02 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Ματθαίου Μάρτυρος Μάμαντος, Ἰωάννου τοῦ Νηστευτοῦ, Ἐλεαζάρου καὶ Φινεές, τῶν Δικαίων Ἦχος πλ. α. Ἑωθινὸν Γ. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος πλ. α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀ νυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. Δόξα. Ἀπολυτίκιον τοῦ Ἁγίου Μάμαντος Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὑτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος δι οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε. Δόξα. Κύριε νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ αἰῶνος νεκροὺς ἐξανέστησας. Παν 1
τοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Μετὰ τὴν β Στιχολογίαν. Ἦχος πλ. α. Κύριε, μετὰ τὴν τριήμερόν σου ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν; ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με. Δόξα. Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος ἔ δραμον γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν Ὑπερυψούμενε Σωτήρ, ὃν ὑ μνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Ἀπειρόγαμε νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰ σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν, ὦ μαθήτριαι, κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος προσεφθέγγετο ταῖς μυροφόροις Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι ἀλλ ἐπέστη πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε Θρήνου ὁ καιρὸς πέπαυται μὴ κλαίετε τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο ἀγγέλου πρὸς αὐτὰς φθεγγομένου Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος. Δόξα. Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν. Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ηηὐὐλλόόγγηηττααί ίί Σοουυ....... 2
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ ἡ Ὑπακοή. Ἦχος πλ. α. Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος. οἱ Ἀναβαθμοί. Ἦχος πλ. α. Ἀντίφωνον Α. Ἐν τῷ θλίβεσθαί με δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας. Τοῖς ἐρημικοῖς, ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε, σὺν τοῖς ἀοράτοις αὐτοκρατὲς γὰρ ὄν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως. Ἀντίφωνον Β. Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει. Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. Ἀντίφωνον Γ. Ἐπὶ τοῖς εἰρηκόσι μοι Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου χαρᾶς πολλῆς πλησθείς, εὐχὰς ἀναπέμπω. Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ. Προκείμενον. Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. (δίς) Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ἀνάστηθι Κύριε ὁ Θεός μου... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσωμμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ Μᾶᾶρρκκοονν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον Ἑωθινὸν Γ Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ 9 20) Ἀναστὰς ὁ Ἰησοῦς πρωῒ πρώτῃ σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι, κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ αὐτῆς, ἠπί 3
στησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι γλώσσαις λαλήσουσι καιναῖς ὄφεις ἀροῦσι κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον Ἦχος β. Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ ξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. 4
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος καὶ οἱ δύω τοῦ Μηναίου ᾨδὴ α. ὁ Ἀναστάσιμος εἰς δ (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) Ἦχος πλ. α. Ὁ Εἱρμός. Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν Εὐεργέτα, πρὸς σὲ φυλάξασα μητρικήν, Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικλυσθείς, Ζωοδότα ἀπτώτως καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται ἡ γὰρ εὐλογημένη, καὶ Κεχαριτωμένη πιστοῖς, χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν, ἀνθηφοροῦσα Χριστὸν τοῖς πέρασι. ὁ Κανὼν τοῦ Μάρτυρος ποίημα Θεοφάνους Ἦχος πλ. δ. Ἁρματηλάτην Φαραώ. Τοὺς οὐρανοὺς περιπολῶν ὡς ἄριστος, μάρτυς γενόμενος, καὶ τριφεγγοῦς αἴγλης, ἔνδοξε πληρούμενος, τοὺς ἐπὶ γῆς τιμῶντάς σου, τὴν σεπτὴν καὶ φωσφόρον, ἡμέραν τῆς τελειώσεως, θείου φωτισμοῦ καταξίωσον. Τὸ εὐγενὲς καὶ κατὰ πάντα τέλειον, τῆς διανοίας σου, ὁ προειδὼς Λόγος, Μάμα ἐκ σπαργάνων σε, συνέσεως ἐπλήρωσε, καὶ καλῶν ταῖς ἰδέαις, πολυειδῶς κατεκόσμησε, μάρτυς ἀθλοφόρε πανεύφημε. Οἱ σοὶ γενέται ἀμωμήτου πίστεως, προκινδυνεύοντες, ἐν διωγμῷ πλάνης, καὶ ἐγκαθειργνύμενοι, ἔνθα καὶ τελευτήσαντες, ὑπὲρ τοῦ θείου πόθου, βλαστάνουσί σε τὸν λύσαντα, τῆς πολυθεΐας τὸν σύνδεσμον. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 5
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρί χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν. Κανὼν τοῦ Ὁσίου Ἱεράρχου ποίημα Γερμανοῦ Ἦχος πλ. δ. Τῷ ἐκτινάξαντι. Τῷ ἀνατείλαντι ἐν τῷ κόσμῳ, τὸν ἱεράρχην τὸν σοφόν, τοῖς τῆς εὐσεβείας διαλάμποντα δόγμασιν, ᾄσωμεν τῷ Χριστῷ, ὅτι δεδόξασται εἰς τοὺς αἰῶνας. Τὸν διαλάμψαντα ἐν τῷ κόσμῳ, τῆς εὐσεβείας τῷ φωτί, καὶ τῆς ἀσεβείας τὴν ἀχλὺν ἐκδιώξαντα, τιμήσωμεν οἱ πιστοί, ὡς ἱεράρχην τὸν μέγαν Ἰωάννην. Δόξα. Ὡς παριστάμενος σὺν Ἀγγέλοις, τῷ ἀπροσίτω Βασιλεῖ, τοῖς ἐπιτελοῦσί σου τὴν μνήμην ἱκέτευε, δοθῆναι τὸν ἱλασμόν, Ἱεροκῆρυξ παμμάκαρ Ἰωάννη. Καὶ νῦν. Θεοτοκίον Ὡς συλλαβοῦσα τὸν πρὸ αἰώνων, ἄναρχον Λόγον τοῦ Πατρός, καὶ σαρκὶ τεκοῦσα ὑπὲρ λόγον Πανύμνητε, ἱκέτευε ἐκτενῶς, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ τῶν κινδύνων. ᾨδὴ γ. ὁ Ἀναστάσιμος Ἦχος πλ. α. Ὁ Εἱρμός. Ὁ πήξας ἐπ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀ σάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὸν κατέθεντο ἀλλ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχε, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν. τοῦ Μάρτυρος Ἦχος πλ. δ. Οὐρανίας ἁψῖδος. Φωταυγῆ ὡς ἀστέρα, τὸν ἀθλητὴν Μάμαντα, ἔθετο Χριστὸς ἐν τῷ ὕψει, τῆς Ἐκκλησίας αὑτοῦ, ᾄθλων λαμπρότησι, καὶ παραδόξων θαυμάτων, πᾶσαν τὴν ὑφήλιον καταλαμπρύνοντα. Ἀνελθὼν ἐν τῷ ὄρει, τῆς ἀληθοῦς γνώσεως, καὶ καταστραφθεὶς θεωρίαις, νοῦ καθαρότητι, φύσιν τὴν ἄλογον, πρὸς λογικὴν ὑμνῳδίαν, θεϊκαῖς προστάξεσι Μάρτυς διήγειρας. Νεανίας ὡραῖος, περικαλλὴς πέφηνας ὅθεν τοῖς ἀνόμως ζητοῦσι, τοῦ συλλαβέσθαι σε, ὤφθης ἀπρόσιτος [ἀπρόσκλητος], ἐθελοντὶ πρὸς τὸ πάθος, ὡς ὁ πάντων Κύριος παραγενόμενος. 6
Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Οὐρανὸν ὁ τανύσας, καὶ τὸν τῆς γῆς Ἄχραντε, γῦρον ὁ κατέχων ἁπάσης, φύσει Θεότητος, ἐν ταῖς ἀγκάλαις σου, σωματικῶς κατεσχέθη, καὶ πιστοῖς σε στήριγμα πᾶσιν ἀνέδειξεν. τοῦ Ὁσίου Ἱεράρχου Ἦχος πλ. δ. Ὁ στερεώσας λόγῳ. Δι ἐγκρατείας Πάτερ καὶ προσευχῆς, ἀκλινοῦς εἰσῆλθες πρὸς τὴν ἀκρόπολιν, τῆς ἀρετῆς θεοφόρε, ἔνθα τῆς τρυφῆς τὸν χειμάῤῥουν τρυφᾷς. Ὡς παῤῥησίαν ἔχων πρὸς τὸν Θεόν, Ἱεράρχα Ὅσιε, Ἰωάννη σοφέ, ἱκέτευε τοῦ σωθῆναι, τοὺς πίστει ἐκτελοῦντας τὴν μνήμην σου. Δόξα. Ὡς εὐσεβῶν δογμάτων καθηγητής, καὶ σοφῶν λογίων ὑφηγητὴς ἀληθής, τὸν στέφανον ἀνεδήσω, κατὰ τῶν αἱρέσεων Ὅσιε. Καὶ νῦν. Θεοτοκίον Ὡς οὐρανὸν καὶ θρόνον σε τοῦ Θεοῦ, ἀνυμνοῦμεν πάντες Θεοκυῆτορ ἁγνή ὅτι ἐκ σοῦ ἐπεφάνη, Ἰησοῦς Χριστὸς ἡ ἀλήθεια. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ ἐκ τοῦ Μηναίου Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Εὐσεβείας ὑπάρχων γόνος σεπτός, ἀσεβείας ἐδείχθης ἐκμειωτής, ὦ Μάμα πανεύφημε, τῇ δυνάμει τοῦ Πνεύματος ἐν γὰρ σταδίῳ πλάνην, εἰδώλων διήλεγξας, καὶ εὐθαρσῶς Τριάδα, ὑμνεῖσθαι ἐκήρυξας ὅθεν καὶ θηρίοις, ἐκδοθεὶς ἀθλοφόρε, τὸν θῆρα ἐνέκρωσας, καὶ ἀρχέκακον δράκοντα, διὰ τοῦτο βοῶμέν σοι Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. τοῦ Ὁσίου Ἦχος γ. Θείας πίστεως. Σκεῦος ἔνθεον τῆς ἐγκρατείας, πλοῦτος ἄσυλος τῆς εὐσεβείας, ἀνεδείχθης, Ἰωάννη μακάριε, ἐν ἀπαθείᾳ φαιδρύνας τὸν βίον σου, καὶ δεομένοις ἀντλήσας τὸν ἔλεον. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος πλ. α. Μιμητὴς ὑπάρχων. Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε διὸ πάντες σοι κράζομεν Σῶσον ἡμᾶς Κύριε. ὁ Οἶκος 7
Ἀκούσασαι αἱ γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν ἀνάστασιν ἔβλεπον καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐῤῥυσάμην σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ χώρᾳ Γαλιλαίᾳ τοῦ κηρῦξαι διὸ πάντες σοι κράζομεν Σῶσον ἡμᾶς Κύριε. Συναξάριον Τῇ Β τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Μάμαντος. Ἀκμαῖος ὢν Τριάδος εἰς πίστιν Μάμας, Ἀκμαῖς τριαίνης καρτερεῖ τετρωμένος. Δευτερίη χολάδες Μάμαντος χῦντο τριαίνῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ Νηστευτοῦ. Τοῖς μὴ ῥέουσιν ἐντρυφᾷς νῦν ἡδέσι, Νηστευτὰ ῥευστῶν ἡδονῶν, Ἰωάννη. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν δικαίων ἱερέων, Ἐλεαζάρου καὶ τοῦ υἱοῦ αὐτοῦ Φινεές καὶ τῶν Ἁγίων ἐνδόξων Μαρτύρων Ἀειθαλᾶ καὶ Ἀμμούν. Τὸν Ἐλεάζαρ καὶ Φινεὲς τοὺς θύτας, Τιμῶμεν ἄμφω ὡς φίλους τοῦ Κυρίου. Ἀειθαλᾶς Ἀμμοῦν τε πικραῖς βασάνοις, Αἰωνίως θάλλουσιν ἄμφω ἐν πόλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Διομήδης σπαθιζόμενος τελειοῦται. Σίδηρος εἰς σίδηρον ὢν Διομήδης, Πρὸς τοὺς σπαθισμοὺς ἀνδρικῶς ἐκαρτέρει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Ἰουλιανός, ξύλῳ θλασθεὶς τὴν κεφαλήν, τελειοῦται. Ἰουλιανός, συντριβεὶς κάραν ξύλῳ, Τὸν πρὸς Θεὸν νοῦν σῷος εἰς τέλος μένει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Φίλιππος ξίφει τελειοῦται. Ἵππον ταχὺν Φίλιππος τὴν τομὴν ἔχων, Πρὸς τὸν φιλοῦντα θᾶττον ἦλθε Δεσπότην. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Εὐτυχιανὸς ἐν ἐσχάρᾳ πυρὸς τελειοῦται. Εὐτυχιανός, πυρποληθεὶς ἐσχάρᾳ, Εἰς εὐτυχῆ μετῆλθε κλῆρον Μαρτύρων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Ἡσύχιος ἀπαγχονισθεὶς τελειοῦται. Ποθῶν τὸν ὄντως Ἡσύχιος Δεσπότην, Καὶ τὸν δι αὐτὸν ἡσύχως φέρει βρόχον. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Λεωνίδης πυρὶ τελειοῦται. Τοῦ πρὸς Θεόν σε φλὸξ πόθου, Λεωνίδη, Ἔπειθε ῥᾷστα καὶ φλογὸς φέρειν βίαν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Εὐτύχιος σταυρωθεὶς τελειοῦται. 8
Βαίνων κατ ἴχνος Εὐτύχιος Κυρίου, Δίκην ἐκείνου καρτερεῖ σταυροῦ πάθος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Φιλάδελφος, λίθῳ τὸν τράχηλον βαρυνθείς, τελειοῦται. Σαρκὸς βάρος πᾶν ἐκλιπὼν λίθου βάρει, Ἀνῆλθε κοῦφος Φιλάδελφος εἰς πόλον. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Μελάνιππος πυρὶ τελειοῦται. Εἴπερ τι Μελάνιππος εἶχε καὶ μέλαν, Κάθαρσιν εὗρεν, εἰς τὸ πῦρ βεβλημένος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία ἔνδοξος Μάρτυς Παρθαγάπη ἐν τῇ θαλάσσῃ τελειοῦται. Θνῄσκεις θαλάσσης ἔνδον, ὦ Παρθαγάπη, Καὶ δωρεῶν θάλασσαν εὑρίσκεις ἄνω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ ἐρημίτου, τοῦ ἐν Κρήτῃ ἀσκήσαντος. Βίον τὸν ἡσύχιον Κοσμᾶς ποθήσας, Ψαλμικῶς ἐμάκρυνεν ἐν ἐρημίαις. Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ Μηνὸς Σεπτεμβρίου, Σύναξις τελεῖται ἐν τῇ Νήσῳ Νάξῳ πάντων τῶν ἐν τῇ Ἱερᾷ Μητροπόλει Παροναξίας διαλαμψάντων Ἁγίων, ἤτοι τῶν Ὁσίων Νικοδήμου τοῦ Ἁγιορείτου, Νικολάου πρεσβυτέρου τοῦ Πλανᾶ, Θεοκτίστης τῆς Μηθυμναίας, Ἀρσενίου ἐξ Ἠπείρου, Ἀθανασίου τοῦ Παρίου. Σύναξιν τήνδε ποιοῦμεν Νάξου τε Πάρου νέων Ὁσίων. Ἔτι δὲ καὶ Σύναξις πάντων τῶν ἐν τῇ Ἁγιοτόκῳ Νήσῳ τῆς Χίου ἀσκήσει καὶ ἀθλήσει διαλαμψάντων Ἁγίων, τεσσαράκοντα τεσσάρων τὸν ἀριθμόν. Φίλους Χριστοῦ ἡ Χίος γεραιρέτω Ταύτης γὰρ φρουροὶ τυγχάνουσι καὶ δόξα. Καὶ Σύναξις πάντων τῶν ἐν Εὐξείνῳ Πόντῳ εὐαρεστησάντων τῷ Θεῷ ἀπ αἰῶνος Ἁγίων. Ἀβρόχως πόντον τὸν ᾧδε διελθόντες, Εἰς οὐρανὸν ᾤκησαν Ἅγιοι Πόντου. Θηρὸς ποντίου νικηταὶ Χριστῷ Ἅγιοι σύνεισι Πόντου. Ὡσαύτως, τῇ αὐτῇ Κυριακῇ Σύναξις ἐπιτελεῖται ἐν Ἀρκαδίᾳ τῶν ἐξ αὐτῆς φυσάντων Ἑνδεκαρίθμων Ἁγίων, οἵτινές εἰσιν Ἱεράρχαι μέν Διονύσιος ὁ σοφός, Γρηγόριος ὁ Ε Πατριάρχαι Κωνσταντινουπόλεως Θεόκλητος Λακεδαιμονίας, Ἀθανάσιος Χριστιανουπόλεως. Νεομάρτυρες δέ Πέτρος ἐν Ὀδεμησίῳ μαρτυρήσας, Εὐθύμιος Ὁσιομάρτυς ἐκ Δημητσάνης, Παῦλος Ὁσιομάρτυς καὶ Δημήτριος ἐκ Λιγουδίτσης, ἕτερος Δημήτριος, ὁ καὶ Μῆτρος καλούμενος Ὅσιοι δὲ δύο Νεῖλος ὁ Μυροβλύτης καὶ Γεράσιμος ὁ ἐκ Λεονταρίου Μεγαλοπόλεως. Ἑνδεκάριθμοι θεράποντες Κυρίου Τῆς Ἀρκαδίας προΐστασθε ἀπαύστως. Ἕνδεκα θεοϊδεῖς ἀνέρας ὁμᾷ τιμᾶν χρεὼν ἡμᾶς. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 9
ΚΑΤΑΒΑΣΙΑΙ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ ᾨδὴ α. Ἦχος πλ. δ. Σταυρὸν χαράξας Μωσῆς ἐπ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε τῷ Ἰσραὴλ πεζεύσαντι τὴν δὲ ἐπιστρεπτικῶς Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν, ἐπ εὔρους διαγράψας τὸ ἀήττητον ὅ πλον διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. ᾨδὴ γ. Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα τῇ στειρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθησε ξύλον Σταυροῦ......εἰς κράτος καὶ στερέωμα. ᾨδὴ δ. Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά σου τὴν θεότητα. ᾨδὴ ε. Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ βασιλεὺς καὶ Κύριος δι οὗ πέπτωκεν ὁ ξύλῳ ἀ πατήσας, τῷ ἐν σοὶ δελεασθεὶς Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. ᾨδὴ Ϛ. Νοτίου θηρὸς ἐν σπλάγχνοις παλάμας Ἰωνᾶς σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγράφησε τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος. ᾨδὴ ζ. Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον ἀλλ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι πυρὶ συνόντες ἔψαλλον Ὁ ὑπερύμνητος τῶν πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Εὐλογεῖτε, παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν παρέχον Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος πλ. δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. 10
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον δι οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Γ. Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀ γρὸν ἀπιοῦσι μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα οὓς βαπτίζειν ἐκπέμψας, εἰς οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων. τοῦ Μάρτυρος Ἦχος β. Τῶν Μαθητῶν ὁρώντων σε. Τῷ γάλακτι ἐτράφης τῷ τῶν ἐλάφων, ὄρεσι διαιτώμενος Μάρτυς Μάμα ἀλλ ὤφθης ὡς γενναῖος ἐν τῷ σταδίῳ, ἀθλήσας προθυμότατα, καὶ νίκης ᾄρας βραβεῖα, πρὸς Κύριον παρεγένου. Θεοτοκίον. Ὅμοιον. Ὁ τῆς ζωῆς τῆς θείας καὶ μακαρίας, φθονήσας μοι τῆς πάλαι ἐν Παραδείσῳ, ἐχθρὸς ὁ δολιώτατος καὶ πανοῦργος, καὶ τῆς Ἐδὲμ ἐξόριστον, ποιήσας με θανατοῦται, τῇ σῇ γεννήσει Παρθένε. ΑΙΝΟΙ Ἦχος πλ. α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. α. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι πεφα 11
νέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαῤῥήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς, τριημέρου ταφῆς σου καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Κύριε, αἱ γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι ἡμᾶς παθόντα καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων Ἀνέστη ὁ Κύριος εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς Μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας. Ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς. Ἕτερα Στιχηρά, Ἀνατολικά. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Κύριε, ὁ βασιλεὺς τῶν αἰώνων, καὶ ποιητὴς τῶν ἁπάντων, ὁ δι ἡμᾶς σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς πάντας, σὺ εἶ ὁ Θεὸς ἡμῶν ἐκτός σου ἄλλον οὐκ οἴδαμεν. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Κύριε, τὰ ὑπερλάμποντά σου θαύματα τίς διηγήσεται; ἢ τίς ἀναγγελεῖ τὰ φρικτά σου μυστήρια; ἐνανθρωπήσας γὰρ δι ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ κράτος ἐφανέρωσας τῆς δυνάμεώς σου ἐν γὰρ τῷ Σταυρῷ σου τῷ λῃστῇ Παράδεισον ἤνοιξας, καὶ ἐν τῇ ταφῇ σου, τοὺς μοχλοὺς τοῦ ᾅδου συνέτριψας, καὶ ἐν τῇ ἀναστάσει σου, τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι. Στίχ. ζ. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωΐ, ἐπεζήτουν σε μυρίσαι τὸν ἀθάνατον Λόγον καὶ Θεόν καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, ὑπέστρεφον ἐν χαρᾷ, τοῖς Ἀ ποστόλοις μηνῦσαι ἐμφανῶς ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ παρέχεις τῷ κόσμῳ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος. Στίχ. η. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Τοῦ θεοδέγμονος τάφου, πρὸς τοὺς Ἰουδαίους οἱ φύλακες ἔλεγον Ὤ, τῆς ὑμῶν ματαιόφρονος συμβουλῆς! φυλάττειν τὸν ἀπερίγραπτον δοκιμάσαντες, μάτην ἐκοπιάσατε κρῦψαι τὴν ἀνάστασιν τοῦ σταυρωθέντος βουλόμενοι, τρανῶς ἐφανερώσατε. Ὤ, τοῦ ὑμῶν ματαιόφρονος συνεδρίου! Τί πάλιν κρῦψαι συμβουλεύεσθε, ὃ οὐ κρύπτεται; Μᾶλλον δὲ παρ ἡμῶν ἀκούσατε, καὶ πιστεῦσαι θελήσατε, τῶν γενομένων τὴν ἀλήθειαν. Ἄγγελος ἀστραπηφόρος, οὐρανόθεν κατελθών, τὸν λίθον ἀπεκύλισεν, οὗ τῷ φόβῳ νεκρώσει συνεσχέθημεν καὶ φωνήσας ταῖς κραταιόφροσι Μυροφόροις, ἔλεγε γυναιξί Οὐχ ὁρᾶτε τῶν φυλάκων τὴν νέκρωσιν, καὶ τῶν σφραγίδων τὴν διάλυσιν, τοῦ ᾅδου τε τὴν κένωσιν; Τί τὸν τὸ νῖκος τοῦ ᾅδου καταργήσαντα, καὶ τοῦ θανάτου τὸ κέντρον συντρίψαντα, ὡς θνητὸν ἐπιζητεῖτε; Εὐαγγελίσασθε δὲ ταχὺ πορευθεῖσαι, τοῖς Ἀπο 12
στόλοις τὴν Ἀνάστασιν, ἀφόβως κραυγάζουσαι Ὄντως ἀνέστη ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος. Δόξα. Ἑωθινὸν Γ. Ἦχος γ. Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο. Καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι αὐτῶν, δοξάζομέν σου, τὴν ἐκ νεκρῶν ἀνάστασιν, φιλάνθρωπε Κύριε. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν διὸ ἀνυμνοῦντες βοῶμεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ 13
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β. Ἀναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾅδου, ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα καὶ δι αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε. ἢ τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ μῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῶν Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑ πάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος πλ. α. (Ψαλμὸς ριζ ) Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀ νυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνα 14
τον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. Στίχ. β. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Στίχ. γ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ὲὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. α. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀ νυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. Ἀπολυτίκιον τοῦ Μάρτυρος Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὑτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τοῦ Γενεσίου τῆς Θεοτόκου. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἦχος δ. Αὐτόμελον. Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα ἐκ τῆς φθορᾶς τοῦ θανάτου ἠλευθερώθησαν, ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων λυτρωθεὶς ἐν τῷ κράζειν σοι Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ (Κυριακῆς τῆς ΙΔ Ἑβδομάδος) Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου τῆς Κυριακῆς Προκείμενον. Ἦχος πλ. α. (Ψαλμὸς ια 2, 8) Σύ, Κύριε, φυλάξαις ἡμᾶς, καὶ διατηρήσαις ἡμᾶς. Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. Πρὸς Κορινθίους Β Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (α 21 24 β 1 4) Ἀδελφοί, ὁ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, ὁ καί σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικα 15
λοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν τῇ γὰρ πίστει ἑστήκατε. Ἔκρινα δὲ ἐ μαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην ἔχω, ἀφ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Ἀλληλούϊα. (γ ) Ἦχος πλ. α. (Ψαλμὸς πη 2 3) Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Στίχ. Ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς ΙΔ Ματθαίου Ἐκ τοῦ κατὰ Ματθαῖον (κβ 2 14) Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων εἴπατε τοῖς κεκλημένοις ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα δεῦτε εἰς τοὺς γάμους. οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. τότε λέγει τοῖς δούλοις αὐτοῦ ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου καὶ λέγει αὐτῷ ἑταῖρε, πῶς εἰσῆλθες ᾧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ᾄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. 16
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀἀνναασσττὰὰςς ἐἐκκ ννεεκκρρῶνν....... Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Συμπλήρωμα Μηνολογίου: Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ποιούμεθα τῆς θαυμαστῆς ἐπὶ τοίχου πλινθοκτίστου οἰκίας ἀποτυπώσεως ἐν Βασιλικῷ τῆς Εὐβοίας τῆς χαριτοβρύτου μορφῆς τοῦ ὁσίου Ἰωάννου τοῦ Ῥώσου θαυματουργοῦ κατὰ τὸ ἔτος 1966, ἥτις ἐγένετο ἀφορμή, ἵνα ἀνοικοδομηθῇ Ναὸς ἐπ ὀνόματι τοῦ Ἁ γίου, δεξιᾷ τῷ εἰσερχομένῳ τῇ πόλει, ἀνακηρυχθῇ δὲ δεύτερος μετὰ τὴν Ὑπεραγίαν Θεοτόκον Πολιοῦχος αὐτῆς. Θείᾳ σμίλῃ μορφή σου, ὅσιε, ἄρτι Ἐσμιλεύθη ἐπὶ τοίχου, Ἰωάννη. Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἕτερον Ἀπολυτίκιον τοῦ Μάρτυρος. Ἦχος γ. Θείας πίστεως. Θεῖον βλάστημα, Μαρτύρων πέλων, ἠκολούθησας, ἀσχέτῳ πόθῳ, τοῖς ἐνθέοις ἀληθῶς τούτων ἴχνεσι καὶ τοῦ Σωτῆρος κηρύξας τὸ ὄνομα, ἐθαυμαστώθης σοφὲ δι ἀθλήσεως. Μάμα ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ἕτερον Ἀπολυτίκιον τοῦ Μάρτυρος. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὡς ἔνθεον βλάστημα, θεοειδῶν Ἀθλητῶν, ἀγῶσιν ἀθλήσεως, ἀνδραγαθεῖς ἱερῶς, ἰσχύϊ τῆς πίστεως ᾄθλοις γὰρ ὑπὲρ φύσιν, καὶ ἐν θαύμασι πλείστοις, Μάμα μεγαλομάρτυς, τὸν Σωτῆρα δοξάζεις. Ὧι πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἕτερον Ἀπολυτίκιον τοῦ Μάρτυρος. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Παφλαγονίας ὁ κλάδος καὶ μαρτύρων ἀγλάϊσμα, πόλεως Μόρφου τὸ κλέος καὶ Κυπρίων τὸ καύχημα, Λεόντων χάσματα ἔφραξας, Μάμα σοφέ, μαρτυρίου τὸν στέφανον κομισάμενος. Δόξα τῷ σὲ δοξάσαντι καὶ θαυμαστῶς ἐνισχύσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Ἕτερον Ἀπολυτίκιον τοῦ Μάρτυρος. (ψαλλόμενον ἐν πόλει Μόρφου τῆς Κύπρου) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῆς Παφλαγόνου τὸ κλέος, καὶ Γαγγραίων τὸ στήριγμα, φύλαξ καὶ φρουρὸς τῶν Κυπρίων, ἀνε 17
δείχθης, Μάμα ἔνδοξε. Τὴν θάλασσαν διῆλθες ὥσπερ ζῶν, καὶ ταύτης τρικυμίας χαλινῶν, θαυμασίως λάρνακά σου, Μόρφου τῇ πόλει, Μάρτυς κατεστήριξας διὸ ἐν τῇ μνήμῃ σου, σοφέ, εὐῶδες μύρον βρύει ἐξ αὐτῆς. Δόξα Θεῷ τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. ἢ ἑτέρως.. Ἦχος α. Παφλαγονίας τὸ κλέος, καὶ Γαγγραίων τὸ στήριγμα, φύλαξ καὶ φρουρὸς τῶν Κυπρίων.. Ἀπολυτίκιον τοῦ Ἱεράρχου. Ἦχος δ. Ταχὺ προκατάλαβε. Κανόνα πίστεως, καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνη σου, ἡ τῶν πραγμάτων ἀλήθεια διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ, Ἰωάννη, Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἕτερον Ἀπολυτίκιον τοῦ Ἰεράρχου. Ἦχος δ. Ταχὺ προκατάλαβε. Χρισθεὶς θείῳ χρίσματι, τῆς Ἐκκλησίας ποιμήν, Θεῷ ἱεράτευσας, ἀγγελικῶς ἐπὶ γῆς, Ἰωάννη Πατὴρ ἡμῶν σὺ γὰρ διὰ νηστείας, σεαυτὸν ἐκκαθάρας, κάθαρσιν τῶν πταισμάτων, τῷ σῷ λόγῳ παρέχεις, τοῖς πόθῳ Ἱεράρχα, θερμῶς σοι προστρέχουσι. Ὁσίου Κοσμᾶ τοῦ Ἐρημίτου τοῦ Κρητός. (Ἰσιδώρας Ἁγιοϊεροθεϊτίσσης) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τὸν Κοσμᾶν Ἐρημίτην ἀσκητὴν ὁσιόφρονα, Ὁμολογητὴν καὶ πατέρα ἐν ᾠδαῖς μεγαλύνωμεν σπηλαίῳ καὶ γὰρ οὗτος ἐγκλεισθείς, ἠξίωται μεγάλων δωρεῶν, ἀφθαρσίας δὲ μετέσχε θεοπρεπῶς αὐτοῦ τὸ θεῖον Λείψανον. Χαίροις τῆς Βενετίας θησαυρός, χαίροις τῆς Κρήτης πλοῦτός τε Χαίροις τοῦ Κουδουμᾶ τε τῆς Μονῆς τὸ ἔμψυχον στερέωμα. Ἀπολυτίκιον τῶν Ἁγίων τῆς Νήσου Χίου. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τοὺς ἐν Χίῳ ἀστέρας καὶ τοῦ Λόγου θεράποντας, ὡς τῆς Ἐκκλησίας φωστῆρας εὐφημήσωμεν ἅπαντες. Δεκάδα σὺν ἑξάδι Ἀθλητῶν, ἑξάδα δὲ Ὁσίων εὐκλεῶν. Τῆς γὰρ θείας ὀγδοάδος τῇ ἀ στραπῇ πυρσεύσουσι τοὺς κράζοντας δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι δι ὑμῶν, πᾶσιν ἰάματα. Ἀπολυτίκιον τῶν Ἁγίων Παροναξίας. (Νικοδήμου Παυλόπουλου) Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Τοὺς πέντε ὄντας νέους ἀρχαίους τε Ἁγίους, τῆς Νάξου καὶ τῆς Πάρου ὑμνήσωμεν προφρόνως Νικόδημον τὸν θεῖον ἀδελφοί, Νικόλαον προσέτι τὸν Πλανᾶν, Θεοκτίστην Μηθυμναίαν, ἐν τῷ Ναῷ ταφεῖσαν Πάρου ἔσωθι, Ἀρσένιον Πάρου τὸν κλεινὸν καὶ Πάριον Ἀθανάσιον, καὶ πάντες βοήσωμεν αὐτοῖς Χριστὸν ἱκετεύσατε τοῦ ἐλεῆσαι ἡμᾶς. Ἀπολυτίκιον τῶν Ἁγίων τῆς Ἀρκαδίας. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ἀρκαδίας λαμπτῆρες καὶ θερμοὶ ἀντιλήπτορες, ἀνεδείχθητε ὄντως Ἑνδεκάριθμοι Ἅγιοι, τετράριθμος χορὸς Ἱεραρχῶν, καὶ Ὅσιοι καὶ Νέοι Ἀθληταί διὰ τοῦτο εὐφημοῦμεν ὑμᾶς ὁμοῦ, συμφώνως ἀνακράζοντες δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι δι ὑμῶν, πᾶσιν ἰάματα. Ἀπολυτίκιον τῶν Ἁγίων τοῦ Πόντου. (Ἀθανασίου Σιμωνοπετρίτου) 18
Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τοὺς ἐν Πόντῳ Ἁγίους συντιμήσωμεν ἅπαντες, ὡς Εὐαγγελίου ἐργάτας καὶ Χριστοῦ ἐκτυπώματα ὁμοῦ σὺν Ἀποστόλοις Ἀσκητάς, Μαρτύρων τὸν θεόστεπτον χορόν, Ἱεράρχας, Νεομάρτυρας ἱερούς, εὐφραντικῶς κραυγάζοντες δόξα τῷ ἁγιάσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, Ὃν ἱλεοῦσθε ἐκτενῶς ὑπὲρ ἡμῶν μακάριοι. Ἀπολυτίκιον τῶν ἐν Πόντῳ Ἁγίων. (Ἀθανασίου Σιμωνοπετρίτου) Ηχος δ. Ο ὑψωθείς. Τὴν ἀναρίθμητον πληθὺν τῶν Ἁγίων, τῶν ἐν τῷ Πόντῳ βιωσάντων ἐνθέως, τιμήσωμεν ἐν ᾄ σμασι βοῶντες πρὸς αὐτούς οἱ βυθῷ ποντίσαντες, τοῦ Χριστοῦ τῇ δυνάμει, Φαραὼ ἀλάστορα, καὶ Ἐδὲμ νῦν οἰκοῦντες, ὑπὲρ ἡμῶν πρεσβεύετε ἀεί, χάριν διδόντες, Κυρίου φιλάδελφοι. Ἀπολυτίκιον τοῦ Ἁγίου Ἰωάννου τοῦ Ῥώσου ἐν Βασιλικῷ Εὐβοίας (Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. Θαυμαστῶς, Ἰωάννη, μορφὴ τοῦ θείου σου ἀπετυπώθη προσώπου ἐν πόλει Βασιλικοῦ ἐπὶ τοίχου ἄρτι, πάτερ θαυματόβρυτε, πίστεως Ὁμολογητά, ἐκ Ῥωσίας ἀχανοῦς ὁ ἕλκων τὸ γένος ὅθεν σε μεγαλύνοντες πόθῳ ἀπεκδεχόμεθα πρεσβείας σου. 19