9 ΝΟΕΜΒΡΙΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Σχετικά έγγραφα
9 ΝΟΕΜΒΡΙΟΥ Τοῦ ἐμ Ἁγίοις Πατρός ἡμῶμ Νεκταρίου, Ἐπισκόπου Πεμταπόλεως τοῦ Θαυματουργοῦ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις. Ἦχος α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ΑΚΟΛΟΥΘΙΑ. Σοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Ηχος πλ. α, ἑωθινὸν ια.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΚΤΑΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΕΝΤΑΠΟΛΕΩΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΚΤΑΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΕΝΤΑΠΟΛΕΩΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2015 Ιωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Μαρκιανῆς βασιλίσσης

2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

ὁ β χορός Δόξα Πατρί...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

18 ΟΚΤΩΒΡΙΟΥ 2012 Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ..

26 ΟΚΤΩΒΡΙΟΥ Τοῦ Αγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου. Ανάμνησις τοῦ γεγονότος σεισμοῦ ( 740 ).

1 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ Η- ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. + Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379).

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

Τῇ ΚΔ Σεπτεμβρίου ἀνάμνησης ποιούμεθα τῆς θαυμαστῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ΣΟΝ ΟΡΘΡΟΝ. υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

6 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Νικολάου ἀρχιεπισκόπου Μύρωμ τῆς Λυκίας τοῦ θαυματουργοῦ ( 330).

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

+Ἀμακομιδὴ τοῦ Λειψάμου τοῦ ἐμ Ἁγίοις Πατρὸς ἡμῶμ Ἰωάμμου, Ἀρχιεπισκόπου Κωμσταμτιμουπόλεως τοῦ Χρυσοστόμου.

13 ΝΟΕΜΒΡΙΟΥ 2015 Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ( 407)

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

3 ΝΟΕΜΒΡΙΟΥ 2012 Σάββατον.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

18 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

6 ΔΕΚΕΜΒΡΙΟΥ Τοῦ ἐμ Ἁγίοις Πατρός ἡμῶμ Νικολάου, Ἀρχιεπισκόπου Μύρωμ τῆς Λυκίας τοῦ Θαυματουργοῦ

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

2 ΟΚΣΩΒΡΙΟΤ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου.

27 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

30 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τῶν τριῶν ἱεραρχῶν Βασιλείου τοῦ μεγάλου, Γρηγορίου τοῦ θεολόγου καὶ Ιωάννου τοῦ Χρυσοστόμου.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

27 ΙΟΥΛΙΟΥ 2012 Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ. ἰαματικοῦ Παντελεήμονος. ΚΑΘΙΣΜΑΤΑ

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

31 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις. Ὅτι πρέπει σοι πᾶσα δόξα. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις. Ἦχος α.

σξῦ ἐμ Ιψαμμίμξιρ ( 1838).

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

ἡμῶν. Δόξα. Κανόνα πίστεως...

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

22 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ

5 ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ὁσίοσ καί Θεουόροσ Πατρὸς ἡμῶν Ἀθανασίοσ τοῦ ἐν τῷ Ἄθῳ

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

Ηχος πλ. β, ἑωθινὸν δ

Ηχος πλ. δ, ἑωθινὸν θ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

20 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΣΑΒΒΑΤΟΝ +Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

+ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ +Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ Συνόδου, ἐν Χαλκηδόνι.

25 ΜΑΡΤΙΟΥ 2016 Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Transcript:

9 ΝΟΕΜΒΡΙΟΥ 2012 +Νεκταρίου Πενταπόλεως τοῦ ἐν Αἰγίνῃ ( 1920). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἀμήν. Ἦχος α' Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον Ἦχος α' Τῆς ἐρήμου πολίτης Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. Δόξα Πατρί... Ἕτερον Ἦχος δ' - Ταχὺ προκατάλαβε Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι' ἐναρέτου ζωῆς, Νεκτάριε Ὅσιε. Ὅθεν τοῦ Παρακλήτου, δοξασθεὶς τῇ δυνάμει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶσαι, τοὺς πιστῶς προσιόντας, τοῖς θείοις λειψάνοις σου. Καὶ νῦν... Καὶ νῦν... Θεοτοκίον ὁ αὐτὸς Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Μετὰ τὴν α' Στιχολογίαν Κάθισμα 1

Ἦχος α' - Τὸν ταφον σου Σωτὴρ Ὡς ἥλιος λαμπρός, ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀνέτειλας ἡμῖν, τῇ ὁσίᾳ ζωῇ σου, Νεκτάριε Ὅσιε, καὶ πρὸς δόξαν καὶ αἴνεσιν, πάντας ἤγειρας, Χριστοῦ τοῦ πάντων Δεσπότου, τοῦ σὲ δείξαντος, δεδοξασμένον σε Πάτερ, θαυμάτων δυνάμεσι. Δόξα Πατρί... Ὅμοιον Ἰάσεις δαψιλεῖς, καθ' ἑκάστην ἡμέραν, πηγάζει θαυμαστῶς, θεϊκῇ χορηγίᾳ, ἡ πάντιμος κάρα σου, μυστικῶς κατευφραίνουσα, τῇ τοῦ Πνεύματος, μυρεψικῇ εὐωδίᾳ, τοὺς προστρέχοντας, μετ' εὐλαβείας καὶ πόθου, τῇ σῇ Μονῇ Ἅγιε. Καὶ νῦν... Θεοτοκίον Αἱμάτων ἐξ ἀγνῶν, τὸν Δεσπότην τῶν ὅλων, τεκοῦσα καὶ ὁ ἦν, μὴ τραπέντα μηδόλως, παρθένος διέμεινας, μετὰ τόκον καὶ ἄφραστον, ὅθεν ἅπαντες, τὰ μεγαλεῖα σου Κόρη, μεγαλύνομεν, καὶ τῇ θερμῇ σου πρεσβείᾳ, σωθῆναι ἐλπίζομεν. Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα Ἦχος γ - Τὴν ὡραιότητα Τὴν καθαρότητα, τῆς πολιτείας σου, καὶ τὴν εὐθύτητα, Πάτερ τῶν τρόπων σου, ὡς προσφορὰν πνευματικήν, δεξάμενος ὁ Δεσπότης, ἰαμάτων κρήνην σε, ἐν Αἰγίνῃ ἀνέδειξε, τοῖς πιστῶς προστρέχουσι, τοῖς ἁγίοις λειψάνοις σου, τοῖς νέμουσιν ὀσμὴν οὐρανίαν, πᾶσι καὶ θείαν εὐωδίαν. Δόξα Πατρί... Ἦχος δ' - Κατεπλάγη Ἰωσὴφ Καταπλήττει ἀληθῶς, τὰς διανοίας τῶν πιστῶν, ἡ δοθεῖσά σοι σοφέ, θαυμάτων χάρις ἐκ Θεοῦ, ἡ ἐν τοῖς θείοις λειψάνοις σου ἐνεργουμένη. Ὅθεν τῇ Μονῇ, τῇ σῇ συῤῥέουσι, πλήθη εὐσεβῶν ἐκ πάσης τάξεως, καὶ οἱ νοσοῦντες ὑγείαν λαμβάνουσι, τῇ ἀντιλήψει σου Ἅγιε, ἐν εὐφροσύνῃ, Χριστὸν ὑμνοῦντες, τὸν ἁγιάσαντά σε Ὅσιε. Καὶ νῦν... Θεοτοκίον Ὁ τῶν ὅλων συνοχεύς, καὶ τῶν αἰώνων Ποιητής, συνεσχέθη ὑπὲρ νοῦν, ὅλος τῇ θείᾳ σου γαστρί, μὴ ἀποστὰς τῆς Πατρικῆς μονῆς Ἄχραντε, διπλοῦς δὲ ἐκ τῆς σῆς, μήτρας προέδραμεν, ἄνθρωπος ὁμοῦ, καὶ Θεὸς τέλειος, καὶ τοῦ Ἀδὰμ τὴν φύσιν ἐθέωσε, καὶ πάντα κόσμον διέσωσεν. Αὐτὸν δυσώπει, Θεογεννῆτορ, σωθῆναι τὰς ψυχάς ἡμῶν. Μετὰ τὸν Πολυέλεον Κάθισμα Ἦχος πλ. δ' - Τὴν Σοφίαν καὶ Λόγον Ὀρθοδόξων δογμάτων ἑρμηνευτής, διδαχῶν θεοφθόγγων ὑφηγητής, δεικνύμενος Ὅσιε, Ἱεράρχης ὡς ἔνθεος, τῶν εὐσεβῶν ῥυθμίζεις, ἐνθέως τὸ φρόνημα, πρὸς θεϊκὴν ἀγάπην, καὶ τρίβον σωτηρίον. Ὅθεν ἐν Αἰγίνῃ, θεοφρόνως ἐγείρεις, Μονὴν σεπτὴν Ὅσιε, εἰς ψυχῶν περιποίησιν, Θεοφόρε Νεκτάριε, ἐν ᾗ Μοναζουσῶν ἡ πληθύς, τὰ σεπτά σου προσκυνοῦσα λείψανα, εὐλαβῶς ἑορτάζει, τὴν ἁγίαν μνήμην σου. Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον Ὅμοιον 2

Μανναδόχον σε στάμνον καὶ λογικήν, φωτοφόρον λυχνίαν καὶ θεαυγῆ, ὁ θεῖος Νεκτάριος, ἐπιστάμενος Ἄχραντε, ταῖς σαῖς φωταγωγίαις, ψυχὴν καὶ διάνοιαν, ὡς ἀρετῆς ἐργάτης, ἀξίως πεφώτισται, ὅθεν σε παρθένον, ἐν ταὐτῷ καὶ Μητέρα, Χριστοῦ πανακήρατον, ὀρθοδόξως ἐκήρυξε, Θεοτόκε Πανύμνητε. Καὶ νῦν τῆς τοῦ Υἱοῦ σου Ἁγνή, ἀπολαύων ὑπὲρ νοῦν ἐλλάμψεως, σὺν Ἀγγέλοις δοξάζει, τὴν ἄῤῥητον δόξαν σου. Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δόξα Πατρί... Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν... Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον Ἦχος δ' Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν. ὁ α χορὸς Κύριε ἐλέησον Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,... ὁ α χορὸς 3

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ α χορὸς Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς... Κύριε, ἐλέησον (γ'). Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Ἱερεὺς: Εἰρήνη πᾶσι. ὁ β Χορὸς Καὶ τῷ Πνεύματί σου. Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. (Ματθ. κδ'. 42-47) Διάκονος: Πρόσχωμεν. ὁ α χορὸς Δόξα Σοι Κύριε, δόξα Σοι. Ἱερεὺς: Εἶπεν ὁ Κύριος, γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. ὁ α χορὸς Δόξα Σοι Κύριε, δόξα Σοι. Ὁ Ν' ψαλμὸς χύμα ὁ α χορὸς Δόξα Πατρί... Ἦχος β Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. ὁ β χορὸς Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Ἦχος πλ. β' Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Σήμερον ὁ Θεοφόρος Νεκτάριος, τὸ νέον τῆς Ἐκκλησίας ἀγλάϊσμα, τὸν τῆς ἀρετῆς περάνας δρόμον, τὴν πρὸς οὐρανὸν πορείαν ἐποιήσατο, καὶ ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι σκηνώσας, ἀνακεκαλυμμένως τρυφᾷ, τοῦ ξύλου τῆς ζωῆς, τῆς μεγαλοπρεποῦς δόξης, τὰς ἐλλάμψεις δεχόμενος, ἡμῖν δὲ ἐξαιτεῖται, κινδύνων ἀπαλλαγήν, καὶ εἰρήνην σταθηράν, καὶ μέγα ἔλεος. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρμοῖς... 4

ΚΑΝΟΝΕΣ Τῆς Θεοτόκου εἰς ς' καὶ τοῦ Ἁγίου οἱ δύο εἰς δ'. Κανὼν τῆς Θεοτόκου φέρων τήνδε ἀκροστιχίδα. Χαρᾶς νοητῆς ἀξίωσόν με Κόρη. Γερασίμου. ᾠδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραὴλ ὅτι δεδόξασται. ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες,... Χαρίτων τὴν ἄβυσσον σαρκὶ τεκοῦσα, Χριστὸν τὸν Θεὸν ἡμῶν, χάριν μοι δώρησαι, τοῖς χείλεσί μου Ἁγνή, ὅπως ὑμνήσω εὐσεβῶς, τὰ μεγαλεῖα σου. Ἀνήροτος ἄρουρα, Παρθένε ὤφθης, ἀσπόρως βλαστήσασα, ζωῆς τὸν πρύτανιν, τὸν ἐκ τῆς πάλαι φθορᾶς, ζωοποιήσαντα ἡμᾶς, ὅτι δεδόξασται. Ἱημάτων αἰνίγματα, προφητοφθόγγων, ἐν σοὶ πέρας ἔλαβον, Παρθένε Ἄχραντε, σὺ γὰρ τεκοῦσα Χριστόν, τύπους τοῦ Νόμου καὶ σκιᾶς, σαφῶς ἐπλήρωσας. Ἀνθήσασαν ῥάβδον σε, ὁ Ἡσαΐας, Παρθένε προέγραψεν, ἐν θείῳ Πνεύματι, σὺ γὰρ Χριστὸν τὸν Θεόν, οἷά περ ἄνθος μυστικόν, ἀφράστως ἤνθησας. Τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς Νεκταρίῳ αἴνεσις τῷ θεηγόρῳ. Γερασίμου. Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς Νοός μου τὴν ζόφωσιν, τῶν πρεσβειῶν σου, φωτὶ διασκέδασον, καὶ λόγον δίδου μοι, ὡς ἂν ὑμνήσω φαιδρῶς, Νεκτάριε θαυματουργέ, τὴν θείαν μνήμην σου. Ἐσχάτοις ἐν ἔτεσιν, ἐξανατείλας, ὡς ἥλιος ἄδυτος, φωτὶ τῶν ἔργων σου, Εὐαγγελίου τὸ φῶς, ἐκφαίνεις Πάτερ θαυμαστῶς, πᾶσι τοῖς πέρασι. Κατ ἴχνος Νεκτάριε, ἀκολουθήσας, ζωῆς καθαρότητι, τοῖς πάλαι Ὅσιε, Ἀρχιερεῦσι Χριστοῦ, ἴσος εὐκλείας τῆς αὐτῶν, ὤφθης καὶ μέτοχος. Θεοτοκίον Τὴν φύσιν τὴν ἄστεκτον, ἐν τῇ γαστρί σου, ἀφλέκτως βαστάσασα, σαρκὶ γεγέννηκας, δίχα τροπῆς καὶ φυρμοῦ, Χριστὸν τὸν πάντων Ποιητήν, Παρθένε Ἄχραντε. 5

Κανὼν δεύτερος οὗ ἡ ἀκροστιχίς. Νέκταρ ζωῆς ἡμῖν Πάτερ δίδως. Γερασίμου. Ἦχος δ Ἀνοίξω τὸ στόμα μου Ναμάτων τοῦ Πνεύματος, ἐμφορηθεὶς βίῳ κρείττονι, τὸ νέκταρ τῆς χάριτος, ἤδη ἀνέβλυσας, καὶ κατηύφρανας, ἡμῶν τὰς διανοίας, Νεκτάριε Ὅσιε, τοῖς σοῖς χαρίσμασι. Ἑόρτιον αἴνεσιν, ἀγαλλομένη προσάδει σοι, καὶ νέαν πανήγυριν, κροτεῖ σοι Ἅγιε, ἡ Ὀρθόδοξος, Ἁγία Ἐκκλησία, τῇ σῇ ἁγιότητι, ἐχθροὺς αἰσχύνουσα. Δόξα Πατρί... Κοσμήσας τὸν βίον σου, ἀπὸ νεότητος Ὅσιε, ἠθῶν τῇ σεμνότητι, τῆς ἀρετῆς ἐραστής, ὤφθης γνήσιος, καὶ τῆς σοφίας μύστης, ἐνθέῳ φρονήματι, Πάτερ Νεκτάριε. Καὶ νῦν... Θεοτοκίον Τὴν πάντων Βασίλισσαν, καὶ ἀειπάρθενον Δέσποιναν, ὑμνῶν θείοις λόγοις σου, ἐκ ταύτης ἔλαβες, σθένος ἄμαχον, καὶ πειρασμῶν ἐφόδους, ἐν βίῳ ὑπέμεινας, ἀνδρείως Ἅγιε. ᾠδὴ γ Ὁ Εἱρμὸς Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανῶν, στερεώσας τὸν δεύτερον, καὶ δράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε. Στερεωθήτω ἡ καρδία μου,... Σκηνὴ τοῦ Λόγου ἡ ἀμόλυντος, τὸ τῆς θείας δόξης ἁγίασμα, ὁ οὐρανὸς ὁ λογικός, ἐξ οὗ κόσμῳ ἀνέτειλεν ὁ ζωῆς ἄδυτος ἥλιος, Θεοτόκος ὑμνείσθω μοι. Νόμους τῆς φύσεως διέλαθες, καὶ τὸν νομοδότην καὶ Κύριον, δίχα φθορᾶς τε καὶ φυρμοῦ, Θεοτόκε ἐκύησας, ζωῆς νέας ἐγκαινίζοντα, τους νόμους ἐν Πνεύματι. Ὄρος ἐδείχθης ἀλατόμητον, καὶ δασὺ καὶ πῖον ἐν Πνεύματι, ἐξ οὗ ἐπέφανεν ἡμῖν, ὁ ἁπτόμενος Δέσποινα, τῶν ὀρέων καὶ καπνίζονται, ὡς φησὶ Δαβὶδ ὁ Δίκαιος. Ἡ κιβωτὸς τοῦ ἁγιάσματος, τὸ θεοπρεπὲς ἱλαστήριον, τῆς εὐδοκίας τοῦ Θεοῦ, ὁ εὐώδης παράδεισος, ἀνυμνείσθω θείοις ᾄσμασιν, ἡ Παρθένος καὶ Δέσποινα. Τοῦ Ἁγίου Ὁ αὐτὸς 6

Ἀγάπῃ θείᾳ ἐκ νεότητος, Πάτερ, ἱερῶς στοιχειούμενος, ἀκολουθῆσαι τῷ Χριστῷ ἠρετίσω Νεκτάριε, καὶ ἐκ πάσης ματαιότητος, ἐμφρόνως ἐμάκρυνας. Γήσεσι Πάτερ τῶν χειλέων σου, στάζεις γλυκασμὸν τὸν οὐράνιον, ἐν ταῖς καρδίαις τῶν πιστῶς, δεχομένων τὸν λόγον σου, καὶ παιδεύεις πρὸς τὰ κρείττονα, πιστῶν τὴν διάνοιαν. Ἱεραρχῶν νέον ἀγλάϊσμα, ὤφθης Ἱεράρχα Νεκτάριε, ἁγιωσύνην ἀληθῆ, ἐνδυσάμενος Ὅσιε, πολιτείας καθαρότητι, διὸ εὐφημοῦμέν σε. Θεοτοκίον Ὡραϊσμένη ὑπὲρ ἔννοιαν, ταῖς τῆς παρθενίας λαμπρότησι, τίκτεις Θεὸν ὑπερφυῶς, μετὰ σώματος Ἄχραντε, καὶ τῆς Εὔας τὸ κατάκριμα, ἐν τῷ τόκῳ σου ἔλυσας. Δεύτερος Τοὺς σοὺς ὑμνολόγους Ἁγίων σοφῶς ἰχνηλατήσας, τους τρόπους καὶ πράξεις τὰς ἁγνάς, τὸν νοῦν σου καθηγίασας, ἐν πάσῃ ὁσιότητι, Νεκτάριε μακάριε, καὶ τὴν καρδίαν ἐκάθηρας. Ῥαντίσματι ὕδατος τοῦ θείου, τὴν βλάβην τῶν δένδρων καὶ φυτῶν, ἀπήλασας Νεκτάριε, καὶ πλοῦτος θείας χάριτος, τοῖς Αἰγινήταις πέφηνας, θαυμαστωθεὶς θείῳ Πνεύματι. Δόξα πατρὶ... Ζωὴν τὴν ἡσύχιον ποθήσας, Μονὴν ᾠκοδόμησας σεπτήν, ἐν τῇ Αἰγίνῃ Ὅσιε, καὶ τύπος θείων πράξεων, ἐν ταύτῃ ἐχρημάτισας, ταῖς μοναζούσαις Νεκτάριε. Καὶ νῦν... Θεοτοκίον Ὡς Μήτηρ Θεοῦ τοῦ φιλανθρώπου, σπλαγχνίσθητι Κόρη ἐπ' ἐμοί, καὶ ἴασαι τὸν καύσωνα, τὸν τῆς φυχῆς μου δέομαι, τῆ δρόσῳ τῆς σῆς χάριτος, ἵνα σωθεῖς μεγαλύνω σε. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,... Κάθισμα τοῦ Ἁγίου Ἦχος πλ. α' - Τὸν συνάναρχον Λόγον Ἀρετῆς διανύσας τὸν δρόμον Ὅσιε, θεοπρεπῶς μετετέθης πρὸς τὴν ἀγήρω ζωήν, καὶ ἁγίων κοινωνὸς ὤφθης Νεκτάριε, μεθ' ὧν πρέσβευε ἀεί, τῷ Παντάνακτι Χριστῷ, δοθῆναι πταισμάτων λύσιν, καὶ ψυχικὴν σωτηρίαν, τοῖς ἑορτάζουσι τὴν μνήμην σου. Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον 7

Τὴν ὑπέρτιμον στάμνον καὶ θεοχώρητον, τὴν ἀειπαρθένον Κόρην καὶ Θεοτόκον Ἁγνήν, ἀνυμνήσωμεν πιστοὶ καὶ μεγαλύνωμεν, ὅτι ἐῤῥύσατο ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τεκοῦσα ἀπειρογάμως, τὸν Ὑπερούσιον Λόγον, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. ᾠδὴ δ' Ὁ Εἱρμὸς Ἐν Πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε. Ἐν Πνεύματι προβλέπων... Τὴν ἄχραντόν σου μήτραν ὡς θρόνον νοητόν, ὁ Χριστὸς ἀνέδειξεν ὁ Λόγος τοῦ Θεοῦ, ὁ ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀεὶ ὑπάρχων, καὶ ἐν γαστρί σου ὅλος ὅλῳ ἑνωθείς μοι, ὅθεν ἐπαξίως ὑμνοῦμέν σε. Ἡ πύλη ἣν προεῖδεν ὁ Ἱεζεκιήλ, λαμπομένην Ἄχραντε αὐγαῖς παρθενικαῖς, δι' ἧς διῆλθεν ὁ πάντα κτίσας Λόγος καὶ κεκλεισμένην σε λιπῶν μετὰ τὸν τόκον, σὺ εἶ Θεοτόκε Πανάχραντε. Σιὼν Θεοῦ ὡράθης καὶ κῆπος εὐθαλής, καὶ κλίνη πορφυρόστρωτος καὶ κλῖμαξ ὑψηλή, σὺ γὰρ ἐν νόμῳ τυπικῶς προκηρυχθεῖσα, τὴν τῶν συμβόλων διετράνωσας εἰκόνα, τὸν Δημιουργὸν σωματώσασα. Ἀφλέκτως συλλαβοῦσα τὸ φῶς τὸ πατρικόν, τὸν ἐν πυρὶ λαλήσαντα καὶ γνόφῳ ἐν Σινᾷ, ἐν ταῖς ἀγκάλαις σου βαστάζεις ὥσπερ βρέφος, ἀκαταφλέκτως ὡς ἡ βάτος Θεοτόκε, τὸν Δημιουργὸν πάσης Κτίσεως. Τοῦ Ἁγίου Ὁ αὐτὸς Ἁγίως σου τὸν βίον ἀνύσας ἐπὶ γῆς, Ἁγίων πάντων σύσκηνος ὢφθης ἐν οὐρανοῖς, τῶν δὲ λειψάνων σου ἡ θήκη ἀναβλύζει, ἁγιασμὸν καὶ σωτηρίαν τοῖς τελοῦσι, νόσοις Ἱεράρχα καὶ θλίψεσι. Ἱερεύσας ὁσίως σοφὲ καὶ καθαρῶς, ὡς ἱερεὺς εὐπρόσδεκτος Χριστῷ τῷ παντουργῷ, καὶ ὡς θυσίαν καθαρὰν αὐτῷ προσῆξας, τὴν ἀκηλίδωτον ζωήν σου Ἱεράρχα, ὅθεν κατ' ἀξίαν δεδόξασαι. 8

Νοσήματα ποικίλα καὶ πάθη χαλεπά, ἡ παναγία κάρα σου ἰᾶται θαυμαστῶς, ἡ γὰρ ἐν ταύτῃ ἐνοικοῦσα θεία χάρις, ποικιλοτρόπως ἐνεργεῖ τοῖς προσιοῦσι, κατ' ἀναλογίαν τῆς Πίστεως. Θεοτοκίον Στέχθη ἐκ γαστρός σου μορφὴ τῇ καθ' ἡμᾶς, ὁ ἄϋλος ὢν πρότερον μείνας ὁ ἦν Θεός, καὶ ἀναπλάσας τὸν Ἀδὰμ ἐκ τῆς κατάρας, τέκνα Θεοῦ ἀναδεικνύει τοὺς ἐν πίστει, σὲ ὡς Θεοτόκον δοξάζοντας. Δεύτερος Ὁ καθήμενος ἐν δόξῃ Ἡ σορὸς τῶν σῶν λειψάνων, τὴν ὀσμὴν τὴν τοῦ Πνεύματος, καὶ τὴν εὐωδίαν Πάτερ τῆς ζωῆς τὴν οὐράνιον, ἀρωματίζει Νεκτάριε μακάριε, κατευφραίνουσα, τοὺς πρὸς αὐτὴν καταφεύγοντας. Σώματός σου τὰς ὀρέξεις, κατεμάρανας Ὅσιε, προσευχῇ συντόνῳ, καὶ τῇ ἐγκρατείᾳ Νεκτάριε, τῆς δὲ ψυχῆς τὰς δυνάμεις ἀνεπτέρωσας, θείῳ ἔρωτι, πρὸς τὰς ἐλλάμψεις τοῦ Πνεύματος. Δόξα Πατρί... Ἠκολούθησας ἀμέμπτως, τοῖς χρηστοῖς Πάτερ τρόποις σου, τῷ Διονυσίῳ, τῷ Αἰγίνης θείῳ ποιμάντορι, μεθ' οὗ τῆς ἄνω μετέχων δόξης Ἅγιε, ταύτην σῴζεσθαι, ἀεὶ τὴν νῆσον ἱκέτευε. Καὶ νῦν... Θεοτοκίον Μετὰ σώματος τεκοῦσα, τὸν ἀσώματον Κύριον, Κεχαριτωμένη, ὤφθης ἀσωμάτων Δυνάμεων, ἁγιωτέρα Ἁγνὴ καὶ ὑπερέχουσα, ὅθεν ἅπαντες,......ὑμνολογοῦμεν τὴν δόξαν σου. ᾠδὴ ε' Ὁ Εἱρμὸς Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ, ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν,... Ξενίζεις τῇ γεννήσει σου, Ἀγγέλων χορούς, καὶ σῴζεις τῷ σῷ τόκῳ, βροτῶν τὰ συστήματα, σὺ γὰρ Χριστὸν ἀφθόρως ἔτεκες, τὸν τὰ διεστῶτα, συνάψαντα Παρθένε. Ἰάτρευσον Πανάμωμε, ψυχὴν τὴν ἐμήν, δεινῶς φαρμαχθεῖσαν, κακίστῃ ἁμαρτίᾳ, καὶ πρὸς τὸ φῶς με καθοδήγησον, ἐναρέτου βίου, τῇ χάριτι σου Κόρη. 9

Ὡς ἄνθος σε πανεύοσμον, ὁ Λόγος εὑρὼν, ἀκανθῶν ἐν μέσῳ, ἐν σοὶ κατεσκήνωσε, καὶ ἐκ γαστρός σου σάρκα εἴληφεν, ὁ σὲ προορίσας, Ἁγνὴ πρὸ τῶν αἰώνων. Στολῇ ἐκ τῶν αἱμάτων σου, ὑφάνθη φρικτῶς, τῷ ἐκ τοῦ μὴ ὄντος, τὰ ὄντα συστήσαντι, ἐκ σοῦ γὰρ σάρκα Κόρη εἴληφεν, ὁ σὲ προορίσας, Ἁγνὴ πρό τῶν αἰώνων. Τοῦ Ἁγίου Ὁ αὐτὸς Σοφίᾳ τῇ τοῦ Πνεύματος, καὶ λόγῳ ζωῆς, πιστῶν τὰς καρδίας, ῥυθμίζεις Νεκτάριε, πρὸς πολιτείαν Πάτερ, κρείττονα, ὡς τοῦ Εὐαγγελίου, σοφὸς Ἱεροκῆρυξ. Ἱεραρχίας ἔνδυμα, σοφὲ στολισθείς, ἔργοις ἐναρέτοις τῶν αὐτὸ κατεποίκιλας, ὡς Ἱεράρχης ἐνθεώτατος, καί τῶν μυστηρίων, τῶν θείων οἰκονόμος. Συνέσει καὶ πρᾳότητι, ἐμπρεπῶν σοφῶς, ὁσίας παρθένους, ἐνθέως συνήθροισας, καὶ τῷ Χριστῷ αὐτὰς ὡδήγησας, λόγοις τε καὶ ἔργοις, ἀμέμπτου πολιτείας. Θεοτοκίον Τῇ σῇ ἐλλάμψει Ἄχραντε, ψυχὴν τὴν ἐμήν, τὴν ἐζοφωμένην, παθῶν ἀμαυρότησιν, ὡς συμπαθὴς Ἁγνὴ καταύγασον, καὶ τῷ θείῳ φόβῳ καθήλωσον με ὅλον. Δεύτερος Ἐξέστη τὰ σύμπαντα Ἰάματα ἄφθονα, ἡ θήκη τῶν λειψάνων σου, τῇ τοῦ Παρακλήτου ἐπομβρίᾳ, ἀεὶ βλυστάνει Πάτερ Νεκτάριε, καὶ ἀποδιώκει πονηρά, πνεύματα ἑκάστοτε, τῶν αἰτούντων τὴν χάριν σου. Νοσοῦσι τὴν ἴασιν, καὶ πάσχουσι τὴν λύτρωσιν, τοῖς προσερχομένοις σοι παρέχων, παύεις τὰ χρόνια ἀσθενήματα, καὶ κατασβεννύεις χαλεπήν, πυρεσσόντων φλόγωσιν, δρόσῳ Πάτερ σῆς χάριτος. Δόξα Πατρὶ... Πατέρων ἰσότιμος, τῶν πάλαι ἐχρημάτισας, τούτων μιμησάμενος τὸν τρόπον, τὸν θεῖον ζῆλον καὶ τάς λοιπὰς ἀρετάς, ταπεινοφροσύνῃ ἀληθεῖ, καὶ ἀπλάστοις ἤθεσι, διαπρέψας Νεκτάριε. Καὶ νῦν... Θεοτοκίον Ἁγνείας κειμήλιον, Παρθένε Παναμώμητε, ἔμψυχον ἀλάβαστρον καὶ θεῖον, τοῦ κενωθέντος μύρου ἐν σοὶ τῆς ζωῆς, σκεῦος εὐωδίας ἀρετῶν, τὴν ψυχήν μου ἔργασαι,... 10

...διὰ βίου σεμνότητος. ᾠδὴ ς' Ὁ Εἱρμὸς Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου κράζοντα, δόξα σοι. Τὸν προφήτην Ἰωνᾶν,... Ὁ ἐκλάμψας ἐκ Πατρός, πρὸ αἰώνων ὡς Υἱός, ἐπ' ἐσχάτων ἡμερῶν, ἐκ γαστρός σου προελθὼν, ἐθέωσε, Παρθενομῆτορ, βροτῶν τὸ φύραμα. Νύμφη πάναγιος Πατρός, Μήτηρ ἄφθορος Υἱοῦ, ἀνεδείχθης ἀληθῶς, ἡ καλὴ ἐν γυναιξί, τῷ Πνεύματι, προαγνισθεῖσα, Παρθένε Ἄχραντε. Μυστηρίων θεϊκῶν, θησαυρὸς ὑπερφυής, οὐρανίων δωρεῶν, κιβωτὸς χρυσοειδής, Πανάμωμε, σαφῶς ἐδείχθης, Χριστὸν κυήσασα. Ἐργαστήριον φρικτόν, καὶ παστὰς φωτοειδής, τῆς σαρκώσεως Ἁγνή, καθωράθης τοῦ Θεοῦ, μορφώσαντος, ἡμῶν τὴν σάρκα, ἐκ τῶν αἱμάτων σου. Τοῦ Ἁγίου Ὁ αὐτὸς Ὡς νεόφωτος ἀστήρ, ἐν ἐσχάτοις τοῖς καιροῖς, ἀναλάμψας μυστικῶς, τὰς καρδίας τῶν πιστῶν, Νεκτάριε, πρὸς θεῖον πόθον Πάτερ ἀνέφλεξας. Θεοφρόνως ἐπὶ γῆς, καὶ σοφῶς πολιτευθείς, ἐν ἡμέραις πονηραῖς, κατὰ Παῦλον τὸν σοφόν, Νεκτάριε, παρὰ Κυρίου, λαμπρῶς δεδόξασαι. Ἐν τῷ φόβῳ τοῦ Θεοῦ, τὴν ἁγίαν σου Μονήν, ὡς στηρίξας ἀσφαλῶς, ὅρμον ἄκλυστον αὐτήν, ἀνέδειξας, πρὸς σωτηρίαν, ψυχῶν Νεκτάριε. Θεοτοκίον Ἡ τεκοῦσα ἐν σαρκί, τὸν τῶν ὅλων Ποιητήν, καὶ τὴν πάλαι τοῦ Ἀδάμ, ἀφανίσασα ἀράν, Πανάμωμε, τῆς τῶν παθῶν με, ῥῦσαι ζοφώσεως. Δεύτερος Τὴν θείαν ταύτην 11

Τὸ θεῖον νέκταρ τῆς χάριτος, δεξάμενος Νεκτάριε Ὅσιε, ἐν τῇ καρδίᾳ σου, τὸν γλυκασμὸν τὸν οὐράνιον, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ἄρτι ἐπήγασας. Ἐν Ἱεράρχαις θεόληπτος, καὶ ἐν τοῖς διδασκάλοις θεόσοφος, Πάτερ Νεκτάριε, ὡς ἀληθῶς ἐχρημάτισας, ἰδέαις ἐναρέτοις, καλλωπιζόμενος. Δόξα Πατρὶ... Ῥόδον καθάπερ ἡδύπνευστον, τῇ θείᾳ εὐωδίᾳ τοῦ Πνεύματος, Πάτερ ἡ κάρα σου, ἡμᾶς εὐφραίνει Νεκτάριε, καὶ παύει τὸ δυσῶδες, παθῶν καὶ θλίψεων. Καὶ νῦν... Θεοτοκίον Δύναμιν δίδου μοι Πάναγνε, κατὰ τοῦ παλαιοῦ πολεμήτορος, τοῦ καθ' ἑκάστην μοι, λόχους καί, δόλους τεκταίνοντος, ἵνα τῆς τούτου βλάβης, φανῷ ἀνώτερος. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Κοντάκιον Ἦχος πλ. δ' Τῇ Ὑπερμάχῳ Ὀρθοδοξίας τὸν ἀστέρα τὸν νεόφωτον, καὶ Ἐκκλησίας τὸ νεόδμητον προτείχισμα ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνῃ. Δοξασθεὶς γὰρ ἐνεργείᾳ τῇ τοῦ Πνεύματος. Ἰαμάτων ἀναβλύζει χάριν ἄφθονον τοῖς κραυγάζουσι χαίροις Πάτερ Νεκτάριε. Ὁ Οἶκος Ἄνθρωπος οὐρανόφρων, ἀνεδείχθης ἐν κόσμῳ, Νεκτάριε Χριστοῦ Ἱεράρχα, ζωὴν γὰρ ὁσίαν διελθών, ἀκέραιος ὅσιος καὶ θεόληπτος, ἐν πάσιν ἐχρημάτισας, ἐντεῦθεν παρ' ἡμῶν ἀκούεις. Χαῖρε δι' οὗ οἱ πιστοὶ ὑψοῦνται, χαῖρε δι' οὗ ἐχθροὶ θαμβοῦνται. Χαῖρε τῶν Ὁσίων Πατέρων ἐφάμιλλος, χαῖρε Ὀρθοδόξων ὁ θεῖος διδάσκαλος. Χαῖρε οἶκος ἁγιώτατος ἐνεργείας θεϊκῆς, χαῖρε βίβλος θεοτύπωτος πολιτείας τῆς καινῆς. Χαῖρε ὅτι ἀρτίως ἡμιλλήθης Ἁγίοις, χαῖρε ὅτι ἐμφρόνως ἐχωρίσθης τῆς ὕλης. Χαῖρε λαμπρὸν τῆς Πίστεως τρόπαιον, χαῖρε σεπτὸν τῆς χάριτος ὄργανον. Χαῖρε δι' οὗ Ἐκκλησία χορεύει, χαῖρε δι' οὗ νῆσος Αἴγινα χαίρει. Χαίροις Πάτερ Νεκτάριε. Συναξάριον Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱερᾶς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν Μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος 1920. Νέκταρ τῆς ζωῆς τῆς αἰωνίου πίνων, Νᾶμα Νεκτάριε ἰάσεων βλύζεις. 12

Ἀμφ' ἐνάτῃ Νεκταρίοιο ἐκ ῥεθέων θυμὸς ἤρθη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου. Ἵπποις πρὸς Θεὸν Ὀνησιφόρε τρέχων Ἔχεις συνιππεύοντα καὶ τὸν οἰκέτην. Νύσσης οὐρανίης ἐπέβητ ἐνάτη ὦ Ἀθληταί. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης. Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοκτίστης τῆς Λεσβίας. Λέσβου τὸ θρέμμα παρθένος Θεοκτίστη Κτίστῃ Θεῷ πρόσεισι πάγκαλος νύμφη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Μητέρων ἡμῶν Εὐστολίας καὶ Σωπάτρας. Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία. Σωπάτρα Πατρός, Πνεύματός τε καὶ Λόγου Θρόνῳ παρέστη δοῦσα γῆ τὸ σαρκίον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου. Ἀντώνιον κτείνουσι τὸν θεῖον ξύλοις Οἱ τὸ ξύλον τιμῶντες ὡς θεὸν πλάνοι. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Χριστοφόρος καὶ Μαῦρα ξίφει τελειοῦνται. Πλάνην ἀμαυροῖ Μαῦρα κοπεῖσα ξίφει, Χριστοῦ δὲ τμηθεὶς φῶς ὁρᾷ Χριστοφόρος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ναρσῆ καὶ Ἀρτέμονος. Ναρσῆς σὺν Ἀρτέμονι ἐκκοπεὶς ξίφει, Σὺν Ἀρτέμονι λαμβάνει καὶ τὰ στέφη. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἰωάννης, ὁ διὰ τὸ βραχὺ τῆς ἡλικίας (ἀναστήματος) ὀνομασθεὶς Κολοβός, ἐν εἰρήνῃ τελειοῦται. Ἰωάννην ἔκρυψε γῆς βραχὺς τόπος, Ὃς κἂν βραχὺς τὸ σῶμα, τὴν πρᾶξιν μέγας. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται. Εἰ καὶ μετέστης Ἑλλάδιε τοῦ βίου, 13

Πίναξ ἔμεινας ἀρετῶν τοῖς ἐν βίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Συμεὼν ὁ Μεταφραστὴς ἐν εἰρήνῃ τελειοῦται. Ἐκκλησία σοὶ Συμεὼν ὄφλει χάριν Ὑπὲρ μεταφράσιος Ἁγίων βίων. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὅσιοι καὶ θεοφόροι Πατέρες ἡμῶν Εὐθύμιος καὶ Νεόφυτος οἱ κτίτορες τῆς ἐν Ἄθω ἱερᾶς σεβασμίας Μονῆς τοῦ Δοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται. Εὐθύμιον συνάμα τῷ Νεοφύτῳ Τιμῶ κτίσαντας τὴν Μονὴν Ἀρχαγγέλων. Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ Ἦχος δ. ᾠδὴ α Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον. ᾠδὴ γ Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου......στεφάνων δόξης ἀξίωσον. ᾠδὴ δ Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε. ᾠδὴ ε Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου σύ γάρ ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος Ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τήν εἰρήνην βραβεύουσα. ᾠδὴ ς Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾠδὴ ζ Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. 14

ᾠδὴ η Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ ) Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιμιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... Καταβασία ᾠδὴ θ. Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... 15

Ἐξαποστειλάρια Ὁ οὐρανὸν τοῖς ἄστροις Ἡ Ἐκκλησία ἀγάλλου, καὶ ᾆδε ᾄσματα καινά, τὸν σὸν υἱὸν εὐφημοῦσα καὶ ἱερὸν νυμφαγωγόν, Νεκτάριον τὸν ἀρτίως, ἡγιασμένον φανέντα. Ἕτερον ὅμοιον Θεοπρεπῶς βιώσας, ἐμεγαλύνθης θαυμαστῶς, Νεκτάριε Ἱεράρχα, παρὰ τοῦ πάντων Ποιητοῦ, πηγὴ θαυμάτων γὰρ ὤφθη, ἡ τῶν λειψάνων σου θήκη. Θεοτοκίον Θεοχαρίτωτε Κόρη, ἱκέτευε διὰ παντός, τὸν σὸν Υἱὸν καὶ Δεσπότην, καὶ πολυεύσπλαγχνον Θεόν, ῥύεσθαι πάσης ἀνάγκης,......τοὺς εὐσεβεῖς Θεοτόκε. ΑΙΝΟΙ Ἦχος α Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τῶν οὐρανίων ταγμάτων ᾈσματικῶς συνελθόντες πανηγυρίσωμεν, τὴν μνήμην τὴν ἁγίαν, Νεκταρίου τοῦ Θείου, τοῦ ἄρτι δοξασθέντος παρὰ Χριστοῦ, τῇ τοῦ βίου λαμπρότητι, τῶν ἰαμάτων ταῖς χάρισι Θαυμαστῶς, εὐσεβῶν εἰς περιποίησιν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἡ τῶν λειψάνων σου θήκη Πάτερ Νεκτάριε, ὡς ἄλλη καθορᾶται, Σιλωὰμ κολυμβήθρα. Νοσήματα γὰρ παύει τὰ χαλεπά, καὶ ὑγείαν καὶ λύτρωσιν, τοῖς πρὸς αὐτὴν προσιοῦσι νέμει ἀεί, ἐνεργείᾳ τῇ τοῦ Πνεύματος. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τὶς ἐπαξίως ὑμνήσει τὰς δυναστείας σου, ὢ Ζωοδότα Σῶτερ; ὅτι δέδωκας ἤδη, στῦλον καὶ ἑδραίωμα ἀῤῥαγές, τῇ σεπτῇ Ἐκκλησίᾳ σου, τὸν θεηγόρον Νεκτάριον ἀληθῶς, τὸν ὁσίως σοι λατρεύσαντα. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 16

Ὑπὲρ ὀσμὴν ἀγροῦ πλήρους κατὰ τὴν θείαν φωνήν, ἡ εὐωδία πέλει τῶν σεπτῶν σου λειψάνων, Νεκτάριε τρισμάκαρ τῶν εὐσεβῶν, τὰς αἰσθήσεις εὐφραίνουσα, ὅθεν ἡ Αἴγινα βλέπουσα τὴν ἐν σοί, θείαν χάριν μακαρίζει σε. Δόξα Πατρί... Ἦχος πλ.α' Ὅσιε Πάτερ, μελέτην θείου νόμου, τὸν βίον ποιούμενος, τῶν πάλαι Ἁγίων, τὴν ζωὴν ἐχαρακτήρισας, τὸ γὰρ φρόνημα τῆς σαρκός, ὑποτάξας τῷ πνεύματι, χρηστότητα ἐποίησας, καὶ ὁσιότητα ἠμφιάσω, ὡς Ἱεράρχης θεόσοφος, καὶ τῆς ἀρετῆς ἀληθὴς ἐργάτης, ὅθεν λαμπρῶς παρὰ Θεοῦ ἐδοξάσθης, καὶ ἰαμάτων κρήνη, ἡ τῶν λειψάνων σου σορὸς ἐδείχθη, τῇ τοῦ Παρακλήτου ἐπισκιάσει. Ἀλλ' ὢ Νεκτάριε μακάριε, ῥᾶνον ἐν ταῖς ψυχαῖς ἡμῶν, τὸ νέκταρ τῆς σῆς χάριτος, καὶ πρέσβευε τῷ Κυρίῳ, δοθῆναι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν... Θεοτοκίον Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν. Δοξολογία Μεγάλη εἰς ἦχον πλ.α ( Ἀργή ἢ σύντομος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. 17

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς τὸ Ἀπολυτίκιον Ἦχος α' 18

Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον Α' Ἦχος β. Στίχ. α'. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β'. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ γ Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... Ἀντίφωνον Β' 19

Ἦχος πλ. α' Στίχ. α', Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. β', Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. γ', Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. δ. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Δόξα Πατρί... Καὶ νῦν... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ' Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἀπολυτίκιον Ἦχος α' Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι, δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. 20

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον,... Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς......ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος α' Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι, δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. Ἀπολυτίκιον Ἦχος δ' Ταχὺ προκατάλαβε Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι' ἐναρέτου ζωῆς, Νεκτάριε Ὅσιε. Ὅθεν τοῦ Παρακλήτου, δοξασθεὶς τῇ δυνάμει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶσαι, τοὺς πιστῶς προσιόντας, τοῖς θείοις λειψάνοις σου. Τοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος. Τρισάγιον. Ἀπόστολος Τοῦ Αγίου Προκείμενον Ἦχος βαρύς. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν; Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Ἐφεσ. ε 8-19). Ἀδελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε -ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ- δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε τὰ γὰρ 21

κρυφῇ γινόμενα ὑπ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ λέγει Εγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ. Ἀλληλούϊα Ἦχος α' Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών. Εὐαγγέλιον Ομοίως Ἐκ τοῦ κατὰ Ματθαῖον (Δ,25-Ε,12) Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου. Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. ὁ α χορὸς Δόξα Σοι Κύριε, δόξα Σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό, Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικὸν Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. ἦχος β 22

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα. ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). Ἀπόλυσις 23