16 ΝΟΕΜΒΡΙΟΥ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου ἠκουλοθήσαμεν τὴν φυλλάδαν τὴν ὑπὸ Γερασίμου Μικραγιαννανίτου συντεθεῖσαν * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος γ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Ἦχος γ. Ἀπόστολε Ἅγιε καὶ Εὐαγγελιστὰ Ματθαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Δόξα. τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ὡς θεῖος μαθητής, καὶ πιστὸς οἰκονόμος, καὶ κῆρυξ εὐκλεής, καὶ λαμπρὸς ὑπηρέτης, Χριστοῦ τοῦ σὲ καλέσαντος, ἐκ τελώνου Ἀπόστολε, κόσμῳ ἔφανας, ὡς ἀστραπὴ οὐράνια, καὶ κατηύγασας, τοὺς ἐν νυκτὶ τῆς ἀγνοίας, Ματθαῖε πανόλβιε. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὡς θρόνος ὑψηλός, καὶ φωσφόρος καθέδρα, καὶ ἅρμα φωτεινόν, καὶ ναὸς θείας δόξης, βαστάζεις ἐν ἀγκάλαις σου, τὸν τὰ πάντα βαστάζοντα, Ἀπειρόγαμε, Εὐλογημένη Μαρία ὅθεν ῥῦσαί με, ἐκ τῶν χειρῶν τοῦ δολίου, καὶ σῶσόν με δέομαι. Μετὰ τὴν β Στιχολογίαν Ἦχος δ. Ταχὺ προκατάλαβε. Τῆς θείας σαρκώσεως, ὑφηγητὴς ἱερός, καὶ θεῖος Ἀπόστολος, καὶ μυστογράφος σοφός, Ματθαῖε γενόμενος, ἔλαμψας τοῖς ἐν σκότει, εὐσεβείας τὴν γνῶσιν ὤφθης τῶν ἐν τῇ πλάνη, ὁδηγὸς θεηγόρος διὸ σὲ μακαρίζομεν, τελοῦντες τὴν μνήμην σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὸ ὄρος τὸ ἅγιον, τὸ ἐμφανὲς καὶ δασύ, τὴν πύλην τὴν ἔμψυχον, καὶ κεκλεισμένην Θεῷ, Παρθέ 1
νε ὑμνοῦμέν σε σὺ γὰρ σαρκὶ τεκοῦσα, τὸν Ὑπέρθεον Λόγον, ἔλυσας τῆς κατάρας, τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, καὶ ἅπασιν ἐπήγασας, χάριν καὶ ἔλεος. Μετὰ τὸν Πολυέλαιον Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τὴν τοῦ Πνεύματος χάριν πυροειδώς, ὡς αὐτόπτης τοῦ Λόγου πεπλουτηκώς, τῷ κόσμῳ ἐξέλαμψας, ὡς φωστὴρ ὑπερκόσμιος, θεογνωσίας αἴγλην, πυρσεύων, τοῖς πέρασι, καὶ τὴν τῆς ἀγνωσίας, ἐλαύνων σκοτόμαιναν ὅθεν καὶ ἀφ ὕψους, ὑψηλῆς πολιτείας, Χριστοῦ διεχάραξας, τὸ σεπτὸν Εὐαγγέλιον, ὦ Ματθαῖε Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Οὐρανίων χαρίτων συναγωγή, μυστηρίων αὐλῶν ἔμπνους θημών, ταμεῖον καὶ πρύτανις, θεϊκῆς ἀγαθότητας, καὶ δότειρα παντοίων, καλῶν τοῖς αἰνοῦσί σε, ἡ τὸν Θεὸν τεκοῦσα, ὑπάρχεις Πανάμωμε Ὅθεν θεραπεύεις, καὶ ψυχῶν καὶ σωμάτων, τὰ τραύματα Πάναγνε, τῶν πιστῶς προσιόντων σοι, καὶ βοώντων ἐκ πίστεως Πρέσβευε τῷ ἀω Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν δόξαν σου Ἄχραντε. ΟΙ ΑΝΑΒΑΘΜΟΙ ΚΑΙ ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ τὸ α Ἀντίφωνον τοῦ δ ἤχου Ἀντίφωνον Α. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη ἀλλ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ Μονάδι ἱ εροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. Ψαλμὸς ιη. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτοῦ. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν.. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσωμμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ Λοουυκκᾶᾶνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου Εὐαγγέλιον τοῦ Ἁγίου 2
(ζήτει αὐτὸ τῆ Ϛ Σεπτεμβρίου) Ἐκ τοῦ κατὰ Λουκᾶν (Λουκ. ι 16 21) Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ Ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀ νόματί σου. Εἶπε δὲ αὐτοῖς Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τού τῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέ κρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν Ν ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ταῖς τοῦ Ἀποστόλου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 3
Καὶ τὸ Ἰδιόμελον. Ἦχος β. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Μαθητὰ τοῦ σαρκωθέντος Λόγου, Ματθαῖε θεῖε, αἴτησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Εἶτα, οἱ Κανόνες τῆς Θεοτόκου εἰς Ϛ, καὶ τοῦ Ἀποστόλου, ὁ παρών, εἰς δ. ᾨδὴ α ὁ Κανὼν τῆς Θεοτόκου (Γερασίμου Μικραγιαννανίτου) Ἦχος δ. Θαλάσσης τὸ ἐρυθραῖον. Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. Θεοῦ σε, παναληθῆ λοχεύτριαν, εἰδότες Πάναγνε, ἐν παρθενίᾳ τέξασαν Αὐτόν, ἐκτενῶς ἐκβοῶμέν σοι Τῆς τῶν παθῶν συγχύσεως, ἡμᾶς ἐκκάθαρον ὑμνοῦντάς σε. Ἐφάνης, τῷ Μωϋσεῖ τὸ πρότερον, ὡς βάτος ἄφλεκτος, ἐν τῷ Σιναίῳ Κόρη τυπικῶς τὸ γὰρ πῦρ τῆς Θεότητος, ἀκαταφλέκτως ἔφερες, καὶ μετὰ σώματος ἐκύησας. Ὁ νοῦς μου, ταῖς πρὸς τὸ χεῖρον νεύσεσιν, Ἁγνὴ ἠχρείωται, προσομιλῶν ἀτόποις λογισμοῖς, ἀλλὰ σύ τοῦτον κάθαρον, τοῖς ῥείθροις τοῦ ἐλέους σου, καὶ τῷ Υἱῷ σού με οἰκείωσαι. Ὑψίστου, περιφανὲς ἀνάκτορον, καὶ παμφαέστατον, Θεοκυῆτορ Κόρη Μαριάμ, τὴν καρδίαν μου ἔργασαι, δοχεῖον ἱκετεύω σε, χωρητικὸν τῆς θείας Χάριτος. καὶ τοῦ Εὐαγγελιστοῦ ποίημα Θεοφάνους Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Πλουσίως μετάδος μοι, τῆς ἐνοικούσης σοι χάριτος, Ματθαῖε πανένδοξε, καὶ ὑπηρέτα Χριστοῦ, καὶ βοήσομαι, λαμπρῶς ἀνακηρύττων, καὶ μέλψω γηθόμενος, τὰ σὰ θαυμάσια. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τελείως κατέλιπες, τῶν ἐπιγείων τὴν σύγχυσιν, τοῦ Λόγου ὡς ἤκουσας, τοῦ σαρκωθέντος φωνῆς, καὶ τῆς χάριτος, ἐδείχθης οἰκονόμος, καὶ κῆρυξ θεόληπτος, θεομακάριστε. Δόξα. Αὐτόπτης γενόμενος, καὶ ὑπηρέτης διέπρεψας, τοῦ Λόγου Ἀπόστολε, τοῦ πρὸ αἰώνων Πατρός, καὶ διέδραμες, αὐτοῦ τὴν παρουσίαν, εὐαγγελιζόμενος, πᾶσι τοῖς ἔθνεσιν. Καὶ νῦν. Θεοτοκίον Θανάτου καθαίρεσιν, καὶ τῆς φθορᾶς τὴν κατάλυσιν, ζωῆς τε φανέρωσιν, εὐηγγελίσω σοφέ τῆς Παρθένου γάρ, ἐν μήτρᾳ ἐνοικήσας, ὁ ἀπεριόριστος, κόσμον ἀνέπλασεν. ᾨδὴ γ ὁ Κανὼν τῆς Θεοτόκου 4
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. Εὐφραίνεται ἐπὶ σοί,.. Σκηνώσας ἐν σῇ γαστρί, ὁ Ὑπερούσιος Θεὸς Ἄχραντε, σὲ οὐρανὸν ἔμψυχον, τοῖς ἐν γῇ ἀνθρώποις ἀνέδειξεν. Ὑμνήσωμεν εὐλαβῶς, τὴν τὸν Θεὸν ὑπερφυῶς τέξασαν, οἷα ἡμῶν ἔφορον, τὴν Θεοχαρίτωτον Δέσποιναν. Θανάτου καὶ τῆς φθορᾶς, τὸν ζωοδότην καὶ Θεὸν τέξασα, ὡς ἀληθῶς ἔσωσας, γένος τῶν βροτῶν Ἀειπάρθενε. Ῥυόμενον τὸν Ἀδάμ, ἐκ τῆς κατάρας ἐν σαρκὶ τέτοκας, τὸν τοῦ παντὸς Κύριον, μόνη Θεοτόκε δι ἔλεος. τοῦ Ἀποστόλου Ἦχος δ. Τοὺς σοὺς ὑμνολόγους. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τοὺς σοὺς Ἀποστόλους Θεοῦ Λόγε, φωστῆρας ἀνέδειξας ζωῆς, τὸν ζόφον ἀπελαύνοντας, τῆς ἀ θεΐας Δέσποτα, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, τὸν κόσμον ὅλον φωτίζοντας. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῇ σῇ καθοπλίσας, παντευχίᾳ, Ματθαῖον τὸν ἄριστον Σωτήρ, τυράννων δυνατώτερον, τοῦτον εἰργάσω Δέσποτα, καὶ καθαιρέτην ἔδειξας, εἰδώλων πλάνης Φιλάνθρωπε. Δόξα. Γλώσσης τῆς πυρίνης σου ὁ φθόγγος, δαιμόνων ἐνέπρησε βωμούς, Ματθαῖε τὸ θεότευκτον, τοῦ Παρακλήτου ὄργανον, δι οὗ Χριστὸς κηρύττεται, Λόγος ὁ ἐνυπόστατος. Καὶ νῦν. Θεοτοκίον Σάλπιγξ θεολόγος φθεγγομένη, συντόνως ἐφώτισε λαούς, Ματθαίου τοῦ θεόφρονος, τὴν τῆς Τριάδος ἔλλαμψιν, τὴν ὑπὲρ νοῦν τε σάρκωσιν, τοῦ Λόγου ἐκ σοῦ Πανάχραντε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩιΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Καθίσματα τοῦ Εὐαγγελιστοῦ Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ὁ πρῶτος τοῦ Χριστοῦ, Εὐαγγέλιον γράψας, καὶ πᾶσαν δᾳδουχῶν, τὴν ὑφήλιον κτίσιν, Ματθαῖος ὁ σοφώτατος, καὶ Χριστοῦ μύστης ἄριστος, νῦν τιμώμενος, ταῖς ἱεραῖς μελῳδίαις, πᾶσιν ἄφεσιν, ἁμαρτιῶν ἐξαιτεῖται, τοῖς πόθῳ τιμῶσιν αὐτόν. Δόξα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τὸν χρυσὸν καταλείψας ὡς ἀληθῶς, τὸν Χριστὸν δὲ ποθήσας φιλευσεβῶς, Ματθαῖε Ἀπόστολε, τῶν περάτων ἐδείχθης φωστήρ καὶ ἐκ τελώνου ὤφθης, Ἀπόστολος ἔνδοξος, μαθητὴς γενόμενος, καὶ κῆρυξ τῆς πίστεως. Ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, τὴν πάνσεπτον μνήμην 5
σου, καὶ πιστῶς ἑορτάζομεν, μελῳδοῦντες καὶ λέγοντες Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν. Θεοτοκίον Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων διὰ τοῦτο βοῶμεν αὐτῇ Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ββαασσι ιιλλεεὺὺςς ττῆῆςς εεἰ ἰἰρρήήννηηςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον τοῦ Εὐαγγελιστοῦ Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τοῦ τελωνείου τὸν ζυγὸν ἀποῤῥίψας, δικαιοσύνης τῷ ζυγῷ προσηρμόσθης, καὶ ἀνεδείχθης ἔμπορος πανάριστος, πλοῦτον κομισάμενος, τὴν ἐξ ὕψους σοφίαν ὅθεν ἀνεκήρυξας, ἀληθείας τὸν λόγον, καὶ τῶν ῥαθύμων ἤγειρας ψυχάς, καθυπογράψας, τὴν ὥραν τῆς κρίσεως. ὁ Οἶκος Ἡ τοῦ ἐχθροῦ με τυραννὶς βιάζεται ἀπλήστως, καὶ τῆς ψυχῆς μου ὅλον τὸν σπόρον καθαρπάζει, Ματθαῖε φίλε τοῦ Χριστοῦ ἀλλ αὐτὸς τὸν σπόρον τῶν εὐχῶν σου δεδωκώς, πρὸς σὴν δουλείαν κάρπωσον, καὶ δεῖξον ὑμνῳδόν σου σμικρότατον, καὶ ὑφηγητήν με τῶν πολλῶν σου καὶ μεγάλων κατορθωμάτων, καὶ τῆς πρὸς Χριστόν σου σχέσεως τὰ πάντα παρευθὺς ἐγκαταλείψας, ἠ κολούθησας θερμῶς τῷ κεκληκότι, πρῶτος γεγονὼς Εὐαγγελιστὴς ἐν τῷ κόσμῳ, καθυπογράψας τὴν ὥραν τῆς κρίσεως. Συναξάριον Τῇ ΙΣΤ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἐνδόξου καὶ Πανευφήμου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου, ὃς καὶ ἀνεκηρύχθη Προστάτης τῶν Τελωνειακῶν Ὑπαλλήλων. Στίχοι «Σῴζεις, Ἰησοῦ καὶ τελώνας σοί χάρις». Οὕτω βοᾷ Ματθαῖος ἐκ πυρὸς μέσου. Ἀκάματον Ματθαῖον πῦρ δεκάτῃ κτάνεν ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φουλβιανοῦ, πρίγκηπος τῆς Αἰθιοπίας, ὑπ αὐτοῦ τοῦ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου βαπτισθέντος καὶ Ματθαίου ἐπονομασθέντος. Στίχοι Φουλβιανὸς τῶν Αἰθιόπων πρίγκηψ, Σκῆπτρον ἐπόθησε τῆς ἄνω Βασιλείας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας ἐνδόξου παρθενομάρτυρος Ἰφιγενείας, ἐν Τοκάτῃ τοῦ Πόντου. Στίχοι Σαρκὸς νεκρωθεῖσα Ἰφιγένεια πᾶν μέλος Θανοῦσα συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεργίου, τοῦ ἐν Μαλοπινέγκᾳ τῆς Ῥωσίας. Στίχοι Σέργιος ἱερεὺς Σαβαὼθ Κυρίου, Θαυματουργός ἐστι δι ἀρετὴν βίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 6
ΚΑΤΑΒΑΣΙΑΙ τῶν Εἰσοδίων τῆς Θεοτόκου ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὴν Εἴσοδον. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον κἀν τῇ σεπτῇ Εἰσόδῳ σου.. στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ Ὑψίστου ὁ προφήτης Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ Εἰσόδῳ σου Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα. ᾨδὴ Ϛ. Τὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐ νεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 7
Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος πανηγυριζέτω δὲ ἀΰλων νόων φύσις, γεραίρουσα τὰ ἱερὰ Εἰσόδια τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις, παμμακάριστε Θεοτόκε Ἁγνή, Ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ τοῦ Εὐαγγελιστοῦ Ἦχος γ. Ἐν πνεύματι τῷ Ἱερῷ. Τοῦ τελωνείου τὸν ζυγόν, ἀποῤῥίψας ἐμφρόνως, Χριστῷ κατηκολούθησας, ὦ Ματθαῖε θεόφρον τοῖς ἴχνεσι δὲ τοῖς αὐτοῦ, θαυμαστῶς ἑπόμενος, ἐν μετοχῇ ἐγεγόνεις, τῆς αὐτοῦ βασιλείας, καὶ τῆς δόξης κοινωνός, καὶ μύστης τῶν ἀποῤῥήτων. Θεοτοκίον Τὰς παναγίας χεῖράς σου, Θεοτόκε Παρθένε, αἷς τὸν κτίστην ἐβάστασας, ἔπαρον εἰς πρεσβείαν, ὑπὲρ ἡμῶν δυσωποῦσα, ὅπως ῥύσηται ἡμᾶς, πάσης πεῖρας δαιμόνων, καὶ τοῦ τυχεῖν Πανάμωμε, τῶν μελλόντων ἐκείνων, ἀγαθῶν ἀξιώσῃ. ΑΙΝΟΙ Ἦχος δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Ἱστῶμεν στίχους δ, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια Ἦχος δ. Ἔδωκας σημείωσιν. Στίχ. α. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἔλαμψας Ἀπόστολε, φωτοειδὴς ὥσπερ ἥλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, καὶ πᾶσαν κατηύγασας, οἰκουμένην μάκαρ, τῇ θεογνωσίᾳ, καὶ ἀπεδίωξας ἀχλύν, πολυθεΐας Ματθαῖε πάνσοφε διό σου τὴν ὑπέρφωτον καὶ ἀξιάγαστον σήμερον, ἐκτελοῦμεν πανήγυριν, ὡς πηγὴν ἁγιάσματος. Στίχ. β. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνο ὴ αἰνεσάτω τὸν Κύριον. Ἔλαμψας Ἀπόστολε, Στίχ. γ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ Ἐν ὕψει καθήμενος, θεογνωσίας Ἀπόστολε, ὑπεδέξω τοῦ Πνεύματος, τὴν αἴγλην φανεῖσάν σοι, τοῦ πυρὸς ἐν εἴδει, καὶ γλώσσῃ πυρίνῃ, πᾶσαν κατέφλεξας σαφῶς, τῆς ἀσεβείας ὕλην πολύθεον διό σε ὡς Ἀπόστολον, καὶ θεηγόρον γεραίρομεν, τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦντες πανήγυριν. Στίχ. δ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. 8
Ἐβρόντησας πάνσοφε, τῇ οἰκουμένῃ διδάγματα, ἱερὰ καὶ σωτήρια, καὶ πᾶσαν ἐκάθηρας, εἰδωλομανίας, τὴν κτίσιν Ματθαῖε, καὶ κατεφώτισας λαούς, Εὐαγγελίου ταῖς ἐπιλάμψεσιν εἰδώλων τὰ τεμένη δέ, καταστρεψάμενος χάριτι, Ἐκκλησίας εἰς αἴνεσιν, τοῦ Θεοῦ ᾠκοδόμησας. Δόξα. τοῦ Εὐαγγελιστοῦ Ἦχος πλ. δ. Κροτήσωμεν ἐν ᾄσμασι σήμερον πιστοί, ἐπὶ τῇ μνήμῃ τοῦ σεπτοῦ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ Ματθαίου οὗτος γὰρ ῥίψας τὸν ζυγόν, καὶ τὸν χρυσὸν τοῦ τελωνείου, ἠκολούθησε Χριστῷ, καὶ κῆρυξ τοῦ Εὐαγγελίου θεῖος ἐχρημάτισεν ὅθεν ἐξῆλθε προφητικῶς ὁ φθόγγος αὐτοῦ, εἰς τὴν οἰκουμένην, καὶ πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ 9
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Τὸ Ἀπολυτίκιον τοῦ Εὐαγγελιστοῦ. Ἦχος γ. Ἀπόστολε Ἅγιε καὶ Εὐαγγελιστὰ Ματθαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῶν Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑ πάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Τὸ Ἀπολυτίκιον τοῦ Εὐαγγελιστοῦ. Ἦχος γ. Στίχ. α. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. (ιη 5) Ἀπόστολε Ἅγιε καὶ Εὐαγγελιστὰ Ματθαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Στίχ. β.οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.(ιη 2) Ἀπόστολε Ἅγιε,... Στίχ. γ. Οὔκ εἰσι λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. (ιη 4) Ἀπόστολε Ἅγιε,... 10
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Ἦχος γ. Ἀπόστολε Ἅγιε καὶ Εὐαγγελιστὰ Ματθαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῶν Εἰσοδίων. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα τὴν ἐν Πνεύματι θείῳ ἣν ἀνυμνοῦσιν ἄγγελοι Θεοῦ. Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Ἀπόστολον καὶ Εὐαγγέλιον τοῦ Εὐαγγελιστοῦ Προκείμενον. Ἦχος πλ. δ. (Ψαλμὸς ιη ) Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα. ΑΠΟΣΤΟΛΟΣ (τοῦ Ἁγίου, ὃν ζήτει τῇ Τρίτῃ Δ Ἑβδομάδος) Προκείμενον. Ἦχος πλ. δ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς Οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ. Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (ι 11 21, ια 1 2) Ἀδελφοί, λέγει ἡ γραφή «Πᾶς ὁ πιστεύων ἐπὶ τῷ Θεῷ οὐ καταισχυνθήσεται». Οὐ γὰρ ἔστι διαστολὴ Ἰουδαίου τε καὶ Ελληνος ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν «Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται». Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; Πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; Καθὼς γέγραπται «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!». Ἀλλ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ Ησαΐας γὰρ λέγει «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;». Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν; Μενοῦνγε «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». Ἀλλὰ λέγω μὴ οὐκ ἔγνω Ἰσραήλ; Πρῶτος Μωϋσῆς λέγει «Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς». Ησαΐας δὲ ἀποτολμᾷ καὶ λέγει «Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμ 11
φανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι». Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα». Λέγω οὖν μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. Ἀλληλούϊα. (γ ) Ἦχος α. (Ψαλμὸς πη ) Στίχ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. Στίχ. Ὁ Θεός, ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. ΕΥΑΓΓΕΛΙΟΝ τοῦ Εὐαγγελιστοῦ (ὃν ζήτει τῷ Σαββάτῳ τῆς Ε ἑβδομάδος Ματθαίου) Ἐκ τοῦ κατὰ Ματθαῖον (θ 9 13) Τῷ καιρῷ ἐκείνῳ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ Διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ οἱ κακῶς ἔχοντες. πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσε. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Χρρι ιισσττὸὸςς ὁὁ ἀἀλληηθθι ιιννὸὸςς Θεεὸὸςς ἡἡμμῶνν....... Δι εὐχῶν... Ἀμήν. * * 12
Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Μεγαλυνάρια. Ῥήξας τελωνείου πάντα δεσμόν, Ἀπόστολος ὤφθης, τοῦ Σωτῆρος καὶ Μαθητής, Εὐαγγελιστής τε, Ματθαῖε ἀνεδείχθης, ὡς γράψας τοῦ Δεσπότου τὸ Εὐαγγέλιον. Χαίροις Ἀποστόλων ἡ καλλονή, καὶ Εὐαγγελίου, μυστογράφος ὁ ἱερός, χαίροις ἀντιλῆπτορ, καὶ ῥύστης καὶ προστάτης, τῶν σὲ ἀνευφημούντων, Ματθαῖε ἔνδοξε. Ἐν τῷ τελωνείω ἀκηκοώς, φωνῆς τῆς ἁγίας, τοῦ Σωτῆρος καὶ Λυτρωτοῦ, τούτῳ παραυτίκα, προσέδραμες Ματθαῖε, καὶ μύστης ἀνεδείχθης, αὐτοῦ θεόσοφος. Ἐν τῷ ὑπερῴῳ ὑπερφυῶς, ἐν γλώσσῃ πυρίνη, ὑπεδέξω τὴν δωρεάν, Πνεύματος τοῦ θείου, Ματθαῖε θεηγόρε, καὶ τοῦ Χριστοῦ ἐγένου κῆρυξ πολύσοφος. Πνεύματι λαμπόμενος ἱερῷ, τοῦ Χριστοῦ τὸ θεῖον, Εὐαγγέλιον καὶ σεπτόν, Ματθαῖε θεόπτα, σοφῶς διεχαράττεις, εἰς σωτηρίαν κόσμου καὶ ἀπολύτρωσιν. Τοῦ Χριστοῦ τὴν σάρκωσιν τὴν σεπτήν, δι ἧς ἀνεπλάσθη, γένος ἅπαν τῶν γηγενῶν, τοῖς ἐν πλάνῃ πρῴην, ἐκήρυξας Ματθαῖε, καὶ τούτους καταυγάζεις, φωτὶ τῆς Χάριτος. Τοὺς σὲ ἀντιλήπτορα ἱερόν, ἔχοντας Ματθαῖε, πάσης ῥύου ἐπαγωγῆς, καὶ φύλαττε τούτους, ἀ τρώτους ἐν τῷ βίῳ, ἐκ πάσης ἐπηρείας, καὶ περιστάσεως. Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἕτερον Ἀπολυτίκιον τοῦ Εὐαγγελιστοῦ. Ἦχος γ. Θείας πίστεως. Θείας ἤκουσας, φωνῆς τοῦ Λόγου, καὶ τῆς πίστεως, τὸ φῶς ἐδέξω, καταλείψας τελωνίου τὸν σύνδεσμον ὅθεν Χριστοῦ τὴν ἀπόῤῥητον κένωσιν, εὐηγγελίσω Ματθαῖε Ἀπόστολε καὶ νῦν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος. Ἕτερον Ἀπολυτίκιον τοῦ Εὐαγγελιστοῦ. Ἦχος δ. Ταχὺ προκατάλαβε. Τὴν ἔνσαρκον πάνσοφε, οἰκονομίαν Χριστοῦ, τὰ πάθη καὶ ἔγερσιν εὐηγγελίσω ἡμῖν, Ματθαῖε Ἀ πόστολε ὅθεν χρεωστικῶς σε ἀνυμνοῦμεν βοῶντες φάνηθι ἐν τῇ κρίσει βοηθὸς ἡμῖν πᾶσιν, ἧς τὴν ὥραν εὐαγγελιστὰ τρανῶς καθυπέγραψας. Ἀπολυτίκιον τῆς Παρθενομάρτυρος Ἰφιγενείας. Ἦχος γ. Θείας πίστεως. Θείοις νάμασιν ἐγαλουχήθης, καὶ Χριστοῦ ἐγένου μύστις, τῷ Ἀποστόλου Ἀνδρέου βαπτίσματι, ἐν παῤῥησίᾳ πολλῇ, Ἰφιγένεια, ὁμολογίᾳ Χριστοῦ ἐμαρτύρησας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 13