07 ΟΚΤΩΒΡΙΟΥ 2018 Κυριακὴ Γ Λουκᾶ Σεργίου καὶ Βάκχου τῶν Μεγαλομαρτύρων, Ἰωάννου Ἐρημίτου ἐν Κρήτῃ καὶ 99 Πατέρων. Ἦχος β. Ἑωθινὸν Η.

Σχετικά έγγραφα
Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

03 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Ε Λουκᾶ Ἁγ.Γεωργίου Ἀνακομιδή, Ἀκεψιμᾶ, Ἀειθαλᾶ. Ἦχος β. Ἑωθινὸν Η.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΕ Λουκᾶ Ἀνακομιδὴ Ἱερῶν Λειψάνου Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Ἦχος β. Ἑωθινὸν Β.

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

Δόξα Πατρί. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος α. Ἑωθινὸν Β.

22 ΟΚΤΩΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

22 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

30 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

01 ΟΚΤΩΒΡΙΟΥ 2017 Κυριακὴ Β Λουκᾶ. Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

Ἦχος β. Ἑωθινὸν Γ. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

28 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ϛ Ματθαίου Προχόρου, Νικάνορος, Τίμωνος, Παρμενᾶ, Ὁσίας Εἰρήνης Χρυσοβαλάντου. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΜΑΪΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Καθίσματα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

11 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

19 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΒ Λουκᾶ Μακαρίου ὁσίου, Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ. Ἦχος πλ. α. Ἑωθινὸν Η.

ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 22 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Δ Νηστειῶν Ὁσ.Ἰωάννου τῆς Κλίμακος. Βασιλείου πρεσβ.ἀγκυρανῶν.

11 ΝΟΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Η Λουκᾶ Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, Θεοδώρου τοῦ Στουδίτου. Ἦχος βαρύς. Ἑωθινὸν Β.

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

16 ΟΚΤΩΒΡΙΟΥ 2016 Κυριακὴ Δ Λουκᾶ Λογγίνου τοῦ ἑκατοντάρχου, Θεοφόρων Πατέρων τῆς Ζ Οἰκουμενικῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

05 ΝΟΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ε Λουκᾶ Γαλακτίωνος καὶ Ἐπιστήμης τῶν Μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν ΙΑ.

07 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ Δ Νηστειῶν. Ἦχος δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 10 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Η Λουκᾶ Ὀλυμπᾶ, Τερτίου Ἀποστ, Ὀρέστου Μάρτ, Ἀρσενίου Ὁσ.

09 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ε Ματθαίου Παγκρατίου Ἐπισκ.Ταυρομενίου, Διονυσίου Ῥήτορος καὶ Μητροφάνους Μικραγιαννανιτῶν, τῶν ἐν Κύπρῳ Νεομαρτύρων τοῦ 1821

Ἦχος Β. Ἑωθινὸν Ι. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 Κυριακὴ ΙΑ Λουκᾶ Δανιὴλ τοῦ Στυλίτου, Λουκᾶ τοῦ νέου Στυλίτου, Λεοντίου τοῦ ἐν Ἀχαΐα, τῶν Ἁγίων Προπατόρων. Ἦχος πλ. δ. Ἑωθινὸν Γ.

12 ΜΑΪΟΥ Ἦχος β. Ἑωθινὸν Δ. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

11 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ H Ματθαίου Εὔπλου διακόνου καὶ μάρτυρος, ἀνάμνησις θαύματος τοῦ Ἁγ.Σπυρίδωνος ἐν Κερκύρᾳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

17 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Ἰσαύρου διακόνου, Βασιλείου καὶ Ἰννοκεντίου ( γ αἰ.) Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ τῶν μαρτύρων ( 362).

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

17 ΙΟΥΝΙΟΥ 2018 Κυριακὴ Γ Ματθαίου Ἰσαύρου καὶ τῶν σὺν αὐτῷ, Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ, Παρθενίου Παγκώστα Νέου Ἱερομάρτυρος. Ἦχος β. Ἑωθινὸν Γ.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

02 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Δ Ματθαίου Κατάθεσις Τιμίας Ἐσθῆτος, Κοΐντου Μάρτυρος, Ἰουβεναλίου Ἱεροσολύμων. Ἦχος γ. Ἑωθινὸν Δ.

08 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Ϛ Ματθαίου Προκοπίου μεγαλομάρτυρος, Θεοφίλου ὁσίου τοῦ ἐκ Ζίχνης, Ἀναστασίου νέου ἱερομάρτυρος ἐξ Ἰωαννίνων

Transcript:

07 ΟΚΤΩΒΡΙΟΥ 2018 Κυριακὴ Γ Λουκᾶ Σεργίου καὶ Βάκχου τῶν Μεγαλομαρτύρων, Ἰωάννου Ἐρημίτου ἐν Κρήτῃ καὶ 99 Πατέρων Ἦχος β. Ἑωθινὸν Η. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος β. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος β. Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐ πουρανίων ἐκραύγαζον Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι. Δόξα. Τῶν Μαρτύρων. Ἦχος δ. Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος δι οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἀναστάσιμον. Ἦχος β. Αὐτόμελον. Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας, καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο ἀλλὰ τριήμερος ἀνέστης, Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Ὅμοιον. Ταῖς Μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα Τὰ μύρα τοῖς θνητοῖς, ὑπάρχει ἁρμόδια Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος ἀλλὰ κραυγάσατε Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σά, Θεοτόκε μυστήρια τῇ ἁγνείᾳ ἐσφραγισμένη, 1

καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. Μετὰ τὴν β Στιχολογίαν Ἦχος β. Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι. Κύριε δόξα σοι. Δόξα. Τῶν μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται συμφώνως κοινὴν γὰρ ἑορτήν, σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς ἀναστάσεως καὶ δι αὐτῶν φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν διὸ ἀνυμνοῦντες βοῶμεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰ σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν, ὦ μαθήτριαι, κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος προσεφθέγγετο ταῖς μυροφόροις Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι ἀλλ ἐπέστη πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε Θρήνου ὁ καιρὸς πέπαυται μὴ κλαίετε τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο ἀγγέλου πρὸς αὐτὰς φθεγγομένου Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος. Δόξα. Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν. Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ηηὐὐλλόόγγηηττααί ίί Σοουυ....... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ ἡ Ὑπακοή. Ἦχος β. Μετὰ τὸ πάθος, πορευθεῖσαι ἐν τῷ μνήματι, πρὸς τὸ μυρίσαι, τὸ σῶμά σου αἱ γυναῖκες, Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύ 2

ριος, παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος. οἱ Ἀναβαθμοί. Ἦχος β. Ἀντίφωνον Α. Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ σῶσόν με σῇ ἐπιλάμψει. Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλά, καθ ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ. Ἀντίφωνον Β. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῶος φυλαχθῆναι ἐκ τοῦ ἐχθροῦ ἅμα καὶ ἀνθρωποκτόνου; Τοῖς ὀδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον λέοντος τρόπον κατ ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι Υἱοῦ δέ. Ἀντίφωνον Γ. Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ βελίαρ. Ἐν ἀνομίαις χεῖρας αὐτῶν, μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται, Μάρτυρες, καὶ Προφῆται ὁρῶσιν. Προκείμενον. Ψαλμὸς ζ (7) Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε. (δίς) Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ρῦσαί με. Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσω μμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ ἸἸωάάννννηηνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον Ἑωθινὸν Η Ἐκ τοῦ κατὰ Ἰωάννην (κ 11 18) 3

Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω. Ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι Γύναι, τί κλαίεις; Λέγει αὐτοῖς Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι ὁ Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς Γύναι, τί κλαίεις; Τίνα ζητεῖς; Ἐ κείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐτῇ ὁ Ἰησοῦς Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ῥαββουνί, ὃ λέγεται, διδάσκαλε. Λέγει αὐτῇ ὁ Ἰησοῦς Μή μου ἅπτου οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον Ἦχος β. Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ ξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 4

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος καὶ ὁ τῶν Μαρτύρων ᾨδὴ α. ὁ Ἀναστάσιμος ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ Ἦχος β. Ὁ Εἱρμός. Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος, Κύριος ἐνδόξως γὰρ δεδόξασται. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ τοῦ κόσμου ἄρχων Ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου καὶ ἀσθενὴς διήλεγκται. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας τῇ γὰρ ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες ἐνδόξως γὰρ δεδόξασται. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε καὶ ὁρατῆς, ἀειπάρθενε κτίσεως τὸν γὰρ Κτίστην τέτοκας, ὡς εὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παῤῥησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. καὶ τῶν Ἁγίων ὁ παρών, οὗ ἡ ἀκροστιχίς Σέργιον ἀθλοφόρον καὶ Βάκχον ἀοίδιμον ᾄδω. Θεοφάνους. Ἦχος α. Σοῦ ἡ τροπαιοῦχος δεξιά. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Σέργιε θεράπον τοῦ Χριστοῦ, συμπρεσβευτὴν προσλαβὼν καὶ συλλήπτορα, Βάκχον τὸν ἀοίδιμον, μεθ οὗ τοὺς ᾄθλους θεοφρόνως ἥνυσας, λόγον μοι σοφίας, ἡμᾶς ὑμνοῦντι βραβεύσατε. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἐπὶ τὴν ἀσάλευτον Χριστοῦ, πέτραν τῆς πίστεως Ἅγιοι Μάρτυρες, θέντες τὸν θεμέλιον, ἐπ ἀσφαλοῦς ἐ ρηρεισμένοι βάσεως, πρόβολοι καὶ πύργοι, τῆς εὐσεβείας ἐδείχθητε. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ῥήμασι πιστεύσαντες Χριστοῦ, καὶ πρὸς αὐτὸν ἀκλινῶς ἀτενίζοντες, πᾶσαν διεπτύσατε, παρερχομένην εὐδοξίαν Ἅγιοι, δόξης ἀϊδίου, κατασχεθέντες τῷ ἔρωτι. Δόξα. Γένους καὶ πατρίδος καὶ τιμῆς, διὰ Χριστὸν γυμνωθέντες ἠγάλλεσθε καὶ περιβαλλόμενοι, θηλυπρεπὲς ἀνδρειοφρόνως ἔνδυμα τὴν τῆς ἀφθαρσίας, καταστολὴν ἠμφιάσασθε. 5

Καὶ νῦν. Θεοτοκίον Ἵλεων γενέσθαι τοῖς πιστοῖς, καὶ εὐμενῆ Θεομῆτορ δυσώπησον, Λόγον ὃν ἐγέννησας, σωματικῶς ἡμῖν ἐ πιδημήσαντα σὲ γὰρ προστασίαν, καὶ σωτηρίαν κεκτήμεθα. ᾨδὴ γ. ὁ Ἀναστάσιμος Ἦχος β. Ὁ Εἱρμός. Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ ἀνόμων μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐκ χοὸς κατ εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι ἁ μαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου διό σε Θεοτόκον πίστει σέβομεν. καὶ τῶν Ἁγίων Ἦχος α. Ὁ μόνος εἰδώς. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ὁ μόνος γινώσκων ὡς Θεός, τὰ πάντα πρὶν γενέσεως, τὴν πρὸς αὐτὸν ὁρῶν ὑμῶν πρόθεσιν, σοφίας λόγων καὶ θείας γνώσεως, καὶ στεῤῥοῦ φρονήματος, δαψιλῶς ἐνέπλησεν, ὡς αὐτοῦ στρατιῶτας μακάριοι. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Νομίμως θεράποντες Χριστοῦ, ἀθλῆσαι προελόμενοι, τὴν φθειρομένην δόξαν καὶ ῥέουσαν, καὶ κόσμον πάντα καὶ κοσμοκράτορα, λογισμῷ θεόφρονι, ἀθλοφόροι Μάρτυρες, ἐβδελύξασθε πόθῳ τοῦ Κτίσαντος. Δόξα. Ἀχράντοις νοὸς ἐπιβολαῖς, Θεῷ νῦν παριστάμενοι, καὶ τῆς ἐκεῖθεν αἴγλης πληρούμενοι, καὶ τῆς ἀφράστου μακαριότητος, σαφῶς ἀπολαύοντες, πειρασμῶν τοὺς ἡμᾶς γεραίροντας, Ἀθλοφόροι λυτρώσασθε. Καὶ νῦν. Θεοτοκίον Θανάτῳ κρατούμενος τὸ πρίν, Ἀδὰμ νῦν ἠλευθέρωται, τῇ σῇ γεννήσει μόνη Θεόνυμφε ζωὴν γὰρ ὄντως τὴν ἐνυπόστατον, ἑνωθεῖσαν σώματι, Ἁγνὴ καθ ὑπόστασιν, ὑπὲρ φύσιν καὶ λόγον ἐκύησας. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ τῶν Ἁγίων Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τὰ τῆς πίστεως ἄνθη τοὺς νοητούς, μαργαρίτας Κυρίου τοὺς Ἀθλητάς, Σέργιον τιμήσωμεν, καὶ τὸν Βάκχον τοὺς Μάρτυρας, ὡς τοῦ ἐχθροῦ τὴν πλάνην, ἐνθέως πατήσαντας καὶ τῶν είδώλων πᾶσαν, ἰσχὺν ἐδαφίσαντας ὅθεν ὲπαξίως, οὐρανόθεν τὸ στέφος, τὴς νίκης δεξάμενοι, σὺν Ἀγγέλοις χορεύουσι διὸ πίστει βοήσωμεν Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς εὐφημοῦσιν, ὑμῶν τὰ παλαίσματα. Δόξα. Καὶ νῦν. Θεοτοκίον Ἐνθυμοῦμαι τὴν Κρίσιν καὶ δειλιῶ, ἔργα πράξας αἰσχύνης ὁ ταπεινός, ἄξια καὶ δέομαι, Θεοτόκε Πανύμνητε Πρὶν τὰς πύλας φθάσω, θανάτου ἐπίστρεψον, πρὸς τὴν τῆς μετανοίας, ὁδὸν ὁδηγοῦσά με, ἵνα εὐ 6

χαρίστως, προσκυνῶν ἀνυμνῶ Σου, τὴν ἄμετρον δύναμιν καὶ τὴν θείαν ἀντίληψιν, Παναγία Θεόνυμφε, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, ὑπὲρ οὗ αἰτοῦμαί Σε δοθῆναι μοι, ἱλασμὸν ἁμαρτιῶν καὶ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος β. Τὰ ἄνω ζητῶν. Ἀνέστης Σωτήρ, ἐκ τάφου παντοδύναμε, καὶ ᾅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδὰμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀ νυμνεῖ σε ἀεί. ὁ Οἶκος Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων, καὶ ἡ ζωὴ τῶν βροτῶν, καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾅδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί. Συναξάριον Τῇ Ζ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ ἐνδόξων Μεγαλομαρτύρων, Σεργίου καὶ Βάκχου. Χαλκᾶ σὰ νεῦρα, Βάκχε, πρὸς νεύρων βίαν, Καὶ πρὸς ξίφος, Σέργιε, πῦρ σὴ καρδία. Σέργιον ἑβδομάτῃ ξίφος ἔκτανε, νεῦρα δὲ Βάκχον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἐνδόξων Μαρτύρων, Ἰουλιανοῦ πρεσβυτέρου, καὶ Καισαρίου διακόνου. Σάκκῳ δοθεῖσι καὶ βυθῷ, Θεὸς Λόγος, Διττοῖς ἀθληταῖς, σάκκον εἰς χαρὰν στρέφει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λεόντιος ὁ Ὑπατικός, τῷ Χριστῷ πιστεύσας καὶ ἐπευξάμενος, ἐν εἰρήνῃ τελειοῦται. Λιπὼν ὁ Λεόντιος ἀρχὴν τὴν κάτω, Εἰρηνικῶς ἐφεῦρε τιμὴν τὴν ἄνω. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἔνδοξοι Μάρτυρες Εὐσέβιος πρεσβύτερος καὶ Φῆλιξ ξίφει τελειοῦνται. Εὐσέβιος, Φῆλίξ τε Μαρτύρων χάριν, Διὰ ξίφους εὕραντο Μαρτύρων χάριν. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Πολυχρονίου. Κτείνουσι πολλὰ Πολυχρόνιον ξίφη, Πρὸς τὰ ξίφη δὲ λήψεται καὶ τὰ γέρα. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὅσιοι ἐνενήκοντα ἐννέα Πατέρες, οἱ ἐν τῇ νήσῳ Κρήτῃ ἀσκήσαντες, ἐν εἰρήνῃ τελειοῦνται. Τίς ἡ κοσμοφανὴς παρεμβολὴ αὕτη; Τῶν ἐν Κρήτῃ Ὁσίων. Ὤ, τῆς δόξης! Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ἐρημίτου. 7

Ἐρημικῶς βιώσας, ὦ Ἰωάννη, Ἐρημικοὺς ἄνθρακας παθῶν σβεννύεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Σεργίου τοῦ Ἕλληνος καὶ Ἁγιορείτου, ἐν Νουρμᾷ τῆς Ῥωσσίας διαλάμψαντος. Σύρει Χριστῷ Σέργιος ἀρετῶν πλῆθος, Ἃς συνήγαγεν ἐν τῇ Νουρμᾷ ἀσκήσας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Σεργίου τοῦ Ὑπηκόου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου. Δι ὑπακοῆς χριστομιμήτου, Πάτερ, Τῷ ὑπηκόῳ Πατρὶ συνήφθης Λόγῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Εὕρεσις τοῦ Τιμίου λειψάνου τοῦ Ὁσίου Μαρτινιανοῦ, Ἡγουμένου τῆς Μονῆς τῆς Λευκῆς Λίμνης. Τῆς Λευκῆς Λίμνης λείψανα Ἡγουμένου, Μαρτινιανοῦ ὤφθησαν ἡμῖν γῆθεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἰωνᾶ, Ἐπισκόπου Μαντζουρίας. Ἀποστολικῶς ὁ Ἰωνᾶς βαδίσας, Νυμφαγωγὸς ὤφθη Χριστῷ Μαντζουρίας. Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ Ὀκτωβρίου, Σύναξιν ἐπιτελοῦμεν πάντων τῶν δυσεξαριθμήτων Ἁγίων τῆς Κύπρου, τῶν ἀθλήσει καὶ ἀσκήσει ἢ ἐν Ἀποστολικῇ κλήσει καὶ Ἱερατικῇ λειτουργίᾳ καὶ ἐν θαύμασι πλείστοις διαλαμψάντων. Ἡ Κύπρος ἑόρταζε εὐφραινομένη, Ἐν σοὶ γὰρ διέλαμψε πληθὺς Ἁγίων. Κύπρος θεοειδῆ ὁμήγυριν Χριστοῦ ἑταίρων κυδαίνει. Ἔτι δέ, τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ Ὀκτωβρίου, τὴν Σύναξιν ἑορτάζομεν πάντων τῶν ἐν Γορτυνίᾳ τῆς ἐν Πελοποννήσῳ Ἁγίων, ἤτοι Διονυσίου Α, τοῦ Σοφοῦ, Πατριάρχου Κωνσταντινουπόλεως, Ἀθανασίου ἐπισκόπου Χριστιανουπόλεως τοῦ θαυματουργοῦ, Θεοκλήτου ἐπισκόπου Λακεδαιμονίας, Γρηγορίου Ε Πατριάρχου Κωνσταντινουπόλεως τοῦ ἱερομάρτυρος, ὁσιοπαρθενομάρτυρος Θεοδώρας τῆς ἐν Βάστᾳ, Ὁσίου Λεοντίου Στεμνιτσιώτου, Ὁσίου Γερασίμου τῆς Σουρβιᾶς, τοῦ ἐκ Λεονταρίου, Ρωμανοῦ τοῦ νέου Ὁσιοϊερομάρτυρος καὶ Εὐθυμίου Δημητσανίτου τοῦ Νεομάρτυρος. Γοργοὺς πρὸς Θεὸν πρέσβεις ὑμᾶς κατέχει, Ἅγιοι Γορτύνιοι, ἡ Γορτυνία. Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ Ὀκτωβρίου, Σύναξιν ὡσαύτως ἐπιτελοῦμεν καὶ τῶν πέντε Ἁγίων τῆς περιπύστου Ἀθωνιάδος Σχολῆς, ἤτοι Κοσμᾶ τοῦ Αἰτωλοῦ, Μακαρίου τοῦ Νοταρᾶ, Ἐ πισκόπου Κορίνθου, Ἀθανασίου τοῦ Παρίου, Νικοδήμου τοῦ Ἁγιορείτου καὶ Ἀθανασίου Νεομάρτυρος, τοῦ Κουλακιώτου. Πεντάριθμον σύστημα δεδοξασμένον Τὴν θείαν χρηστότητα ἡμῖν αἰτεῖσθε. Χορὸν θεουδῆ ἀνέρων ἱερῶν χρεὼν ὕδειν. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 8

ΚΑΤΑΒΑΣΙΑΙ τῆς Θεοτόκου ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου... στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ ὑψίστου ὁ προφήτης Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεὸν καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύοντα. ᾨδὴ ς. Τὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐ νεργούμενος τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 9

Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος πανηγυριζέτω δὲ ἀΰλων νόων φύσις, γεραίρουσα τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις, παμμακάριστε Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,.. ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Η. Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς κηπουρὸν ἐπηρώτα Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα, εἶναι αὐτόν, τὸν Σωτῆρα ἤκουσε Μή μου ἅπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου. καὶ τοῦ Μηναίου. Ἦχος β. Τοῖς Μαθηταῖς συνέλθωμεν. Ἀδελφικῇ συνδούμενοι, τῇ στοργῇ καὶ τῇ πίστει, οἱ ἀθλοφόροι Μάρτυρες, Σέργιος ὁ θεόφρων, καὶ Βάκχος ὁ ἀοίδιμος, σὲ Χριστὲ δυσωποῦσιν, εἰρήνην σὴν δωρήσασθαι, κόσμῳ καὶ τοῖς ἐν κόσμῳ, καὶ Βασιλεῖ, κατ ἐχθρῶν βαρβάρων τρόπαια νίκης, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν. Θεοτοκίον Τὸν σαρκωθέντα Κύριον, ἐξ ἁγνῶν σου αἱμάτων, Παρθενομῆτορ Ἄχραντε, δυσωποῦσα μὴ παύσῃ, ὑπὲρ ἀχρείων σου δούλων, ὅπως εὕρωμεν χάριν, καὶ εὔκαιρον βοήθειαν, ἐν ἡμέρᾳ ᾗ κρίνῃ, γένος βροτῶν, ὡς Θεὸς παρέχων τὰ κατ ἀξίαν σὲ γὰρ προστάτιν ἅπαντες, ἔχομεν ἐν ἀνάγκαις. ΑΙΝΟΙ Ἦχος β. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵ να δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν, τηροῦντες τὸν Βασιλέα; Διατί γὰρ ὁ λίθος 10

οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν δόξα σοι. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε. Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ ἀναστάσει ἐκύλισεν. Ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι Εὐεργέτα τῶν ἁπάντων Κύριε δόξα σοι. καὶ τὰ παρόντα τρία ἰδιόμελα τῶν Ἁγίων Ἦχος α. Γερμανοῦ Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Δαυϊτικῶς ἀνεβόων, Σέργιος καὶ Βάκχος οἱ Μάρτυρες Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; οὐ δεσμούμενοι φύσεως σχέσει, ἀλλὰ πίστεως τρόπῳ. Ὅθεν οἱ Ἅγιοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τὸν σταυρὸν ἀράμενοι, τῷ Χριστῷ ἠκολούθησαν, καὶ πρεσβεύουσι τῷ Βασιλεῖ καὶ Θεῷ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ἦχος γ. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνο ὴ αἰνεσάτω τὸν Κύριον. Εἴ τι καλόν, εἴ τι τερπνόν, ἡ αὐτάδελφος γνώμη τῶν Μαρτύρων σου Κύριε οὓς γὰρ ἡ φύσις σαρκικοὺς ἀδελφοὺς οὐκ ἐγνώρισε, τούτους ἡ πίστις ἀδελφὰ φρονεῖν μέχρις αἵματος κατηνάγκασεν. Ὁ Θεός, ταῖς εὐχαῖς αὐτῶν, ἐλέησον ἡμᾶς. Ἦχος δ. Ἀνατολίου Στίχ. ζ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Προφητικῶς τοῖς Ἁγίοις συνελθόντες, τὸν ὕμνον βοήσωμεν Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; οὐ φύσεως ἀκολουθίᾳ, ἀλλά, πίστεως ἑνώσει τοῦ Ἁγίου Πνεύματος τὰ γὰρ φθαρτὰ βδελυξάμενοι πάντα, ᾖραν τὸν σταυρὸν ἐπ ὤμων, καὶ ἠκολούθησαν τῷ Χριστῷ, Σέργιος καὶ Βάκχος οἱ γενναῖοι Μάρτυρες, καὶ παῤῥησίαν ἐν οὐρανοῖς κεκτημένοι, πρεσβεύουσιν αὐτῷ ὑπὲρ ἡμῶν, τοῦ καταπεμφθῆναι ἡμῖν τὸ μέγα ἔλεος. Ἦχος δ. Στίχ. η. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Ὑποδησάμενος Σέργιος, ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, τὰ τῶν ἥλων ὑποδήματα, τῷ αἵματι τῷ τῶν ποδῶν ἀποῤῥέοντι, τὸν ὄφιν τὸν ἐπιτηροῦντα τὴν πτέρναν ἡμῶν ἐξετύφλωσε, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσατο. Διὸ εὐχαῖς αὐτοῦ Χριστὲ ὁ Θεός, καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ ἡμᾶς ἐλέησον. Δόξα. Ἑωθινὸν Η. Ἦχος πλ. δ. Τὰ τῆς Μαρίας δάκρυα, οὐ μάτην χεῖνται θερμῶς ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς, ὦ Ἰησοῦ ἀλλ ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής διὸ καὶ ἀποπέμπεται, μὴ προσψαῦσαί σοι Χριστέ. Ἀλλ ὅμως κῆρυξ πέμπεται, τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγ 11

γέλια ἔφησε, τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν διὸ ἀνυμνοῦντες βοῶμεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ μῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. * * 12

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῶν Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑ πάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος β. (Ψαλμὸς ριζ ) Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐ πουρανίων ἐκραύγαζον Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι. Στίχ. β. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Στίχ. γ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ὲὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. 13

Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐ πουρανίων ἐκραύγαζον Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι. Τὸ Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος δ. Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁ μαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ (Κυριακῆς τῆς ΙΘ Ἑβδομάδος) Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου τῆς Κυριακῆς Προκείμενον. Ἦχος β. (Ψαλμὸς ριζ 14, 18) Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος. Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος. Πρὸς Κορινθίους Β Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. (Β Κορ. ια 31 33, ιβ 1 9) Ἀδελφοί, ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιάσαι με θέλων καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ, πρὸ ἐτῶν δεκατεσσάρων (εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα ὁ Θεὸς οἶδεν) ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον (εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα, ὁ Θεὸς οἶδεν) ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄῤ ῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. Ἐὰν γὰρ θελήσω καυχήσαθαι, οὐκ ἔσομαι ἄφρων ἀλήθειαν γὰρ ἐρῶ φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπέρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ ἐμοῦ. Καὶ εἴρηκέ μοι Ἀρκεῖ σοι ἡ χάρις μου ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵ να ἐπισκηνώσῃ ἐπ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ἀλληλούϊα. (γ ) Ἦχος β. (Ψαλμὸς ιθ 2,10) 14

Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς Γ Λουκᾶ Ἐκ τοῦ κατὰ Λουκᾶν (ζ 11 16) Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ αὐτῇ καὶ εἶπεν αὐτῇ Μὴ κλαῖε καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. Ἔλαβε δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες ὅτι Προφήτης μέγας ἠγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀἀνναασσττὰὰςς ἐἐκκ ννεεκκρρῶνν....... Δι εὐχῶν... Ἀμήν. Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 15

εἰς τοὺς Αἴνους, ἐναλλακτικῶς τὰ Προσόμοια ἐκ τῆς φυλλάδος τῶν Ἁγίων Ἦχος δ. Ἔδωκας σημείωσιν. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Δόξαν τὴν εὐμάραντον καὶ γεηρῶν τὴν ἀπόλαυσιν, νουνεχῶς ἀρνησάμενοι, Χριστὸν ἠγαπήσατε, ἐν ὅλῃ καρδίᾳ, Σέργιε θεόφρον καὶ Βάκχε θεῖε ἀθλητὰ καὶ Μαρτυρίου πόνους ὑπήλθετε, νομίμως ἐναθλήσαντες ἔνθεν λαμπρῶς ἐδοξάσθητε καὶ Ἀγγέλων ἰσότιμοι, ἀληθῶς ἀνεδείχθητε. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Λόγον τὸν τῆς πίστεως καὶ τοῦ Σωτῆρος τὸ ὄνομα, εὐθαρσῶς ἐκηρύξατε, τυράννων μὴ πτήξαντες, θυμὸν Ἀθλοφόροι, καὶ διὰ βασάνων, πρὸς λῆξιν ἄπονον λαμπρῶς, μετεβιβάσθητε ἀγαλλόμενοι Σέργιε παμμακάριστε καὶ Βάκχε μάρτυς ἀήττητε, ἱλασμὸν ἐξαιτούμενοι, τοῖς ὑμᾶς μακαρίζουσι. Στίχ. ζ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Πίστει τε καὶ χάριτι, συνδεδεμένοι μακάριοι, ὁμοφρόνως ἠθλήσατε καὶ πᾶσαν καθείλετε, δυσμενῶν μανίαν, εἱρκτὰς καὶ βασάνους, ὑπεριδόντες καὶ στολήν, περιβληθέντες αἰσχύνης Ἅγιοι ἀ νώτεροι ἐδείχθητε, ἁπάντων ὥσπερ ἀσώματοι διὰ τοῦτο συνήφθητε, Ἀσωμάτων Δυνάμεσι. Στίχ. η. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Νεύροις συντριβόμενος καὶ ἀπηνῶς μαστιζόμενος, τὴν ἀπάτην συνέτριψας καὶ τὸν δρόμον ἤνυσας, τὸν τοῦ Μαρτυρίου, Βάκχε ἀθλοφόρε, κρηπῖσι δὲ ταῖς σιδηραῖς, καθηλωμένος τοὺς πόδας Ἅγιε, προθύμως ἐκτετέλεκας, τὸ τῆς Ἀθλήσεως στάδιον, μάρτυς Σέργιε ἔνδοξε καὶ ἀξίως δεδόξασαι. Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἕτερον Ἀπολυτίκιον τῶν Μαρτύρων. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Τριάδος τῆς Ἁγίας ὁπλῖται τροπαιοῦχοι, ἡ λαμπρὰ δυὰς τῶν Μαρτύρων ὡράθητε ἐν ᾄθλοις Σέργιος ὁ θεῖος ἀριστεὺς καὶ Βάκχος ὁ γενναῖος ἀθλητής διὰ τοῦτο δοξασθέντες περιφανῶς, προΐστασθε τῶν βοώντων Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι ὑμῶν, πᾶσιν ἰάματα. Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μαρτυρικῶς ἀγωνισθεὶς τὰς θυσίας, τῶν ἀσεβῶν καταπατήσας, ὑπέστης τὰς κακουχίας πάσας ἐν τῷ σώματι, ὅθεν εὐχηθέντος σου, εἰς ἀπώλειαν ὤφθη, ὁ ναὸς Ἀπόλλωνος, καὶ τὸ στέφος ἐδέξω, παρὰ Χριστοῦ Καισάριε σοφέ, βυθῷ θαλάσσης τὸ τέλος δεξάμενος. Ἀπολυτίκιον τοῦ Ὁσίου Ἰωάννου τοῦ Ἐρημίτου. (Νέστορος Ἱεροδιακόνου τοῦ Βασιλάκη, Ζωγράφου τοῦ Κρητός) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τοῖς ἐν Κρήτῃ εὐχέτης καὶ τοῦ κόσμου ὑπέρμαχος, καὶ ἡγιασμένος ἐφάνης θεηγόρε πατὴρ ἡμῶν Ἰωάννη νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ οὐρανίᾳ καὶ ἄπειρα χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ πάντας τοὺς πιστῶς προσκαλουμένους σε Δόξα τῷ ἀναδείξαντί σε ἱερόν, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐν τοῖς πέρασι τοῦ κόσμου, προστάτην θερμὸν ἀναδείξαντι. Ἀπολυτίκιον τῶν ἐνενήκοντα ἐννέα Ὁσίων Πατέρων ἐν Κρήτῃ. Ἦχος δ. Ταχὺ προκατάλαβε. Χορὸς πολυάριθμος, τῶν Ἀσκητῶν τοῦ Χριστοῦ, λαμπρῶς συγκροτούμενος, τῷ τῆς ἀγάπης 16

δεσμῷ, ἐν Κρήτῃ ἐξέλαμψεν ἔνθα καὶ ὁμοφρόνως, ἐνασκήσαντες πίστει, πάντες μιᾷ ἡμέρᾳ, μετετέθησας ἄνω, πρεσβεύοντες Χριστῷ τῷ Θεῷ, δοῦναι πᾶσιν ἡμῖν συγχώρησιν. Ἀπολυτίκιον τοῦ Ἁγίου Πολυχρονίου. Ἦχος γ. Θείας πίστεως. Θείοις δόγμασι, καταπλουτίσας, τὰ πληρώματα, τῶν εὐσεβούντων, τρεῖς καὶ δέκατος ἄλλος Ἀπόστολος, τοῖς πυριφθόγγοις, Πολυχρόνιε, διδάγμασιν, αἱρετικῶν καταφλέξας ζιζάνια, πάντας ἤρδευσας, τοὺς πίστει τιμῶντας τὴν μνήμην σου. Αἴτησαι οὖν ἡμῖν τὸ μέγα ἔλεος. Ἀπολυτίκιον τῶν Κυπρίων Ἁγίων. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τοὺς ἐν Κύπρῳ Ἁγίους, Ἀποστόλους καὶ Μάρτυρας, καὶ σὺν Ἱεράρχας Ὁσίους κατὰ χρέος οἱ Κύπριοι, χορείαν συγκροτήσαντες καινήν, τιμήσωμεν ᾠδαῖς πνευματικαῖς, ὡς τῆς Νήσου καλλώπισμα εὐκλεῆ, καὶ ἀρωγοὺς κραυγάζοντες Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι δι ὑμῶν, ἡμῖν θεῖα δωρήματα. Ἕτερον Ἀπολυτίκιον τῶν Κυπρίων Ἁγίων. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῶν ἐν τῇ Κύπρῳ θεοφόρων Ἁγίων, τῇ θεολέκτῳ καὶ ἁγίᾳ χορείᾳ, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς Ἀθλοφόροι Μάρτυρες καὶ σοφοὶ Ἱεράρχαι, Ἀσκηταὶ καὶ Ὅσιοι καὶ τῆς Κύπρου προστάται, πάσης ἀνάγκης ῥύσασθε ἡμᾶς, τοὺς προσιόντας ὑμῖν μετὰ πίστεως. Ἀπολυτίκιον τῶν Ἁγίων τῆς Ἀθωνιάδος. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Σχολῆς Ἀθωνιάδος ἱερὰ καλλωπίσματα, ἐδείχθητε ἀξίως οἱ πεντάριθμοι Ἅγιοι οἱ μὲν μαθητευθέντες ἐν αὕτη, οἱ δὲ διακονήσαντες σοφῶς διὰ τοῦτο ὑμᾶς ἅμα χρεωστικῶς τιμῶμεν ἀνακράζοντες δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ χορηγοῦντι δι ὑμῶν ἡμῖν τὰ κρείττονα. Ἕτερον Ἀπολυτίκιον τῶν Ἁγίων Ἀθωνιάδος. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τοῖς πενταρίθμοις θεοφόροις Ἁγίοις, Ἀθωνιάδος τῆς Σχολῆς τοῖς προστάταις, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς Κοσμᾶ καὶ Μακάριε, Ἀθανάσιε Μάρτυς, ἱερὲ Νικόδημε, Ἀθανάσιε πάτερ, πάσης ἀνάγκης ῥύσασθε ἡμᾶς τοὺς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγοντας. Ἀπολυτίκιον τῶν Ἁγίων τῆς Μητροπόλεως Γόρτυνος καὶ Μεγαλουπόλεως. Ἀπολυτίκιον. (παλαιόν) Ἦχος γ. Τὴν ὡραιότητα. Τὴν πολυθαύμαστον ὑμνοῦμεν Γόρτυνα, τὴν ἐξανθήσασαν ἄνθη τὰ εὔοσμα, σὺν Εὐθυμίῳ τῷ κλεινῷ, Γρηγόριον τὸν θεόπνουν θεῖον Ἀθανάσιον, Διονύσιον πάνσοφον, ὅσιον Θεόκλητον, Ρωμανὸν καὶ Λεόντιον, Γεράσιμον, σεμνὴν Θεοδώραν, τοὺς πρεσβευτὰς ἡμῶν πρὸς Κύριον. Ετερον. Ἦχος α. Τοὺς Τρεῖς μεγίστους. (Ἱερομ. Ἀθανασίου Σιμωνοπετρίτου) Γορτυνίων τὰ πλήθη τοὺς Ἁγίους τιμήσωμεν, οὓς ὥσπερ καρποὺς ἡδυτάτους, ἡ πατρὶς ἡμῶν ἤνθησε Θεόκλητον, Γρηγόριον σεπτόν, Λεόντιον, Γεράσιμον κλεινόν, Διονύσιον, Εὐθύμιον, Ρωμανόν, καὶ θεῖον Ἀθανάσιον, ἔτι τῆς παρθενίας καλλονήν, πάνσεμνον Θεοδώραν τε οὗτοι γὰρ πρέσβεις πρὸς Χριστόν, ὑπὲρ ἡμῶν τυγχάνουσι. 17