05 ΜΑΪΟΥ 2018 τῷ Σαββάτῳ μετὰ τὴν Μεσοπεντηκοστὴν Ἁγίας Εἰρήνης Μεγαλομάρτυρος τὰ ἐλλείποντα τῆς Ἀκολουθίας ἀνεπλήρωσεν ὁ Σεβ.Μητροπολίτης Ῥόδου Κύριλλος ὁ Κογεράκης * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ὁ Ἱερεύς ΕΕὐὐλλοογγηηττὸὸςς ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) (ἅπαξ ἀπὸ τοῦ Ιεροῦ Βήματος καὶ ἀνὰ μίαν ὑπὸ τῶν Χορῶν) αὖθις ὁ Ἀναγνώστης Δόξα Πατρί.. Παναγία Τριάς. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος πλ. δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ τῆς Ἑορτῆς. Ἦχος πλ. δ. Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι. Δόξα. τῆς Μεγαλομάρτυρος Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Ὁ Χριστὸς ἡ εἰρήνη σὲ Εἰρήνην ἐκάλεσε σὺ γὰρ τὴν εἰρήνην βραβεύεις τοῖς τελοῦσι τὴν μνήμην σου, καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, προστρέχουσι τῷ θείῳ σου ναῷ, καὶ πρεσβεύεις ὑπὲρ πάντων, τῇ Τρισηλίῳ παρισταμένη Θεότητι. Ἅπαντες οὖν χαρμονικῶς, τὴν μνήμην αὐτῆς τελέσωμεν, τὸν ἀντιδοξάσαντα αὐτήν, Χριστὸν μεγαλύνοντες. Καὶ νῦν. Ἦχος πλ. δ. Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν τῆς Ἁγίας Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Καλλιμάρτυς Εἰρήνη, καὶ Χριστοῦ Νύμφη ἄφθορε, σὺ αὐτῷ παρεστῶσα ὡς ὡραία καὶ πάγκαλος, ὡς λίθους φαιδροὺς καὶ διαυγεῖς, τὰ στίγματα φέρουσα σαρκός, καὶ αἱμάτων τὴν πορφύραν, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ ἀναδείξαντι λαμπρῶς, Παρθένων ὄντως καλλονὴν καὶ Μαρτύρων καύχημα. Δόξα. Καὶ νῦν. 1
τῆς Ἑορτῆς Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ὁ Δεσπότης τῶν ὅλων ἐν τῷ Ναῶ ἑστηκώς, ἑορτῆς μεσαζούσης, Πεντηκοστῆς τῆς σεπτῆς, τοῖς Ἑβραίοις προσλαλῶν διελέγχει τρανῶς, ἐν παρρησίᾳ πολλῇ, ὡς Βασιλεὺς ὢν καὶ Θεός, τὴν τύραννον αὐτῶν τόλμαν, ἡμῖν δὲ πᾶσι δωρεῖται, δι εὐσπλαγχνίαν τὸ μέγα ἔλεος. Μετὰ τὴν β Στιχολογίαν τῆς Ἁγίας Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Κατεπλάγησαν ἁγνή, μάρτυς Εἰρήνη οἱ χοροί, τῶν ἀγγέλων καὶ βροτῶν, φύσις ἐξέστη ἐπὶ σοί, πῶς τὸν ἀρχέκακον δράκοντα κατεπάτησας, ὡραίοις σου ποσὶ καὶ κατηδάφισας, καὶ πλήθη ἀσεβῶν ἐχειραγώγησας, καὶ διαδήματι κάλλους παρὰ Χριστοῦ τοῦ Νυμφίου σου ἐστέφθης διὸ αἰτοῦμεν, μὴ ἐπιλάθου καὶ ἡμῶν τῶν τιμώντων σε. Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὁ πάντων ἐπιστάμενος, τῶν καρδιῶν λογισμοὺς ἐν μέσῳ ἀνέκραζε τοῦ ἱεροῦ ἐστηκώς, τοῖς ψεύσταις λέγων ἀλήθειαν Τί ζητεῖτε πιᾶσαι, ἐμὲ τὸν Ζωοδότην, ἑορτῆς μεσαζούσης, ἐκβοῶν παῤῥησίᾳ Μὴ τὴν κατʹ ὄψιν κρίσιν κρίνετε παράνομοι. Μετὰ τὸν Πολυέλεον τῆς Ἁγίας Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τὴν οὐράνιον νύμφην τοῦ ποιητοῦ, καὶ ἀκήρατον κόρην τοῦ λυτρωτοῦ, Εἰρήνην τιμήσωμεν, τὴν ἀμνάδα τὴν πάντιμον, τὴν καὶ μετὰ πότμον ἐν νεφέλαις ἀρθεῖσαν, Μαγεδὼν ἐκ πόλεως, καὶ εἰς Ἔφεσον φθάσασαν ἔνθα τοῖς σημείοις καὶ τοῖς τέρασι πάντας ἐνθέως ἐξέπληξας, καὶ τὴν πίστιν ἐκήρυξας, ἀθληφόρε ἀήττητε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἀφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Ἑορτῆς μεσαζούσης τῆς νομικῆς, ᾖς διδάσκων Σωτήρ μου ἐν ἱερῷ, ἐλέγχων τε τὴν ἄνοιαν, τῶν ἀπίστων Ἑβραίων, καὶ βοῶν τοῖς ὄχλοις, θείᾳ φωνῇ ὡς Φιλάνθρωπος, ὁ διψῶν ἀνέκραζες, ἐρχέσθω πρός με καὶ πινέτω. Ὅθεν ἐπηγγείλω, τοῖς πιστεύουσι νέμειν, σοφίας τὰ νάματα, ἐκ πηγῆς ἀκηράτου σου. Διὰ τοῦτο βοῶμέν σοι Κατάπεμψον, Χριστὲ ὁ Θεός, μόνος τὸ Πανάγιον Πνεῦμά σου, καὶ σῶσον ἡμᾶς, ὅτι ὑπάρχεις Πολυέλεος. ΟΙ ΑΝΑΒΑΘΜΟΙ ΚΑΙ ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ τὸ α Ἀντίφωνον τοῦ δ ἤχου Ἀντίφωνον Α. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη ἀλλ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ Μονάδι ἱ εροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. 2
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. (δίς) Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Θαυμαστὸς ὁ Θεός.. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσω μμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ Μααττθθααῖ ῖῖοονν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου Εὐαγγέλιον τῆς Ἁγίας Κατὰ Ματθαῖον (ἐκλογή) Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν Σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν. Ὃς δ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδίσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν Ἀγγέλων αὐτοῦ καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Ἀμὴν λέγω ὑμῖν Εἰσί τινες τῶν ᾧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. καὶ τὸν Ν ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 3
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναθεῖσα ἑαυτὴν παντοδυνάμῳ νεύματι, κρατυνομένη τῷ ἔρωτι τοῦ Χριστοῦ, καὶ τὴν γεώδη καταλείψασα στοργήν, ἐνεδύσω τὴν λαμπάδα τῆς αἰωνίου ζωῆς ὄλβιος, ὑπάρξασα θάλαμος, εἰς ὃν ἀγέλαι προσαναπαύονται, εἴσοδον εὑράμεναι τῆς αἰωνίου ζωῆς, μεθ ὧν ἱκέτευε Χριστῷ Εἰρήνη τριβόλβιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... ΟΙ ΚΑΝΟΝΕΣ ᾨδὴ α. ὁ α Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ ἀκροστιχίς Μέσην ἑορτῶν τῶν μεγίστων αἰνέσω. ποίημα Θεοφάνους. Ἦχος δ. Ὁ Εἱρμός. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Μεγάλαι τῆς ὑπὲρ νοῦν σου Δέσποτα, θείας σαρκώσεως, εὐεργεσίαι λάμπουσιν ἡμῖν, δωρεαί τε καὶ χάριτες, καὶ θεϊκαὶ λαμπρότητες, ἀγαθοδότως ἀναβρύουσαι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐπέστης, μαρμαρυγὰς Θεότητος, ἐξαποστέλλων Χριστέ, τῆς Ἑορτῆς ἐν μέσῳ προφανῶς ἑορτὴ 4
γὰρ χαρμόσυνος, τῶν σῳζομένων πέφυκας, καὶ σωτηρίας ἡμῖν πρόξενος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σοφία, δικαιοσύνη, Κύριε, καὶ ἀπολύτρωσις, παρὰ Θεοῦ σὺ γέγονας ἡμῖν, ἀπὸ γῆς πρὸς οὐράνιον, διαβιβάζων ὕψωμα, καὶ Πνεῦμα θεῖον χαριζόμενος. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἡ σάρξ σου διαφθορὰν ἐν μνήματι, οὐκ εἶδε Δέσποτα ἀλλ ὡς συνέστη ἄνευθεν σπορᾶς, τὴν φθορὰν οὐκ ἐδέξατο, ἀκολουθίᾳ φύσεως, ὑπερουσίως μὴ δουλεύσασα. καὶ τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς Σαῖς με προσευχαῖς μάρτυς Εἰρήνη σκέπε. Ἦχος δ. Ἄισομαί σοι Κύριε. Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Στέφανος ὑπάρχων τῆς Ἀθληφόρου, ταύτης Χριστὲ ταῖς πρεσβείαις, εἰρήνην τῷ κόσμῳ, καὶ δόξαν τὴν ἀμάραντον, τοῖς ὑμνοῦσί σε δώρησαι. Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Αἴγλῃ διαλάμπουσα παρθενίας, καὶ κοσμουμένη τῷ κάλλει, τῆς σῆς μαρτυρίας, Εἰρήνη μεγαλώνυμε, σῷ Νυμφίῳ παρίστασαι. Δόξα. Ἵλεων γενέσθαι ταῖς Ἐκκλησίαις, τὸν σὸν δυσώπει Νυμφίον, Εἰρήνη θεόφρον, καὶ πταισμάτων τὴν ἄφεσιν, παρέχειν τοῖς ὑμνοῦσί σε. Καὶ νῦν. Θεοτοκίον Σάρκα γεγονότα τὸν Θεὸν Λόγον, καὶ πεφηνότα καθ ἡμᾶς, ἁγία Παρθένε, ἀφράστως ἀπεκύησας, ὑπὲρ λόγον καὶ ἔννοιαν. ᾨδὴ γ. ὁ α Κανὼν τῆς Ἑορτῆς Ἦχος δ. Ὁ Εἱρμός. Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα Σύ μου ἰσχύς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ναμάτων ζωοποιῶν, τῇ Ἐκκλησίᾳ τὰς πηγὰς ἤνοιξας Εἴ τις διψᾷ, πρόθυμος, ἴτω καὶ πινέτω, βο ῶν Ἀγαθέ. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἐκ γῆς μὲν πρὸς οὐρανόν, ἀνυψωθῆναι προφανῶς ἔλεγες, ἐξ οὐρανοῦ Πνεῦμα δέ, πέμπειν ἐ πηγγείλω τὸ Ἅγιον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὁ φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς δεδώρηται, τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος. καὶ τῆς Ἁγίας Ἦχος δ. Τόξον δυνατῶν ἠσθένησε. Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Μύρου κενωθέντος αἴσθησιν, τοῦ τὴν οἰκουμένην εὐωδιάσαντος Χάριτι, δεξαμένη ἀνεπτερώθης, πρὸς τὸν τούτου πόθον ἔνδοξε. Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἔσχες τὸν Θεὸν συλλήπτορα, ἐν τοῖς σοῖς ἀγῶσι, καὶ συνασπίζοντα πάνσοφε διὰ τοῦτο στεφανωθεῖσα, τοὺς τυράννους κατεπάλαισας. Δόξα. 5
Πύργος ἀρετῶν ἀκλόνητος, καὶ θεοσεβείας κατοικητήριον γέγονας, καὶ ἀνδρείας καὶ σωφροσύνης, ἐνδιαίτημα πανεύφημε. Καὶ νῦν. Θεοτοκίον Ῥέων μέχρι σοῦ, ὁ θάνατος, ἔστη προσβαλὼν τῷ ἐκ σοῦ τεχθέντι Πανάμωμε διὰ τοῦτο ἀθανασίας, ἀπαρχήν σε ὀνομάζομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩιΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῆς Ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν. τῆς Ἁγίας Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Τῷ κάλλει σου Χριστέ, ἡ παρθένος τρωθεῖσα, παρέδραμε σπουδῇ, τὰ ὁρώμενα πάντα, καὶ πᾶσαν τὴν τοῦ σώματος, εὐμορφίαν ἐκδέδωκε, ταῖς κολάσεσι, καὶ ταῖς πικραῖς τιμωρίαις, ἀφανίζεσθαι ἣν εἰς ὡραίους νυμφῶνας, εἰσήγαγες Δέσποτα. Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ἐν μέσῳ ἑορτῆς τοῖς λαοῖς προσδραμοῦσιν, ἐκραύγαζες Χριστὲ μετὰ φίλτρου Οἰκτίρμον, πρὸς πηγὴν τὴν ἀέναον πίστει πάντας προσέρχεσθαι, ἵνα λάβωσι ὕδωρ ζωῆς αἰωνίου καὶ δοξάσωσι τὴν παντουργόν σου σοφίαν, εὐφρόνως θεούμενοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον τῆς Ἁγίας Ἦχος γ. Ἡ Παρθένος σήμερον. Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, καὶ Μαρτύρων στέμμασι στεφανωθεῖσα Εἰρήνη, αἵματι τοῦ μαρτυρίου ἐῤῥαντισμένη, θαύμασι καταστεφθεῖσα τῶν ἰαμάτων, εὐσεβῶς Μάρτυς ἐδέξω, βραβεῖον νίκης τῆς σῆς ἀθλήσεως. ὁ Οἶκος Τοῦ νυμφίου Χριστοῦ ἔρωτι, παναοίδιμε, ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειῤῥύτοις καὶ τῇ ἀθλήσει σαυτὴν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ, ὄντως τοῦ Κτίστου σου θαλάμῳ ἔνδοξε, ὡς νύμφη εὐκλεής, ἐστολισμένη, πεποικιλμένη, εἰσῆλθες ὡς ἐκλεκτή, στεφανηφόρος ὁραθεῖσα, ἐξ ἀφθάρτου νυμφίου δεξαμένη, ὡς χρυσίον, βραβεῖον νίκης τῆς σῆς ἀθλήσεως. Συναξάριον Τῇ Ε τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας ἐνδόξου Μεγαλομάρτυρος Εἰρήνης. Ξίφει θανοῦσα, καὶ βιώσασα ξένως, Εἰρηνικῶς τέθνηκας αὖθις, Εἰρήνη. Εἰρήνη τμηθεῖσα ἀνέγρετο καὶ θάνε πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἄθλησις τῶν Ἁγίων ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Νεοφύτου, Γαΐου καὶ Γα 6
ϊανοῦ. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ σεπτῷ καὶ σεβασμίῳ ναῷ τῶν Ἁγίων ἐνδόξων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῷ ὄντι ἐν τοῖς Δαρείου. Τρεῖς Μάρτυρες θάνατον ἀνδρικωτάτως, Ὑπὲρ Τριάδος λαμβάνουσιν Ἁγίας. Τῇ αὐτῇ ἡμέρᾳ, Ἀνάμνησις τῶν ἐγκαινίων τοῦ Ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Κύρου. Ἐγκαινίων ἄγομεν μνήμην Ναοῦ σου, Κύρου, Πάναγνε, τῆς Κύριον τεκούσης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐνδόξων Μαρτύρων Θεοδώρου, Ἰουλιανοῦ, Εὐβούλου, Μαλκάμονος, Μωκίμου καὶ Σαλαμάνη, τῶν ἐν Πέτρᾳ μαρτυρησάντων, κατὰ τοὺς χρόνους τοῦ Διοκλητιανοῦ. Ἐν Πέτρᾳ ἤθλησεν ἡ ἑξὰς Μαρτύρων, Καὶ πρὸς ὀγδόης αἰῶνα συνεισῆλθεν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἱλαρίου, Ἐπισκόπου Ἀρελάτης τῆς ἐν Γαλλίᾳ. Ἱλαροῦ Χριστοῦ εἰκὼν ὁ Ἱλαρίων, Βλέπει ἱλαρῶς τὸ φῶς τοῦ Παραδείσου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐνδόξου Μάρτυρος Ἐφραὶμ τοῦ Προφήτου, τοῦ ἐν Δαμασκῷ μαρτυρήσαντος. Προφήτης, Ἐφραίμ, ἐκλήθης καὶ Μάρτυς, Τὸν προφητικῶς Λόγον ὁμολογήσας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου Ἐπισκόπου Μαδύτου, τοῦ μυροβλύτου καὶ θαυματουργοῦ. Χριστὸν δοξάσας, Εὐθύμιε, τῷ βίῳ, Θαύμασι πολλοῖς ἀξίως ἐδοξάσθης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Νέου Ὁσιομάρτυρος Ἐφραὶμ τοῦ νεοφανοῦς, ἐν τῷ ὄ ρει Ἀμώμων, παρὰ τῇ Νέᾳ Μάκρῃ τῆς Ἀττικῆς, ὑπὸ Ἀγαρηνῶν πειρατῶν βασανισθέντος καὶ τελειωθέντος, ἐν ἔτει 1426ῳ. Ηὔφρανας, Ἐφραίμ, Θεὸν τῇ βιοτῇ σου, Καὶ τοῖς θαυμασίοις σου πιστοὺς εὐφραίνεις. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Πλάτων, Ἐπίσκοπος Μπάνια Λούκα ἐν Βοσνίᾳ, δεινῶς βασανισθεὶς ὑπὸ τῶν ἀθέων κατακτητῶν ἀποκτείνεται καὶ εἰς τὸν παρακείμενον ποταμὸν ποντίζεται, ἐν ἔτει χιλιοστῷ ἐννεακοσιοστῷ τεσσαρακοστῷ καὶ πρώτῳ (1941). Κυρίου, τοῦ Καλοῦ Ποιμένος, εἰκὼν καὶ τύπος ἦσθα, Ὑπὲρ ποιμνίου καὶ λαοῦ σου τὴν ψυχὴν ἐκὼν θύων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἀδριανοῦ τοῦ Μόνζα. Ὁ Ἀδριανὸς ἀνδρείως ἀσκητεύσας, Ἄθλων ἀνδρικῶν ἀπέλαβε τὸ στέφος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Βαρλαὰμ καὶ Γεδεών, τῶν ἐν Σερπούχωφ. Ὄψει θεϊκῇ Βαρλαὰμ Γεδεών τε, Τῆς Ἁγνῆς Μονὴν ἵδρυσαν ἐν Σερπούχωφ. 7
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου, ἡγουμένου τῆς Μονῆς Γελιέζνι Μπορόκ. Ἐπανεῖδον φῶς λείψανα Ἰακώβου, Τοῦ εἰρηνικῶς ζῶντος ἐν φωτὶ θείῳ. Ταῖς τῶν σῶν ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ** ΚΑΤΑΒΑΣΙΑΙ τῆς Μεσοπεντηκοστῆς (ψάλλονται ἀπὸ τῆς Τετάρτης τῆς Μεσοπεντηκοστῆς μέχρι τῆς ἀποδόσεως τῆς ἑορτῆς πλὴν τῆς Κυριακῆς τῆς Σαμαρείτιδος) ᾨδὴ α. Ἦχος πλ. δ. Θάλασσαν ἔπηξας, βυθίσας σὺν ἅρμασι τὸν ἀλαζόνα Φαραώ, καὶ λαὸν διέσωσας δουλείας καὶ εἰσήγαγες αὐτὸν εἰς ὄρος ἁγιάσματος βοῶντα Ἄισωμέν σοι τῷ Θεῷ ἡμῶν καινὴν ᾠδὴν ἐπινίκιον, τῷ ἐν πολέμοις κραταιῷ. ᾨδὴ γ. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ ἐχθρούς μου τὸ στόμα μου,.... εὐφράνθην ἐν σωτηρίῳ σου. ᾨδὴ δ. Ὁ προφήτης Ἀββακοὺμ τοῖς νοεροῖς ὀφθαλμοῖς προεώρα, Κύριε, τὴν παρουσίαν σου διὸ καὶ ἀνέκραζεν Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός. Δόξα τῇ δόξῃ σου, Χριστέ, δόξα τῇ συγκαταβάσει σου. ᾨδὴ ε. Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς. Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. ᾨδὴ Ϛ. Ὡς ὕδατα θαλάσσης, φιλάνθρωπε, τὰ κύματα τοῦ βίου χειμάζει με. Διό, ὡς Ἰωνᾶς, σοὶ κραυγάζω, Λόγε Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, εὔσπλαγχνε Κύριε. ᾨδὴ ζ. Τῶν Χαλδαίων ἡ κάμινος πυρὶ φλογιζομένη, ἐδροσίζετο πνεύματι, Θεοῦ ἐπιστασίᾳ οἱ παῖδες ὑ πέψαλλον Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος πλ. δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 8
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα, ἐπὶ σοὶ Θεοτόκε, ἀμφότερα ᾠκονομήθη, διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς ἀπαύστως μακαρίζομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἐξαποστειλάριον τῆς Ἁγίας Ἦχος β. Γυναῖκες ἀκουτίσθητε. Ῥωσθεῖσα καλλιπάρθενε, Σταυρῷ τῷ τοῦ Κυρίου σου, τυράννων ἔλυσας θράσος, ἀθλοῦσα Μάρτυς γενναίως καὶ πρὸς Χριστοῦ ἀπείληφας, βραβεῖα νίκης πάνσοφε, Εἰρήνη μεγαλώνυμε, ὑπὲρ ὑμῶν δυσωποῦσα, τῶν σὲ τιμώντων ἐκ πόθου. Ἕτερον Ἦχος γ. Ἐν Πνεύματι τῷ ἱερῷ. Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ δεξαμένη, παρθενομάρτυς Εἰρήνη, ἐκ συμφορῶν πολυτρόπων, τῶν πίστει προστρεχόντων σοι, τὸν Θεὸν δοξάζουσα, καὶ σὸν Νυμφίον παρθένε. καὶ τῆς Ἑορτῆς Ἦχος γ. Ὁ οὐρανὸν τοῖς ἄστροις. Ὁ τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν ὅτι συνέχομαι δίψῃ,.... Εὔσπλαγχνε μόνε Οἰκτίρμον. ΑΙΝΟΙ Ἦχος γ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος γ. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ 9
ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη διʹ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα, Αὐτὸν προσκυνήσωμεν. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει, Ἐλέησον ἡμᾶς. Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ὁ ποιητὴς τῶν ἁπάντων, καὶ τῆς ζωῆς χορηγός, ὁ τῷ Πατρὶ τῷ θείῳ, συναΐδιος Λόγος, ἑκὼν ἐκ τῆς Παρθένου, σάρκα λαβών, καὶ γενόμενος ἄνθρωπος, τὰ τῆς ἀρρήτου, σοφίας ὡς ἀγαθός, πᾶσιν ἔβλυσε διδάγματα. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῆς ἑορτῆς μεσαζούσης, τῶν Ἰουδαίων Χριστέ, τῷ ἱερῷ ἐπέστης, ὁ τοῦ νόμου Δεσπότης, διδάσκων ἐξουσίᾳ καὶ Γραμματεῖς, διελέγχων ὡς γέγραπται, καὶ καταπλήττων σοφία λόγων τῶν σῶν, καὶ θαυμάτων ἐπιδείξεσιν. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὁ χορηγὸς τῆς σοφίας, καὶ τῶν καλῶν παροχεύς, ὁ χέων θεῖα ῥεῖθρα, ἐκ πηγῆς ἀενάου, Δεῦτε πρός με, κράζει, ὕδωρ ζωῆς, οἱ διψῶντες ἀρύσασθε, καὶ ποταμοὶ ἐκ κοιλίας ὑμῶν, φησί, χαρισμάτων θείων ῥεύσουσιν. Στιχηρὰ τῆς Ἁγίας Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Τῶν φιλεόρτων τὰ πλήθη δεῦτε συνδράμωμεν, τῇ μνήμῃ τῆς ἐνδόξου καὶ σεπτῆς ἀθληφόρου, Εἰρήνη νῦν ἡ Μάρτυς, πάντας ἡμᾶς συνεκάλεσε σήμερον, εἰς εὐωχίαν ἀθάνατον τὰς αὐτῆς, ἀριστείας παραθέμενοι. Στίχ. ζ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Τὴν ἱεράν σου εἰκόνα κατασπαζόμεθα, νῦν αἰσθητῶς Ἁγία, νοερῶς δὲ τὰ θεῖα, λείψανά σου πάντες ἀπὸ ψυχῆς, προσκυνοῦμεν καλλίνικε, ἐκδυσωποῦντές σε βλάβης παντοδαπῆς, καὶ κινδύνων ἡμᾶς ῥύεσθαι. Στίχ. η. Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου. Εἰρήνης νῦν τῆς παρθένου, δεῦτε συνέλθωμεν, ἐν τῷ Ναῷ τῷ θείῳ, καὶ αὐτῆς τὴν εἰκόνα, τὴν πάνσεπτον σὺν φόβῳ καὶ χαρμονῇ, προσκυνήσωμεν ἅπαντες, καθικετεύοντες, ταύτην πάσης ὀργῆς, καὶ ἀνάγκης ἡμᾶς ῥύεσθαι. Δόξα. Ἦχος πλ. β. Ῥηγνυμένης σαρκός, οὐδόλως ἐφρόντισας, παρθενομάρτυς Εἰρήνη πανένδοξε, ἀλλὰ τραυμάτων, μάστιξί τε καὶ ἄλλοις προθύμως ἐκδέδωκας διὰ τὴν ἄνω λαμπρότητα. Ὅθεν Χριστός, ὁ Νυμφίος σου καὶ στεφανοθέτης, στεφάνῳ διπλῷ σε κατέστεψε τῆς παρθενίας τε καὶ ἀθλήσεως. Αὐτὸν οὖν ἱκέτευε ῥυσθῆναι ἡμᾶς, ἀπὸ πάσης προσβολῆς ἐναντίας, καὶ σωθῆναι τὰς ψυχὰς ἡ μῶν. Καὶ νῦν. Ἦχος δ. Φωτισθέντες ἀδελφοί, τῇ Ἀναστάσει τοῦ Σωτῆρος Χριστοῦ, καὶ φθάσαντες τὸ μέσον τῆς ἑορτῆς 10
τῆς δεσποτικῆς, γνησίως φυλάξωμεν τὰς ἐντολὰς τοῦ Θεοῦ, ἵνα ἄξιοι γενώμεθα καὶ τὴν Ἀνάληψιν ἑορτᾶσαι, καὶ τῆς παρουσίας τυχεῖν τοῦ Ἁγίου Πνεύματος. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ εὐθύς Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος πλ. δ. Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) Ἀντίφωνα τοῦ Πάσχα Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς ξε (65) 11
Στίχ. α. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Στίχ. γ. Εἴπατε τῷ Θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Στίχ. δ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματί σου Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς ξστ (66) Στίχ. α. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριον σου. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς Στίχ. γ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς Στίχ. δ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος πλ. α. Ψαλμὸς ξζ (67) Στίχ. α. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Στίχ. β. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Χριστὸς ἀνέστη Στίχ. γ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Χριστὸς ἀνέστη Στίχ. δ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Χριστὸς ἀνέστη ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς 12
ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. οὐ ψάλλεται δὲ πάλιν τὸ «Χριστὸς ἀνέστη», ἀλλ εὐθὺς τὰ Ἀπολυτίκια. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος πλ. δ. Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι. τὸ Ἀπολυτίκιον τῆς Μεγαλομάρτυρος. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Ὁ Χριστὸς ἡ εἰρήνη σὲ Εἰρήνην ἐκάλεσε σὺ γὰρ τὴν εἰρήνην βραβεύεις τοῖς τελοῦσι τὴν μνήμην σου, καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, προστρέχουσι τῷ θείῳ σου ναῷ, καὶ πρεσβεύεις ὑπὲρ πάντων, τῇ Τρισηλίῳ παρισταμένη Θεότητι. Ἅπαντες οὖν χαρμονικῶς, τὴν μνήμην αὐτῆς τελέσωμεν, τὸν ἀντιδοξάσαντα αὐτήν, Χριστὸν μεγαλύνοντες. Ἀπολυτίκιον τοῦ Ὁσιομάρτυρος Ἐφραίμ. Ὅμοιον. Ἐν ὄρει τῶν Ἀμώμων ὥσπερ ἥλιος ἔλαμψας, καὶ μαρτυρικῶς, θεοφόρε, πρὸς Θεὸν ἐξεδήμησας, βαρβάρων ὑποστὰς ἐπιδρομάς, Ἐφραὶμ Μεγαλομάρτυς τοῦ Χριστοῦ, διὰ τοῦτο ἀναβλύζεις χάριν ἀεί, τοῖς εὐλαβῶς βοῶσί σοι δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Μεσοπεντηκοστῆς. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. (ψάλλεται ἀπὸ τῆς ἡμέρας τῆς ἑορτῆς μέχρι τῆς ἀποδόσεως αὐτῆς πλὴν τῆς Κυριακῆς τῆς Σαμαρείτιδος, καθ ἣν ψάλλεται τὸ τοῦ Πάσχα) Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων ποιητὴς καὶ δεσπότης πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός Δεῦτε καὶ ἀρύσασθε ὕδωρ ἀθανασίας ὅθεν σοι προσπίπτομεν καὶ πιστῶς ἐκβοῶμεν Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ τῆς Ἁγίας (ζήτει τῇ Πέμπτῃ τῆς ΚΕ ἑβδομάδος) Προκείμενον. Ἦχος δ. (Ψαλμὸς ξζ ) Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. Πρὸς Θεσσαλονικεῖς Β Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (β 13 17, γ 1 5) Ἀδελφοί, ἡμεῖς ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας, εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι ἐπιστολῆς ἡμῶν. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν Χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ. Τὸ λοιπόν, προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς, καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων οὐ γὰρ πάντων ἡ πίστις. 13
Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ ὑμᾶς ὅτι ἃ παραγγέλλομεν ὑμῖν καὶ ποιεῖτε καὶ ποιήσετε. Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ. Ἀλληλούϊα. (γ ) Ἦχος α. (Ψαλμὸς λθ ) Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου. ΕΥΑΓΓΕΛΙΟΝ τῆς Ἁγίας (ζήτει τῇ Κυριακῇ ΙΖ Ματθαίου) Ἐκ τοῦ κατὰ Ματθαῖον (ιε 21 28) Τῷ καιρῷ ἐκείνῳ ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα Κύριε, βοήθει μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ εἶπε ναί, Κύριε καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψυχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Μεγαλυνάριον. Δεῦτε φιλομάρτυρες εὐλαβῶς πλέξωμεν στεφάνους ἐξ ἀνθέων ἐαρινῶν, ἐν ἀγαλλιάσει, καὶ στέψωμεν ἐνθέως, Εἰρήνην τὴν ἁγίαν, ἣν μεγαλύνομεν. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν, ἀντὶ τοῦ Εἴδομεν Ἦχος πλ. α. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀἀνναασσττὰὰςς ἐἐκκ ννεεκκρρῶνν....... 14
Ἀντὶ δὲ τοῦ ʹδι εὐχῶνʹ, ἐκφώνησις ὑπὸ τοῦ λειτουργοῦ Χρρι ιισσττὸὸςς ἀἀννέέσσττηη ἐἐκκ ννεεκκρρῶνν,,, θθααννάάττῳ θθάάννααττοονν ππααττήήσσααςς,,, κκααὶ ὶὶ ττοοῖ ῖῖςς ἐἐνν ττοοῖ ῖῖςς μμννήήμμαασσι ιι,,, ζζωὴὴνν χχααρρι ιισσάάμμεεννοοςς... ὁ δὲ Χορὸς ἀποκρίνεται ἐμμελῶς Ἀληθῶς ἀνέστη ὁ Κύριος. * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. ** Ἀκροτελεύτιος Στίχος τοῦ Μηνολογίου ἑτέρως, διὰ τὸ εὔσημον τῆς ἡμέρας Ταῖς τῆς Μεγαλομάρτυρος καὶ θεσπεσίας Νύμφης Σου τῆς θαυματουργοῦ, Χριστὲ ὁ Θεός, πρεσβείαις, ὡς καὶ πάντων σου τῶν Ἁγίων ταῖς ἱκεσίαις, εἰρήνην τὴν πολυπόθητον δώρησαι τῇ Οἰκουμένῃ, εἰρήνην ἔμπνευσον ἐν ταῖς ψυχαῖς ἡμῶν ἀτρέπτως, εἰρήνην ἀσφάλισαι ἐν ταῖς οἰκογενείαις τοῦ λαοῦ Σου ἀῤῥήτως, εἰρήνην δὲ καὶ τῶν λογισμῶν ἡμῶν καθαρωτάτην καὶ διαυγῆ εὐδόκησον παραγενέσθαι διὰ τοῦ εἰρηνικοῦ Σου Πνεύματος καὶ ἐλέησον ἡμᾶς. Ἀμήν. Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἕτερον Ἀπολυτίκιον τῆς Μεγαλομάρτυρος. Ἦχος δ. Ταχὺ προκατάλαβε. Εἰρήνης τὸν ἄρχοντα, ἰχνηλατοῦσα σεμνή, εἰρήνης ἐπώνυμος, δι ἐπιπνοίας Θεοῦ, ἐδείχθης πανεύφημε σὺ γὰρ τοῦ πολεμίου, τὰς ἐνέδρας φυγοῦσα, ᾔθλησας ὑπὲρ φύσιν, ὡς παρθένος φρονίμη διὸ μεγαλομάρτυς Εἰρήνη, εἰρήνην ἡμῖν αἴτησαι. Ἕτερον Ἀπολυτίκιον τῆς Μεγαλομάρτυρος. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἁγνείας λαμπρότησι κρίνον ὡς εὔοσμον, ἐξήνθησας ἔνδοξε Εἰρήνη μάρτυς Χριστοῦ, στολαῖς μαρτυρίου σου, κάλλεσιν ὡραΐσθης, ἐπιγνώσεως θείας, πλάνης δυσωδεστάτης ἀπελαύνουσα βλάβην, διό σου τὴν πανεύφημον μνήμην γεραίρομεν. Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ. Ταχὺ προκατάλαβε. Κρουνοῖς τῶν αἱμάτων σου τὴν Ἐκκλησίαν Χριστοῦ, πηγὴ ὡς ἀκένωτος πᾶσαν κατήρδευσας, Εἰρήνη εἰρηνώνυμε ἔσωσας ἐν τῷ κόσμῳ, τῶν θαυμάτων σου αἴγλῃ, εἰδωλικῆς μανίας μυριάδας ἀνθρώπων διὸ ἐν παῤῥησίᾳ Χριστῷ τῷ Νυμφίῳ σου, πρέσβευε εἰρήνην ἡμῖν δωρήσασθαι. Ἀπολυτίκιον τοῦ Ἱεράρχου. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῆς Μαδύτου τὸ κλέος καὶ ποιμένα πανάριστον, τὸν θαυματουργὸν Ἱεράρχην, σὲ τιμῶμεν Εὐθύμιε ὁσίως γὰρ ἐβίωσας ἐν γῇ, καὶ θείαις ἐδοξάσθης δωρεαῖς. Καὶ κινδύνων ἐκλυτροῦσαι παντοδαπῶν, τοὺς πίστει ἐκβοῶντάς σοι δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. 15
Ἕτερον Ἀπολυτίκιον τοῦ Ἱεράρχου. Ἦχος δ. Ταχὺ προκατάλαβε. Μαδύτου σε πρόεδρον, καὶ Ἱεράρχην κλεινὸν ἡ Χάρις ἀνέδειξεν, ὡς τοῦ Χριστοῦ μιμητήν, Εὐθύμιε Ὅσιε ὅθεν ἱερατεύσας, θεοφρόνως Κυρίῳ ὤφθης τῆς εὐσεβείας, πρακτικὸς ὑποφήτης καὶ νῦν πάτερ ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε. 16