Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ



Σχετικά έγγραφα
Ὁ Ἱερεῦς: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ εἰς τήν Ὑπεραγίαν Θεοτόκον τήν ΓΟΡΓΟΕΠΗΚΟΟΝ (ποίηµα Ἁγίου Νικοδήµου τοῦ Ἁγιορείτου)

2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Γεύσασθε καί ίδετε, ότι χρηστός ο Κύριος!

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

1-7 Ιανουαρίου 2018 Θεός

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

- 1 - Π Ρ Ο Σ Ε Υ Χ Η Τ Α Ρ Ι Ο Ν ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΤΑΞΙΑΡΧΗ - ΧΟΛΟΜΩΝΤΑ - ΧΑΛΚΙΔΙΚΗΣ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

Παρακλητικός Κανών εις τη Παναγία Γλυκοφιλούσα

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Μικρο Αποδειπνο. Το Τρισάγιον

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

χριστιανος.gr Παρακλητικός Κανών στον Άγιο Σπυρίδωνα τον Θαυματουργό Επίσκοπο Τριμυθούντος

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΕΙΡΗΝΗΝ ΤΟΥ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

1 1 παυλος και σιλουανος και τιμοθεος

Τυπικὴ διάταξις τῆς ἀκολουθίας τοῦ Ἀποδείπνου ἐν τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ

Κυριακή 19 Μαΐου 2019.

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

Η κάθοδος του Αγίου Πνεύματος (Κυριακή της Πεντηκοστής)

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Iohannes Damascenus - De theologia

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ

Cirillus Alexandrinus - De synagogae defectu

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

28 Αυγούστου 3 Σεπτεμβρίου 2017 Άνθρωπος

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

Παρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Transcript:

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ «ΓΟΡΓΟΫΠΗΚΟΟΝ» ΚΥΡΙΑΝ ΘΕΟΤΟΚΟΝ (Ποιηθεὶς ὑπὸ Νικοδήμου μοναχοῦ Ἁγιορείτου). Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν τὸν παρόντα ψαλμόν. Ψαλμὸς ρμβ 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ πνεῦμά μου. Ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Eξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι. Καὶ εὐθὺς τὸ Θεὸς Κύριος μετὰ τῶν στίχων αὐτοῦ. Εἶτα τὰ παρόντα Τροπάρια. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῆς Θεοτόκου τῇ εἰκόνι προσδράμωμεν, οἱ ἐν κινδύνοις καὶ Αὐτῇ νῦν προσπέσωμεν, ἀπὸ βαθέων κράζοντες καὶ πόνου ψυχῆς, τάχος ἡμῶν ἄκουσον, τῆς δεήσεως Κόρη, ὡς Γοργοϋπήκοος, φερωνύμως κληθεῖσα Σὺ γὰρ ὑπάρχεις πρόμαχος ἡμῶν, καὶ ἐν ἀνάγκαις ἑτοίμη βοήθεια. Δόξα Τὸ αὐτό. Καὶ νῦν Ὅμοιον. Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς Δέσποινα, βοήθησον ἐφ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα. 1

Ὁ Ν Ψαλμός. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με, ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. ᾨδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Θαυμάτων τῶν θείων Σου τὴν πληθύν, καὶ τῶν τεραστίων, εὐφημῆσαι ἐπιχειρῶν, Σοῦ δέομαι Κόρη ἐκ καρδίας, Γοργοϋπήκοε χάριν παράσχου μοι. Τίς οὐκ ἐκπλαγείη τῆς Σῆς Μορφῆς, τὰ θαύματα Κόρη, ἐκ γὰρ ταύτης τῷ λειτουργῷ, Τραπέζης ἐφώνησας τρισσάκις, Γοργοϋπήκοος ὅθεν ὠνόμασαι. Δόξα Πατρὶ... Πῶς Σου τὸ τεράστιον ἐξειπεῖν, δυνήσομαι Κόρη; Σὺ γὰρ πρῴην τὸν ἀπειθῆ, Μοναχὸν ἀόμματον εἰργάσω, καὶ πάλιν τοῦτον κατέστησας βλέποντα. Καὶ νῦν... Χαῖρε καὶ εὐφραίνου θεία Μονή, τοῦ Δοχειαρίου, Σὺ γὰρ ἔσχες τὴν τοῦ παντός, Κυρίαν καὶ προστάτιδα καὶ σκέπην, καθάπερ Αὕτη σαφῶς ἐπηγγείλατο. 2

Ὠδὴ γ. Οὐρανίας ἁψῖδος. Τοὺς ἀτέκνους εὐτέκνους, Σὺ Μαριὰμ ἔδειξας, καὶ τὰς στειρευούσας μητέρας, Κόρη ἐποίησας, Γοργοϋπήκοε, εὐφραινομένας ἐν τέκνοις τίς οὐκ ἐξίσταται τὰ μεγαλεῖά Σου; Βουλγαρία κηρύττει, τῆς Σῆς Μορφῆς θαύματα, ὦ Γοργοϋπήκοε Κόρη, Δύσις Ἑῴα τε κρήνη γὰρ γέγονας, βλύζουσα χάριτας πᾶσι, τοῖς προσκαλουμένοις Σου, τὸ Θεῖον Ὄνομα. Τοῦ καρκίνου τὸ πάθος, ἐκ τῆς χειρὸς οἴχεται τοῦ σεμνοῦ γυναίου Παρθένε, τῇ ἐπισκέψει Σου ὅθεν ἡ πάσχουσα, ἐκ τῆς ὀδύνης λυθεῖσα, χαίρουσα ἐκήρυττε τὰ χαριστήρια. Θαυμαστῶς ὡραιώθη, ἡ Σὴ Εἰκὼν Πάναγνε, καὶ ὑπὲρ ἀκτῖνας ἡλίου, φωτίζει ἅπαντας Γοργοϋπήκοε, τίς οὖν αὐτὴν ἐπαινέσει, ἥν περ καὶ οἱ Ἄγγελοι, φόβῳ καλύπτουσιν; Ἐπάκουσον, Γοργοϋπήκοε Κόρη Θεογεννῆτορ, τὰς ἱκεσίας Παρθένε τῶν δούλων Σου, καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων. Ἀπέλασον, τῆς ἀθυμίας τὰ νέφη ἐκ τῆς ψυχῆς μου, καὶ χάριν ἁγνὴ τῷ Σῷ ἱκέτῃ παράσχου μοι, ὡς ὑπάρχουσα τῆς χαρᾶς τὸ δοχεῖον. Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Πολέμοις Ἁγνή, πολλοῖς περικυκλούμενοι, ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων Δέσποινα, Σοὶ θερμῶς κραυγαζομεν, θραῦσον τὰ τούτων ὅπλα τῷ κράτει Σου καὶ εἰρηναίαν δὸς ἡμῖν ζωήν, τοῖς Σοῖς οἰκέταις, Γοργοϋπήκοε. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Εἰς τὰ πέρατα ἅπαντα, ἡ Θαυματουργός Σου Εἰκὼν τεθρύληται καὶ νῦν πάντες ἐν τῷ στόματι, τὴν Γοργοϋπήκοον προσφέρουσι. Καὶ κατ ὄναρ Παντάνασσα, ἀλλὰ καὶ καθ ὕπαρ Γοργοϋπήκοε, φαινομένη τὰ θαυμάσια, ἐκτελεῖς ἐν Κόσμῳ τὰ παράδοξα. Τίς Σου Κόρη τὸ ὄνομα, ἐν ἀνάγκῃ πάσῃ ἐπεκαλέσατο, καὶ γοργῶς αὐτοῦ οὐκ ἤκουσας, ὡς Γοργοϋπήκοος ὑπάρχουσα. Μακαρία γεγένησαι, ὦ Δοχειαρίου Μονὴ ἐπίσημε, τὴν εἰκόνα γὰρ ἐπλούτησας Γοργοϋπηκόου τὴν πανσέβαστον. 3

ᾨδή ε. Φώτισον ἡμᾶς. Πῶς Σου τὴν μορφήν, ὁ ἀνάξιος θεάσωμαι, Γοργοϋπήκοε Παντάνασσα, μεμολυσμένοις ὀφθαλμοῖς μου τὴν πανάχραντον. Θάλασσα καὶ γῆ, τῆς εἰκόνος Σου τὰ θαύματα Γοργοϋπήκοε, κηρύττουσι τῶν Σῶν χαρίτων γὰρ ταῦτα ἄμφω ἀπήλαυσαν. Κλέπτην φανεροῖς, τὸν τὰ χρήματα συλήσαντα, τὰ τοῦ πλησίον Μητροπαρθένε, καὶ ἀποδίδως δικαίως ταῦτα τῷ ἔχοντι. Εἶδος τὸ σεπτόν, ἐμφερείας Σου Πανύμνητε, ὡς Φῶς λαμπρύνει πάντας βλέποντας καὶ προσκυνεῖν αὐτό, πείθει καὶ κατασπάζεσθαι. ᾨδὴ ϛ. Τὴν δέησιν ἐκχεῶ. Φιλόστοργος ὥσπερ Μήτηρ Δέσποινα, ὁραθεῖσα προσεκάλεις τὸν παῖδα, πρὸς ἑαυτήν, ἕως οὗ ἐλυτρώσω, ἐκ τῆς χειρὸς τῶν λῃστῶν Μητροπάρθενε ἀλλ εὕροιμέν Σε καὶ ἡμεῖς οἱ σοὶ δοῦλοι Μητέρα Φιλόστοργον. Οὐκ ἔχομεν οἱ οἰκτροὶ οἰκέται Σου, ἄλλην πλήν Σου προστασίαν καὶ σκέπην διὸ Ἁγνὴ ἐκ καρδίας βοῶμεν, ἀπὸ κινδύνου παντὸς ἐλευθέρωσον, τὴν Μάνδραν σου τὴν Ἱερὰν καὶ πιστοὺς τοὺς πρὸς Σὲ καταφεύγοντας. Ὡ ς ἔσωσας θαλαττίου κλύδωνος, τοὺς φωνήσαντας τὴν θείαν σου κλῆσιν, οὕτως ἡμᾶς, αἰσθητοῦ ναυαγίου, καὶ νοητοῦ Θεοτόκε διάσωσον, καὶ ὅρμισον εἰς γαληνούς, σωτηρίας λιμένας τοὺς δούλους Σου. Ὁ κόσμος Σε σωτηρίαν κέκτηται, καὶ θερμὴν ἐν πειρασμοῖς προστασίαν, ὅθεν Ἁγνή, τῇ σεπτῇ σου εἰκόνι, ἁπανταχόθεν προστρέχουσιν ἄνθρωποι, καὶ ἅπαντες Σε γοργῶς αὐτῶν, σὲ ὑπήκοον Κόρη εὑρίσκουσιν. Ἐπάκουσον, Γοργοϋπήκοε Κόρη Θεογεννῆτορ, τὰς ἱκεσίας Παρθένε τῶν δούλων Σου, καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων. Ἀπέλασον, τῆς ἀθυμίας τὰ νέφη ἐκ τῆς ψυχῆς μου, καὶ χάριν ἁγνὴ τῷ Σῷ ἱκέτῃ παράσχου μοι, ὡς ὑπάρχουσα τῆς χαρᾶς τὸ δοχεῖον. Αἴτησις καὶ Κοντάκιον. Ἦχος β. Προστασία. Ἐν πελάγει δεινῷ τοῦ βίου χειμαζόμενοι, καὶ παντοίων παθῶν τρικυμίαις ποντούμενοι, καὶ σάλῳ περιπίπτοντας Παρθένε πειρασμῶν, εἰς μορφήν Σου τὴν σεπτὴν καταφεύγομεν θερμῶς, ὡς εἰς λιμένα εὔδιον, ἔκτεινον ἡμῖν χεῖρα ὡς Πέτρῳ ὁ Υἱός σου, καὶ κλυδωνίου ἐκ παντὸς ἡμᾶς Κόρη λύτρωσαι. 4

Καὶ εὐθὺς τὸ Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (ι 38 42, ια 27-28). Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπε Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά ἑνὸς δέ ἐστι χρεία Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. Δόξα Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν Γοργοϋπηκόου ταῖς θείαις ἱκεσίαις ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Τὴν Γοργοϋπήκοον, τῆς Θεοτόκου εἰκόνα, πάντες εὐφημήσωμεν, σελήνην τὴν ἔνδοξον καὶ ὁλόφωτον, τὴν λαμπρὰν ἅλωνα, σφαῖραν τὴν οὐράνιον καὶ πολύαστρον ὑπάρχουσαν, ἄρκτον ἑπτάστερον, δι ἧς πρὸς Θεὸν ὁδηγούμεθα Παρθένον ἀγλαόμορφον, ἄστροις τε πολλοῖς διαυγάζουσαν πλειάδα ὡραίαν, καὶ ἶριν ποικιλόχροον δι ἧς, κατακλυσμοῦ ἡμᾶς ῥύεται, πάντοτε ὁ Κύριος. Ἕτερον ὅμοιον. Πάντων τὰ αἰτηματα, Γοργοϋπήκοε Κόρη, πλήρωσον τῶν δούλων σου, τῶν εἰς Σὲ ἐκ πίστεως, προσιόντων Σοι καὶ τὴν Σὴν Ἄχραντε, ἐπικαλουμένων, ἀρωγήν τε καὶ ἀντίληψιν, ἐκ πάσης θλίψεως, καὶ ἀσθενειῶν καὶ κακώσεων, ψυχῆς ὁμοῦ καὶ σώματος, ἅπαντας ἡμᾶς ἐλευθέρωσον ἵνα Σὲ ὑμνῶμεν, δοξάζοντες Χριστὸν τὸν Σὸν Υἱόν, ὃν ἐκδυσώπει Πανύμνητε, σῶσαι τὰς ψυχὰς ἡμῶν. 5

Ὁ Ἱερεὺς Σῶσον ὁ Θεὸς τῶν λαόν σου, Ὁ Χορός Κύριε, ἐλέησον δωδεκάκις (ἀνὰ τρεῖς). Ὁ Ἱερεύς. Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ Μονογενοῦς σοῦ Υἱοῦ, μεθ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Χορός. Ἀμήν. ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Τοῖς τυφλοῖς ἐχαρίσω ὀφθαλμῶν τὴν τοῦ βλέπειν, Κόρη, ἐνέργειαν ἀλλὰ καὶ ψυχῆς τὰς κόρας, ἡμῶν καταφωτίσας καὶ τοῦ σώματος Ἄχραντε, ὅπως ὑμνῶμεν ἀεὶ σεπτά σου μεγαλεῖα. Τοῖς κωφοῖς τὸ ἀκούειν ἐδωρήσω, Μαρία, Γοργοϋπήκοε ἀλλὰ καὶ ἡμῶν πάντων, διάνοιξον τὰ ὦτα τῆς ψυχῆς καὶ τοῦ σώματος, ὅπως ὑμνῶμεν ἀεὶ σεπτά Σου μεγαλεῖα. Τῆς πληγῆς τῆς ἀκρίδος, ὥσπερ πάλαι ἐρρύσω τοὺς προσφυγόντας Σοι, οὕτως, ἡμᾶς ἐκ ταύτης καὶ πάσης ἄλλης βλάβης ἀπολύτρωσαι Δέσποινα, ὅπως ὑμνῶμεν ἀεὶ σεπτά Σου μεγαλεῖα. Ὡ ς ἠνώρθωσας πρῴην τὸν παράλυτον, Κόρη, Γοργοϋπήκοε, οὕτως ἡμᾶς κατ ἄμφω, θερμῇ σου προστασίᾳ παρειμένους ἀνόρθωσον, ὅπως ὑμνῶμεν ἀεὶ Σεπτά σου μεγαλεῖα. ᾨδὴ η. Τὸν Βασιλέα. Ἀπὸ παντοίων ἀρρωστημάτων, Παρθένε, ἡμᾶς ῥῦσαι θερμῇ Σου προστασία, ὥσπερ τούτων Κόρη, πολλοὺς ἐρρύσω πάλαι. Πηγὴ θαυμάτων, Γοργοϋπήκοε Κόρη, ἡ Εἰκών σου δέδεικται τῷ κόσμῳ, ἐξ ἧς οἱ διψῶντες ἀρύονται εἰς κόρον. Ἀπολωλότα Σὺ φανεροῖς, Θεοτόκε, καὶ παρέχεις χαρὰν τοῖς εὑροῦσιν ὡς πολλὴ ὑπάρχει Εἰκόνος Σου ἡ χάρις. Τῇ προσταγῇ Σου, Γοργοϋπήκοε Κόρη, πειθαρχοῦσι πάντα τὰ στοιχεῖα, ἐξ ὧν πάντας ῥύῃ τοὺς Σὲ προσκαλουμένους. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Συνάχθητε προθύμως, πρὸ τῆς σεπτῆς Εἰκόνος, Δοχειαριτίσσης νοσούντων τὰ 6

συστήματα, ὁ Ἰατρὸς γὰρ ἐν ταύτῃ μένει ὁ ἄμισθος. Εἰκὼν ἡ Ἱερά Σου, ἄλλη ἀνεδείχθη, τοῦ Σιλωὰμ κολυμβήθρα, Πανύμνητε, ἀποκαθαίρουσα νόσους ψυχῆς καὶ σώματος. Μονῆς Δοχειαρίου, ὡς λαμπὰς ἐξῆλθε, τῆς Θεοτόκου Εἰκὼν ἡ πανσέβαστος, καὶ καταλάμπει τοὺς ταύτην πιστῶς γεραίροντας. Εἰκόνι τῇ ἁγίᾳ, Γοργοϋπηκόου οἱ ἐν κινδύνοις προσπέσατε ἅπαντες, καὶ τῶν θαυμάτων τὴν χάριν ἄφθονον λήψεσθε. Καὶ εὐθύς. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν. Καὶ θυμιᾶ ὁ Ἱερεὺς τὸ θυσιαστήριον καὶ τὸν λαόν, ἢ τὸν οἶκον, ὅπου ψάλλεται ἡ Παράκλησις καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα Τροπάρια. Γοργοϋπηκόου τὴν θαυμαστήν, καὶ σεπτὴν Εἰκόνα προσκυνήσωμεν ἀδελφοὶ θαύματα τελοῦσαν καὶ βρύουσαν ἰάσεις καὶ ταύτην μετὰ πόθου κατασπασώμεθα. Ἔχοντες Εἰκόνα Σου τὴν σεπτήν, ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρὸν προσφεύγομεν ταύτῃ, καιρῷ τῷ τῶν κινδύνων καὶ ἐπηρείας πάσης ἀπολυτρούμεθα. Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία, βοηθείας Κόρη τῆς Σῆς λύτρωσαι οὖν πάσης, ἀνάγκης καὶ κινδύνου, καὶ χεῖρα βοηθείας τάχιστα ὄρεξον. Ἔχει μὲν Παρθένε ὁ οὐρανός, Σῶμα καὶ ψυχήν Σου, ἐξαστράπτοντα φαεινῶς, ἔχει δὲ μορφήν Σου Μονὴ Δοχειαρίου, τὴν ἐπικαλουμένην Γοργοϋπήκοον. Ἆρόν σου τὰ ὄμματα Μαριὰμ καὶ ἰδὲ εὐσπλάγχνως, τοὺς Εἰκόνι Σου τῇ σεπτῇ παρεστῶτας Κόρη, καὶ Σὲ παρακαλοῦντας καὶ πλήρωσον αἰτήσεις τούτων Πανύμνητε. Ἴδοιμι Παρθένε ψυχορραγῶν, ἐν καιρῷ θανάτου, τὴν Εἰκόνα Σου τὴν σεπτήν, παραμυθουμένην καὶ ἱλαρῶς ὁρῶσαν, καὶ ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν. Τέτρωμαι τῷ πόθῳ Σου Μαριάμ, φλέγει με ὁ ἔρως, καθορᾶν Σου τῆς ἱερᾶς, Εἰκόνος Παρθένε, τὸ κάλλος καὶ τὴν δόξαν, καὶ κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν Σε. Τί ἀνταποδώσομεν οἱ οἰκτροί, δοῦλοί Σου Παρθένε, ἀντὶ χάριτος τῆς πολλῆς, ἥνπερ ἀνεδείξω, ἡμῖν χαρισαμένη, εἰκόνα Σου τὴν Θείαν πλοῦτον οὐράνιον; Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς. 7

Εἶτα τὸ Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν. Καὶ τὰ τροπάρια ταῦτα. Ἦχος πλ. β. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ οἱ ἁμαρτωλοὶ προσφέρομεν ἐλέησον ἡμᾶς. Δόξα Πατρί Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν ἀλλ ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα. Καὶ νῦν Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσωμεν ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν. Ἡ συνήθης ἐκτενὴς ὑπὸ τοῦ Ἱερέως καὶ Ἀπόλυσις, μεθ ἣν ψάλλονται τὰ ἑξῆς. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου σε. Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους Εἰκόνα, Γοργοϋπήκοε, νόσων ἐλευθέρωσον, ψυχῆς καὶ σώματος, ἐξ ἐθνῶν ἐπιθέσεως, λιμοῦ, λοιμοῦ, Κόρη, ἀκρίδος, χαλάζης τε, κάμπης καὶ πάσης πληγῆς ἵνα ἐκ παντοίων κινδύνων, πάντοτε λυτρούμενοι πάντες, σοῦ τὸ θεῖον ὄνομα δοξάζωμεν. Ἦχος πλ. δ. Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Δι εὐχῶν Ἀπολυτίκιον Ἦχος α. Τῆς ἐρήμου πολίτης, Ὡ ς θεόβρυτον κρήνην τῶν ἀΰλων χαρίτων σου, τὴν θαυματουργόν σου Εἰκόνα, Θεοτόκε πλουτήσαντες, ἐκ ταύτης τῶν θαυμάτων τὰς ῥοὰς ἀντλοῦμεν δαψιλῶς ὡς ἐξ Ἐδέμ Σὺ γὰρ Γοργοϋπήκοος βοηθός, πέλεις τῶν ἐκβοώντων σοι Δόξα τοῖς σοῖς χαρισμασιν Ἁγνή, δόξα τῇ Παρθενίᾳ σου, δόξα τῇ πρὸς ἡμᾶς σου ἀνεκφράστῳ, προνοίᾳ Ἄχραντε. 8