ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΕΝΑΤΗΣ (Θ ) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ



Σχετικά έγγραφα
Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Ο Μέγας Αθανάσιος: ανυποχώρητος αγωνιστής της ορθής πίστης.

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΜΗΝ ΜΑΪΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Πατρ τ ιάρχης Αλ εξα εξ νδρείας ένας από τους πέντε μεγάλους Πατέρες της Ανατολικής Εκκλησίας

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Η κάθοδος του Αγίου Πνεύματος (Κυριακή της Πεντηκοστής)

Οι Άγιοι της Θεσσαλονίκης.

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Σύνοδος οὐρανοῦ καί γῆς

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν. Εἰκόσι Κόσμος ὁ σύμπας εὐφραίνου Πρὸς τὸ πρωτοτύπον φέρει...

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Κυριακὴ 13 Ἀπριλίου Κυριακὴ τῶν Βαΐων. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἡ νηστεία τῶν Χριστουγέννων καί τῶν ἁγίων Ἀποστόλων

Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων

Κυριακή 14 Ἰουλίου 2019.

Ἀναγνωστικό Κατήχησης

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Περιεχόμενα. Β Ἐκκλησιαστική κρίση

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

Νέος Γέρων Σκευοφύλαξ στο Πατριαρχείο Αλεξανδρείας

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Σάββατο 18 Φεβουαρίου Σαββάτῳ πρὸ τῆς Ἀποκρεω. Μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Λέοντος, Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Πράξεις τῶν ἀποστόλων, ἅπτει ὁ κανδηλάπτης πάσας τὰς κανδήλας τοῦ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

Cirillus Alexandrinus - De synagogae defectu

Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

1-7 Ιανουαρίου 2018 Θεός

Μητρ. Λαγκαδά: Θα πρέπει να κάνουμε βήματα «ασκήσεως» για να αλλάξει η ζωή μας

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακή 2 Ἰουνίου 2019.

Προσκυνούμεν Σου τα Πάθη Χριστέ

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

1. Η Αγία Γραφή λέει ότι ο Χριστός είναι η μόνη δυνατότητα σωτηρίας. 2. Ο Θεός φανερώνεται στην Παλαιά Διαθήκη πάντα με κεραυνούς και αστραπές.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3)

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

Χριστιανική Γραμματεία ΙI

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Πατέρες και Οικουµενικοί Διδάσκαλοι. Πατρολογία Ι (Υ102) Διδάσκων: Συμεών Πασχαλίδης

Transcript:

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΠΕΙΡΑΙΩΣ ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΕΝΑΤΗΣ (Θ ) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ τῆς ἐν Κωνσταντινουπόλει ἐν ἔτει ἀπὸ Χριστοῦ 1351 συγκληθείσης ΦΕΒΡΟΥΑΡΙΟΣ 2014

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΕΝΑΤΗΣ (Θ ) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ τῆς ἐν Κωνσταντινουπόλει ἐν ἔτει ἀπὸ Χριστοῦ 1351 συγκληθείσης

ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΕΝΑΤΗΣ (Θ ) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ τῆς ἐν Κωνσταντινουπόλει ἐν ἔτει ἀπὸ Χριστοῦ 1351 συγκληθείσης ψαλλομένη τῇ Β Κυριακῇ τῶν Νηστειῶν Ποί ημα Θεοτέκνης Μοναχῆς Ἁγιοστεφανιτί σσης ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Τῷ Σαββάτῳ ἑσπέρας μετὰ τὸν προοιμιακόν, στιχολογοῦμεν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι καὶ ψάλλομεν στιχηρὰ Ἀ- ναστάσιμα δ, τῶν Ἁγίων Πατέρων Στιχηρὰ Προσόμοια γ καὶ τοῦ Τριῳδίου γ. Ἐν τῷ Ἑσπερινῷ. Στιχηρὰ τῶν Πατέρων.

Ἦχος α. Τῶν Οὐρανίων Ταγμάτων. Θεολαμπῆ σε ἀστέρα, σεπτὲ Γρηγόριε, Συνόδῳ τῇ Ἐνάτῃ, σὲ ἐ- πέγνωσαν πάντες, οἱ ἔνθεοι Πατέρες, οἱ μετὰ σοῦ, τὸν Βαρλαὰμ ἐκδικάσαντες, αἱρετικῶν καταλόγῳ, ὅτι κτιστήν, θείαν χάριν διεκήρυττε. Στήλη πυρὸς ἀνεδείχθης, Πατέρων σύλλογε, ἐκλύων φληναφίας, Βαρλαὰμ πλανηθέντος, καὶ λέγοντος ἐγγίζειν στοχαστικῶς, τῷ Θεῷ τὴν διάνοιαν, τὴν φιλοσόφως ἀσκοῦσαν τὴν λογικήν, καὶ οὐχὶ διὰ καθάρσεως. Τὴν ἱερὰν ἡσυχίαν, πολλοῖς ἐν δάκρυσι, καὶ συντριβῇ καρδίας, τὴν εὐχὴν ἐξασκοῦντας, ἐκήρυξας Γρηγόριε θαυμαστέ, δυνησόμεθα ἅπαντες, ἐλεηθῆναι καὶ θέαν θείου φωτός, ἀπολαῦσαι καθαρεύοντας. Ἐκ τῆς εὐχῆς εὐθυδρόμως, Πάτερ προέτρεπες, ἀνέλθωμεν συντόνως, μονασταὶ καὶ μιγάδες, εἰς ὕψος θεωρίας, σιγῇ νοερᾷ, καὶ φωτὸς πλησθησόμεθα, ἐκ τῶν ἀκτίστων Τριάδος ἐνεργειῶν, τῷ ἐλέει Παρακλήτορος. Δεῦτε χριστώνυμοι πάντες, συμφώνως μέλψωμεν, θεοφεγγεῖς Πατέρας, τοὺς ἐν Ῥώμῃ τῇ Νέᾳ, ἀθρόως συναχθέντας, σὺν Βασιλεῖ Ἰωάννῃ θεόφρονι, βοῶντες χαῖρε χορεία τῶν εὐσεβῶν, καὶ θεόκλητος ὁμήγυρις. Τὸν μὴ παυσάμενον χρόνοις, πολλοῖς κραυγάζοντα, ἐν ἱεροῖς σπηλαίοις, φώτισόν μου τὸ σκότος, Γρηγόριον ὑμνήσωμεν τὸν 4

σοφόν, καὶ τοῦ Πνεύματος σκήνωμα, λατινοφρόνων τὰς πλάνας, ὡς τοὺς ἱστούς, τῆς ἀράχνης διαλύσαντα. Δεῦτε Κωνστάντιον πάντες, ἀνευφημήσωμεν, Καλλίστην, Θεοδότην, Ἐπίχαριν Ὁσίαν, σὺν θείῳ Γρηγορίῳ μυσταγωγῷ, Θεοδόσιον ἔνθεον, καὶ τὸν Μακάριον ἅμα τὸν ἀσκητήν, ὧν εὐχαῖς δεκταῖς σωθείημεν. Δόξα. Ἦχος πλ. β. Τοὺς πνευματοφόρους σήμερον Πατέρας τιμήσωμεν, τὰ νοητὰ στόματα τοῦ Λόγου, τοὺς Βασιλικαῖς προτροπαῖς ἐν τῇ Νέᾳ Ῥώμῃ, τὴν Ἐνάτην Σύνοδον συγκροτήσαντας ἐν ᾗ περὶ τοῦ δόγματος τῆς θεώσεως, ὁ Θεσσαλονίκης θεῖος Γρηγόριος, τὸ πάνσεπτον σκεῦος τοῦ Παρακλήτου, ἡγεῖτο τοῦ διαλόγου. Ὅστις τῇ ἐμπειρίᾳ τῆς θεοπτίας, καὶ τῶν Γραφῶν καί Πατέρων ταῖς θεοπνεύστοις ῥήσεσι, Βαρλαὰμ καὶ Ἀκίνδυνον, τὸν πολυκίνδυνον, πλανηθέντας ἐναπέδειξεν. Οὗτοι γὰρ φάσμα ἐνόμιζον τὸ Φῶς τῆς θεοπτίας, καὶ κτιστὰς τὰς ἐνεργείας τῆς Θεότητος. Ὅθεν συμφώνως οἱ σύνεδροι ἅπαντες, τῆς Ἐκκλησίας τούτους ἀπέκοψαν, καὶ τοὺς ὅ- μοια φρονοῦντας, ὡς μέλη μιαρὰ καὶ ἀπόβλητα. Ὧν τῆς δυσσεβοῦς τῶν Λατίνων πλάνης, Κύριε, ῥῦσαι ἡμᾶς, καὶ φώτισον καὶ αὐτοὺς ἐπιστραφῆναι, τῇ Μιᾷ καὶ Ἁγίᾳ σου Ἐκκλησίᾳ. Καὶ νῦν. Ἀναστάσιμον Θεοτοκίον τοῦ ἤχου. Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. 5

Δευτερονομίου τὸ Ἀνάγνωσμα (Κεφ. ι, 14) Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ, καὶ πάντα ὅσα ἐστίν ἐν αὐτῇ. Πλὴν τοὺς Πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ αὐτούς, ὑμᾶς, παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν, οὗτος Θεὸς τῶν θεῶν καὶ Κύριος τῶν κυρίων, ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐδ οὐ μὴ λάβῃ δῶρον. Ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ ἐπὶ τῷ ὀ- νόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου καὶ οὗτος Θεός σου, ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ θαυμαστὰ καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α, 1-10) Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δό- 6

λον καὶ ἐπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐ- λέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται. Σοφίας Σειράχ τὸ Ἀνάγνωσμα (Κεφ. λδ, 9-17) Ἀνὴρ πεπαιδευμένος ἔγνω πολλὰ καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν. Ὃς οὐκ ἐπειράθη ὀλίγα οἶδεν, ὁ δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν. Πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου. Πλεονάκις ἕως θανάτου ἐκινδύνευσα καὶ διεσώθην τούτων χάριν. Πνεῦμα φοβουμένων Κύριον ζήσεται, ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σῴζοντα αὐτούς. Ὁ φοβούμενος Κύριον οὐδὲν εὐλαβηθήσεται καὶ οὐ μὴ δειλιάσῃ, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ. Φοβουμένου τὸν Κύριον μακαρία ἡ ψυχή τίνι ἐπέχει καὶ τὶς ἀντιστήριγμα αὐτοῦ; Οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα 7

ἰσχύος, σκέπη ἀπὸ καύσωνος καὶ βοήθεια ἀπὸ πτώσεως, ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς, ἴασιν διδούς, ζωὴν καὶ εὐλογίαν. ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἰδιόμελον τοῦ Ἁγίου Γρηγορίου. Ἦχος β. [Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου]. Ἀσκητικοῖς ἀγωνίσμασι, καθαγνίσας τὸν νοῦν, ἐν τῷ Ἄθῳ Γρηγόριε, ἀγγελικῶς ἐπολιτεύσω καὶ θεωρίαις καὶ πράξεσι, τὸν ἄδυτον γνόφον ὑπελθών, ἀποκαλύψεων θείων ἠξίωσαι, καὶ τῶν ἀΰλων ἐλλάμψεων, κρυφιομύστης ὤφθης, καὶ θεατὴς τῶν ὑπὲρ λόγον καὶ θεωθεὶς ἐν μεθέξει, πρὸς τὴν κτῆσιν ταύτης ὁδηγεῖς, τῷ σῷ ὑποδείγματι ἔνθεν στῦλος καὶ ἑδραίωμα, τῆς Ἐκκλησίας γέγονας, θεολογίας ῥεῖθρα ἄφθονα, ἐν αὐτῇ πηγάσας δι ὧν τῶν εὐσεβῶν μὲν τὰς ψυχὰς ἀρδεύεις, τῶν ἀσεβῶν δὲ κατακλύζεις τὰς φρένας, καὶ πάντας διεγείρεις βοᾶν Κύριε δόξα σοι. Ἕτερον τοῦ Ἁγίου. Ἦχος α. Σκίρτα καὶ χόρευε εὐφροσύνως, ὁ Παλαμικὸς ἐν Νέᾳ Ῥώμῃ ἐ- πίσημος οἶκος ἐκ σοῦ γὰρ ἀνεφύησαν, ὥσπερ ἄνθη θεοειδῆ, πλειὰς ἁγίων τῆς Ἐκκλησίας, ὁμοτρόπων τῇ ἀσκήσει, καὶ ὁμοδέκτων ταῖς ἐλλάμψεσιν. Ὁ θεῖος Κωνστάντιος ὁ κλεινός, τὸ τῆς Συγκλήτου ἐπίλεκτον μέλος, καὶ ἡ Ἁγία Καλλίστη ἡ μήτηρ, καὶ καλλίνικος μονάστρια, Γρηγόριος ὁ μέγας Ἱεράρχης, ἡ τῆς νοερᾶς ἐργασίας κορυφαία ἀκρότης, ὁ ἔξοχος θεατὴς τῆς ὑπερφώτου 8

ἀγλαΐας τῆς θεότητος, καὶ οἱ ὅσιοι αὐτάδελφοι ἀσκηταὶ καὶ συνοδῖται, Μακάριος καὶ Θεοδόσιος. Σὺν τούτοις αἱ εὐγενεῖς μονάζουσαι, Ἐπίχαρις καὶ Θεοδότη, αἱ πεπροικισμέναι ποικίλαις χάρισι. Τούτους ἅπαντας ἡ τοῦ Χριστοῦ Ἐκκλησία, πλουτοῦσα ὡς Προστάτας, πρὸς τὴν θέαν τῶν ἀθεάτων καθέλκεται, τῷ δὲ τὰ πάντα χορηγοῦντι, Τριαδικῷ καὶ Ἀρχιφώτῳ Θεῷ, προσάγει τὴν εὐχαριστίαν, αἰτουμένη ἐξ αὐτοῦ πταισμάτων τὴν ἄφεσιν, καὶ ἡσυχίας τὴν ἔφεσιν. Ἦχος γ. Τῶν Ἁγίων Πατέρων τῆς Θ Συνόδου. Σκιρτήσατε σήμερον, σπήλαια καὶ ἄλση, καὶ τῆς ἡσυχίας οἱ ἐ- ρασταί, ῥόδοις τῶν ᾀσμάτων καταστέψωμεν, τοὺς τῆς Ἐνάτης Συνόδου θεοφόρους Πατέρας ὧν τὸν θεοειδῆ βίον ζηλώσαντες, αὐξήσωμεν τῆς ἐγκρατείας τὴν ἔμπονον ἄσκησιν, καὶ ἐν πνεύματι συντετριμμένῳ τῷ Κυρίῳ βοήσωμεν θεογνωσίᾳ στήριξον ἡ- μᾶς, πρεσβείαις τῶν Ἁγίων Πατέρων, καὶ ποίησον καὶ ἡμᾶς, λαμπάδια τῆς ἀκτίστου σου Χάριτος. Δόξα. Ἦχος α. Ἀγάλλου ἐν Κυρίῳ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἐπὶ τῇ ἱερᾷ μνήμῃ, τῶν Ἁγίων Πατέρων, τῆς σεπτῆς καὶ ἁγίας Ἐνάτης Συνόδου. Ἐν ταύτῃ γὰρ Βασιλικῇ προσκλήσει, οἱ Ὅσιοι Πατέρες συνηθροίσθησαν, ἐν τῇ τοῦ Κωνσταντίνου Πόλει, καὶ τοὺς ἐν πλάνῃ διαλεγομένους, φιλοσόφους ἀπέῤῥιψαν, καὶ ὡς αἱρετικούς, ἀναθέματι ἔθεσαν ὡς λέγοντας ἀπρόσιτον εἶναι τὴν θεότητα, ἄνευ ἀκτίστων ἐνεργειῶν, δι ὧν ὁ κόσμος ἅπας συντηρεῖται, καὶ οἱ καθα- 9

ροὶ τῇ καρδίᾳ εἰς θέωσιν ἄγονται. Ἄνευ γὰρ τῶν ἀκτίστων ἐνεργειῶν τῆς θεότητος, οὐ Μυστήρια τελοῦνται, οὐδὲ ἅγιοι ἀναδείκνυνται. Ὧν τῆς λατινόφρονος λύμης, λυτρώσειας Χριστέ, τοὺς καὶ νῦν παραμένοντας, ἐν αἱρέσει διεγνωσμένῃ, καὶ σῶσον ἡμᾶς Ἀγαθέ, τῷ ἐλέει σου. Καὶ νῦν. Θεοτοκίον. Ἁμαρτωλῶν τὰς δεήσεις, προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε. Εἰς τὸν στίχον Ψάλλομεν στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Δόξα. Τῶν Ἁγίων Πατέρων. Ἦχος α. Σταλάξατε τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ἀγαλλίασιν, καὶ οἱ ἐν τοῖς σπηλαίοις δοξολογίας ἀναπέμψατε. Ἰδοὺ γὰρ ἔφθασεν ἡμέρα εὐφροσύνης, ἐν τῇ ἁγίᾳ καὶ σεπτῇ μνήμῃ τῆς Ἐνάτης Συνόδου. Ἐν ταύτῃ γὰρ ὁ ἱερὸς καὶ θεῖος Γρηγόριος, περιτράνως διεκήρυξεν, ὅτι εὐχαῖς μὲν καὶ νηστείαις, καὶ τῶν Γραφῶν ταῖς ἐγκύψεσι, τῆς θεογνωσίας πεῖραν ἔχομεν. Διὰ δὲ τῶν ἀκτίστων ἐνεργειῶν τῆς Θεότητος, οἱ ὁσιακῶς ζῶντες εἰς τὰ τῆς θεώσεως ὕψη ἀνέρχονται. Ὅθεν τῶν δοκησισόφων τὰς θέσεις Γρηγορᾶ, Βαρλα- ὰμ καὶ Ἀκινδύνου, τῶν λεγόντων κτιστὸν τὸ φῶς τὸ Θαβώρειον, κτιστὰς δὲ καὶ τὰς ἐνεργείας τῆς Θεότητος, ἅπαντες συνοδικῶς οἱ 10

σεπτοὶ Πατέρες κατεδίκασαν ἧς δυσθεΐας ῥύσειας ἡμᾶς, ὁ τῶν Πατέρων Θεός. Καὶ νῦν. Θεοτοκίον τοῦ Ἤχου. Νῦν ἀπολύεις. Τρισάγιον κ.λπ. Ὅτι σοῦ ἐστιν. Ἀπολυτίκια. Τὸ Ἀναστάσιμον. Εἶτα, Ἀπολυτίκιον τῶν Ἁγίων Πατέρων. Ἦχος πλ. δ. Ὑπερδεδοξασμένος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγχνε, δόξα σοι. Τοῦ Ἁγίου Γρηγορίου Παλαμᾶ. Ἦχος ὁ αὐτός. Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν Μοναστῶν ἡ καλλονή, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε θαυματουργέ, Θεσσαλονίκης τὸ καύχημα, κῆρυξ τῆς χάριτος, ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἕτερον τοῦ Ἁγίου Γρηγορίου διὰ τὴν Ἐνάτην. Δόξα. Ἦχος α. Τῆς ἐρήμου πολίτης. 11

Τὸν Γρηγόριον πάντες, τὸν θεόπνουν τιμήσωμεν, τὸν ἐν τῇ Ἐ- νάτῃ Συνόδῳ, ἱερῶς ἡγησάμενον, ὁμοῦ σὺν ἐπισκόποις τὸν Θεόν, εἰπόντα τῇ οὐσίᾳ ἀναφῆ, ἐνεργείαις δὲ ἀκτίστοις πάντας ἡμᾶς, φωτίζοντα τοὺς κράζοντας δόξα τῷ καταλάμψαντι ὑμᾶς, δόξα ὑ- μᾶς τῷ σοφίσαντι, δόξα τῷ μεγαλύναντι τρανῶς, δόγμα τὸ σωτήριον. Καὶ νῦν. Θεοτοκίον τοῦ Ἤχου. Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔ- φη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης Πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί δόξα τῷ προελθόντι ἐκ σοῦ δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. Ἀπόλυσις. 12

ΕΝ Τῼ ΟΡΘΡῼ Ἡ συνήθης Στιχολογία, ἀντὶ δὲ τοῦ Ἀμώμου, λέγομεν τὸν Πολυέλεον. Καθίσματα Ἀναστάσιμα καὶ τὰ τῶν Πατέρων. Μετὰ τὴν α Στιχολογίαν. Καθίσματα. Ἦχος α. Τὸν τάφον σου, Σωτήρ. Προέστης εὐσθενῶς, τῆς Ἐνάτης Συνόδου, Γρηγόριε κλεινέ, Κωνσταντίνου τῇ Πόλει, καὶ πλάνας κατήργησας, σὺν Πατράσι θεόφροσι, Βαρλαὰμ ὁμοῦ, καὶ τῶν αὐτῷ ὁμοφρόνων, τῇ σοφίᾳ σου, καὶ τῇ ἐνθέῳ σου πείρᾳ, ὡς ὅπλοις χρησάμενος. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. Παντάνασσα Ἁγνή, Θεοτόκε Παρθένε, τοῦ Ὄρους ἡ σεπτή, ἔ- φορός τε καὶ μήτηρ, Γρηγόριον τὸν νήφοντα, ἐξαιρέτως ηὐλόγησας, καὶ κατέστησας, θεολογοῦντα θεόπτην, ἵνα πάνοπλος, ἐν τῇ Ἐνάτῃ Συνόδῳ, κηρύξῃ τὰ πρέποντα. Μετὰ τὴν β Στιχολογίαν. Κάθισμα. Ἦχος γ. Θείας πίστεως. Θείῳ Πνεύματι καταλλαμφθέντες, οἱ θεόληπτοι σεπτοὶ Πατέρες, ἐν τῇ Ἐνάτῃ Συνόδῳ ᾐσχύνατε, τοὺς τὸ Θαβώρειον Φῶς δια- 13

βάλλοντας, καὶ ἐργασίαν εὐχῆς πλάνην λέγοντας ὅθεν ἅγιοι, τὰ δόγματα διασώσαντες, ἡμῖν φωταγωγοί, τῇ πίστει πέλετε. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. Θεοτόκον σε ὁμολογοῦντες, οἱ θειότατοι σεπτοὶ Πατέρες, τῇ σῇ πρεσβείᾳ σφοδρῶς ἐτροπώσαντο, τοὺς ἀσεβῶς κτιστὴν χάριν πρεσβεύοντας, καὶ Μυστηρίων κενοῦντας τὴν δύναμιν ὅθεν, Πάναγνε, καὶ νῦν τοὺς πιστοὺς στερέωσον, ἐν ἤθει Ὀρθοδόξῳ καὶ κραταίωσον. Μετὰ τὸν Πολυέλαιον. Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ἀγγέλων οἱ χοροί, καὶ Ἁγίων οἱ δῆμοι, ἐν Πόλῳ σὺν Ὑμῖν, συνευφράνθησαν σφόδρα, Πατέρες θεοφώτιστοι, τῆς Ἐνάτης οἱ σύνεδροι, οἱ πατάξαντες, τῶν φιλοσόφων αἱρέσεις, καὶ ὀφρῦν αὐτῶν, καταβαλόντες ἐν γνώσει, ὡς Λόγου διάκονοι. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. Ὀφθεῖσα ἐμφανῶς, τῷ σοφῷ Γρηγορίῳ, θεόνυμφε Ἁγνή, κατεπλούτησας τοῦτον, τῆς Χάριτος τοῖς κύμασι, καὶ Προφήτου ὑπέρτερον, σὺ κατέστησας, ἵνα προστῇ τῶν Συνόδων, καὶ τὸ ἄκτιστον, ἐνεργειῶν τῆς Τριάδος, κηρύξῃ ἐν Πνεύματι. Εἶτα, ὁ Ἄμωμος καὶ τὰ Εὐλογητάρια. 14

Οἱ Ἀναβαθμοὶ τοῦ Ἤχου. Εὐαγγέλιον Ἑωθινόν. Τό, Ἀνάστασιν Χριστοῦ... Ὁ Ν Ψαλμός. Εἶτα, οἱ Κανόνες, ὁ Ἀναστάσιμος μετὰ τῶν Εἱρμῶν καὶ τοῦ Ἁγίου Γρηγορίου. Ὁ Κανὼν τῶν Ἁγίων Πατέρων οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις. ᾨδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Παράκλητον Πνεῦμα, φωτιστικαῖς, θείαις ἐνεργείαις, τοῦ νοός μου τὸ δυσαυγές, λῦσον καὶ παράσχου εὐδωρίαν, ὡς ἂν ὑμνήσω Πατέρας θεόφρονας. Ἐνάτην τὴν Σύνοδον οἱ πιστοί, ἐν γνώσει καλοῦμεν, ἀληθῶς Οἰκουμενικήν, ὅτι ἐν τῇ πόλει Κωνσταντίνου, ἄναξ καὶ κλῆρος τὸ δόγμα διέσωσαν. Βαρλαάμ, Ἀκίνδυνον, Γρηγορᾶν, οἱ σεπτοὶ Πατέρες, συναχθέντες ὑπερορᾶν, ὥρισαν τοὺς ἄνω φιλοσόφους, τοὺς θεοπτίαν ὡς φάσμα κηρύττοντας. Θεοτοκίον. 15

Θεόνυμφε Ἄνασσα Οὐρανῶν, λύτρωσαι σὰ τέκνα, ἐκ τῆς λύμης αἱρετικῶν, τῶν τὰς ἐμπειρίας ἀρνουμένων, καὶ αὐθεντίαν Πατέρων θεώσεως. ᾨδὴ γ. Οὐρανίας ἁψῖδος. Τῆς Ἐνάτης Συνόδου, φωταγωγοὶ πάνσεπτοι, φάος τὸ Θαβώρειον σθένει, ὁμολογήσατε, Τριάδος τῆς Τριφαοῦς, ὑπάρχειν ἄ- κτιστον χάριν, καὶ τοῦ Βαρλαὰμ σαθρά, ἤρατε δόγματα. Ἐγκωμίων τὰ στέφη, πανευλαβῶς τίθεμεν, τῇ σεπτῇ χορείᾳ Πατέρων, φρουρῶν τῆς πίστεως, ἥτις σιγὴν τοῦ νοός, ὁδὸν θεώσεως ἔφη, καὶ ἐπεσφραγίσατο, τόμον θεόπνευστον. Ἱεροῦ Γρηγορίου, ὁσιακὸν σύγγραμμα, ὅπερ ἐν τῷ Ὄρει ἐγράφη, πείρᾳ θεώσεως, περὶ εὐχῆς νοερᾶς, ἀσκητικῶς διαγόντων, ἐν Συνόδῳ Ἅγιοι, ἐπεκυρώσατε. Θεοτοκίον. Ἐν γαστρί σου Παρθένε, τὸν Παντουργὸν Κύριον, σάρκα δι ἡ- μᾶς εἰληφότα, ξένως συνέλαβες, καὶ τὸ παλάτιον, τοῦ Θεανθρώπου ἐγένου, χάριτος τοῦ Πνεύματος δι ἐπελεύσεως. Κάθισμα. Ἦχος δ. Ἐπεφάνης σήμερον. Τῷ Ἁγίῳ Πνεύματι, καθωπλισμένοι, φιλοσόφους ἄφρονας, κατεπαλαίσατε στεῤῥῶς, ἐν τῇ Συνόδῳ πανόσιοι, τὴν νοερὰν ἡ- συχίαν ἐξάραντες. 16

Δόξα. Κάθισμα τοῦ Τριωδίου (τοῦ Ἁγίου Γρηγορίου) Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Ἀσκηθεὶς καθαρότητι, λογισμῶν καρδίας, Πατέρων ἔξαρχε, νηπτικώτατε Γρηγόριε, αἴγλης θεοπτίας κατηξίωσαι. Ἱεροῖς συστοιχούμενος, τῶν πρὸ σοῦ Πατέρων, σεπτοῖς συγγράμμασιν, Οὐνιτῶν τὰ φληναφήματα, βλάσφημα, θεόφρον, ἐ- ναπέδειξας. Τῇ ἐμπνεύσει τοῦ Πνεύματος, ἐν σεπτῇ Ἐνάτῃ, Συνόδῳ Ἅγιοι, Βασιλεύς τε καὶ Ἐπίσκοποι, ἄκτιστον τὴν χάριν ἀπεφήνασθε. Θεοτοκίον. Οὐρανίου φρονήματος, πλῆσον τοὺς ὑμνοῦντάς σε Παμμακάριστε, καὶ τοὺς λύκους ἀποδίωξον, ἐκ τῆς τοῦ Υἱοῦ σου ποίμνης, Ἄχραντε. ᾨδὴ ε. Φώτισον ἡμᾶς. Τόλμῃ μιαρᾷ, οἱ φρενόπληκτοι φιλόσοφοι, χάριν ἀπεφήναντο κτιστήν, καὶ ἐν τούτῳ τοῦ Δεσπότου τῷ προσλήμματι. ᾜσχυνας δεινῶς, ἱερὸν πατέρων σύναγμα, Βαρλαάμ τε καὶ Ἀκίνδυνον λυγρά, τῆς τοῦ Ἀντιχρίστου πανουργίας προμηνύματα. 17

Νήψεως εὐχῆς, χλευαστὰς σεπτὲ Γρηγόριε, ὑπηρέτας τῶν δαιμόνων ἀσεβεῖς, ἐν Συνόδῳ τῇ Ἐνάτῃ ἀπεκάλεσας. Θεοτοκίον. Τείχισον ἡμᾶς, Θεοτόκε Ὑπεράμωμε, τῶν κροτάφων Ἐκκλησίας ἡ στοργή, ἵνα μὴ Θεοῦ τῆς χάριτος ἐκπέσωμεν. ᾨδὴ στ. Τὴν δέησιν. Ὑψίκομος, ὡσεὶ κέδρος ἔστηκας, παλατίῳ Βλαχερνῶν θεοφόρε, καὶ Βασιλεὺς Ἰωάννης ἐπέστη, καὶ τὴν σοφίαν τῶν λόγων σου ᾔνεσε, προσυπογράφων κατ ἐχθρῶν, τὴν δικαίαν κατάγνωσιν, Ὅσιε. Ἐξέπληξας, τοὺς παρόντας Ἅγιε, τῆς θεώσεως λαμπρᾷ ἐμπειρίᾳ, ὅτι εὐχῆς τῇ προόδῳ, ἐλάλεις, καὶ νοερᾶς σιγῆς, Πάτερ, ταῖς πτέρυξι, φωτὸς ἀκτίστου κοινωνοί, καθαρῶν αἱ καρδίαι καθίστανται. Ὁ μέγιστος Πατριάρχης Κάλλιστος, ὁ ἐν Ὄρει τῇ εὐχῇ διαπρέψας, καὶ Ἰωάννης φιλόθεος ἄναξ, ὁ συγκαλέσας Πατέρων τὴν σύναξιν, ἐκύρωσαν τόμον τὸν σόν, ἐν Ἐνάτῃ Συνόδῳ, Γρηγόριε. Θεοτοκίον. Ἐλέησον, εὐσεβῶν τὰς φάλαγγας, Παναγία Κυριώνυμε Κόρη, τῶν θλιβομένων ἐν ὄψει πληθύος, αἱρετικῶν τῶν λαλούντων τὰ βλάσφημα, καὶ μεταιρόντων ἀσεβῶς, τῶν Πατέρων τὰ πάντιμα ὅρια. 18

Κοντάκιον. Ἦχος πλ. δ. Τῇ Ὑπερμάχῳ. Τοὺς θεοφθόγγους νῦν Πατέρας εὐφημήσωμεν, καὶ ἐν ᾠδαῖς καὶ ἐγκωμίοις στεφανώσωμεν, τοὺς προσμέλψαντας συμφώνως ἐν τῇ Συνόδῳ, θεογνωσίας θεῖον ᾆσμα ἐμμελέστατον, ταῖς ἀκτίστοις δωρεαῖς Θεοῦ τῆς χάριτος, οἷς καὶ ᾄδομεν χαίροις, Πατέρων Ἐνάτης θριάμβευσις. Ὁ Οἶκος. Ἅπασα ἐν Συνόδῳ, ἡ πληθὺς τῶν πατέρων, ἐλθοῦσα ἐν τῇ Ῥώμῃ τῇ Νέᾳ, Γρηγορίου σεπτὰς διδαχάς, περὶ ἀκτίστου Φωτὸς τῆς θεότητος, ἐν τόμῳ ἐπεκύρωσαν δι ὃ καὶ εὐφημοῦνται οὕτω Χ αῖρε, ἡ Σύνοδος αὐθεντίας χαῖρε, φωστήρων ὁ γαλαξίας. Χαῖρε, θεοφθόγγων Πατέρων τὸ σύναγμα χαῖρε, τῶν πατρῴων δογμάτων κρηπίδωμα. Χαῖρε, ὅτι ὁ Γρηγόριος προεξάρχει εὐσθενῶς χαῖρε, ὅτι ὁ λατινόφρων κατῃσχύνθη κραταιῶς. Χαῖρε, λαμπρὰ χορεία νοερᾶς ἐργασίας χαῖρε, ἀποκαλύψεις ἡ δεχθεῖσα τὰς θείας. Χαῖρε, ψυχῆς εὐεκτούσης θέωσις χαῖρε, ἀκτίστου φάους ἡ θέασις. Χαῖρε, κτιστὴν ἀποῤῥίψαντες χάριν χαῖρε, λοιμῶν οἱ πατάξαντες γνώμην. 19

Χαίροις, Πατέρων Ἐνάτης θριάμβευσις. Τὸ Συναξάριον. Τῇ Β Κυριακῇ τῶν Νηστειῶν μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων Πατέρων τῆς Ἐνάτης ἐν ταῖς Βλαχέρναις συνελθούσης Οἰκουμενικῆς Συνόδου, ἐπὶ τοῦ εὐσεβοῦς Βασιλέως Ἰωάννου ΣΤ Καντακουζηνοῦ καὶ Πατριαρχοῦντος δὲ τοῦ ἁγιωτάτου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ Νέας Ῥώμης Καλλίστου Α, ἐν σωτηρίῳ ἔτει χιλιοστῷ τριακοσιοστῷ πεντηκοστῷ πρώτῳ (1351). Στίχοι. Σεπτοὶ φρυκτωροὶ τῆς Ἐνάτης Συνόδου, Ὑμνηταῖς Ὑμῶν χάριν νήψεως δότε. Ὑπόμνημα Οἱ Ἅγιοι οὗτοι Πατέρες μὲ ἐπὶ κεφαλῆς τὸν ἁγιώτατον ποιμενάρχην Θεσσαλονίκης Γρηγόριον Παλαμᾶν, ἀπρόσιτον μὲν εἶναι τὴν Οὐσίαν τῆς Θεότητος ἐκήρυττον, μεθεκτὰς δὲ τὰς ἀκτίστους ἐνεργείας ταύτης. Ὡσαύτως τὴν τῶν ἱερῶς ἡσυχαζόντων ἐν ταπεινώσει καὶ ἀσκήσει ὁδόν, ὡς ὁδηγοῦσαν διὰ τῆς νοερᾶς σιγῆς εἰς τὴν θέαν τοῦ ἀκτίστου φωτὸς καὶ εἰς τὴν θέωσιν τῶν ἀ- σκουμένων Συνοδικῶς ἀπεδέξαντο. Βαρλαὰμ δέ, Γρηγορᾶν τε, καὶ Ἀκίνδυνον, τοὺς λέγοντας, κατ ἐπήρειαν τῶν Λατίνων, ὅτι ἡ Θεότης εἶναι πάντῃ ἀπρόσιτος, κτισταὶ δὲ αἱ ἐνέργειαι ταύτης, καὶ τὸν ἱερὸν Γρηγόριον καὶ τοὺς ἡσυχαστὰς χλευάζοντας, ὡς ὁρῶντας φάσματα, γινόμενα καὶ ἀπογινόμενα, καὶ οὐχὶ φῶς ἄκτιστον, τούτους καὶ τοὺς ὅμοια φρονοῦντας, ὡς αἱρετικοὺς ἀναθεμάτισαν καὶ τῆς Ἐκκλησίας ἀπέκοψαν, τῇ συμφώνῳ γνώμῃ τοῦ τε εὐσεβοῦς αὐτοκράτορος Ἰωάννου ΣΤ Καντακουζηνοῦ, καὶ τοῦ νηπτικοῦ ἁγιωτάτου πατριάρχου Καλλίστου Α, καὶ πάντων τῶν παρευρεθέντων Ἁγίων Πατέρων, Ἱεραρχῶν, ἡγουμένων καὶ λαϊκῶν. 20

Τούτων τῶν Ἁγίων Πατέρων, τῶν κρατυνάντων τὴν Ὀρθόδοξον πίστιν καὶ παράδοσιν ἐν τῇ Ἐνάτῃ ταύτῃ Ἁγίᾳ καὶ Οἰκουμενικῇ Συνόδῳ ταῖς ἱεραῖς παρακλήσεσιν, ὁ τῶν ὅλων Κύριος καὶ Θεός, ὁ εἰπὼν «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν» ἀξιοῖ καὶ ἡμᾶς διακρατεῖν, κηρύττειν καὶ φυλάττειν ἀμώμητον τὴν αὐτὴν πίστιν καὶ παράδοσιν. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Ἱερόνικον στέφος, ὁ λαβὼν ἐν Συνόδῳ, στεῤῥὲ Γρηγόριε, κατέγνωσας τὰς πλάνας, ἐφ ἅπαξ τῶν Λατίνων, σὺν Πατράσιν ὁμόφροσι, μεθ ὧν δυσώπει Χριστόν, τυχεῖν ἡμᾶς ἐλέους. Ἐπὶ βήματος ἔστης, Βλαχερνῶν ἀνακτόρῳ, σεπτὲ Γρηγόριε, ἐ- νώπιον δὲ πάντων, ὑπὲρ ἡσυχαζόντων, τὸν σὸν τόμον ἀνέγνωσας, καὶ τῶν Πατέρων ψυχάς, ἐστήριξας σοῖς λόγοις. Πειρασμοὺς ἀφορήτους, ἐργατῶν ἐκ τῆς πλάνης, Πάτερ, ὑπέμεινας, δεινῶς συκοφαντούντων, τὴν θέασιν τοῦ φάους, τοῦ ἀκτίστου ὡς φάσματος, ἀλλ ὁ Πατέρων χορός, σέ ᾔνεσεν ἐμφρόνως. Θεοτοκίον. Κραταιῶς ἡμᾶς ἔχειν, ἐν τῷ βάθει καρδίας, Χριστοῦ τὸ ὄνομα, τὸ κεχαριτωμένον, Θεοκυῆτορ Κόρη, καταξίου τοὺς δούλους σου, καὶ δὸς ἀνδρείαν ψυχῆς, παλαίσμασιν ἐν θείοις. ᾨδὴ η. Τὸν Βασιλέα. 21

Μύρον ἐκπέμπει, ἡ σεβασμία σορός σου, ὦ Γρηγόριε, ἡσυχαστῶν τὸ κλέος, ἀκτίστοις ἐνεργείαις, Θεοῦ τοῦ Τρισαγίου. Λατινοφρόνων, καινοτομίας ἐκρίπτεις, ἱερὰ τῶν Πατέρων χορεία, καὶ ἐν τῇ Συνόδῳ, τῆς ποίμνης ἀποκόπτεις. Ἡ συνοδία, τῶν θεοφόρων Πατέρων, τῆς Ἐνάτης, πρεσβείαν ποιεῖτε, ὅπως καταδίκης, τῶν χλιαρῶν ῥυσθῶμεν. Θεοτοκίον. Ναὸν ποιήσαις, τῆς Παναγίας Τριάδος, Θεοτόκε τοὺς σὲ προσκυνοῦντας, καὶ ἀεὶ βοῶντας, τὸ σκότος φώτισόν μου. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Ἰάσεων ὀμβρίζει, χάριτας καὶ μύρον, τοῦ Γρηγορίου τὸ ἅγιον σκήνωμα, ὃ τῆς Ἐνάτης Συνόδου, κυροῖ διάγνωσιν. Φῶς πέμψον οὐρανόθεν, θεοφεγγὲς χορεία, τῶν θεοφόρων Πατέρων τοῖς τέκνοις σου, τοῖς εὐσθενῶς μαχομένοις, ὑπὲρ τῆς πίστεως. Ἰδέτωσαν Λατῖνοι, τῶν Ὀρθοδόξων δόξαν, ἐν τοῖς συγχρόνοις Ὁσίοις πλουτήσασαν, ἡσυχασμοῦ τῇ πορείᾳ, τοῖς ἁγιάσασιν. Θεοτοκίον. Ἡ πρώτη τῶν Παρθένων, εἰς Ἅγια Ἁγίων, ὡς ἡσυχάστρια ζήσασα Ἄχραντε, τοῖς παρθενεύουσι δῴης, ἀκτῖνας χάριτος. 22

Καταβασία. Ἅπας γηγενής... Ἐξαποστειλάρια. Ἀναστάσιμον, τῶν Ἁγίων Πατέρων καὶ τοῦ Ἁγίου Γρηγορίου. Ἦχος γ. Ὁ οὐρανὸν τοῖς ἄστροις. Χορεία θείων φωστήρων, ἐξάρχοντος Γρηγορίου, ἐν τῇ Ἐνάτῃ Συνόδῳ, τοῦ Παρακλήτου ἐμπνεύσει, Βαρλααμίτας καθεῖλε, ἐν σωστικῇ διαγνώσει. Θεοτοκίον. Ἡ Χώρα τοῦ Ἀχωρήτου, ἡ Θεοτόκος Μαριάμ, Ναοῦ τοῦ θρόνου τῆς Δόξης, θυμιατήριον χρυσοῦν, ἡσυχαστὰς κατευφραίνει, ἐν Οὐρανῶν εὐωδίᾳ. Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους η, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα β, τῶν Ἁγίων Πατέρων γ καὶ τοῦ Ἁγίου Γρηγορίου γ. Τῶν Ἁγίων Πατέρων Προσόμοια. Ἦχος πλ. δ. Ὢ τοῦ παραδόξου θαύματος. Θεῖοι Ἱεράρχαι Ὅσιοι, τοῦ Βαρλαὰμ τὰς βολάς, ἀντικρούσαντες χάριτι, τοῦ Ἁγίου Πνεύματος, ἀνεδείχθητε πρόμαχοι, σεπτῶν δογμάτων, ἁγίας πίστεως, Ὀρθοδοξίας τε πύργοι ἄσειστοι. Ὅθεν 23

πρεσβεύσατε, τῷ Δεσπότῃ Ἅγιοι, χάριν πολλήν, δοῦναι τοῖς γεραίρουσιν, Ὑμᾶς ἐν ᾄσμασι. Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ἅγιοι Πατέρες πάγκαλοι, ἐν Συνεδρίᾳ σεπτῇ, φιλοσόφους τοὺς ἄφρονας, ἐμπειρίᾳ χάριτος, κραταιῶς κατεβάλετε. Κοινῇ δὲ ψήφῳ ἐναπεκόψατε, τῆς θείας ποίμνης, ὡς σκεύη δύσφημα, καὶ λύμης γέμοντα, ἐπηρείᾳ δαίμονος ὅθεν Ὑμᾶς, πίστει μεγαλύνομεν, καὶ μακαρίζομεν. Στίχ. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ. Ὢ τοῦ παραδόξου θαύματος! Ἀσκητικαῖς ἀγωγαῖς, ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, ὁ κλεινὸς Γρηγόριος, ἱερῶς ἐφησύχαζε, ἀεὶ κραυγάζων, πρὸς τὸν ποθούμενον, φώτισον σκότος ἐμὸν καὶ πέμψον μοι, φῶς τὸ γλυκύτατον, τῆς ἀῤῥήτου δόξης σου, οὗ περ τυχών, θεοπτίας ἄγγελος, ἡμῖν γεγένηται. Δόξα. Ἦχος πλ. α. Πῶς ἐπαξίως ὑμνήσωμεν τὴν θεοσεβῆ ὑμῶν ἔνστασιν, πρὸς τὰς τῶν λατινοφρόνων βολάς, Πατέρες ὁσιόφρονες; Ἀκούσαντες γὰρ Γρηγορίου τοῦ Ἱεράρχου, περὶ θεώσεως δι ἀκτίστων ἐνεργει- ῶν, ἐμπειρίᾳ λαλήσαντος, καὶ τὴν ὁδὸν ἀγωγῆς τῆς καθ ἡσυχίαν προβαλλόμενον, σύμψηφοι κατέγνωτε, αἱρετιζόντων τὰς πλάνας, καὶ Ὀρθοδοξίαν ἐστηρίξατε. Ὅθεν κατὰ μέθεξιν ἐν τῷ βίῳ ὑμῶν θεωθέντες, Χριστὸν τὸν Θεὸν ἱκετεύσατε, ἀξιωθῆναι καὶ ἡ- μᾶς, τῆς αἰωνίου μακαριότητος. 24

Καὶ νῦν. Ὑπερευλογημένη ὑπάρχεις. Δοξολογία μεγάλη καὶ Ἀπόλυσις. ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ Τὰ τυπικά, καὶ οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου, καὶ ἐκ τοῦ Κανόνος τῶν Πατέρων ἡ στ ᾨδή. Μεγαλυνάριον. Χαίρετε φωστῆρες ἀειλαμπεῖς, Ἐνάτης Συνόδου, Ἐκκλησίας οἱ ἀκλινεῖς, στῦλοι καὶ προστάται, τῶν ἱερῶν δογμάτων, τὰς τῶν Λατινοφρόνων, πλάνας συντρίψαντες. Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς ἡμέρας (Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός). Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. 25

[ Ὤ τῆς ἱερᾶς ἐνστάσεως! Ὁ Νέας Ῥώμης ταγός, Βασιλεὺς εὐσεβέστατος, Ἰωάννης ὁ λόγιος, ἐν τῇ Ἐνάτῃ Συνόδῳ ἔφησεν, ὅς διὰ πίστιν, Χριστοῦ ἀμόλυντον, ἕτοιμον ἔσεσθαι, καὶ αὐτὸ τὸ αἷμα του, δοῦναι, εἰ δεῖ, ἵνα μὴ σεισθήσεται, δογμάτων θέμεθλον.] 26