου καί πανευφήμου Ἀποστόλου καί Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου.

1st and 2nd Person Personal Pronouns

\ ΚΥΡΙΑΚΗ ΙΔ ( Α ΛΟΥΚΑ ). \ Μνήμη Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

6 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Νικολάου ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ ( 330).

4 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Τῶν ἑπτὰ παίδων τῶν ἐν Εφέσῳ. Ηχος πλ. α, ἑωθινὸν ϛ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (3/8/13)

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 1. Δευτερα

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

10 ΑΠΡΙΛΙΟΥ Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ. βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

17 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Ιʹ ΜΑΤΘΑΙΟΥ. (ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ) Μύρωνος μάρτυρος. Ἦχος αʹ. Ἑωθινὸν Ιʹ Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (16/8/14)

18 ΙΑΝΟΥΑΡΙΟΥ ΚΥΡΙΑΚΗ

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

2 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος α, ἑωθινὸν δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (1/12/12)

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

ΕΣΠΕΡΑΣ \ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀγγαίου Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος δ.

ΚΥΡΙΑΚΗ Β. Ἡ Σύναξις τῶν Ἁγίων Ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος αʹ.

ει εις πο ο ολ λα α α α

ὁ β χορός ὁ α χορός Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. ὁ β χορός ὁ α χορός

17 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος

ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ Ψαλμός ρμβ (142)

8 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Σάββατον. ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (7/9/2012)

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 5. Παρασκευησ

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Αὕτη δ ἐστίν ἡ καλουμένη πόλις καί ἡ κοινωνία ἡ πολιτική.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ( 390). Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ

Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).

ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

Transcript:

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ Εἰς τήν Ὁσίαν Θωμαΐδα τήν ἐκ Λέσβου, Προστάτιδα τῆς συζυγίας Εὐλογήσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ ψαλμοῦ ρμβ (142) Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἐπ' ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπ' ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρός σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἔνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σού εἰμι. Κυρίου. Καί εὐθύς ψάλλομεν εἰς ἦχον δ Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι ΟΡΘΟ ΟΞΗ ΚΟΙΝΟΤΗΤΑ " σ α Θωµα " 1

Στίχ. α Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ. Στίχ. β Πάντα τά ἔθνη ἐκύκλωσάν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Στίχ. γ Παρά Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν. Εἶτα, τά καθίσματα Ἦχος δ'. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ Αἱ τοῖς συζύγοις τοῖς δυστρόποις προσκρούουσαι, καί τάς ψυχάς ὑμῶν καί σώματα φθείρουσαι, κατεπειγόντως σπεύσατε ἰδεῖν σύζυγον ἀπτόητον, πρός βολάς τοῦ συζύγου, καί καθυπομένουσαν τάς ἐκ τούτου βασάνους τήν Θωμαΐδα ὑμνήσω τήν σεπτήν, Λέσβου ἁπάσης, Ἑλλάδος τε καύχημα. Δόξα Πατρί... Ὅμοιον Οἱ ταῖς βασάνοις τῆς ζωῆς συντριβόμενοι, καί ταῖς αἰκίαις τοῦ βελίαρ καμπτόμενοι, πρός Θωμαΐδα στρέψατε τόν νοῦν, καί τούς ὀφθαλμούς ψυχῆς, καί θεάσασθε σθένος, δι οὗ καθυπέμεινε πειρασμούς τοῦ Στεφάνου, τοῦ ἀκανθώδους ὄντως καί σκαιοῦ, συζύγου ταύτης, καί θάρσος αντλήσατε. Καί νῦν... Θεοτοκίον Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τάς δυναστείας σου, λαλεῖν οἱ ἀνάξιοι εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ 2

Εἶτα τόν Ν (50) ψαλμόν Ἐλέησόν με ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα. Ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ, ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ, ἀλήθειαν ἠγάπησας τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀποῤῥίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό πνεῦμα σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησαν θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών, καί οἰκοδομηθήτω τά τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους. ΟΡΘΟ ΟΞΗ ΚΟΙΝΟΤΗΤΑ " σ α Θωµα " 3

Καί εὐθύς ψάλλεται ὁ Κανών Ὠδή α'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας... Θωμᾶ Ἀποστόλου συνώνυμε, ἡ χάριν λαβοῦσα Ἀποστόλων ἱκέτευε, εἰρήνην ἐλθεῖν ἐν τῇ ψυχῇ μου, καί ἠρεμίαν καρδίᾳ καί σώματι. Ὦ σύζυξ γενναία τε καί πιστή συζύγῳ ἀπίστῳ καί ἀδίκῳ ἐκδικητῇ, εἰρήνην συζύγοις νῦν παράσχου, τάς τοῦ βελίαρ παγίδας συντρίβουσα. Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι Ματαίως ἐπείρασε Θωμαΐς ὁ Στέφανος τότε, τό τε σῶμά σου καί ψυχήν, πυκτεύων καί δέρων καί ὕβρεις ἐκτοξεύων, καί μή διασαλεύων σοῦ τό στερέμνιον. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Αμήν Ἀπείρῳ στοργῇ Σου Μῆτερ ἁγνή, Μαρία Παρθένε, ἀγκαλίζου τήν ταπεινήν ψυχήν μου, ὠδύναις ποικίλαις πεπαρμένην, καί δίδου μοι εἰρήνην, θάρρος καί δύναμιν. Ὠδή γ'. Οὐρανίας ἀψίδως... Ἰδιόρρυθμα ζεύγη, ὦ Θωμαΐς, σύ διόρθωσον, ταῖς πρός τόν Δεσπότην πρεσβείαις σου καί δεήσεσι, καί συφιλίωσον ταῦτα εἰς τέλος, ἁγία, ἵν ἐκ πόθου κράζωσι Δόξα Σοι, Κύριε. ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ 4

Δυναταῖς σου πρεσβείαις, ὦ Θωμαΐς, ἐκδυσώπησον μέγαν τε καί μόνον Δυνάστην ὑπέρ τῶν δούλων σου, τῶν ὁμοζύγων δή, ὧν συζυγία χωλαίνει, καί σταθηρόν ποίησον τούτων τόν σύνδεσμον. Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι Ἀνδρῶν ὅσων ἡ πίστις τε καί τά ἔργα ἀπάδουσι, πρός ἐπαγγελίας καί ὅρκους οἷς ἐδεσμεύθησαν, ταῖς ὁμοζύγοις δή, καί ἐκκλησίας Νυμφίῳ, συζυγίας στήριξον καί διατήρησον. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Αμήν Λύπην πᾶσαν ἀπόθου ἐκ τῆς καρδίας, Ἀνύμφευτε Νύμφη τοῦ Θεοῦ τοῦ Ὑψίστου, καί Μῆτερ Ἄχραντε, Υἱοῦ καί Λόγου τε, καί τῶν συζύγων ἁπάντων, οὕς καί καταπράϋνον καί καλοφρόνησον. Καί τά Ἐφύμνια Ἄμεμπτε ἐν τοῖς συζύγοις ὑπάρχουσα, Θωμαΐς μου, τούς παραπέοντας συζύγους, πρεσβείᾳ σου, στήριξον, ὡς ἔχουσα πρός Θεόν παῤῥησίαν. Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος. Εἶτα μνημονεύει ὁ Ἱερεύς: Ἐλέησον ἡμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον. Ὁ Χορός: Κύριε, ἐλέησον (γ ). Ὁ ἱερεύς: Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἰακώβου καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. ΟΡΘΟ ΟΞΗ ΚΟΙΝΟΤΗΤΑ " σ α Θωµα " 5

Ὁ Χορός: Κύριε, ἐλέησον (γ ). Ὁ ἱερεύς: Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τῇ πόλει καί τῇ νήσῳ ταύτῃ, πάντων τῶν ἐν σεμνῷ γάμῳ διαγόντων καί ὑπέρ τῶν δούλων του Θεοῦ (καί μνημονεύει τά ὀνόματα ἐκείνων, δι οὕς ἡ Παράκλησις τελεῖται). Ὁ Χορός: Κύριε, ἐλέησον (γ ). Ὁ ἱερεύς: Ὅτι Ἐλεήμων καί Φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ὁ Χορός: Ἀμήν Καί εἶτα, ψάλλομεν τό Κάθισμα Ἦχος β'. Τά ἄνω ζητών... Ἀγάπῃ θερμῇ καί πίστει πρός Κύριον, καί πάντας ὁμοῦ ἐν βίῳ σου πανεύφημε, εἰργάσθης καλῶς καί ηὔξησας τάλαντα, ἅ δέδωδέ σοι Χριστός ὁ Νυμφίος σου καί οἱ γονεῖς σου, παιδείᾳ ἐπηύξησαν. Ὠδή δ'. Εἰσακήκοα Κύριε... Εἰσακήκοε Κύριος τῶν πιστῶν γονέων σου, καί ἱκάνωσε τῆς μητρός σου μήτραν ὅτε σε, ἐν γαστρί συνέλαβε καί ἔτεκε. Σήν ἐξέλιξιν, Ἄχραντος Μήτηρ τοῦ Κυρίου σου προεμήνυσε τῇ μητρί σου, ὅτε θαύματι ἐν γαστρί αὐτῆς σε περιέκρυβε. ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ 6

Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι Βέλη πάντα ἀπέκρουσας τά πεπυρωμένα, ἅ ἐξηκόντισεν ὁ βελίαρ κατά σοῦ σεμνή, καί ἀπήμων ὄντως σύ διέμεινας. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Αμήν Ἴδε, Νύμφη Ἀνύμφευτε, τῶν συζύγων πάντων ἕλκη καί τραύματα, Θωμαΐδος τε δεήσεσι, ταῦτα πάντα ἐξυγείανον. Ὠδή ε'. Φώτισον ἡμᾶς... Δόξῃ καί τιμῇ σύ ἐστέφθης, ταῖς γονέων σου προτροπαῖς τε καί δεήσεσι πολλαῖς, τόν ἀκάνθινόν σου στέφανον φορέσασα. Ἄμεμπτον εὐνήν, Θωμαΐς, σου διετήρησας καί ἁγνείᾳ καί σεμνότητι πολλῇ, συζυγίαν σου Κυρίῳ ἀνατέθεικας. Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι Ναίουσα, ἁγνή, ἐν πελάγει τῷ τῶν θλίψεων, ἅς προὐξένει καθ ἡμέραν σός ἀνήρ, στέφανόν σου τόν ἀκάνθινον ἀπέλαβες. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Αμήν ΟΡΘΟ ΟΞΗ ΚΟΙΝΟΤΗΤΑ " σ α Θωµα " 7

Ἔλεος, Ἁγνή καί εἰρήνην πᾶσι δώρησαι, ταῖς Θωμαΐδος δεήσεσιν ἱεραῖς, καί συζύγους παραπέοντας σύ στήριξον. Ὠδή στ'. Τήν δέησιν ἐκχεῶ πρός Κύριον... Κατῴκησας ἐν τῇ Λέσβῳ τό πρῶτον, ἔνθα οἶδας τό φῶς τοῦ ἡλίου γονεῦσι σου, Μιχαήλ καί Καλλίστη, οἵ καί τά φῶτα τά θεῖα σοι ἔδωκαν καί εἶτα ᾦκησας μετά, Κωνσταντίνου τῇ Πόλει, συζύγου σου. Παλαίουσα νοερῶς καί νικῶσα, τάς αἰκίσεις συζύγου σου τότε ἐπέδειξας καρτερίαν καί πίστιν, ἐκδυσωποῦσα Χριστόν σου πανεύφημε καί γέγονας ὑπογραμμός ὁμοζύγων, τελούντων ἐν θλίψεσι. Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι Ὁμότροπος τῶν ἁγίων ἐγένου, Θωμαΐς ἐν τῇ Λέσβῳ καί Πόλει ἔνθα καλῶς ἐπορεύθης, ὡς νύμφη τοῦ τε Χριστοῦ καί Στεφάνου σου ἄμεμπτε, καί πάντων τούτων, ἀρετάς συνείγηρας, ἁγία, καί τρόπαια. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Αμήν Θεόνυμφε Παναγία Παρθένε, Μήτηρ οὖσα Υἱοῦ καί Θεοῦ Σου μνημόνευε Σῶν τεκνίων, ἐν βίῳ προσπαλαιόντων βελίαρ τά ἔνεδρα, καί δίδου πᾶσιν εἰσελθεῖν, καί λαβεῖν Παραδείσου τά ἔπαθλα. Καί τά Ἐφύμνια ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ 8

Ἄμεμπτε ἐν τοῖς συζύγοις ὑπαρχουσα, Θωμαΐς μου, τούς παραπέοντας συζύγους πρεσβείᾳ σου στήριξον, ὡς ἔχουσα πρός Θεόν παῤῥησίαν. Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν. Δέησις ὑπό τοῦ Ἱερέως καί ψάλλομεν τό Κοντάκιον Ἦχος β'. Προστασία τῶν Χριστιανῶν... Προστασία τῶν Χριστιανῶν τῶν τῆς Πόλεως, γοητείᾳ δέ τῶν ἐναρέτων σου πράξεων, ἀνεδείχθης φάρος ὁ θεῖος, ἀσφαλῶς καθοδηγῶν ὁμοζύγους τῷ Χριστῷ, εἰς ὁδόν τοῦ Κυρίου σου θείαν σου καρτερίαν, σώματός τε ἁγνείαν, ὦ Θωμαΐς, δίδου κἀμοί, ἵνα πόθῳ ἀνυμνήσω σε. Εἶτα ψάλλομεν τό α' ἀντίφωνο τοῦ δ' ἤχου Ἐκ νεότητός μου, πολλά πολεμεῖ με πάθη ἀλλ αὐτός ἀντιλαβοῦ, καί σῶσον Σωτήρ μου. (Δίς) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπό τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρί ἔσεσθε ἀπεξηραμένοι. (Δίς) Δόξα Πατρί. Ἁγίῳ Πνεύματι, πᾶσα ψυχή ζωοῦται, καί καθάρσει ὑψοῦται λαμπρύνεται τῇ Τριαδικῇ Μονάδι, ἱεροκρυφίως. Καί νῦν καί ἀεί. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τά τῆς χάριτος ῥεῖθρα ἀρδεύοντα ἅπασαν τήν κτίσιν, πρός ζωογονίαν. ΟΡΘΟ ΟΞΗ ΚΟΙΝΟΤΗΤΑ " σ α Θωµα " 9

Καί εὐθύς τό Προκείμενον, ἦχος δ Ὑπομένων, ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου. (Δίς) Στίχος: Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατηύθυνε τά διαβήματά μου. Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου. Ὁ Ἱερεύς: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν. Ὁ Χορός: Κύριε, ἐλέησον (γ ). Ὁ ἱερεύς: Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι. Ὁ Χορός: Καί τῷ πνεύματί σου. Ὁ ἱερεύς: Ἐκ τοῦ κατά Ματθαῖον ἁγίου Εὐαγγελίου, τό Ἀνάγνωσμα. Πρόσχωμεν. Ὁ Χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι. Ὁ ἱερεύς: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Ἰδού ἐγώ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καί ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δέ ἀπό τῶν ἀνθρώπων παραδώσουσι γάρ ὑμᾶς εἰς συνέδρια, καί ἐν συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καί ἐπί ἡγεμόνας δέ καί βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καί τοῖς ἔθνεσιν. Ὅταν δέ παραδιδῶσιν ὑμᾶς, μή μεριμνήσετε πῶς ἤ τί λαλήσετε δοθήσετε γάρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε οὐ γάρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλά τό Πνεῦμα τοῦ Πατρός ὑμῶν, τό λαλοῦν ἐν ὑμῖν. Παραδώσει δέ ἀδελφός ἀδελφόν εἰς θάνατον, καί πατήρ τέκνον καί ἐπαναστήσονται τέκνα ἐπί γονεῖς, καί θανατώσουσιν αὐτούς. Καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομά μου ὁ δέ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ὁ Χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι. ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ 10

Ἦχος β. Δόξα Πατρί... Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἑμῶν ἐγκλημάτων. ἐγκλημάτων. Καί νῦν... Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἑμῶν Στίχος: Ἐλεησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι... Πᾶσαν ἀποθέμενοι, οἱ σοί γεννήτορες προῖκα, ἐν τῇ Λέσβῳ ᾤκησαν, Κωνσταντίνου Πόλιν τε τήν πανθαύμαστον, καί ἐκεῖ ἔζησαν, ταπεινῷ τῷ τρόπῳ, ἐκδεχόμενοι βοήθειαν, τῶν θαυμαζόντων δή, διά ἀρετάς ἅς ἐπέδειξαν ταπείνωσιν, ἐγκράτειαν, καί ὑπομονήν τήν σωτήριον Θωμαΐς Ὁσία, καί τούτους ἐναπέθου τῷ Θεῷ, τόν μέν πατέρα κηδεύσασα, τήν δέ μητέρα μονάσασαν. Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου ἐπίσκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς ὕψωσον κέρας Χριστιανῶν Ὀθροδόξων, καί κατάπεμψον ἐφ' ἡμᾶς τά ἐλέη σου τά πλούσια πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας δυνάμει τοῦ Τιμίου και Ζωοποιοῦ Σταυροῦ προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων ἱκεσίαις τοῦ Τιμίου, ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καί οἰκουμενικῶν ΟΡΘΟ ΟΞΗ ΚΟΙΝΟΤΗΤΑ " σ α Θωµα " 11

διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου τοῦ ἐν ἁγίοις Πατρός ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ θαυματουργοῦ τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων τῶν Ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν τῆς Ὁσίας ἡμῶν Μητρός Θωμαΐδος τῆς ἐκ Λέσβου, προστάτιδος τῆς συζυγίας τῶν ἁγίων καί δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης τοῦ ἁγίου (τῆς ἡμέρας) καί πάντων σου τῶν ἁγίων. Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἡμᾶς. Ὁ Χορός: Κύριε, ἐλέησον (γ ). Ὁ ἱερεύς: Ἐλέει καί οἰκτιρμοῖς καί φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ οὗ εὐλογητός εἶ, σύν τῷ Παναγίᾳ καί ἀγαθῷ καί ζωοποιῷ Σου Πνεύματις, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ Χορός: Ἀμήν. Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας... Στερηθεῖσα, Ὁσία, τῶν τοῦ βίου ἡδέων, προσεκολλήθης Θεῷ καί ὀρφανοῖς τά σῖτα προσνέμουσα πλουσίως καί ἀπόρους ψωμίζουσα καί πλήρεις πάντων ἀγαθῶν, τόν Θεόν σου, ἁγία, ηὐλόγησαν. Προσευχαῖς καί νηστείᾳ, ὕμνοις τε καί θυσίαις, μῆτερ, ἐβίωσας Χριστοῦ τήν θείαν χάριν καί τό ἔλεος, μέγα καταπλουτίσασα τό σῶμα σου καί τήν ψυχήν τῷ Κυρίῳ, ὦ μῆτερ, ἀνέθηκας. Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ 12

Παραδείσου τά κάλλη ἰδεῖν κατηξιώθης, μῆτερ ἀκήρατε, ὦ Θωμαΐς Ὁσία, λαβεῖν τε τα βραβεῖα τῶν ἀγώνων, ἀήττητε, οὕς ἔτλης διά τόν Χριστόν, εὐλογοῦσα Αὐτόν καί δοξάζουσα. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Αμήν Θωμαΐδος πρεσβείαις, Κυρία Θεοτόκε, νῦν, ἐκδυσώπησον Κύριον καί Θεόν σου καί ἡμῶν τόν Σωτῆρα, ὅπως οἰκτείρῃ με καί σώσῃ με ἐκ τῶν δεινῶν, ἵνα πόθῳ κἀγώ εὐλογήσω σε. Ὠδή η'. Τόν Βασιλέα... Ἐρράπιζέ σε παρειαῖς, ὁ σός σύζυξ καί ἐλάκτιζε λαγόνας σου μῆτερ ἀλλά, σύ, οὐδόλως ἐλύγισας τοῖς πόνοις. Ταπείνωσιν, ὑπομονήν, καρτερίαν, σύ ἐπέδειξας συζύγῳ σου μήτερ, Θωμαΐς ἁγία, καί ἔλαβες τά γέρα. Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι Ἐλευθερίαν, σύ προείλου Κυρίου, καί δουλείαν σοῦ συζύγου ἐδέχθῃ ὅθεν καί ἀγάλλῃ, εἰς πάντας τούς αἰῶνας. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Αμήν Ὑμνεῖν ἀξίως Σε, ὦ Μῆτερ Παρθένε, καταξίωσον σούς παῖδας καί πάσας στήριξον, Κυρία, πιστῶν τάς συζυγίας. ΟΡΘΟ ΟΞΗ ΚΟΙΝΟΤΗΤΑ " σ α Θωµα " 13

Ὠδή θ'. Κυρίως Θεοτόκον... Ὦ Θωμαΐς, ἐτύφθης πυγμαῖς τοῦ σοῦ συζύγου, καί λακτισμοῖς ἀπηνῶς τῇ φθαρτῇ σου σαρκί καί ἀπενεύρωσας τούτου τήν μῆνιν ἄμεμπτε. Νενίκηκε πρός ὥραν, ὁ σός σύζυξ, ἁγία, ταῖς τῆς κακίας βολαῖς τε καί πάσαις ποιναῖς δι ὧν σόν σῶμα ἐκάμφθη καί γῇ ἐπέστρεψε. Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι Ἰδεῖν κατηξιώθη ὁ σός σύζυξ, ἁγία, θαυματουργίας σου θείας, ἐν τάφῳ συρθείς καί, δαιμονόπληκτος ὤν, σοί ἠλευθέρωται. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Αμήν Κυρίως Θεοτόκον, Σέ ὁμολογοῦμεν, οἱ διά Σοῦ σεσωσμένοι Παρθένε Ἁγνή σύν Θωμαΐδι Λεσβίᾳ, Σέ μεγαλύνοντες. Καί ἀμέσως τά Μεγαλυνάρια Ἄξιον ἐστιν, ὡς ἀληθῶς μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σε μεγαλύνομεν. Ὅλῃ σου καρδίᾳ τε καί ψυχῇ, προσῆλθες Κυρίῳ, καταπτήσασα τά τῆς γῆς ἡδέα καί πάντα τά ἔνεδρα βελίαρ ἐξέκλινας, Ὁσία, καί πόλον ᾤκησας. ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ 14

Ἤθλησας ἐν πόνοις μαρτυρικοῖς, Θωμαΐς Ὁσία, καί κατῄσχυνας τόν ἐχθρόν ὅθεν ἐδοξάσθης παρά Θεοῦ πλουσίως, καί νέμεις τοῖς αἰτοῦσι, τήν σήν βοήθειαν. Δός μοι καρτερίαν τήν σήν ἁγνή, Θωμαΐς Ἁγία, ἵνα πάντα τά ἐν τῇ γῇ σκαιά τε καί ἡδέα ἐκφεύγω μετά πόθου, καί εὕρω σε ἐν πόλῳ συναντιλήπτορα. Ἡμᾶς τούς σούς παῖδας, μῆτερ ἁγνή, Θωμαΐς Ὁσία, καθοδήγησον τοῦ ἰδεῖν ἀξίαν συζυγίας τῆς ἐν Χριστῷ καί ταύτην ἐκ πίστεως στηρίζειν καί συντηρεῖν ὡς χρή. Ὁδήγησον πάντας τούς νεαρούς συζύγους Κυρίῳ, καί ἀνάθου αὐτούς Θεῷ ἵν εὕρωσι πίστιν, ὑπομονήν ὡσαύτως, χριστοτερπῆ τε βίον καταπολαύσωσι. Σαινόμενα ζεύγη, ὦ Θωμαΐς, συντήρησον, μῆτερ, ταῖς πρεσβείαις σου ταῖς θερμαῖς καί ταῦτα παράθου Κυρίῳ τῷ Θεῷ σου, ἵνα αὐτοῖς δωρήσῃ βίον ἀνέφελον. Ὀρθόδοξον Κοινότητα, Θωμαΐς, εὐλόγησον, μῆτερ, καί τούς κτίτορας σοῦ Ναοῦ ὅν ἤγειραν πόθῳ καί πίστει τελεούσῃ, ἵνα ἐν παρρησίᾳ πρός σε προσφεύγωσι. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς. Ὁ Ἀναγνώστης: Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ ) Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΡΘΟ ΟΞΗ ΚΟΙΝΟΤΗΤΑ " σ α Θωµα " 15

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον Κύριε, ἐλέησον Κύριε, ἐλέησον. Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον. Καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καί μη εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ. Ὁ ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ Χορός: Ἀμήν. Ἀπολυτίκιον Ἦχος δ'. Ταχύ προκατάλαβε... Τάς θλίψεις τοῦ βίου σου, ὡς προσφοράν λογικήν, Χριστῷ προσενέγκασα, τήν τῶν θαυμάτων ἰσχύν, Ὁσία, αντείληφας. Ὅθεν ὡς συζυγίας ὑποτύπωσιν θείαν, μέλπομεν, Θωμαΐς σε, καί πιστῶς σοι βοῶμεν χαῖρε τῆς νήσου Λέσβου, σεμνόν ἐγκαλλώπισμα. Εἶτα μνημονεύει ὁ Ἱερεύς: Ἐλέησον ἡμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον. Ὁ Χορός: Κύριε, ἐλέησον (γ ). Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἰακώβου καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ὁ Χορός: Κύριε, ἐλέησον (γ ). ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ 16

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τῇ πόλει καί τῇ νήσῳ ταύτῃ, πάντων τῶν ἐν σεμνῷ γάμῳ διαγόντων καί ὑπέρ τῶν δούλων του Θεοῦ (καί μνημονεύει τά ὀνόματα ἐκείνων, δι οὕς ἡ Παράκλησις τελεῖται). Ὁ Χορός: Κύριε, ἐλέησον (γ ). Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν, πόλιν καί νῆσον ταύτην, καί πᾶσαν πόλιν καί χώραν, ἀπό λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν ἀγαθόν καί φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ αποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον τήν καθ' ἡμῶν κινουμένην, καί ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης ἡμῖν δικαίας αὐτοῦ ἀπειλῆς, καί ἐλεῆσαι ἡμᾶς. Ὁ Χορός: Κύριε, ἐλέησον (γ ). Ὁ ἱερεύς: Ἔτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καί ἐλεῆσαι ἡμᾶς. Ὁ Χορός: Κύριε, ἐλέησον (γ ). Ὁ Ἱερεύς: Ἐπάκουσον ἡμῶν, ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν καί ἵλεως, ἵλεως γενοῦ ἡμῖν Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἡμῶν, καί ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ Χορός: Ἀμήν. Ὁ Ἱερεύς: Δόξα Σοι, ὁ Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα Σοι. Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας Αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων, τῶν ὁσίων καί θεοφόρων Πατέρων ἡμῶν, τῆς Ὁσίας μητρός ἡμῶν Θωμαΐδος τῆς ἐκ Λέσβου, ΟΡΘΟ ΟΞΗ ΚΟΙΝΟΤΗΤΑ " σ α Θωµα " 17

προστάτιδος τῆς συζυγίας, τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καί τήν μνήμην ἐπιτελοῦμεν καί πάντων τῶν Ἁγίων, ἐλεήσαι καί σῶσαι ἡμᾶς ὡς ἀγαθός καί φιλάνθρωπος καί ἐλεήμων Θεός. Ὁ Χορός: Ἀμήν. Εἶτα ψάλλομεν τροπάριον, ἐν τῷ ἀσπάζεσθαι τήν εἰκόνα. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου Ὅτε σέ κατεῖδεν ὁ πιστός πρέσβυς τοῦ Θεράποντος, οὖσαν συζύγων πρότυπον, τότε σοι ἀνέθηκε τόνδε τόν θεῖον Ναόν καί εἰκόνα πανσέβαστον, ἐν τοῦτῳ ἱδρύσας, ταύτην τοῖς παλαίουσι συζύγοις προύθηκεν ἵνα κατασπάζωνται ταύτην καί εἰρήνην πᾶσαν ἀντλοῦντες, τόν συζυγικόν βίον μετέλθωσι. Ὁ ἱερεύς: Δι εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον καί σῶσον ἡμᾶς. Ὁ Χορός: Ἀμήν. Δίστιχον «Θωμαΐς εἰρήνευσον Νικοδήμου τήν ψυχήν, τοῦ γράψαντος σόν κανόνα» ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ 18