14 ΝΟΕΜΒΡΙΟΥ Ἀποστόλου Φιλίππου ἐκ τῶν Δώδεκα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

16 ΝΟΕΜΒΡΙΟΥ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

4Αυτός ήτανε η ζωή, και ήταν η ζωή αυτή το φως για τους ανθρώπους. 4ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

Τῌ Λ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

ΤΗι ΙΓ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου

18 ΟΚΤΩΒΡΙΟΥ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

Τῌ ΙΒ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος, τοῦ ἐν Κερκύρᾳ Θαυματουργοῦ.

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

26 ΣΕΠΤΕΜΒΡΙΟΥ Μετάστασις τοῦ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου Θεολόγου * * * * *

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

18 ΟΚΤΩΒΡΙΟΥ 2017 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς ὁ β χορὸς τίχ,.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Τῌ ΙΑ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, Μάρτυρος Στεφανίδος, Ὁσίου Θεοδώρου τοῦ Στουδίτου

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

12 ΜΑΡΤΙΟΥ 2017 Κυριακὴ Β Νηστειῶν. Ἦχος πλ. α. Ἑωθινὸν Ε. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

04 ΜΑΡΤΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΔΕΥΤΕΡΑ 21 ΜΑΪΟΥ 2018 Μετὰ τὴν Ἀνάληψιν τοῦ Κυρίου Θεοστέπτων Βασιλέων Κωνσταντίνου καὶ Ἑλένης * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

07 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ Δ Νηστειῶν. Ἦχος δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ΚΑΘΙΜΑΣΑ. ὁ β χορός Δόξα Πατρί... Ἀπόστολε Ἅγιε Φίλιππε...

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

* * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

11 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

30 ΝΟΕΜΒΡΙΟΥ 2018 Μμήμη τξῦ Ἁγίξυ ἐμδόνξυ καὶ οαμευφήμξυ Ἀοξστόλξυ, Ἀμδπέξυ τξῦ Ππωτξκλήτξυ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

11 ΝΟΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Η Λουκᾶ Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, Θεοδώρου τοῦ Στουδίτου. Ἦχος βαρύς. Ἑωθινὸν Β.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 22 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Δ Νηστειῶν Ὁσ.Ἰωάννου τῆς Κλίμακος. Βασιλείου πρεσβ.ἀγκυρανῶν.

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Τῌ ΙΗ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου τοῦ Μεγάλου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

Τῌ Κ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

Ἦχος Β. Ἑωθινὸν Ι. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

10 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἱερομάρτυρος Χαραλάμπους τοῦ Θαυματουργοῦ, Ζήνωνος τοῦ Ταχυδρόμου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΤΡΙΤΗ 21 ΜΑΪΟΥ 2019 Μετὰ τὴν Κυριακὴν Παραλύτου Θεοστέπτων Βασιλέων Κωνσταντίνου καὶ Ἑλένης * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

28 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ϛ Ματθαίου Προχόρου, Νικάνορος, Τίμωνος, Παρμενᾶ, Ὁσίας Εἰρήνης Χρυσοβαλάντου. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

02 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Δ Ματθαίου Κατάθεσις Τιμίας Ἐσθῆτος, Κοΐντου Μάρτυρος, Ἰουβεναλίου Ἱεροσολύμων. Ἦχος γ. Ἑωθινὸν Δ.

19 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΒ Λουκᾶ Μακαρίου ὁσίου, Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ. Ἦχος πλ. α. Ἑωθινὸν Η.

14 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορός Δόξα Πατρί...

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΣΟΝ ΟΡΘΡΟΝ. υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

30 ΙΑΝΟΥΑΡΙΟΥ τῶν Τριῶν Ἱεραρχῶν. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΙΟΥΝΙΟΥ 2018 Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Δώδεκα Ἀποστόλων. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

22 ΟΚΤΩΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 10 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Η Λουκᾶ Ὀλυμπᾶ, Τερτίου Ἀποστ, Ὀρέστου Μάρτ, Ἀρσενίου Ὁσ.

16 ΟΚΤΩΒΡΙΟΥ 2016 Κυριακὴ Δ Λουκᾶ Λογγίνου τοῦ ἑκατοντάρχου, Θεοφόρων Πατέρων τῆς Ζ Οἰκουμενικῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

11 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ H Ματθαίου Εὔπλου διακόνου καὶ μάρτυρος, ἀνάμνησις θαύματος τοῦ Ἁγ.Σπυρίδωνος ἐν Κερκύρᾳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν

Transcript:

14 ΝΟΕΜΒΡΙΟΥ Ἀποστόλου Φιλίππου ἐκ τῶν Δώδεκα ἠκουλοθήσαμεν τὴν φυλλάδαν τὴν ὑπὸ Γερασίμου Μικραγιαννανίτου συντεθεῖσαν * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος γ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Ἦχος γ. Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Δόξα. τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Κληθεὶς ὑπὸ Χριστοῦ, ἠκολούθησας τούτῳ, ζεούσῃ τῇ ψυχῇ, καὶ συντόνῳ ἐφέσει, καὶ πλήρης ἐ χρημάτισας, τῶν αὐτοῦ ἐπιλάμψεων, καὶ μυήσεων, τῆς ὑπὲρ λόγον σοφίας, ὡς Ἀπόστολος, καὶ οἰκειότατος τούτῳ, πανεύφημε Φίλιππε. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Θεόνυμφε Ἁγνή, Ἀειπάρθενε Κόρη, Ἀγγέλων χαρμονή, καὶ βροτῶν σωτηρία, ἀπαύστως καθικέτευε, μητρικῇ παῤῥησίᾳ σου, ὅν ἐκύησας, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ βίου διόρθωσιν. Μετὰ τὴν β Στιχολογίαν Ἦχος γ. Θείας πίστεως. Φέγγος ἤστραψας, θεογνωσίας, καὶ διέλυσας, τῆς ἀγνωσίας, τὴν πολύθεον νύκτα Ἀπόστολε, φωτιστικῷ σου καὶ θείῳ κηρύγματι, καὶ ἀστραπαῖς τῶν πολλῶν θαυμασίων σου. Μάκαρ Φίλιππε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 1

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Σάρκα εἴληφε, δι εὐσπλαγχνίαν, ἐξ αἱμάτων σου, ἀνερμηνεύτως, ὁ Ὑπερούσιος Λόγος καὶ ἄναρχος, καὶ χρονικὸς ἐχρημάτισεν ἄνθρωπος, ἀνακαινίζων ἀνθρώπων τὸ φύραμα, Κόρη Πάναγνε, Παρθένε Θεογεννήτρια διό σε κατὰ χρέος μεγαλύνομεν. Μετὰ τὸν Πολυέλαιον Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὡς ποταμὸς ναμάτων ἔμπλεως θείων, ἐκ τῆς Σιὼν τῇ οἰκουμένῃ προῆλθες, καὶ τοὺς αὐχμῷ τῆς πλάνης ἐνυπάρχοντας, δαψιλῶς κατήρδευσας, ὡς Ἀπόστολος μέγας, ζωηῤῥύτοις ὕδασι, τοῖς τοῦ Εὐαγγελίου, καρποφορεΐν ζωὴν τὴν ἀληθῆ, Χριστοῦ εἰς δόξαν, πανένδοξε Φίλιππε. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Θεοχαρίτωτε Ἁγνὴ Παναγία, ἁμαρτωλῶν καὶ ἀσθενῶν σωτηρία, καὶ πάσης εὐσεβοῦς ἐκφώνησις, ῥῦσαί με τοῦ χείρονος, τῆς κακῆς συνηθείας, ᾖ δεινῶς δεδούλωμαι, καὶ μὴ θέλων ὑπείκω, καὶ μετανοίας λάμψον μοι τὸ φῶς, ὥς ἂν τὰς τρίβους, Κυρίου πορεύσωμαι. ΟΙ ΑΝΑΒΑΘΜΟΙ ΚΑΙ ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ τὸ α Ἀντίφωνον τοῦ δ ἤχου Ἀντίφωνον Α. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη ἀλλ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ Μονάδι ἱ εροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. Ψαλμὸς ιη. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτοῦ. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν.. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσωμμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ ἸἸωάάννννηηνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου Εὐαγγέλιον τοῦ Ἁγίου 2

(ζήτει τῇ Παρασκευῇ τῆς ΣΤ Ἑβδομάδος Ἰωάννου) Ἐκ τοῦ κατὰ Ἰωάννην (ιδ 1 11) Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν εἰ δὲ μή, εἶπον ἂν ὑμῖν. Πορεύομαι ἑτοιμᾶσαι τόπον ὑμῖν. Καὶ ἐὰν πορευθῶ, ἑτοιμάσω ὑμῖν τόπον πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Λέγει αὐτῷ Θωμᾶς Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; Λέγει αὐτῷ ὁ Ἰησοῦς. Ἐγώ εἰμι ἡ ὁδός, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰμὴ δι ἐμοῦ. Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν καὶ ἀπ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. Λέγει αὐτῷ Φίλιππος Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς τοσοῦτον χρόνον μεθ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα καὶ πῶς σὺ λέγεις ʹδεῖξον ἡμῖν τὸν Πατέραʹ; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ρήματα, ἅ ἐγὼ λαλῶ ὑμῖν, ἀπ ἐμαυτοῦ οὐ λαλῶ ὁ δὲ Πατήρ, ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν Ν ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ταῖς τοῦ Ἀποστόλου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 3

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀπόστολε Φίλιππε, Χριστῷ μαθητεύσας τῇ ἀληθεῖ σοφίᾳ, παρ αὐτοῦ ἀπεστάλης ἐπὶ τὰ ἔθνη, τοὺς ἐν πλάνῃ ἐπιστρέφειν, Εὐαγγελικῷ κηρύγματι, πρὸς τὸ θαυμαστὸν φῶς, τῆς αὐτοῦ ἐπιγνώσεως καὶ τοῦ πάθους αὐτοῦ, μιμητὴς γενόμενος, σταυρικῷ τέλει πρὸς αὐτὸν ἀνέδραμες. Ἐνίσχυσον οὖν καὶ ἡμᾶς πανεύφημε, τὴν πρὸς αὐτὸν πορείαν βαδίσαι, ἵνα μέτοχοι γενώμεθα, τῆς βασιλείας τῶν οὐρανῶν. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Εἶτα, οἱ Κανόνες τῆς Θεοτόκου εἰς Ϛ, καὶ τοῦ Ἀποστόλου, ὁ παρών, εἰς δ. ᾨδὴ α ὁ Κανὼν τῆς Θεοτόκου Ἦχος πλ. β. Ὁ Εἱρμός. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν. Ὡς ἐν ἠπείρῳ πεζεύσας.. Τὴν ἀδιόδευτον πύλην τὸ καθαρόν, τῆς ἁγνείας τέμενος, τὴν καλὴν ἐν γυναιξί, τὴν ἁγίαν Δέσποιναν πιστοί, μελωδίαις ἱεραῖς δοξολογήσωμεν. Ὁ κατοικῶν Θεὸς Λόγος ἐν οὐρανοῖς, ὁ ἐν ἀρχῇ ἄναρχος, οὐρανόν σε λογικόν, ἐπὶ γῆς δειμάμενος ἁγνή, μὴ λιπὼν τοὺς οὐρανοὺς ἐν σοὶ ἐσκήνωσεν. Ἡ τοῦ ἡλίου νεφέλη καὶ χρυσαυγής, λυχνία Πανάμωμε, ἡ πολύφωτος λαμπάς, τῆς ἐμῆς ψυχῆς τὸ τριμερές, ἁμαρτίαις ζοφωθὲν λάμπρυνον δέομαι. Θεοχαρίτωτε Κόρη ἡ κραταιά, τῶν πιστῶν βοήθεια, καὶ ἐλπὶς τῶν ταπεινῶν, σὺ μὲ ἐλευθέρωσον σαρκός, ἡδονῶν τε καὶ παθῶν τῶν πολεμούντων με. ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς Τὸν εὐκλεῆ Φίλιππον ὑμνῶ προφρόνως. ποίημα Θεοφάνους. Ἦχος πλ. β. Ὡς ἐν ἠπείρῳ πεζεύσας. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ταῖς ὑπερφώτοις ἀκτῖσι τῆς τοῦ Χριστοῦ, θεϊκῆς λαμπρότητος, ἐνηδόμενος τρανῶς, θεοκῆρυξ Φίλιππε ταῖς σαῖς, κατὰ μέθεξιν αὐγαῖς, ἡμᾶς καταύγασον. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ τοῦ Πατρός σοι τὴν δόξαν δι ἑαυτοῦ, ὑποδείξας Φίλιππε, τῷ χορῷ τῶν μαθητῶν, σὲ Χριστὸς ἐνέταξε τὴν σήν, προγινώσκων ἀρετήν, θεομακάριστε. Δόξα. Νῦν οὐκ αἰνίγμασι βλέπεις, οὐδὲ σκιαῖς, οὐδ ἐσόπτροις πάνσοφε, τὴν πηγὴν τῶν ἀγαθῶν, ὀρε 4

κτῶν τὸ ἔσχατον Χριστόν, ἀλλὰ πρόσωπον ὁρᾷς, σαφῶς πρὸς πρόσωπον. Καὶ νῦν. Θεοτοκίον Ἐκλελοιπότων ἀρχόντων ἐκ τῆς φυλῆς, τοῦ Ἰούδα Πάναγνε, ὁ Υἱός σου καὶ Θεός, προελθὼν Ἡ γούμενος τῆς γῆς, τῶν περάτων ἀληθῶς, νῦν ἐβασίλευσεν. ᾨδὴ γ ὁ Κανὼν τῆς Θεοτόκου Ἦχος πλ. β. Ὁ Εἱρμός. Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερε ώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου. Οὐκ ἔστιν ἅγιος ὡς σύ,.. Οὐκ ἔστιν ὅστις πρὸς τὴν σήν, καταπέφευγε σκέπην, καὶ οὐκ ἔτυχε Κόρη, τῶν πολλῶν σου οἰκτιρμῶν διὸ κἀγὼ δυσωπῶ, ἵνα τύχω τῆς σῆς ἀντιλήψεως. Ὡς πλατυτέρα οὐρανῶν, καὶ τῆς γῆς ἀνωτέρα, ὡς ἀγία ἁγίων, Χερουβὶμ καὶ Σεραφίμ ὡς ὑπερτέρα σεμνή ἀσυγκρίτως τὸν Θεὸν ἐχώρησας. Πυρί με φόβου θεϊκοῦ, ἐκκαθάρασα Κόρη, τῶν πταισμάτων τοῦ ρύπου, ἐπένδυσον χρυσαυγῆ χιτῶνα τῶν ἀρετῶν καὶ χορείαις τῶν ἁγίων σύνταξον. Ἐξ ἔργων ὅλως ἐν ἐμοί, σωτηρία οὐκ ἔστιν, ἀλλὰ σὺ Θεοτόκε, ἡ ἐλπὶς ἡ ἀψευδὴς τῶν πεποιθότων εἰς σέ, σωτηρίας βράβευσόν μοι δέομαι. τοῦ Ἀποστόλου Ἦχος πλ. β. Οὐκ ἔστιν ἅγιος ὡς σύ. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὑπάρχων ἔμπλεως φωτός, πρακτικῆς θεωρίας, τῷ φωτὶ τῷ μεγάλῳ, γενομένῳ μεθ ἡμῶν, κατηξιώθης Χριστῷ, λειτουργῆσαι, Φίλιππε θεσπέσιε. Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Κρηπὶς δογμάτων εὐσεβῶν, ἡ σὴ μυσταγωγία, τοῖς πιστοῖς ἀνεδείχθη δι αὐτῆς γὰρ τὸν Υἱόν, ἐπέγνωμεν συμφυῶς, ἡνωμένον, ὄντα τῷ Γεννήτορι. Δόξα. Λυχνία γέγονας χρυσῆ, δᾳδουχῶν τοῖς ἀνθρώποις, τὸ ἀΐδιον φέγγος, καὶ φωτίζων δι αὐτοῦ, τὴν οἰκουμένην σαφῶς, ἐπιγνώσει, Φίλιππε πανάριστε. Καὶ νῦν. Θεοτοκίον Ἐπὶ σοὶ Πάναγνε σεμνή, πεποιθὼς μὴ ἐκπέσω, τῆς εἰς σὲ προσδοκίας ἀλλ ὡς Μήτηρ συμπαθής, τοῦ φιλανθρώπου Θεοῦ, τῶν παγίδων, τοῦ ἐχθροῦ με λύτρωσαι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩιΔΙΑ ΚΑΘΙΣΜΑΤΑ τοῦ Ἀποστόλου Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανθείς, ἔδειξας τὸν Ἥλιον, 5

ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Ὅμοιον. Ὀμβροφόρος νεφέλη πνευματική, ἀληθῶς ἀνεδείχθης τοῖς ἐπὶ γῆς, ποτίζων ὡς ἄρουραν, μυστικῶς τὰς καρδίας ἡμῶν διαδραμὼν γὰρ τῷ λόγῳ, δροσίζεις τὰ πέρατα, ὑετοὺς προχέων, τὰ μύρα τῇ λάρνακι ὅθεν διαπνεύσας, ταῖς ἀπίστοις καρδίαις, ὀσμὴν τὴν τοῦ Πνεύματος, ἐν αὐταῖς ἐθησαύρισας, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν. Θεοτοκίον. Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατεῤῥύπωσα καὶ οὐκ ἔχω τί πράξαι, οὐδὲ καταφύγιον, ἀλλ οὐδ ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι. Φεῦ μοι τῷ ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό Ἥμαρτον. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα, ἀνέθηκα Δέσποινα. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ββαασσι ιιλλεεὺὺςς ττῆῆςς εεἰ ἰἰρρήήννηηςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Ἦχος πλ. δ. Ὡς ἀπαρχὰς τῆς φύσεως. Ὁ μαθητὴς καὶ φίλος σου, καὶ μιμητὴς τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεόν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος. Ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε. ὁ Οἶκος Ῥεῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου καὶ φώτισόν μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τὸν σὸν Μαθητὴν Πολυέλεε. Συναξάριον Τῇ ΙΔ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἐνδόξου καὶ Πανευφήμου Ἀποστόλου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν Δώδεκα. Διασῴζεται δὲ καὶ διαφυλάσσεται εὐλαβῶς ἡ Τιμία Κάρα αὑτοῦ εἰς τὸ χωρίον Ὅμοδος τῆς Κύπρου. Στίχοι Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου, Τὰ τῶν ποδῶν σοι νίπτρα, Σῶτερ, ἐκτίει. Ἤρθης κἀκκεφαλῆς δεκάτῃ, Φίλιππε, τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Κοίμησις τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Θεσσαλονίκης, τοῦ Παλαμᾶ, τοῦ Θαυματουργοῦ καὶ ὑπερθέου διδασκάλου τοῦ ἀκτίστου φωτός, τοῦ διαπρέψαντος ἐν ἔτει ατμ (1340). Ἔτι δὲ καὶ τῶν λοιπῶν μελῶν τῆς οἰκογενείας αὐτοῦ, ἤτοι τῶν γονέων Κωνσταντίου καὶ Καλλονῆς καὶ τῶν αὐταδέλφων αὐτοῦ Ὁσίων Θεοδοσίου καὶ Μακαρίου καὶ Ἐπιχάρεως καὶ Θεοδότης. Στίχοι Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν, Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος. Θεῷ συνήφθης γρηγορῶν φερωνύμως, 6

Καὶ ζῇς μεταστάς, θαυματουργεῖς δ ἐν τάφῳ. Τίς ἄν σε, Γρηγόριε, τίς ἐπαινέσαι; Τιμῆς Θεοῦ λαχόντα τῆς ἐκ θαυμάτων. Γρηγόριος θάνεν ἀρχιθύτης, τετάρτῃ δεκάτῃ τε. Ὁ Ἅγιος Ἔνδοξος Νεομάρτυς Κωνσταντῖνος, ὁ ἐξ Ὕδρας μὲν βλαστήσας, ἐν δὲ τῇ νήσῳ Ῥόδῳ μαρτυρήσας ἐν ἔτει αω (1800), ἀγχόνῃ τελειοῦται. Στίχοι Ὕδρᾳ ἀνύδρῳ νῦν ῥέει ξένον, Τῶν ἰαμάτων ἐκ σοροῦ Κωνσταντίνου. Βῇ δεκάτῃ τετάρτῃ νεόαθλος δῶμα Θεοῖο. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ εὐσεβοῦς βασιλέως Ἰουστινιανοῦ Α καὶ τῆς συζύγου αὐτοῦ Θεοδώρας. Στίχοι Ἰουστινιανὸς σὺν τῇ Θεοδώρα, Μέτοχοί εἰσι Βασιλείας τῆς ἄνω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐφημιανοῦ, ἀσκήσαντος ἐν Κύπρῳ. Στίχοι Εὐφημιανὸς ἀσκήσας ἐν τῇ Κύπρῳ, Ἐδὲμ εὕρατο ἀνάπαυσιν τῶν κόπων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλίππου, κτίτορος τῆς Μονῆς τῆς Ἁγίας Τριάδος ἐν Ἰράπ, πλησίον τοῦ Νόβγκοροντ. Στίχοι Τριάδα ἔχει ὁ Φίλιππος χρεῶστιν, ᾟ ἀνέθετο Μονὴν εὐαγεστάτην. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῶν Εἰσοδίων τῆς Θεοτόκου ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὴν Εἴσοδον. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον κἀν τῇ σεπτῇ Εἰσόδῳ σου.. στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ Ὑψίστου ὁ προφήτης Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ Εἰσόδῳ σου Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα. ᾨδὴ Ϛ. Τὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πα 7

τήσαντες χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐ νεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος πανηγυριζέτω δὲ ἀΰλων νόων φύσις, γεραίρουσα τὰ ἱερὰ Εἰσόδια τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις, παμμακάριστε Θεοτόκε Ἁγνή, Ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ τοῦ Ἀποστόλου Ἦχος γ. Ἐν Πνεύματι τῷ Ἱερῷ. Δρόμον ὡραίων σου ποδῶν, Φίλιππε ἀναστρέψας, πορείαν τὴν οὐράνιον, ἀνελήλυθας χαίρων καὶ τῇ Τριάδι παρεστώς, ἐν Πατρὶ τεθέασαι, Υἱὸν καὶ Πνεῦμα τὸ Θεῖον διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην. Ἕτερον Ἦχος γ. Ὁ οὐρανὸν τοῖς ἄστροις. Πνεύματος Θείου ἀκτῖνα, θεσπέσιε, δεδεγμένος, καὶ κόσμον καταφωτίσας, τῷ φθόγγῳ τῶν σῶν ῥημάτων, ὑπὲρ ἡμῶν νῦν δυσώπει, Κύριον πάντας σωθῆναι. Θεοτοκίον 8

Ὑπεραγία Παρθένε, δέησιν νῦν τῷ Υἱῷ σου, ὑπὲρ ἡμῶν σὺν Φιλίππῳ, τῷ θείῳ καὶ θεηγόρῳ, προσφερομένη παντοίων,.... κακῶν περίσῳζε πάντας. ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Ἱστῶμεν στίχους δ, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. α. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα, ἐπὶ τῆς γῆς παμμάκαρ, διεχύθη καὶ ταύτην, ἐπλήρωσε δογμάτων δι ὧν τὸν Υἱόν, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, θεολογοῦντες Ἀπόστολε μυστικῶς, ὁμοούσιον δοξάζομεν. Στίχ. β. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῶν οὐρανίων σου φθόγγων... Στίχ. γ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ὡς ἑωσφόρον σε πάντες τῶν Ἀποστόλων Χριστοῦ, καὶ φαεινὸν λαμπτῆρα, τῆς σεπτῆς Ἐκκλησίας, Φίλιππε τρισμάκαρ, ἔχοντες νῦν, τὰς ψυχὰς φωτιζόμεθα, καὶ ἐκ κινδύνων λυτρούμεθα δυσχερῶν, ταῖς πρεσβείαις σου πανεύφημε. Στίχ. δ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Διὰ σταυροῦ τὸν ἀγῶνα τὸν τῆς ἀθλήσεως, διηνυκὼς τῆς νίκης, ἀνεδήσω στεφάνους, Φίλιππε ἀξίως μεθ ὧν εἰσελθών, εἰς τὰ ἄνω βασίλεια, συμπαρεδρεύεις Ἀπόστολε τῷ Χριστῷ, καὶ πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς. Ἕτερον Προσόμοιον πρὸς συμπλήρωσιν τῶν ἀνωτέρω, ὡς ψάλλεται ἐν τῇ ἁγιοτόκῳ νήσῳ Κύπρῳ, ἔνθα τεθησαύρισται ἡ Τιμία Κάρα τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου. Κέκτηται μάκαρ ἡ Κύπρος, τὴν θείαν κάραν σου, λαμπρῶς ἐπιτελοῦσα, σὴν σεβάσμιον μνήμην, Φίλιππε θεόφρον καὶ ἐν αὐτῇ, ἐγκαυχωμένη ἀγάλλεται, ὅτι αὐτὴν ἐκ κινδύνων καὶ συμφορῶν, ἐκλυτυροῦσαι ταῖς πρεσβείαις σου. Δόξα. Ἦχος β. Φιάλαι τῶν ἀρωμάτων ἐν κόσμῳ, αἱ σιαγόνες σου σοφέ, ὤφθησαν Ἀπόστολε Φίλιππε, περικιρνῶσαι τοῖς πιστοῖς πόμα τὸ ζωοποιόν πρᾶξιν γὰρ εἰς θεωρίας ἐπίβασιν ἐσχηκώς, Χριστοῦ ὀπαδὸς ἐχρημάτισας, τὴν στεῖραν καὶ ἄτεκνον ἐθνῶν Ἐκκλησίαν, εὐτεκνωθεῖσαν ἐν αὐτῷ, καταποικίλας διδαχαῖς ἣν καὶ νῦν δυσώπει λυτρωθῆναι, δεινῶν καὶ ἀναγκῶν δύνασαι γὰρ ἐν Θεῷ, πολλὰ ἐγγίζων αὐτῷ. Καὶ νῦν. Θεοτοκίον. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξον με ὑπὸ τὴν σκέπην σου. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ 9

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Τὸ Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Ἦχος γ. Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῶν Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 10

Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑ πάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Τὸ Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Ἦχος γ. Στίχ. α. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. (ιη 5) Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Στίχ. β.οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.(ιη 2) Ἀπόστολε Ἅγιε,... Στίχ. γ. Οὔκ εἰσι λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. (ιη 4) Ἀπόστολε Ἅγιε,... ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Ἦχος γ. Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῶν Εἰσοδίων. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα τὴν 11

ἐν Πνεύματι θείῳ ἣν ἀνυμνοῦσιν ἄγγελοι Θεοῦ. Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Ἀπόστολον καὶ Εὐαγγέλιον τοῦ Ἀποστόλου Προκείμενον. Ἦχος πλ. δ. (Ψαλμὸς ιη ) Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα. Πρὸς Κορινθίους Α Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (δ 9 16) Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ οὐ πολλοὺς πατέρας ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. Ἀλληλούϊα. (γ ) Ἦχος α. (Ψαλμὸς πη ) Στίχ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. Στίχ. Ὁ Θεός, ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. ΕΥΑΓΓΕΛΙΟΝ (ζήτει τῇ Α Κυριακῇ τῶν Νηστειῶν) Ἐκ τοῦ κατὰ Ἰωάννην (Ἰω. α 44 52) Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ Πόθεν με γινώσκεις; Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστε ύεις; μείζω τούτων ὄψῃ. Καὶ λέγει αὐτῷ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 12

Κοινωνικόν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Χρρι ιισσττὸὸςς ὁὁ ἀἀλληηθθι ιιννὸὸςς Θεεὸὸςς ἡἡμμῶνν....... Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Μεγαλυνάριον. Φίλος καὶ Ἀπόστολος εὐκλεής, τοῦ μέχρι καὶ δούλου κενωθέντος ἀναδειχθείς, Φίλιππε θεόπτα, ἐκήρυξας ἐν κόσμῳ τὴν τούτου ὑπὲρ λόγον, ἄῤῥητον κένωσιν. ΕΙΔΗΣΙΣ Ἀπὸ τῆς αὔριον ἀρχόμεθα σὺν Θεῷ τῆς Νηστείας τῶν Χριστουγέννων. Ἱστέον, ὅτι ἀπὸ τῆς αὔριον ἄρχεται ἡ Νηστεία τῶν Χριστουγέννων, καθ ἣν κατὰ παράδοσιν εἶναι ἐπιτρεπτόν, καταλύωμεν ἰχθύας κατὰ Σάββατον καὶ Κυριακήν, ἀπὸ 21ης Νοεμβρίου ἕως καὶ 17ης Δεκεμβρίου. 13

Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἀπολυτίκιον τοῦ Ἀποστόλου. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος γ. Θείας πίστεως. Θείαν ἔλλαμψιν, τοῦ Παρακλήτου, εἰσδεξάμενος, πυρὸς ἐν εἴδει, παγκοσμίως ὡς ἀστὴρ ἀνατέταλκας, καὶ τῇ ἀγνοίας τὸν ζόφον διέλυσας, τῇ θείᾳ αἴγλῃ Ἀπόστολε Φίλιππε. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ δεόμεθα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ἕτερον Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. Τὴν σοφίαν τὴν θείαν λαβὼν Ἀπόστολε, Εὐαγγελίου τὸν λόγον πᾶσιν ἐκήρυξας, ἐν δυνάμει ἱερῶν θαυμάτων Φίλιππε, καὶ δι ἀγώνων εὐαγῶν, τῷ Χριστῷ συμμορφωθείς, τῆς ἄνω μετέσχες δόξης ἧς καὶ τυχεΐν ἐκδυσώπει, ἡμᾶς τοὺς πίστει σε γεραίροντας. Ἕτερον Ἀπολυτίκιον τοῦ Ἀποστόλου. (Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. Ἁλιείας λιπόντα αὐτοῦ τὰ δίκτυα, εὐθὺς Χριστὸν ὡς ἀνεῦρεν, καὶ ὁλοθύμως Αὐτῷ ἁλιείαν πρὸς ψυχῶν ἀκολουθήσαντα, Φίλιππον, πάντες εὐλαβῶς ὡς ψαλτήριον τερπνὸν ὑμνήσωμεν εὐσεβείας καὶ πρὸς τὸν εὔσπλαγχνον Κτίστην ἡμῶν μεσίτην ἐνθερμότατον. Ἀπολυτίκιον τοῦ Ἱεράρχου. Ἦχος πλ. δ. Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν μοναστῶν ἡ καλλονὴ, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε θαυματουργὲ Θεσσαλονίκης τὸ καύχημα, κῆρυξ τῆς Χάριτος, ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἕτερον τοῦ αὐτοῦ. Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. Τὸ πολύφωνον στόμα τῆς θείας Χάριτος, τῶν Ὀρθοδόξων δογμάτων τὸν ἀληθῆ θησαυρόν, ἀνυμνοῦμέν σε πιστῶς Πάτερ Γρηγόριε τῆς Ἐκκλησίας γὰρ φωστήρ, ἀνεδείχθης φαεινός, καὶ κλέος Θεσσαλονίκης ἥτις ἐν σοὶ καυχωμένη λαμπρῶς γεραίρει τοὺς ἀγῶνάς σου. Ἀπολυτίκιον τοῦ Νεομάρτυρος. (Νικοδήμου Ἁγιορείτου) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τὸν λαμπρὸν γόνον Ὕδρας καὶ τῆς Ῥόδου τὸ καύχημα, καὶ Νεομαρτύρων τὸ κλέος, Κωνσταντίνον τιμήσωμεν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τὴν μνήμην ἐκτελοῦντες τὴν αὐτοῦ, ἵνα λάβωμεν πλουσίαν τὴν ἀμοιβήν, παρὰ Θεοῦ κραυγάζοντες Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, καὶ ἐν ὑστέροις καιροῖς σὲ στεφανώσαντι. Ἕτερον. Ὅμοιον. (ὑπὸ Σεβ.Ῥόδου Κυρίλλου τοῦ Κογεράκη) Ἀνανήψας τῆς πλάνης, θεολήπτῳ φρονήματι, τὸ ὑπὲρ Χριστοῦ ἀνεδέξω, Κωνσταντῖνε μαρτύριον, καὶ ἤθλησας ἐν Ῥόδῳ ἀνδρικῶς, βασάνους ὑπομείνας χαλεπάς, καὶ μανίᾳ τῶν τυράννων ἀγχονισθείς διό σοι ἀναβοῶμεν Δόξα τῷ σὲ ἰσχύσαντι Θεῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. Ἕτερον. (ὑπὸ Σεβ.Ῥόδου Κυρίλλου τοῦ Κογεράκη) Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. Εὐσεβείας τὸ ῥόδον, τὸ εὐωδέστατον, τὸ μέγα κλέος τῆς Ῥόδου, καὶ πολιοῦχον στεῤῥόν, Κωνσταντῖνον οἱ πιστοὶ ἀνευφημήσωμεν, ὅτι Μαρτύρων τὴν ὁδόν, διανύσας ἐπὶ γῆς, ἐν οὐρανοῖς ἐ 14

δοξάσθη, καὶ πρεσβεύει νῦν τῇ Τριάδι, ἐν παῤῥησίᾳ ὑπὲρ πάντων ἡμῶν. Ἕτερον Ἀπολυτίκιον τοῦ Νεομάρτυρος. Παλαιόν Ἦχος α. Τῆς ἐρήμου πολίτης. Κωνσταντῖνον τὸν Ὕδρας, τὸν ὑπέρτιμον ὄρπηκα, τῶν νεομαρτύρων τὸ κλέος, εἰς Ῥόδον ἀθλήσαντα, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τιμήσωμεν προφρόνως, ἀδελφοί, ὡς ὑπὲρ Χριστοῦ παθόντα, καὶ τὸν ἀγχόνης θάνατον δεξάμενον, ὅθεν συμβασιλεύει τῷ Χριστῷ, καὶ ὑπὲρ ψάμμον ἰ άματα, πάσι τοῖς προστρέχουσιν αὐτῷ χύδην χαρίζεται. Ἀπολυτίκιον. (Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. Τοῦ Κυρίου τὴν κλῆσιν ὁμολογήσαντα πρὸ τῶν ἀνόμων ἀρτίως Ἄγαρ υἱῶν εὐθαρσῶς, Κωνσταντῖνον, ἐν τῇ Ῥόδῳ ἀνυμνήσωμεν ὡς νεοάθλων κορυφὴν ἀνακράζοντες Σεπτὸν ἐκβλάστημα νήσου Ὕδρας, Χριστὸν ἡμῖν καταπέμψαι δυσώπει πᾶσι μέγα ἔλεος. Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῶν ὁσίων φωστῆρα καὶ τῆς Λύσης τὸ καύχημα, Εὐφημιανὸν τὸν θεόπνουν, εὐφημήσωμεν ᾄ σμασι τῷ πίστει ἀναλώσαντι αὐτόν, ἀσκήσει καὶ συντόνῳ προσευχῇ, καὶ πτερώσαντι ἐκθύμως, τὸν νοῦν πρὸς δόμους δόξης ἐκβοήσωμεν Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πιστοῖς ἰάματα. τὸ Ἀπολυτίκιον (Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. Ἐφυμνίοις ἡδίστοις ἀνευφημοῦντές σε, κοσμῆτορ πάντιμε Λύσης καὶ παμφαὲς λαμπηδὼν ἐκλαμψάντων ἀσκητῶν ἐν Κύπρῳ, κράζομεν πρόφθασον, Εὐφημιανέ, καὶ παντοίων συμφορῶν ἐκλύτρωσαι τοὺς τιμῶντας σὴν θεαυγῆ πολιτείαν καὶ τοὺς καμάτους σου πρὸς θέωσιν. Ἕτερον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Εὐφημῆσαι μερόπων τίς δυνήσεται, ὅσιε Εὐφημιανέ, τοὺς ἀόκνους πρὸς τελείωσιν μόχθους σου; Ἀσκήσει γὰρ στεῤῥᾷ καὶ προσευχῇ ἐπτέρωσας τὸν νοῦν πρὸς οὐρανὸν καὶ κοσμήτωρ Λύσης ὤ φθης τῆς σὲ τιμώσης θεῖος ὅθεν κράζομεν Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ εὐφημήσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πιστοῖς ἰάματα. 15