26 ΑΥΓΟΥΣΤΟΥ 2018 Κυριακὴ ΙΓ Ματθαίου Ἀδριανοῦ καὶ Ναταλίας ὁμοζύγων Μαρτύρων, Τιθόη, Ἰωάσαφ Ὁσίων. Ἦχος δ. Ἑωθινὸν Β.

Σχετικά έγγραφα
Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

18 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

07 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ Δ Νηστειῶν. Ἦχος δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

24 ΙΟΥΛΙΟΥ 2016 Κυριακὴ Ε Ματθαίου Χριστίνης Μεγαλομάρτυρος, Ἀθηναγόρου Ἀπολογητοῦ, Θεοφίλου Νεομάρτυρος τοῦ Ζακυνθίου. Ἦχος δ. Ἑωθινὸν Ε.

16 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΑ Λουκᾶ Ἁγίων Προπατόρων Ἀγγαίου τοῦ Προφήτου, Μοδέστου Ἱεροσολύμων, Θεοφανοῦς Βασιλίσσης. Ἦχος δ. Ἑωθινὸν Ζ.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

09 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ε Ματθαίου Παγκρατίου Ἐπισκ.Ταυρομενίου, Διονυσίου Ῥήτορος καὶ Μητροφάνους Μικραγιαννανιτῶν, τῶν ἐν Κύπρῳ Νεομαρτύρων τοῦ 1821

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 Κυριακὴ ΙΖ Ματθαίου Ὁσίων Αὐξεντίου, Ἀβραμίου, Μάρωνος. Ἦχος δ. Ἑωθινὸν Δ.

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος α. Ἑωθινὸν Β.

01 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Ε Ματθαίου τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν Ῥωμαίων. Ἦχος δ. Ἑωθινὸν Ε.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ μῶν καταδεξάμενος δι οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

αὐτῶν (ποίημα τοῦ ἀειμνήστου Μητροπολίτου Πατρῶν κυροῦ Νικοδήμου) ὑπάρχει ἐν ἰδιαιτέρᾳ φυλλάδι. * * * * * * * *

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Τῌ ΙΔ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΖ Ματθαίου Ἱερομάρτυρος Χαραλάμπους, Ζήνωνος τοῦ Ταχυδρόμου. Ἦχος δ. Ἑωθινὸν Δ.

Τῌ ΚΑ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀπόδοσις τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Κοδράτου ἱερομάρτυρος ἐπισκόπου Ἀθηνῶν. ( 130) Ἰωνᾶ προφήτου (880 π.χ.

2 ΝΟΕΜΒΡΙΟΥ 2014 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

16 ΟΚΤΩΒΡΙΟΥ 2016 Κυριακὴ Δ Λουκᾶ Λογγίνου τοῦ ἑκατοντάρχου, Θεοφόρων Πατέρων τῆς Ζ Οἰκουμενικῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

11 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ H Ματθαίου Εὔπλου διακόνου καὶ μάρτυρος, ἀνάμνησις θαύματος τοῦ Ἁγ.Σπυρίδωνος ἐν Κερκύρᾳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

1 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

27 ΑΥΓΟΥΣΤΟΥ 2017 Κυριακὴ ΙΒ Ματθαίου Ὁσίου Ποιμένος, Μεγαλομάρτυρος Φανουρίου, Σύναξις Εὐρυτάνων Ἁγίων. Ἦχος γ. Ἑωθινὸν Α.

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

17 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Ἰσαύρου διακόνου, Βασιλείου καὶ Ἰννοκεντίου ( γ αἰ.) Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ τῶν μαρτύρων ( 362).

11 ΝΟΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Η Λουκᾶ Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, Θεοδώρου τοῦ Στουδίτου. Ἦχος βαρύς. Ἑωθινὸν Β.

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ ΙΖ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Δ ΕΩΘ.Δ.

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 22 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Δ Νηστειῶν Ὁσ.Ἰωάννου τῆς Κλίμακος. Βασιλείου πρεσβ.ἀγκυρανῶν.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος δ, ἑωθιμὸμ Ζ.

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

05 ΝΟΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ε Λουκᾶ Γαλακτίωνος καὶ Ἐπιστήμης τῶν Μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν ΙΑ.

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

21 ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀπόδοσις τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ. Κοδράτου ἱερομάρτ. Ἐπισκόπου Ἀθηνῶν, Ἰωνᾶ τοῦ Προφήτου. * * * * *

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

28 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ϛ Ματθαίου Προχόρου, Νικάνορος, Τίμωνος, Παρμενᾶ, Ὁσίας Εἰρήνης Χρυσοβαλάντου. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

22 ΟΚΤΩΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

05 ΑΥΓΟΥΣΤΟΥ 2018 Κυριακὴ Ι Ματθαίου Προεόρτια Μεταμορφώσεως Κυρίου, Εὐσιγνίου Μάρτυρος, Ὁσίου Εὐγενίου τοῦ Αἰτωλοῦ. Ἦχος α. Ἑωθινὸν Ι.

17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 Κυριακὴ μετὰ τὴν Ὕψωσιν Μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης καὶ Ἐλπίδος. Ἦχος πλ. β. Ἑωθινὸν Δ.

25 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ι Ματθαίου Ἀποστόλου Τίτου, ἐπάνοδος ἱ.λειψάνου Ἀπ.Βαρθολομαίου. Ἦχος α. Ἑωθινὸν Ι.

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

28 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ ΙϚ ΛΟΥΚΑ ὁσίων Ἐφραὶμ καὶ Ἰσαὰκ τῶν Σύρων, Παλλαδίου Ἑλενουπόλεως. Ἦχος Α. Ἑωθινὸν Α.

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

11 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

21 ΙΑΝΟΥΑΡΙΟΥ 2018 Κυριακὴ ΙΕ Λουκᾶ (Ζακχαίου) Μαξίμου Ὁσίου τοῦ Ὁμολογητοῦ, Μαξίμου τοῦ Γραικοῦ, Ἁγνῆς παρθενομάρτυρος. Ἦχος πλ. δ. Ἑωθινὸν ΙΑ.

Transcript:

26 ΑΥΓΟΥΣΤΟΥ 2018 Κυριακὴ ΙΓ Ματθαίου Ἀδριανοῦ καὶ Ναταλίας ὁμοζύγων Μαρτύρων, Τιθόη, Ἰωάσαφ Ὁσίων Ἦχος δ. Ἑωθινὸν Β. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος δ. Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Ἀπολυτίκιον τῶν Μαρτύρων. Ἦχος γ. Θείας πίστεως. Ἀναφαίρετον ὄλβον ἡγήσω, τὴν σωτήριον πίστιν τρισμάκαρ καταλιπὼν τὴν πατρῴαν ἀσέβειαν, καὶ τῷ Δεσπότῃ κατ ἴχνος ἑπόμενος, κατεπλουτίσθης ἐνθέοις χαρίσμασιν, Ἀδριανὲ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, ὁμοῦ σὺν Ναταλίᾳ τῇ θεόφρονι. Καὶ νῦν. Θεοτοκίον. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἀναστάσιμον. Ἦχος δ. Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι Ἆρα ἐκλάπη, ὁ τῷ λῃστῇ ἀνοίξας Παράδεισον; ἆρα ἠγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν ἔγερσιν; Ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζω ὴν καὶ ἀνάστασιν. Δόξα. Κατεπλάγη Ἰωσήφ. Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, 1

τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ ἐγέρσει σου Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας. Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος δι οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Μετὰ τὴν β Στιχολογίαν Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ συνήγειρας τὸν κόσμον σου, τῇ ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος ἔδειξας Ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε. Δόξα. Κατεπλάγη Ἰωσήφ. Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρᾳ προσελθών, ἔνθα ἡ πέτρα τῆς ζω ῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεὶ τὸ εὐσυμπάθητον ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον. Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι! καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσιν. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰ σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν, ὦ μαθήτριαι, κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος προσεφθέγγετο ταῖς μυροφόροις Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι ἀλλ ἐπέστη πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε Θρήνου ὁ καιρὸς πέπαυται μὴ κλαίετε τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο ἀγγέλου πρὸς αὐτὰς φθεγγομένου Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος. Δόξα. Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν. Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (γ ) 2

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ηηὐὐλλόόγγηηττααί ίί Σοουυ....... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ ἡ Ὑπακοή. Ἦχος δ. Τὰ τῆς σῆς παραδόξου ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. oἱ Ἀναβαθμοί. Ἦχος δ. Ἀντίφωνον Α. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη ἀλλ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως. Ἀντίφωνον Β. Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου Κἀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα. Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερός ἐστι, πάντων τῶν λυπούντων. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Ἀντίφωνον Γ. Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν. Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ, θερμότερον φίλτρον χρεωστοῦμεν. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας πάντα γὰρ ἐν τούτῳ, τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει. Προκείμενον. Ψαλμὸς μγ (43) Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. (δίς) Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἀνάστα Κύριε, βοήθησον ἡμῖν... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσωμμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ Μᾶᾶρρκκοονν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. 3

ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον Ἑῳθινὸν Εὐαγγέλιον Ἑωθινὸν Β Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ 1 8) Διαγενομένου τοῦ σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀ λείψωσιν τὸν Ἰησοῦν. Καὶ λίαν πρωὶ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑ αυτάς Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς Μὴ ἐκθαμβεῖσθε Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον Ἠγέρθη, οὐκ ἔστιν ὧδε ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἔφυγον ἀπὸ τοῦ μνημείου εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον ἐφοβοῦντο γάρ. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον Ἦχος β. Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ ξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς 4

οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος καὶ ὁ τοῦ Μηναίου ᾨδὴ α. ὁ Ἀναστάσιμος ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ Ἦχος δ. Ὁ Εἱρμός. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὑψώθης τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐν τάφῳ σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι ἡμᾶς ἐκ σοῦ ἀπάτορα. καὶ τῶν Ἁγίων ὁ παρών ποίημα Θεοφάνους. Ἦχος πλ. β. Ὡς ἐν ἠπείρῳ. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἐν τῇ νυκτί με τοῦ βίου ὕπνῳ δεινῷ συσχεθέντα πράξεσι, μετανοίας πρὸς τὸ φῶς, ὁ Θεὸς ἐξέγειρον εὐχαῖς, τῶν μαρτύρων σου Χριστέ, ἵνα δοξάζω σε. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἀπὸ χειλέων σταζόντων τὸν γλυκασμὸν τῆς ἐνθέου γνώσεως, γλυκανθεὶς Ἀδριανέ, τὸν ἰὸν ἐξήμεσας τῆς πρὶν ἀγνωσίας ἀληθῶς θεομακάριστε. Δόξα. 5

Ἀνατολῆς λαμπροτέραν ἡλιακῆς, τὴν ψυχὴν ὡς ἔχουσα, τῆς ἀθλήσεως πρὸς φῶς, συνωθεῖς ὁμόζυγον τὸν σόν, Ναταλία, γυναικῶν τὸ ἐγκαλλώπισμα. Καὶ νῦν. Θεοτοκίον Τὸν σεαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων, ἀληθῶς ἐδείχθης Δέσποινα. ᾨδὴ γ. ὁ Ἀναστάσιμος Ἦχος δ. Ὁ Εἱρμός. Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς Ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὡς μέγας ὡς φοβερός, ὡς τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας ὅθεν σοι τὸ Χαῖρε προσάγομεν. τῶν Ἁγίων Ἦχος πλ. β. Οὐκ ἔστιν Ἅγιος ὡς σύ. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Δεσμὰ φυγὼν εἰδωλικῆς, ματαιότητος μάρτυς, συνεδέθης τῷ πόθῳ, τῆς ἀγάπης τοῦ Χριστοῦ, καὶ τοῖς δεσμοῖς τῶν αὐτοῦ, ἀθλοφόρων, χαίρων ἐκοινώνησας. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Μοχλῷ τὰ σκέλη σιδηρῷ, συνθλαττόμενοι πάντες, ἀθλοφόροι Κυρίου, ἀσεβείας τὰ ὀστᾶ, ὑπομονῆς τῷ μοχλῷ, καὶ ἀνδρείας, ὄντως συνετρίψατε. Δόξα. Πυρὶ ἀγάπης θεϊκῆς, τὴν ψυχὴν φλεγομένη, τοῦ συζύγου ἐξήψας, τὸν ἔρωτα εἰς Χριστόν, τὸν πόθον τὸν τῆς σαρκὸς Ναταλία, τέλεον μισήσασα. Καὶ νῦν. Θεοτοκίον Τοῦ θείου τόκου σου Ἁγνὴ πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Μεσῴδια Καθίσματα ἐκ τοῦ Μηναίου Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τῶν μαρτύρων τοῖς πόνοις περιπλακείς, καὶ ἀνδρείως τῇ πίστει καθοπλισθείς, προθύμως ἀνέθηκας, σεαυτὸν τῷ Κυρίῳ σου, καὶ τοῦ ἐχθροῦ κατέβαλες, τὸ θράσος τῇ Χάριτι, Ἀδριανὲ παμμάκαρ, Χριστοῦ μάρτυς ἔνδοξε ὅθεν Ναταλία, ἐναθλοῦντα ὁρῶσα, ἐπήλειφε λόγοις σε, σωτηρίοις πα 6

νεύφημε. Διὰ τοῦτο βοῶμέν σοι Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος. Οἴμοι! τί ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος Τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτης θερμότατος, σὲ γὰρ ἔχω ἐλπίδα, ὁ δοῦλός σου Ἄχραντε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος δ. Ἐπεφάνης σήμερον. Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης, ἀνέστη τριήμερος. ὁ Οἶκος Τὸν ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὑτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεὸς καὶ Δεσπότης, ἀνέστη τρι ήμερος. Συναξάριον Τῇ ΚΣΤ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Ἀδριανοῦ, τοῦ ἐν Νικομηδείᾳ ἐπὶ τοῦ Διώκτου Μαξιμιανοῦ ἀθλήσαντος, ἔτι δὲ καὶ Ναταλίας τῆς πιστῆς συμβίας αὐτοῦ. Ἀδριανοῦ τέμνουσι χεῖρας καὶ πόδας Χεῖρες πονηρῶν, ὧν φονοδρόμοι πόδες. Ἐν τῷ βίῳ σύνευνος, ἐν δὲ τῷ πόλῳ. Ἀδριανῷ σύσκηνος ἡ Ναταλία. Ἀδριανὸς τμήθη χεῖρας πόδας εἰκάδι ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἔνδοξοι εἴκοσι καὶ τρεῖς Μάρτυρες, οἱ συναθλήσαντες τῷ Ἁγίῳ Ἀδριανῷ ξίφει τελειοῦνται. Τέμνουσιν ἀνδρῶν εἰκοσιτριῶν ἄκρα, Τὰ τετράκις τοσαῦτα χεῖρας καὶ πόδας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἐνδόξων Μαρτύρων Ἀττικοῦ καὶ Σισινίου καὶ τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἰβιστίωνος, Ἀσκητοῦ καὶ Ὁμολογητοῦ τοῦ Αἰγυπτίου. Συσταδιοδρομοῦσιν ἀθληταὶ δύο, Ξίφους δραμόντες στάδιον κουφοδρόμως. Ῥυφθεὶς ὑσσώπῳ δακρύων, Ἰβιστίων, Εὔθυμος εἰς ἄδακρυν χωρίον. Ῥυφθεὶς ὑσσώπῳ δακρύων, Ἰβιστίων, Εὔθυμος εἰς ἄδακρυ χωρεῖς χωρίον. 7

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη ἑτέρου Μάρτυρος Ἀδριανοῦ, ὅστις ὑπῆρξεν υἱὸς τοῦ Αὐτοκράτορος τῆς Ῥώμης Πρόβου, ἤλεγξε δὲ μετὰ παῤῥησίας τὸν Λικίνιον, διώκοντα ἀδίκως τοὺς πιστούς, καὶ διὰ τοῦτο ἀπεκεφαλίσθη ὑπ αὐτοῦ τὸ ἔτος τριακόσια δέκα καὶ τρία 313 μχ. Ἐνεταφιάσθη δὲ ὑπὸ τοῦ ἐξαδέλφου αὐτοῦ Πρόβου, Ἐπισκόπου Βυζαντίου διατελοῦντος, πλησίον τοῦ Μάρτυρος Ἀδριανοῦ. Ἀδριανὸν τμηθέντα κοσμήσει στέφος, Ἐν τῇ μεγίστῃ τῶν στεφάνων ἡμέρᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαξίμου Ἀρχιεπισκόπου Ἱεροσολύμων τοῦ Ὁμολογητοῦ. Μάξιμος θύτης καὶ Μάρτυς τοῦ Κυρίου, Διδοὺς Αὐτῷ πίστιν, ὀφθαλμοὺς καὶ χεῖρα. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Τιθόης, μαθητὴς τοῦ Μεγάλου Παχωμίου, ἐν εἰρήνῃ τελειοῦται. Ἀναφέρεται δὲ περὶ τούτου ὅτι οὐδέποτε κατέκρινεν ἄνθρωπον, ἦτο δὲ τόσον φίλος τῆς ἡσυχίας καὶ τῶν θείων ἐντρυφήσεων, ὥστε ὅτε ἐτύγχανε νὰ ἐπάρῃ τὰς χεῖρας εἰς προσευχήν, ἐν ἐλαχίστῳ χρόνῳ, ἡρπάζετο ὁ νοῦς αὑτοῦ εἰς θεωρίαν καὶ κατάνυξιν, διὸ ἔσπευδε νὰ τὰς καταβιβάσῃ, ἵνα μὴ γνωσθῇ ἡ ἀρετὴ αὑτοῦ ὑπὸ τῶν παρισταμένων. Οὐκ εἶχεν, οἶμαι, σάρκα Τιθόης ὅλως. Κἂν εἶχε, τήξας, οὐκ ἐᾷ βρῶσιν τάφῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάσαφ, υἱοῦ Ἀβενὴρ τοῦ Βασιλέως, μαθητής δὲ καὶ ἀφοσιωμένος ὑποτακτικός τοῦ Γέροντος Βαρλαάμ, οὗτινος τὸν θαυμαστόν βίον συνέγραψεν ὁ Ὅσιος Ἰωάννης Δαμασκηνός. Ζήλῳ τὰ βασίλεια Παμβασιλέως, ᾬκησεν υἱὸς γηΐνου βασιλέως. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ζεφυρίνου Πάπα Ρώμης ἐν ἔτει διακοσιοστῷ δεκάτῳ καὶ ἐννάτῳ (219) τελειωθέντος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀδριανοῦ Κτίτορος τῆς Μονῆς Ὀντρούσσωφ καὶ Κυπριανοῦ τῆς Σταρόϊκα, τοῦ πρῴην λῃστοῦ. Ἀνὴρ ἐφάνη κατ ἐχθρῶν φιλομάρτυς, Χύσας ἱδρῶτας Ἀδριανὸς καὶ αἷμα. «Ὤ! τοῦ μεγέθους Δεσπότου εὐσπλαγχνίας!», Ὁ ἐκ τῶν λῃστῶν Κυπριανὸς κηρύττει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀδριανοῦ τοῦ ἐν Οὔγκλιτς. Ἀδρὸς τοὺς ἄθλους Ἀδριανὸς ἐφάνη, Καὶ ἀδρὰν λαμβάνει ἐκ Κυρίου χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, καὶ Πανήγυρις ἐν Ρωσίᾳ τῆς Ἱστορικῆς καὶ Θαυματουργοῦ Εἰκόνος τῆς Θεομήτορος ἐν Βλαδιμίρ, διὰ τῆς χάριτος τῆς ὁποίας διεσώθη ὁ εὐσεβής λαός ἀπό τὴν ἐπιδρομήν τοῦ Ταμερλάνου κατὰ τὸ ἔτος 1395 μχ. Ἔσωσε λαὸν τοῦ Φιλανθρώπου Μήτηρ, Λαὸν τῆς Μόσχας, ἡ Βλαδιμὶρ τὸ κλέος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μαρίας τοῦ Ντιβιέγεβο, τῆς κατὰ Χριστὸν σαλῆς. 8

Ὄντως! ἀγαθὴν μερίδα ἐξελέξω, Εἰ καὶ σκληράν, Ντιβιέγεβο Μαρία. Τῇ αὐτῇ ἡμέρᾳ, τελευταίᾳ Κυριακῇ τοῦ Μηνὸς Αὐγούστου Σύναξιν ἐπιτελοῦμεν πάντων τῶν Εὐρυτάνων Ἁγίων, ἤτοι τῶν ἀθλήσει καὶ ἀσκήσει διαλαμψάντων Ἐνδόξων Νεομαρτύρων ὡς καὶ Ὁσίων Ἀνδρέου, Μιχαήλ, Δαμιανοῦ, Σεραφεὶμ Ἐπισκόπου Φαναρίου, Νικολάου, Κυπριανοῦ, Εὐγενίου, Ῥωμανοῦ, Γερασίμου, Κοσμᾶ τοῦ Ἰσαποστόλου, Ἰωάννου τοῦ ἐξ Ἀγαρηνῶν καὶ Ἀκακίου τοῦ Νέου. Εὐρυτανία γέραιρε σοὺς υἱέας Χριστὸν μεγαλύνοντας οἰκείοις πόνοις. Ὁμήγυριν θεουδῆ Εὐρυτάνων ὑμνέω Ἁγίων. Ἔτι δὲ καὶ Σύναξις τῶν ἐπιτελεσθέντων ἐν διαφόροις καιροῖς θαυμάτων τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσίωτου ἐν τῷ αὐτοῦ τεμένει τῷ κειμένῳ ἐν τῇ Κώμῃ Ἄνω Κορακιάνα τῆς νήσου Κέρκυρας. Κηρύττουσα σὰ θαύματα ὕμνων μύροις Κορακιάνα ῥαίνει σε, Ἰσίδωρε Πάτερ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ ᾨδὴ α. Ἦχος πλ. δ. Σταυρὸν χαράξας Μωσῆς ἐπ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε τῷ Ἰσραὴλ πεζεύσαντι τὴν δὲ ἐπιστρεπτικῶς Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν, ἐπ εὔρους διαγράψας τὸ ἀήττητον ὅ πλον διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. ᾨδὴ γ. Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα τῇ στειρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθησε ξύλον Σταυροῦ......εἰς κράτος καὶ στερέωμα. ᾨδὴ δ. Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά σου τὴν θεότητα. ᾨδὴ ε. Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ βασιλεὺς καὶ Κύριος δι οὗ πέπτωκεν ὁ ξύλῳ ἀ πατήσας, τῷ ἐν σοὶ δελεασθεὶς Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. ᾨδὴ Ϛ. Νοτίου θηρὸς ἐν σπλάγχνοις παλάμας Ἰωνᾶς σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγράφησε τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος. ᾨδὴ ζ. Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον ἀλλ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι πυρὶ συνόντες ἔψαλλον Ὁ ὑπερύμνητος τῶν πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. 9

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Εὐλογεῖτε, παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν παρέχον Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος πλ. δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον δι οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,.. ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Β. Τὸν λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι, ἔχαιρον εἶδον γὰρ νεανίσκον, καθήμενον ἐν τῷ τάφῳ καὶ αὐτὸς ταύταις ἔφη Ἰδοὺ Χριστὸς ἐγήγερται, εἴπατε σὺν τῷ Πέτρῳ τοῖς Μαθηταῖς Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας ἐκεῖ ὑμῖν ὀφθήσεται, ὡς προεῖπε τοῖς φίλοις. τῶν Ἁγίων Ἦχος β. Τοῖς Μαθηταῖς συνέλθωμεν. 10

Ἀδριανὸς ὁ πάνσοφος, καὶ ἀήττητος μάρτυς, ὡς ἀθλητῶν ἑδραίωμα, παρ ἡμῶν δοξαζέσθω, σὺν τῇ σεπτῇ Ναταλίᾳ, τούτοις τε συνεκλάμπει, μαρτύρων δῆμος Ἅγιος, φάλαγξ τροπαιοφόρος, ὧν τὴν λαμπράν, ἐκτελοῦντες μνήμην τούτους ὑμνοῦμεν καὶ γὰρ αὐτοὶ πρεσβεύουσι, τῷ Χριστῷ ὑ πὲρ πάντων. Θεοτοκίον Σὲ προστασίαν ἄμαχον, καὶ φρουρὰν Παναγία, καὶ σκέπην καὶ κραταίωμα, καὶ ἀπόρθητον τεῖχος, καὶ ἀῤῥαγῆ σωτηρίαν, καὶ ὀχύρωμα θεῖον, ὁ κόσμος ἅπας κέκτηται, ἐν ἀνάγκαις, ποικίλαις. Ἀλλ ὦ Θεοῦ, τοῦ παμβασιλέως Μήτηρ καὶ δούλη, σῴζοις κἀμὲ τὸν δοῦλόν σου, ἐκ παντοίων κινδύνων. ΑΙΝΟΙ Ἦχος δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος δ. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν ἀνάστασιν. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας, ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας ἐν δὲ τῇ ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐ πλήρωσας διὸ βοῶμέν σοι Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῶν πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος. καὶ τῶν Ἁγίων Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἀδριανὲ γενναιότατε, τῆς τοῦ Δεσπότου φωνῆς, πληρωτὴς ἐχρημάτισας, κοσμικὴν τερπνότητα, ἀποθέμενος ἅπασαν καὶ τὸν Σταυρὸν ἐπ ὤμων ἀράμενος, τῶν παθῶν τούτου κοινωνὸς γέγονας ἐν ἀμφοτέροις γάρ, ὤφθης ὄντως δόκιμος ὅθεν πιστοί, σήμερον γεραίρομεν, τὴν θείαν μνήμην σου. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνο ὴ αἰνεσάτω τὸν Κύριον. Ἀδριανὲ γενναιότατε,.. 11

Στίχ. ζ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Ἀδριανὲ καρτερώτατε, πελάγει τῶν αἰκισμῶν, συνεχῶς κυματούμενος, πηδαλιουχοῦσάν σε, σοῦ τὴν σύνοικον ἔσχηκας, καὶ πρὸς γαλήνης, ὅρμον ἰθύνουσαν, τῇ ἄνω πόλει προσεμβιβάζουσαν, ἐν ᾗ πανεύφημε, μάρτυς αὐλιζόμενος, ὑπὲρ ἡμῶν, πρέσβευε δεόμεθα, τῶν εὐφημούντων σε. Στίχ. η. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Μέχρι δεσμῶν καὶ στρεβλώσεων, καὶ τῶν μελῶν ἐκκοπῆς, καρτερῶς ἀνθιστάμενοι, τὰς ψυχὰς τῷ Κτίσαντι, ἀποδόντες εἰλήφατε, τὴν αἰωνίαν ὄντως ἀνάπαυσιν, καὶ τὴν ἀγήρω μακαριότητα. Ὢ ἧς ἐτύχατε, θείας ἀντιδόσεως παρὰ Χριστοῦ, μάρτυρες πανένδοξοι, σεβασμιώτατοι! Δόξα. Ἑωθινὸν Β. Ἦχος β. Μετὰ μύρων προσελθούσαις, ταῖς περὶ τὴν Μαριὰμ γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς Ἠγέρθη γάρ φησιν, Ἰησοῦς ὁ Κύριος διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς, εἰς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς ζωοδότην καὶ Κύριον. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν διὸ ἀνυμνοῦντες βοῶμεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. 12

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ μῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῶν Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑ πάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος δ. (Ψαλμὸς ριζ ) Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος δ. 13

Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Στίχ. β. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Στίχ. γ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος δ. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ἀπολυτίκιον τῶν Μαρτύρων. Ἦχος γ. Θείας πίστεως. Ἀναφαίρετον ὄλβον ἡγήσω, τὴν σωτήριον πίστιν τρισμάκαρ καταλιπὼν τὴν πατρῴαν ἀσέβειαν, καὶ τῷ Δεσπότῃ κατ ἴχνος ἑπόμενος, κατεπλουτίσθης ἐνθέοις χαρίσμασιν, Ἀδριανὲ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, ὁμοῦ σὺν Ναταλίᾳ τῇ θεόφρονι. Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τοῦ Γενεσίου τῆς Θεοτόκου. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἦχος δ. Αὐτόμελον. Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα ἐκ τῆς φθορᾶς τοῦ θανάτου ἠλευθερώθησαν, ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων λυτρωθεὶς ἐν τῷ κράζειν σοι Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Κυριακῆς τῆς ΙΓ ἑβδομάδος Προκείμενον. Ἦχος δ. (Ψαλμὸς ργ ) Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας. Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. Πρὸς Κορινθίους Α Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (ιϛ 13 24) Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γι 14

νέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐ πιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀ δελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθᾶ. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ ὑμῶν. Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ ἀμήν. Ἀλληλούϊα. (γ ) Ἦχος δ. (Ψαλμὸς μδ ) Στίχ. Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης. Στίχ. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς ΙΓ Ματθαίου Ἐκ τοῦ κατὰ Ματθαῖον (κα 33 42) Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην ἄνθρωπος τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς οὗτός ἐστιν ὁ κληρονόμος δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀ φθαλμοῖς ἡμῶν; Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλλη 15

λούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀἀνναασσττὰὰςς ἐἐκκ ννεεκκρρῶνν....... Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἕτερον Ἀπολυτίκιον τῶν Μαρτύρων. εἰδικὸν τοῦ Δρεπάνου Ἀργολίδος. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἀγάπῃ τοῦ Κτίσαντος Ἀδριανὲ θαυμαστέ, τὸ στέφος ἀπείληφας σὺν Ναταλίᾳ σεμνῇ, προθύμως ἀθλήσαντες ὅθεν κώμην Δρεπάνου, περισκέπετε ἄμφω, μνήμην ὑμῶν τιμῶσαν, καὶ πιστῶς ἐκζητοῦσαν, πρεσβείαν τὴν ἄμαχον, ὦ ζεῦγος Χριστόψυχον. Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Ἀσέβειαν μισῆσαι ἐκ Βαρλαὰμ διδασκόμενος, εὐσεβείᾳ ἐτρώθης Ἰωάσαφ τρισόλβιε ἀφῆκας βασιλείαν πατρικήν, καὶ ᾄρας ἐπὶ ὦμον τὸν Σταυρόν, προσῆλθες ἐν ἐρήμῳ σὺν ἐκείνῳ, τῷ Χριστῷ μόνῳ λατρεύοντες ὅθεν καὶ πιστῶς ὑμᾶς τιμῶ, καὶ πόθῳ κραυγάζω ὑμῖν Ὁδηγήσατε νῦν κἀμὲ πρὸς τρίβον σωτήριον. Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος γ. Θείας πίστεως. Θείας πίστεως, τῇ εἰσηγήσει, φῶς προσέλαβες, θεογνωσίας, Ἰωάσαφ ὁσίων ἀγλάϊσμα τοῦ Βαλαάμ, λαμπρυνθεὶς γὰρ τοῖς ῥήμασι, πρὸς ἀρετῶν τὴν ἀκρώρειαν ἔφθασας. Μεθ οὗ πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ἀπολυτίκιον τῶν Εὐρυτάνων Ἁγίων. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Εὐρυτάνων φωστῆρες, καὶ προστάται ἐδείχθητε, καὶ Μονῆς τῆς Τατάρνης ἀρωγοὶ ἑτοιμότατοι. Ἑλλάδος ἀπροσμάχητοι φρουροί, καὶ κόσμου παντὸς οἱ πρεσβευταί, Μαρτύρων καὶ ὁσίων ὁ χορός, Αἰτωλίας καὶ Ἀγράφων οἱ βλαστοί. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι δι ὑμῶν, ἡμῖν πᾶσι τὰ κρείττονα. Ἕτερον Ἀπολυτίκιον 16

Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Εὐρυτανίας οἱ λαμπροὶ πολιοῦχοι, ἀνευφημείσθωσαν ἐν ᾄσμασι θείοις, οἱ ἐξ αὐτῆς τῷ κόσμῳ ἀνατείλαντες, Μάρτυρες καὶ Ὅσιοι, διαφόροις ἐν χρόνοις πᾶσι γὰρ παρέχουσι, δαψιλῆ προστασίαν, καὶ τῶν πταισμάτων ἄφεσιν ἡμῖν, ταῖς πρὸς Χριστὸν αὐτῶν θείαις δεήσεσι. Ἕτερον Ἀπολυτίκιον Ἦχος δ. Ταχύ προκατάλαβε. Χορὸς δωδεκάριθμος, τῶν θεραπόντων Χριστοῦ, οἱ πᾶσαν πατήσαντες, τῶν δυσμενῶν τὴν ἰσχύν, δυνάμει τῇ ἄνωθεν, πάσης Εὐρυτανίας, ἀνεδείχθητε δόξα ὅθεν φαιδρῶς γεραίρει, τὴν σεπτὴν ὑμῶν μνήμην, ᾗ δίδοσθε ὑψόθεν, τὴν θείαν ἀντίληψιν. 17