0330-0395 - Gregorius Nyssenus - Testimonia adversus Judaeos This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia, the Director of the Center, has expressly authorized www.documentacatholicaomnia.eu to post it into our site. Cooperatorum Veritatis Societas thanks the prof. Pantelia, the Center, and the University of California, Irvine, of having granted the opportunity to make publicly available this text of high quality, serial number '2017 058 '. Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances. Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas. Testimonia adversus Judaeos [00001] ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΚΛΟΓΑΙ ΜΑΡΤΥΡΙΩΝ [00002] ΠΡΟΣ ΙΟΥ ΑΙΟΥΣ ΑΠΟ ΤΗΣ ΠΑΛΑΙΑΣ [00003] Μετά τινος ἐπεξεργασίας περὶ τῆς ἁγίας Τριάδος [00004] ὅτι Λόγον, καὶ Πνεῦµα ἔχει ὁ Θεὸς, κατὰ τὰς Γραφάς [00005] Λόγον ἐνυπόστατον καὶ ζῶντα, καὶ Πνεῦµα ὡσαύτως. [00006] Λέγει αβὶδ ἐν δευτέρῳ καὶ τριακοστῷ ψαλµῷ [00007] «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύµατι τοῦ στόµατος αὐτοῦ πᾶσα ἡ δύναµις αὐ τῶν.». [00008] Οὐ Λόγος οὖν ὑπάρχει ἀέρος τύπωσις σηµαντικὴ διὰ φωνητικῶν ὀργάνων ἐκφεροµένη, οὔτε Πνεῦµα στόµατος ἀτµὸς, ἐκ τῶν ἀναπνευστικῶν µερῶν ἐξωθούµενος, ἀλλὰ Λόγος µὲν ὁ πρὸς Θεὸν ἐν ἀρχῇ, καὶ Θεὸς ὤν [00009] Πνεῦµα δὲ στόµατος Θεοῦ, τὸ Πνεῦµα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. [00010] Τρία τοίνυν νόει, τὸν προστάττοντα Κύριον, τὸν δηµιουργοῦντα Λόγον, τὸν στερεοῦντα, τουτέστι τὸ Πνεῦµα [00011] τὴν γὰρ στερέωσιν, τὸν ἁγιασµὸν εἶπε καὶ τὴν συµπλήρωσιν. [00012] Ἵνα δὲ µάθῃς ὅτι οὐ τούτῳ λέγει τῷ προφορικῷ, ἀλλὰ τῷ ἐνυποστάτῳ, ὁ αὐτὸς ἀλλα χοῦ λέγει [00013] «Ἀποστελεῖ τὸν Λόγον αὐτοῦ, καὶ τήξει αὐτά [00014] πνεύσει τὸ Πνεῦµα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.». [00015] Λόγος δὲ ἀνυπόστατος οὐκ ἀποστέλλεται. [00016] Καὶ πάλιν [00017] «Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐ τοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.». [00018] [46.196] Καὶ πάλιν [00019] «Ἐξαποστελεῖς τὸ Πνεῦµά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.». [00020] «Τίς ἔστη ἐν ὑποστηρίγµατι Κυρίου, καὶ εἶδε τὸν Λόγον αὐτοῦ;» Λόγος δὲ ἀνθρώπου οὐ θεωρεῖται. [00021] Ὁρᾷς, ὅτι οὐκ ἀκουστὸν, ἀλλ' ὁρατὸν Λόγον λέγει, δῆλον τὸν ἐνυπόστατον, ὁπότε κατὰ τὸν εἰκότα λογι σµὸν, οὐδὲ χώραν ἔχει ἐπὶ Θεοῦ τὸ τοῦ ἀνυποστάτου λόγου. [00022] Ἡµᾶς γὰρ ἐκόσµησεν ὁ ηµιουργὸς λόγῳ, διὰ τὰς πρὸς ἀλλήλους συνουσίας, καὶ τὸ γινώσκειν ἡµᾶς τὰ ἀλλήλων διὰ τοῦ λόγου. [00023] Συντελεῖ δὲ ἡµῖν καὶ τὸ πνεῦµα πρὸς τὴν τοῦ σώµατος σύστασιν, διὰ τὸ προσίεσθαι, καὶ πάλιν ἀπωθεῖσθαι αὐτό [00024] ἐπὶ δὲ Θεοῦ, τοῦ καὶ µόνου ἀσωµάτου, οὐ δυνατὸν ὑπολαβεῖν ταῦτα. [00025] «Ἔτη τελεῖς, ὁ Θεὸς, τῇ δυνάµει σου. [00026] Χριστὸς δὲ Θεοῦ δύναµις, καὶ Θεοῦ σοφία.». [00027] Ἐκ προσώπου τῆς Σοφίας, τουτέστι τοῦ Υἱοῦ, «Ἡνίκα ἡτοίµαζε τὸν οὐρανὸν, συµπαρήµην αὐτῷ [00028] καὶ ἐγὼ ἤµην, ᾗ ἔχαιρε 1/41
[00029] καθ' ἡµέραν ηὐφραινόµην τῷ προσώπῳ αὐτοῦ.». [00030] Ποίαν οὖν ἔχει χώραν ταῦτα, εἰ µὴ ἦν ἐνυπόστατον πρόσωπον; [00031] Οὐ γάρ ἐστιν ἄλλος, πρὸς ὃν διαλεχθῇ [00032] «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύµβουλος αὐτοῦ ἐγένετο;» Ἀλλ' ἤρκεσεν αὐτῷ µόνη βούλησις εἰς τὴν τῶν πάντων δηµιουργίαν. [00033] Εἴρηται γάρ [00034] «Καὶ Πνεῦµα Θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων.». [00035] Τὸ ἐνυπόστατον τοῦ ἁγίου Πνεύµατος θάλποντος καὶ ζωογονοῦντος εἰς τὴν µέλλουσαν γονὴν τὰ πάντα, τῆς Γραφῆς δηλούσης. [00036] Ὧν οὕτως ἐχόντων, σαφὴς ἡ τῆς ἁγίας Τριάδος, Πα τρὸς, φηµὶ, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύµατος ἀπόδειξις. [00037] Αὕτη γοῦν πρὸς ἑαυτὴν ἡ ἁγία καὶ ὁµοούσιος Τριὰς τὸ, «Ποιήσωµεν ἄνθρωπον κατ' εἰκόνα ἡµετέραν καὶ καθ' ὁµοίωσιν. [00038] Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον [00039] κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.». [00040] Μεµορφώµεθα γὰρ νοητῶς πρὸς τὴν εἰκόνα τοῦ Μονογενοῦς. [00041] Καὶ πάλιν [00042] «Ἰδοὺ Ἀδὰµ γέγονεν ὡς εἷς ἐξ ἡµῶν.». [00043] Ὅτιδὲ διὰ τοῦ Λόγου τὰ πάντα ἐδηµιούργησεν ὁ Θεὸς, σαφὲς ἀφ' ὧν ἐπὶ ἑκάστου τῶν δηµιουργηµάτων γέγραπται τὸ, «Καὶ εἶπεν ὁ Θεός [00044] Γενηθήτω,» τῆς Γραφῆς σηµαινούσης τὴν διὰ τοῦ Λόγου δηµιουργίαν [00045] εἰ γὰρ µὴ τοῦτο ἦν, ἤρκει εἰπεῖν [00046] Καὶ ἐποίησεν ὁ Θεὸς οὐρανὸν, καὶ γῆν, καὶ τὰ λοιπά [00047] καὶ πάλιν [00048] Προστάξαντος τοῦ Θεοῦ ἐγενήθη τὸ στερέωµα [00049] καὶ πάλιν, ιεχώρισεν ὁ Θεός. [00050] Καὶ ὅταν ἀκούσῃς τὸ, «Εἶπεν ὁ Θεὸς,» εὐθὺς τῇ ἐννοίᾳ σύναγε τὸν ἀκούσαντα τοῦ εἰπόντος [00051] «Καὶ εἶπεν ὁ Θεός [00052] Γενηθήτωσαν φωστῆρες. [00053] Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς φωστῆρας.». [00054] Τίς εἶπε, καὶ τίς ἤκουσε; [00055] Καὶ ἐπὶ πλείοσι τόποις τῆς [00056] Πανεπιστήµι [00057] Παλαιᾶς ἔστιν εὑρεῖν, ἠρέµα ὑποδεικνυµένης τῆς ἁγίας Τριάδος τὴν ὑπόστασιν καὶ τὸ ὁµοούσιον αὐτῆς [00058] οἷον ὡς ἐπὶ τοῦ Ἀβραάµ [00059] «Ὤφθη» γὰρ, φησὶν, «αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαµβρῇ, καθηµένου [46.197] αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ µεσηµβρίας. [00060] Ἀναβλέψας δὲ τοῖς ὀφθαλµοῖς, εἶδε [00061] καὶ ἰδοὺ τρεῖς ἄνδρες παρειστήκεισαν ἐπάνω αὐτοῦ [00062] καὶ ἰδοὺ προσ έδραµεν εἰς συνάντησιν αὐτῶν, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν. [00063] Καὶ εἶπε 2/41
[00064] Κύριε, εἰ εὗρον χάριν ἐναν τίον σου, µὴ παρέλθῃς τὸν παῖδά σου.». [00065] Καὶ µεθ' ἕτερα [00066] «Εἶπε δὲ πρὸς αὐτόν [00067] Ποῦ Σάῤῥα ἡ γυνή σου; [00068] Ὁ δὲ εἶπεν [00069] Ἰδοὺ ἐν τῇ σκηνῇ. [00070] Εἶπε δέ [00071] Ἐπαναστρέφων ἥξω πρὸς σὲ, κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου.». [00072] Ἰδοὺ δὴ φησὶν ὀφθῆναι µὲν αὐτῷ τὸν Θεὸν, εἶναί γε µὴν τρεῖς ἄνδρας τοὺς ἑωραµένους [00073] αὐτὸν δὲ πάλιν οὐχ ὡς τρισὶν εἰπεῖν [00074] Κύριοι, εἰ εὕρηκα χάριν ἐναντίον ὑµῶν, µὴ παρέλθητε τὸν παῖδα ὑµῶν. [00075] Κύριον δὲ µοναδικῶς τοὺς τρεῖς ὀνοµάζοντα, καὶ ὡς ἕνα καταίρειν ἀξιοῦντα, καὶ ὡς εἷς φωνεῖ [00076] Ἥξω. [00077] Ὅρα οὖν τοὺς ὀφθέντας τρεῖς µὲν ὄντας, καὶ ὑφεστῶτας ἰδιοσυστάτως ἕκαστον [00078] τῷ γε µὴν τῆς ὁµοουσίας λόγῳ συνειληµµένους εἰς ἕνα, καὶ τὰς διαλέξεις ποιησαµένους. [00079] Τίς δὲ πρὸς τίνα ἔλεγεν [00080] «εῦτε, καταβάντες συγχέωµεν τὴν γλῶσσαν αὐτῶν;» Ἢ δῆλον πρὸς ὃν εἶπεν [00081] «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε» καὶ, «Πρὸ τοῦ ἡλίου τὸ ὄνοµα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης» καὶ πάλιν [00082] «Κύριος εἶπε πρός µε [00083] Υἱός µου εἶ σὺ, ἐγὼ σήµερον γεγέννηκά σε. [00084] Αἴτησαι παρ' ἐµοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονοµίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς» καὶ πάλιν, «Ἐγὼ ἔσοµαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται µοι εἰς Υἱόν;» Τί δὲ τὸ, «Ἔβρεξε Κύριος πῦρ καὶ θεῖον παρὰ Κυρίου;» Τί δὲ τὸ ἐκ προσώπου τοῦ Θεοῦ, «Καὶ πᾶς ὁ ἐκχέων αἷµα, ἀντὶ τοῦ αἵµατος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον;» Ὁρᾷς ὅτι ὁ Θεὸς ἐν εἰκόνι τοῦ Θεοῦ ἐποίησε; [00085] Τὸ δὲ ἐν τῇ Ἐξόδῳ πῶς νοητέον [00086] «Καὶ ὀρθρίσας Μωϋσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινᾶ, καθότι συνέταξεν αὐτῷ Κύριος. [00087] Καὶ ἔλαβε Μωϋσῆς τὰς πλάκας τὰς λιθίνας. [00088] Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη ἐκεῖ, καὶ ἐλάλησε τῷ ὀνόµατι Κυρίου. [00089] Καὶ παρῆλθε Κύριος ἀπὸ προσώπου Κυρίου.». [00090] Ποῖος ἄρα ἐλάλησε Κύριος ἐν ὀνόµατι Κυρίου; [00091] καὶ ποῖος παρ ῆλθε Κύριος ἀπὸ προσώπου Κυρίου; [00092] Τί δὲ τὸ πρὸς Ἰακὼβ εἰρηµένον, «Ἐγώ εἰµι ὁ ὀφθείς σοι ἐν [46.200] τόπῳ Θεοῦ;» Πῶς δὲ τὸ, «Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ;» Τίνι, καὶ ποίου Θεοῦ; [00093] Λέγει Μωσῆς [00094] «Καὶ ἔδωκε Κύριος ὅρον, λέγων [00095] Ἐν τῇ αὔριον ἡµέρᾳ ποιήσει Κύριος τὸ ῥῆµα τοῦτο ἐπὶ τῆς γῆς» καὶ πάλιν [00096] «Ἴσχυε, Ζοροβάβελ, διότι ἐγὼ µεθ' ὑµῶν εἰµι, καὶ ὁ Λόγος µου ὁ ἀγαθὸς, καὶ τὸ Πνεῦµά µου ἐν µέσῳ ὑµῶν.». [00097] Τίς οὖν χρεία τριῶν µνησθῆναι, εἰ µὴ ἕκαστον ἐν ἰδίᾳ ὑποστάσει; [00098] Καὶ πάλιν 3/41
[00099] «Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν [00100] Καταβὰς διαµάρτυραι τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήµερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱµάτια αὐτῶν, καὶ ἔστωσαν ἕτοι µοι εἰς τὴν ἡµέραν τὴν τρίτην. [00101] Τῇ γὰρ ἡµέρᾳ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ.». [00102] Καὶ οὐκ εἶπε [00103] Καταβήσοµαι. [00104] «Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡµέραις, λέγει Κύριος, ἐκχεῶ ἀπὸ τοῦ Πνεύµατός µου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑµῶν, καὶ αἱ θυγατέρες ὑµῶν ἐνύπνια ἐνυπνιασθήσονται.». [00105] Καὶ µετά τινα [00106] «ὁ ἥλιος µεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷµα, πρὶν ἐλθεῖν τὴν ἡµέραν Κυρίου τὴν µεγάλην καὶ ἐπιφανῆ.». [00107] Οὐκ εἶπε [00108] Τὴν ἡµέραν µου. [00109] «Καὶ ἔσται, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνοµα Κυρίου, σωθήσεται.». [00110] Καὶ οὐκ εἶπε [00111] Τὸ ὄνοµά µου. [00112] Καὶ πάλιν [00113] «Κύριος ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε, τοῦ ἰδεῖν τὸν στεναγµὸν τῶν πεπεδηµένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωµένων, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνοµα Κυρίου.». [00114] Οὐκ εἶπε [00115] Τὸ ὄνοµα αὐτοῦ. [00116] Καὶ πάλιν [00117] «Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκµυκτηριεῖ αὐτούς.». [00118] Καὶ πάλιν [00119] «Πρὸς σὲ, Κύριε, κεκράξοµαι, καὶ πρὸς τὸν Θεόν µου δεηθήσοµαι.». [00120] Τίς οὖν ὁ Κύριος παρὰ τῷ Θεῷ; [00121] Ἐκ προσώπου τοῦ Θεοῦ [00122] «Κατέστρεψα ὑµᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδοµα καὶ [00123] Πανεπιστήµι [00124] Γόµοῤῥα, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. [00125] Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡµῶν; [00126] καὶ ὁ βραχίων Κυρίου, τίνι ἀπεκαλύφθη;» Οὐκ εἶπε [00127] Καὶ ὁ βραχίων σου. [00128] Ἰδοὺ ἀποδέδεικται σὺν Θεῷ διὰ πλειόνων τῆς ἁγίας καὶ ὁµοουσίου Τριά δος αἱ ὑποστάσεις. [00129] Βʹ. [00130] Τοῦ αὐτοῦ ἕτερα περὶ τῆς ἐνσάρκου τοῦ Κυρίου παρουσίας. [00131] «Οὗτος ὁ Θεὸς ἡµῶν [00132] οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. [00133] Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήµης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπηµένῳ αὐτοῦ. 4/41
[00134] Μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.»»ὁ Θεὸς ἐµ φανῶς ἥξει, ὁ Θεὸς ἡµῶν, καὶ οὐ παρασιωπήσεται.». [00135] Καὶ πάλιν [00136] «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.». [00137] [46.201] Καὶ πάλιν, «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡµῖν.». [00138] «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑµεῖς ζητεῖτε, καὶ ὁ Ἄγγελος τῆς διαθήκης, ὃν ὑµεῖς θέλετε.». [00139] «Χαῖρε σφόδρα, θύγατερ Σιών [00140] κήρυσσε, θύ γατερ Ἱερουσαλήµ. [00141] Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου.». [00142] Τίς δέ ποτε τῶν βασιλέων, ὄνῳ καθήµε νος, εἰς Ἱερουσαλὴµ εἰσῆλθε; [00143] Καὶ πάλιν, «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἐγὼ ἔρχοµαι, καὶ κατασκηνώσω ἐν µέσῳ σου, λέγει Κύριος. [00144] Καὶ κατα φεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡµέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν.». [00145] Καὶ πάλιν, «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν µου πρὸ προσ ώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔµπροσθέν σου.». [00146] Καὶ πάλιν, «Στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡµέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴµ ἐξ ἀνατολῶν.». [00147] Καὶ µετὰ βραχέα, «Ἔδειξέ µοι Κύριος τὸν Ἰησοῦν, τὸν ἱερέα τὸν µέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου [00148] καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. [00149] Καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον [00150] Ἐπιτιµήσαι Κύριος ἐν σοὶ, διάβολε. [00151] Καὶ διεµαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς τὸν Ἰησοῦν, λέγων [00152] Τάδε λέγει Κύριος παντοκράτωρ [00153] Ἐὰν ταῖς ὁδοῖς µου πορεύσῃ, καὶ ἐὰν τὰ προστάγµατά µου φυλάξῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν µου.». [00154] Καὶ πάλιν, «Ἄκουε δὴ, Ἰησοῦς, ὁ ἱερεὺς ὁ µέγας.». [00155] Ἡσαΐας, «Ἐµφανὴς ἐγενόµην τοῖς ἐµὲ µὴ ζητοῦσι, καὶ εὑρέθην τοῖς ἐµὲ µὴ ἐπερωτῶσι.». [00156] (Καὶ πάλιν, «Καὶ βασιλέα µέγαν ὄψεσθε.». [00157] Θεὸν δὲ οὐδεὶς ὁρᾷ.) [00158] Καὶ πάλιν [00159] «Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν.». [00160] Καὶ πάλιν [00161] «Ἰδοὺ πάρειµι τῷ ἔθνει, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνοµά µου.». [00162] αβὶδ, «Ὁ καθήµε νος ἐπὶ τῶν χερουβὶµ ἐµφάνηθι. [00163] Ἐξέγειρον τὴν δυ ναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡµᾶς.». [00164] Καὶ πάλιν, «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον.». [00165] Τὸ ἀτά ραχον καὶ ἄνευ ψόφου τῆς καταβάσεως σηµαίνων [00166] ἐπὶ γὰρ τὴν γῆν ὑετὸς καταβαίνων, ψόφον ποιεῖ [00167] ἐπὶ δὲ πόκον ἐρίου καταβαίνων, οὐ ποιεῖ. [00168] Μιχαίας, «Καὶ σὺ, Βηθλεὲµ γῆ Ἰούδα, οὐδαµῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεµόσιν Ἰούδα [00169] ἐκ γὰρ σοῦ ἐξελεύσεταί µοι ἡγούµε νος, ὃς ποιµανεῖ τὸν λαόν µου τὸν Ἰσραήλ 5/41
[00170] καὶ [46.204] ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡµερῶν αἰῶνος.». [00171] Μωσῆς, «Προφήτην ὑµῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡµῶν ἐκ τῶν ἀδελφῶν ὑµῶν, ὡς ἐµέ [00172] αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσει πρὸς ὑµᾶς [00173] καὶ ἔσται, ὃς ἂν µὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται.». [00174] Πολλοὶ ἀνέστησαν προφῆται. [00175] Ἆρα περὶ ποίου αὐ τῶν λέγει; [00176] Οὗτος δὲ ὁ ἀναστησόµενος, ἆρα τὰ Μω σέως διδάξει, ἢ ἕτερα; [00177] Εἰ µὲν τὰ Μωσέως, τί τὸ περίεργον, ἄλλον ἀναστῆναι ἀρκοῦντος Μωσέως; [00178] Εἰ δὲ ἕτερα, εἰπάτωσαν, καὶ ποῖα ἦν τὰ διδάγµατα αὐτοῦ, καὶ τίς ὁ προφήτης; [00179] τῶν γὰρ νενοµισµένων οὐδεὶς ἔξωθεν, ἢ ἐδίδαξεν, ἢ ᾔτησε παρ' αὐτῶν τι. [00180] Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς ἐκύρωσε τὴν περὶ ἑαυτοῦ προφητείαν, εἰπὼν, «Ὀρθῶς πάντα ἐλάλη σαν [00181] Προφήτην αὐτοῖς ἀναστήσω ἐκ µέσου τῶν ἀδελ φῶν αὐτῶν, ὥσπερ σέ [00182] καὶ δώσω τὸ ῥῆµά µου ἐν τῷ στόµατι αὐτοῦ.». [00183] Σκόπει οὖν τὴν δύναµιν τοῦ ῥητοῦ. [00184] Οὐδὲ γὰρ ἄλλῳ προφήτῃ εἶπε δεδωκέναι ῥῆµα [00185] αὐτοὶ γὰρ δουλοπρεπῶς διακονοῦντες ἔλεγον [00186] «Τάδε λέγει [00187] Πανεπιστήµι [00188] Κύριος.». [00189] Αὐτὸς δὲ κατὰ τὸ πατρικὸν ἀξίωµα, ἔλεγε τῷ λεπρῷ, «Θέλω, καθαρίσθητι.». [00190] Τοῖς τεθνεῶσι, «Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι» καὶ, «Λάζαρε, δεῦρο ἔξω.». [00191] Τῇ θαλάσσῃ ἐπιτιµᾷ, καὶ τοῖς πνεύµασιν ἐν ἐξουσίᾳ, λέγων, «Σιώπα, πεφίµωσο.». [00192] Τί δὲ τὸ, «Προφήτην ὥσπερ σέ;» Ἀντιπαραθέντες τὰ Μωσέως τοῖς Χριστοῦ εὑρήσοµεν ἐπὶ σχολῆς, καὶ αὐτὸ δὲ τὸ εἰρηµένον ὑπὸ Μωσέως ἐν τῷ νόµῳ, ὅτι οὐκ ἔστιν ἐπ' αὐτῶν προσθεῖναι, καὶ οὐκ ἔστιν ἀπ' αὐτῶν ἀφελεῖν. [00193] Εἶτα καὶ εἰπὼν, «Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑµᾶς,» σηµαίνει τὸ ὑπέροχον τοῦ προφητευοµένου. [00194] Ἡσαΐας, «Ἰδοὺ ὁ Θεὸς ἡµῶν [00195] ἰδοὺ Κύριος µετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων µετὰ κυρίας.». [00196] αβὶδ, «Ὤµοσε Κύριος τῷ αβὶδ ἀλήθειαν, καὶ οὐ µὴ ἀθε τήσει αὐτήν [00197] Ἐκ καρποῦ τῆς κοιλίας σου θήσο µαι ἐπὶ τοῦ θρόνου σου.». [00198] Καὶ πάλιν, «ιεθέµην διαθήκην τοῖς ἐκλεκτοῖς µου. [00199] Ὤµοσα αβὶδ τῷ δούλῳ µου [00200] Ἕως τοῦ αἰῶνος ἑτοιµάσω τὸ σπέρµα σου, καὶ οἰκοδοµήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.». [00201] Ἐν τοῖς Παραλειποµένοις [00202] «Καὶ ἔσται ὅταν πληρω θῶσιν αἱ ἡµέραι σου, καὶ κοιµηθήσῃ µετὰ τῶν πα τέρων σου. [00203] Καὶ ἀναστήσω τὸ σπέρµα σου µετὰ σὲ, ὃ ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιµάσω τὴν βασιλείαν αὐτοῦ. [00204] Αὐτὸς οἰκοδοµήσει µοι οἶκον 6/41
[00205] καὶ [46.205] ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. [00206] Ἐγὼ ἔσοµαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται µοι εἰς Υἱὸν, καὶ τὸ ἔλεός µου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ, καθὼς ἀπέστησα ἀπὸ τῶν ἔµπροσθέν σου. [00207] Καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ µου [00208] καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος [00209] καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωµένος ἕως αἰῶνος.». [00210] Σολοµὼν, «Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆµά σου τῷ αβὶδ τῷ Πατρί µου [00211] εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς µετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς.». [00212] Ἱερεµίας, «Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;» Ἀµώς [00213] «Ἐπικαλεῖστο τὸν Θεόν σου [00214] ἑτοιµάζου, Ἱερουσαλὴµ, ὅτι ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦµα, καὶ ἀποστέλλων εἰς ἀνθρώπους τὸν Χριστόν µου, ποιῶν ὄρθρον, καὶ ὁµίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.». [00215] Μιχαίας, «Ἀκούσατε, λαοὶ πάντες, λόγον, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ [00216] καὶ ἔσται Κύριος ἐν ἡµῖν εἰς µαρτύριον, Κύριος ἐκ ναοῦ ἁγίου αὐτοῦ, διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καταβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.». [00217] Ὁ Ἰακὼβ ἐν ταῖς ἐντολαῖς, «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούµενος ἐκ τῶν µηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται. [00218] Καὶ αὐτὸς προσδοκία ἐθνῶν.». [00219] Βαλαὰµ, «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνοµεύσει τοὺς υἱοὺς Σήθ [00220] καὶ ἔσται Ἐδὼµ κληρονοµία ἐθνῶν. [00221] «αβὶδ δὲ τούτων οὐ περιεγένετο. [00222] Εἰ δὲ περὶ τῶν ἐξ αὐτοῦ ἔδει εἰπεῖν, Ἀνατελοῦσιν ἄστρα ἐξ Ἰακὼβ, καὶ ἡγούµενοι ἐξ Ἰσραήλ. [00223] Ἡσαΐας»Ἰδοὺ ὁ δεσπότης Κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους µετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συν τριβήσονται, καὶ ταπεινωθήσονται οἱ ὑψηλοὶ, καὶ πεσοῦνται µαχαίρᾳ. [00224] Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πε σεῖται. [00225] Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦµα Θεοῦ, πνεῦµα σοφίας καὶ συνέσεως, πνεῦµα βουλῆς καὶ ἰσχύος, πνεῦµα γνώσεως καὶ εὐσεβείας [00226] ἐµπλήσει αὐτὸν πνεῦµα φόβου Θεοῦ. [00227] Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει [00228] ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ἐν [46.208] δόξους τῆς γῆς, καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόµατος αὐτοῦ, καὶ ἐν Πνεύµατι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ [00229] καὶ ἔσται δικαιοσύνῃ ἐζωσµένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀλήθειαν ἠλειµµένος τὰς πλευρὰς αὐτοῦ.». [00230] Καὶ µετ' ὀλίγα [00231] «Καὶ ἔσται ἐν τῇ ἡµέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάµενος ἄρχειν ἐθνῶν [00232] ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυ σις αὐτοῦ τιµή.». [00233] αβὶδ, «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος [00234] ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. [00235] Ἠγάπησας δικαιοσύνην καὶ ἐµί σησας ἀνοµίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως περὶ τοὺς µετόχους σου.». [00236] Ὁρᾷς ὅτι ὁ Θεὸς χρίεται παρὰ τοῦ Θεοῦ [00237] ἐνανθρω πίσας γὰρ γέγονεν «ἀρχιερεὺς, καὶ ἀπόστολος τῆς ὁµολογίας ἡµῶν.». [00238] Καὶ 7/41
[00239] Πανεπιστήµι [00240] µετ' ὀλίγα, «Καὶ σὺ, Κύριε, τὴν γῆν ἐθεµελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. [00241] Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαµένεις [00242] καὶ πάντες ὡς ἱµάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. [00243] Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν,» τοῦ χρισθέντος δηλαδή. [00244] Γʹ. [00245] Περὶ τῆς γεννήσεως αὐτοῦ τῆς ἐκ Παρθένου. [00246] Ἡσαΐας, «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνοµα αὐτοῦ Ἐ[µ]µα νουήλ» ὃ ἑρµηνεύεται, Μεθ' ἡµῶν ὁ Θεός [00247] «Καὶ πρὶν ἐπιγνῶναι πατέρα, ἢ µητέρα, λήψεται δύνα µιν αµασκοῦ, καὶ τὰ σκῦλα Σαµαρείας ἔδεται.». [00248] Καὶ Σολοµὼν προφητικῶς, «Παῖς ἤµην εὐφυὴς, ψυχῆς τε ἔλαχον ἀγαθῆς [00249] µᾶλλον δὲ ἀγαθὸς ὢν, ἦλθον εἰς σῶµα ἀµίαντον.». [00250] (Τίς οὖν πρὸ γεννή σεως ἦν ἀγαθός; [00251] καὶ τίς ἦλθεν εἰς σῶµα ἀµίαντον;) Ἡσαΐας, «Καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυ στοι, ὅτι παιδίον ἐγεννήθη ἡµῖν, υἱὸς καὶ ἐδόθη ἡµῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤµου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνοµα αὐτοῦ µεγάλης βουλῆς Ἄγγελος, Θαυµαστὸς, Σύµβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, Ἄρχον εἰρήνης, Πατὴρ τοῦ µέλλοντος αἰῶνος.». [00252] Καὶ πάλιν, «Ἰδοὺ ἡ δάµαλις τέτοκε, καὶ οὐ τέτοκε.». [00253] Τοῦτο δὲ δηλοῖ τὴν Παρθένον. [00254] Καὶ πάλιν, «Βούτυρον, καὶ µέλι φάγεται.». [00255] Τούτῳ γὰρ ἐτρέφετο κατιούσης τῆς µητρὸς αὐτοῦ ἀπὸ τῆς ἀπογραφῆς [00256] ὕστερον γὰρ εὐπόρησεν γάλακτος. [00257] Καὶ πάλιν, «Οὕτως λέγει Κύ ριος Σαβαώθ [00258] Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐµπορία Αἰθιόπων [00259] καὶ οἱ Σαβαεὶµ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ δια [46.209] βήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεµένοι χειροπέδαις, καὶ διαβήσονται πρὸς σὲ, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται ὅτι ὁ Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. [00260] Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειµεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ.». [00261] Ἰεζεκιὴλ, «Καὶ ἐπέτρεψέ µε Κύριος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, καὶ αὕτη ἦν κεκλεισµένη [00262] καὶ εἶπε Κύριος πρὸς µέ [00263] Υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισµένη ἔσται, καὶ οὐδεὶς οὐ µὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται, καὶ ἐξελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισµένη.». [00264] Ἡσαΐας, «Ἐκ κοιλίας µητρὸς ἐκάλεσα τὸ ὄνοµα αὐτοῦ Μάχαιραν ὀξεῖαν.». [00265] ανιὴλ, «Ἰδοὺ ἐτµήθη λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὸν ἀνδριάντα, καὶ ἐγένετο εἰς ὄρος µέγα, καὶ ἐπλήρωσε τὴν οἰκουµένην.». [00266] Ὁ οὖν τµηθεὶς λίθος ἄνευ χειρὸς, ἔστιν ὁ γεννηθεὶς ἄνευ σπορᾶς ἀνδρός. [00267] Ἡσαΐας πάλιν, «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν [00268] Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ µε ἠθέτησαν. [00269] Ἔγνω βοῦς τὸν κτησάµενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ [00270] Ἰσραὴλ δέ µε οὐκ ἔγνω, οὐδὲ ὁ λαός µε συνῆκε.». [00271] Καὶ πάλιν, «Λάβε τόµον καινοῦ χάρτου µεγάλου, καὶ γράψον ἐν αὐτῷ γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνοµὴν ποιῆσαι σκύλων. [00272] Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν 8/41
[00273] καὶ εἶπέ µοι Κύριος [00274] Κάλεσον τὸ ὄνοµα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόµευσον.». [00275] Τόµον οὖν καινὸν νοοῦµεν τὴν Παρθένον [00276] ὥσπερ γὰρ ὁ χάρτης καινός ἐστι καθαρὸς, ἄγραφος ὢν, οὕτως καὶ ἡ Παρθένος ἁγία ἀµύητος ἀνδρός. [00277] Καὶ πάλιν, «Πᾶν ἄρσεν διανοῖγον µήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται.». [00278] Οὐδὲν δὲ ἄρσεν διανοίγει µήτραν, ἀλλ' ἡ κοινωνία ἀνδρὸς πρὸς γυναῖκα. [00279] Τὸ γοῦν εἰρηµένον περὶ τοῦ Κυρίου νοητέον. [00280] Συµβαίνει δὲ πολλοὺς τῶν πρωτοτόκων εἶναι ἀσεβεῖς, καὶ ἁµαρτωλούς. [00281] Πῶς οὖν οὗτοι ἅγιοι τῷ Κυρίῳ, διὰ τοῦτο καὶ ἄµωµοι; [00282] διὰ τί δὲ µὴ καὶ πᾶν θῆλυ; [00283] ῆλον οὖν, ὅτι αὐτὸς ἅγιος καὶ ἄµωµος µόνος, αβίδ. [00284] «Μήτηρ Σιὼν ἐρεῖ, Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεµελίωσεν αὐτὴν ὁ Ὕψιστος.». [00285] ʹ. [00286] Περὶ θαυµάτων, ὧν ἔµελλε ποιεῖν ἐνανθρω πίσας ὁ Κύριος. [00287] Ἱερεµίας, «Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γέ νους, καὶ εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, [46.212] καὶ κληρονοµῆσαι κληρονοµίαν ἐρήµου, λέγων τοῖς ἐν δεσµοῖς, Ἐξέλθετε [00288] καὶ τοῖς ἐν [00289] Πανεπιστήµι [00290] τῷ σκότει, Ἀνακαλύφθητε.». [00291] Καὶ ὅτι οὐ περὶ ψιλοῦ ἀνθρώπου λέγει, αὐτὸς ἦν ὁ εἰπὼν, «Οὗτος ὁ Θεὸς ἡµῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.». [00292] Ἡσαΐας, «Ἰσχύσατε, χεῖρες ἀνειµέναι καὶ γόνατα παραλελυµένα [00293] παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ [00294] ἰσχύσατε, µὴ φοβεῖσθε. [00295] Ἰδοὺ ὁ Θεὸς ἡµῶν, ἰδοὺ Κύριος µετὰ ἰσχύος ἔρχεται.». [00296] Καὶ πάλιν, «Τότε ἀνοιχθήσονται ὀφθαλµοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται [00297] τότε ἁλεῖται, ὡς ἔλαφος, ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα µογιλάλων.». [00298] Καὶ πάλιν, «Πνεῦµα Κυρίου ἐπ' ἐµὲ, οὗ εἵνεκεν ἔχρισέ µε [00299] εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ µε, κηρύξαι αἰχµαλώτοις ἄφεσιν καὶ τυ φλοῖς ἀνάβλεψιν.». [00300] Εʹ. [00301] Περὶ προδοσίας. [00302] αβὶδ, «Ὁ ἐσθίων ἄρτους µου, ἐµεγάλυνεν ἐπ' ἐµὲ πτερνισµόν.». [00303] ὰʹ. [00304] Περὶ Πάθους. [00305] «Λαός µου, οἱ µακαρίζοντες ὑµᾶς πλανῶσιν ὑµᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑµῶν ἐκταράσσουσιν. [00306] Ἀλλὰ νῦν καταστήσεται Κύριος εἰς κρίσιν, καὶ στή σει τὸν λαὸν αὐτοῦ εἰς κρίσιν. [00307] Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει µετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ µετὰ τῶν ἀρχόντων αὐτῶν.». [00308] αβὶδ, «Ἵνα τί ἐφρύα ξαν ἔθνη, καὶ λαοὶ ἐµελέτησαν κενά; 9/41
[00309] Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐ τοῦ.». [00310] Ἱερεµίας, «Πνεῦµα προσώπου ἡµῶν Θεὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴποµεν [00311] Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόµεθα ἐν τοῖς ἔθνεσιν.». [00312] Ἡσαΐας, «Αὐτὸς τὰς ἀνοµίας ἡµῶν φέρει, καὶ περὶ ἡµῶν ὀδυνᾶται καὶ ἡµεῖς ἐλογισάµεθα αὐ τὸν ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. [00313] Αὐτὸς δὲ ἐτραυµατίσθη διὰ τὰς ἁµαρτίας ἡµῶν, καὶ µεµα λάκισται διὰ τὰς ἀνοµίας ἡµῶν. [00314] Παιδεία εἰρήνης ἡµῶν ἐπ' αὐτὸν, τῷ µώλωπι αὐτοῦ ἡµεῖς ἰάθηµεν. [00315] Πάντες ὡς πρόβατα ἐπλανήθηµεν [00316] ἕκαστος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη. [00317] Καὶ Κύριος παρέδωκεν αὐτὸν διὰ τὰς ἁµαρτίας ἡµῶν [00318] καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόµα. [00319] Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀµνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόµα αὐτοῦ ἐν [46.213] τῇ ταπεινώσει αὐτοῦ, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ [00320] ἀπὸ τῶν ἁµαρτιῶν τοῦ λαοῦ µου ἤχθη εἰς θάνατον. [00321] Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνο µίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόµατι αὐτοῦ.». [00322] Καὶ µετά τινα, «ιὰ τοῦτο αὐτὸς κληρονοµήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν µεριεῖ σκῦλα, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ὅτι ἀνοµίαν οὐκ ἐποίησε, καὶ ἐν τοῖς ἀνόµοις ἐλογίσθη [00323] καὶ αὐτὸς ἁµαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁµαρτίας αὐτῶν παρεδόθη.». [00324] Ἐκ τούτων δῆλον ὅτι οὐ περὶ τοῦ λαοῦ τοῦ ἀπαχθέντος ἐν Βα βυλῶνι ὁ Προφήτης λέγει, ὥς τινες ὑπέλαβον. [00325] Πῶς γὰρ ἂν ὁ λαὸς, ἀπὸ τῶν ἁµαρτιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον; [00326] ἢ ποῖος λαὸς, καὶ ποίου λαοῦ; [00327] Καὶ πάλιν, «Τὸν νῶτόν µου ἔδωκα εἰς µάστιγας, τὰς δὲ σιαγόνας µου εἰς ῥαπίσµατα, τὸ δὲ πρόσωπόν µου οὐκ ἀπ έστρεψα ἀπὸ αἰσχύνης ἐµπτυσµάτων.». [00328] Καὶ πάλιν, «Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιµον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.». [00329] Καὶ πάλιν ὁ ταῦτα εἰπὼν, εἶπε, «Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;» αβὶδ, «Ὅτι ἐκύκλωσάν µε κύνες πολλοί [00330] συναγωγὴ πονηρευοµένων περιέσχον µε. [00331] Ὤρυξαν χεῖράς µου, καὶ πόδας µου [00332] ἐξηρίθµησαν πάντα τὰ ὀστᾶ µου. [00333] Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν µε [00334] διεµερίσαντο τὰ ἱµάτιά µου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱµατισµόν µου ἔβαλον κλῆρον.». [00335] Ἱερεµίας, «Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόµενον τοῦ θύεσθαι, οὐκ ἔγνων.». [00336] Καὶ πάλιν, «εῦτε, καὶ ἐµβάλλωµεν ξύλον εἰς [00337] Πανεπιστήµι [00338] τὸν ἄρτον αὐτοῦ [00339] καὶ ἐκτρίψωµεν αὐτὸν ἀπὸ τῶν ζώντων, καὶ τὸ ὄνοµα αὐτοῦ οὐ µὴ µνησθῇ ἔτι.». [00340] Ζαχαρίας, «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιµὴν τοῦ τετιµηµένου, ὃν ἐτιµήσαντο ἀπὸ υἱῶν Ἰσραήλ [00341] καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κερα µέως, καθὰ συνέταξέ µοι Κύριος.». [00342] Ζʹ. [00343] Περὶ τοῦ σταυροῦ, καὶ τοῦ γενοµένου σκότους. 10/41
[00344] «Ὄψεσθε τὴν ζωὴν ὑµῶν κρεµαµένην ἀπ έναντι τῶν ὀφθαλµῶν ὑµῶν, καὶ οὐ µὴ πιστεύσητε, ἐάν τις ἐκδιηγεῖται ὑµῖν. [00345] Τὸ πρωῒ ἐρεῖς [00346] Πῶς ἐγένετο ἑσπέρα; [00347] καὶ τὸ ἑσπέρας [00348] Πῶς ἐγένετο πρωΐ;» Ἀµὼς, «Καὶ ἔσται ἐν τῇ ἡµέρᾳ ἐκείνῃ, λέγει Κύριος ὁ Θεὸς, ύσεται ὁ ἥλιος µεσηµβρίας, καὶ συσκοτάσει ἐν ἡµέρᾳ τὸ φῶς.». [00349] Ἱερεµίας, «Ἐπέδυσεν ὁ ἥλιος ἔτι µεσούσης τῆς ἡµέρας.». [00350] Ἡσαΐας, «Ὅλην τὴν ἡµέραν διεπέτασα τὰς χεῖράς µου πρὸς λαὸν ἀντι λέγοντα, καὶ ἀπειθοῦντα.». [00351] Καὶ πάλιν, «Ἄρατε σύσσηµον εἰς τὰ ἔθνη.». [00352] Καὶ πάλιν, «Καὶ τότε ταῦτα συντελεσθήσεται, λέγει Κύριος, ὅταν ξύλον ξύλων κλιθῇ, καὶ ἀναστῇ, καὶ ὅταν ἐκ ξύλου αἷµα [46.216] στάξει.». [00353] Ζαχαρίας, «Καὶ ἔσται, ἐν τῇ ἡµέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς [00354] καὶ ἡ ἡµέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ [00355] καὶ οὐχ ἡµέρα, καὶ οὐ νύξ [00356] τὸ πρὸς ἑσπέραν ἔσται φῶς.». [00357] αβὶδ, «Καὶ ὑπέµεινα συλλυ πούµενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον [00358] καὶ ἔδωκαν εἰς τὸ βρῶµά µου χολὴν, καὶ εἰς τὴν δίψαν µου ἐπότισάν µε ὄξος.». [00359] Ὧν οὐδὲν ἔχουσι ἐπὶ αβὶδ δεῖξαι γενόµενον. [00360] Καὶ πάλιν, «Ἔθεντό µε ἐν λάκκῳ κατωτάτῳ.». [00361] Ζαχαρίας, «Ῥοµφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιµένα, καὶ ἐπ' ἄνδρα τοῦ λαοῦ µου [00362] πάταξον τὸν ποιµένα µου, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίµνης.». [00363] Καὶ πάλιν, «Καὶ ἐν τῇ ἡµέρᾳ ἐκείνῃ, ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ.». [00364] Ηʹ. [00365] Περὶ ἀναστάσεως Χριστοῦ. [00366] αβὶδ τὴν ἀνάστασιν αὐτοῦ προορῶν ἔλεγεν [00367] «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; [00368] ἀνάστηθι, καὶ µὴ ἀπώσῃ εἰς τέλος.». [00369] Καὶ πάλιν, «Ἀνάστα, Κύριε [00370] σῶσόν µε, ὁ Θεός µου.». [00371] Καὶ πάλιν, «Ἀνάστα, Κύριε, βοήθησον ἡµῖν, καὶ λύτρωσαι ἡµᾶς ἕνεκεν τοῦ ὀνόµατός σου.». [00372] Καὶ πάλιν, «Ἀνάστα, Κύριε, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονοµήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.». [00373] Ἡσαΐας, «Νῦν ἀναστήσοµαι, λέγει Κύριος, νῦν δοξασθήσοµαι, νῦν ὑψωθήσοµαι, νῦν ὄψεσθε, νῦν σωθήσεσθε [00374] µαταία ἔσται ἡ ἰσχὺς τοῦ πνεύµατος ὑµῶν.». [00375] Ὠσηὲ, «Καὶ ζητήσουσι τὸ πρόσωπόν µου ἐν θλίψει αὐτῶν, καὶ ὀρθριοῦσι πρὸς µὲ, λέγοντες, Πορευθῶµεν καὶ ἐπιστρέψωµεν πρὸς Κύριον τὸν Θεὸν ἡµῶν, ὅτι αὐτὸς ἥρπακε, καὶ ἰάσεται ἡµᾶς [00376] πατάξει, καὶ µοτώσει ἡµᾶς [00377] [46.217] ὑγιάσει ἡµᾶς µετὰ δύο ἡµέρας [00378] ἐν τῇ ἡµέρᾳ τῇ τρίτῃ ἀναστησόµεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόµεθα, διώξωµεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιµον εὑρήσοµεν αὐτόν.». 11/41
[00379] αβὶδ, «Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν µου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.». [00380] Καὶ πάλιν, «Ἐγε νήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος.». [00381] Τίς δὲ ἐλεύθερος θανάτου, εἰ µὴ ὁ Θεός; [00382] Γέγονε γὰρ ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ταπεινώσας τὴν ἑαυτοῦ σάρκα µέχρι θανάτου, θανάτου δὲ σταυροῦ. [00383] Ἡσαΐας, «Ἰδοὺ τίθηµι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιµον [00384] καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται.». [00385] Γέγονε γὰρ «εἰς κεφαλὴν γωνίας,» ἑτέρας δηλαδὴ οἰκοδοµῆς τῆς κατὰ τὴν Ἐκκλησίαν, ἥτις ἐστὶ θαυµαστὴ ἐπὶ ὀφθαλ µοῖς ἡµῶν. [00386] Θʹ. [00387] Περὶ τῆς ἀναλήψεως. [00388] αβὶδ, «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγµῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.». [00389] Ὅτι δὲ περὶ τοῦ Σωτῆρος ἡµῶν λέλεκται, ανιὴλ λέγει, «Ἐθεώρουν,» φησὶ, «καὶ ἰδοὺ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡµερῶν ἐκάθητο.». [00390] Καὶ µετά τινα, «Καὶ ἰδοὺ µετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόµενος [00391] καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡµερῶν ἔφθασε, καὶ προσήχθη [00392] αὐτῷ ἐδόθη ἡ τιµὴ, καὶ ἡ ἀρχὴ, καὶ ἡ βασιλεία [00393] καὶ [00394] Πανεπιστήµι [00395] πάντες οἱ λαοὶ, φυλαὶ, καὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ [00396] ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσει, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.». [00397] Καὶ ἀλλαχοῦ αβὶδ, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ µου [00398] Κάθου ἐκ δεξιῶν µου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.». [00399] Ιʹ. [00400] Περὶ τῆς δόξης τῆς Ἐκκλησίας. [00401] αβὶδ, «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱµατισµῷ διαχρύσῳ, περιβεβληµένη, πεποικιλµένη.». [00402] ΙΑʹ. [00403] Περὶ τῆς περιτοµῆς. [00404] Ἐροῦσι δὲ πάντες οἱ Ἰουδαῖοι, ὅτι Εἰ τὸν αὐτὸν Θεὸν σέβεσθε, τί µὴ περιτέµνεσθε, ἢ ζῶα προσφέρετε εἰς θυσίαν, ἢ σαββατίζετε, τῶν Γραφῶν περὶ τούτων διαγορευουσῶν; [00405] Ἀκούσονται οὖν, ὅτι ἡ περιτοµὴ οὐκ ἦν ἐξ ἀρχῆς, ἀλλ' ἐν χρόνῳ ἐγένετο, ὡς καὶ ἐν χρόνῳ παυσοµένη [00406] ἔπειτα, ὅτι ὁ Θεὸς δια ταξάµενος τοῖς πατράσι τὴν περιτοµὴν, αὐτὸς εἶπεν, «Ἰδοὺ ἡµέραι ἔρχονται λέγει Κύριος, καὶ διαθήσοµαι τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέµην τοῖς πατράσιν αὐτῶν, ἐπιλαβοµένου µου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέµειναν τῇ διαθήκῃ µου, κἀγὼ ἠµέλησα αὐτῶν, λέγει Κύριος.». [00407] Καὶ πάλιν αἰτιώµενος τοὺς Ἰουδαίους λέγει, «Πάντα [46.220] τὰ ἔθνη ἀπερίτµητα σαρκὶ, ὁ δὲ λαὸς οὗτος τῇ καρ δίᾳ.». [00408] Καὶ πάλιν, «Περιτέµνεσθε τὴν καρδίαν ὑµῶν, καὶ µὴ τὴν σάρκα τῆς ἀκροβυστίας ὑµῶν.». [00409] Καὶ πάλιν, «Νεώσατε ἑαυτοῖς νεώµατα, καὶ µὴ σπείρετε ἐπ' ἀκάνθαις [00410] ἀλλὰ περιτέµνεσθε τὸ σκληρὸν τῆς καρδίας ὑµῶν.». [00411] Ἱερεµίας, «Καὶ περιτέµνεσθε τῷ Θεῷ τὴν ἀκροβυστίαν τῆς καρδίας ὑµῶν.». [00412] Ὅτι δὲ οὐδένα δικαιοῖ ἡ περιτοµὴ, δῆλον ἐκ τούτων [00413] Ἀβραὰµ ἀπερίτµητος εὐηρέ στησε τῷ Θεῷ 12/41
[00414] πρῶτον γὰρ ὤφθη εὐαρεστῶν, καὶ τότε αὐτῷ τὴν περιτοµὴν δίδωσι. [00415] Καὶ οἱ ἐν τῇ ἐρήµῳ, δὲ γεννηθέντες, ἐν τοῖς τεσσαράκοντα ἔτεσιν ἀπερίτµητοι ἦσαν [00416] καὶ οἱ ἀπὸ Ἀδὰµ ὁµοίως ἕως Ἀβραὰµ εὐηρέστησαν τῷ Θεῷ, πάντες ἀπερίτµητοι ἦσαν [00417] διὰ γὰρ τὸ ἐπιµίγνυσθαι τὸν λαὸν εἰς τὰ ἔθνη, ἐδόθη ἡ περιτοµὴ, καὶ ἡ αἰτία δήλη [00418] εἴληφε γὰρ τὴν ἀρχὴν τὰ τῆς περιτοµῆς ἐκ τοῦ Ἀβραὰµ, ὃν ἀγαπή σας ὑπὲρ πάντας τοὺς τότε ὁ Θεὸς, ἐξ αὐτοῦ γεννη θήσεσθαι καὶ τὸν Χριστὸν κατὰ σάρκα προέθετο. [00419] Ἵνα οὖν ὅπερ ἐβουλήθη, καθαρῶς γενέσθαι δυνηθῇ, καὶ ἀνοθεύτως, τούτου χάριν ἐδέησε περιτοµῆς, καὶ τῆς περὶ τὰ λοιπὰ γένη ἀµιξίας, ἵνα ὥσπερ τι διάφραγµα, τῶν λοιπῶν αὐτοὺς ἀνθρώπων χωρίζῃ ὁ νόµος. [00420] Ὅθεν καὶ τεχθέντος τοῦ δι' ὃν ταῦτα γέγονε, λοιπὸν ὡς περιττὰ τῷ Θεῷ τὰ παρὰ τὴν ἀρχαίαν ξενίζοντα κατάστασιν ἐκβέβληνται. [00421] ΙΒʹ. [00422] Περὶ θυσιῶν. [00423] Ὁµοίως ὁ Θεὸς βοᾷ, λέγων [00424] «Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι περὶ θυσιῶν, καὶ ὁλοκαυτωµάτων οὐκ ἐν ετειλάµην πρὸς τοὺς πατέρας ὑµῶν, ἀφ' ἧς ἡµέρας ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡµέρας ταύτης.». [00425] Ἡσαΐας, «Μὴ ἐγὼ ἐνετειλάµην τοῖς πατράσιν ὑµῶν, ἐκπορευοµένοις ἐκ γῆς Αἰγύ πτου προσενεγκεῖν µοι ὁλοκαυτώµατα καὶ θυ σίαν;» Καὶ πάλιν, «Τί µοι πλῆθος τῶν θυσιῶν ὑµῶν, λέγει Κύριος; [00426] πλήρης εἰµὶ ὁλοκαυτωµάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷµα ταύρων, καὶ τρά γων οὐ βούλοµαι [00427] οὐδ' ἂν ἔρχησθε ὀφθῆναί µοι. [00428] Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑµῶν; [00429] πατεῖν τὴν αὐλήν µου οὐ προσθήσεσθε. [00430] Ἐὰν φέρητέ µοι σεµίδαλιν, µάταιον θυµίαµα βδέλυγµά µοι ἐστί. [00431] Τὰς νεοµηνίας ὑµῶν, καὶ τὰ Σάββατα ὑµῶν, καὶ [00432] Πανεπιστήµι [00433] ἡµέραν µεγάλην οὐκ ἀνέχοµαι [00434] νηστείαν, καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑµῶν, µισεῖ ἡ ψυχή µου.». [00435] Καὶ πάλιν, «Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε [46.221] τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑµῶν.». [00436] αβὶδ, «Οὐ φάγοµαι κρέα ταύρων, ἢ αἷµα τράγων πίοµαι.». [00437] Καὶ πάλιν, «Οὐ δέξοµαι ἐκ τοῦ οἴκου σου µόσχους, οὐδὲ ἐκ τῶν ποιµνίων σου χιµάρους.». [00438] Καὶ πάλιν, «Θῦ σον τῷ Θεῷ θυσίαν αἰνέσεως.». [00439] Ἀµὼς, «Μεµί σηκα, ἀπῶσµαι τὰς ἑορτὰς ὑµῶν, (καὶ οὐ µὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑµῶν [00440] διότι καὶ ἐὰν ἐνέγκητέ µοι ὁλοκαυτώµατα καὶ θυσίας ὑµῶν,) οὐ προσδέξοµαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας ὑµῶν οὐκ ἐπιβλέψοµαι. [00441] Μετάστησον ἀπ' ἐµοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλµὸν ὀργάνων οὐκ ἀκούσοµαι.». [00442] Μαλαχίας, «Οὐκ ἔστι µου θέληµα ἐν ὑµῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξοµαι ἐκ τῶν χειρῶν ὑµῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου, καὶ ἕως δυσµῶν τὸ ὄνοµά µου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυµίαµα προσφέρεται τῷ ὀνόµατί µου, καὶ θυσία καθαρά [00443] διότι µέγα τὸ ὄνοµά µου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.». [00444] ΙΓʹ. [00445] Περὶ τοῦ Σαββατίζειν. [00446] Τὸ Σάββατον ἐδόθη αὐτοῖς, τοῦ καταπαῦσαι τὴν φιλοχρήµατον αὐτῶν ἐπιθυµίαν. [00447] Τοῦ λαοῦ γὰρ πενο µένου, ἐξελθόντος ἐκ τῆς Αἰγύπτου, καὶ µηδὲν ἔχοντος, πλὴν ὧν ἐχρήσαντο παρὰ τῶν Αἰγυπτίων, σπουδὴν ἐποιεῖτο ἕκαστος διὰ 13/41
τοῦ ἀνενδότου πόνου πλοῦτον ἑαυτῷ περιποιῆσαι. [00448] ιὸ λέγει, «Ἓξ ἡµέρας ἐργᾷ [00449] τῇ δὲ ἡµέρᾳ τῇ ἑβδόµῃ οὐ ποιήσεις πᾶν ἔργον ἐν αὐτῇ.». [00450] Καὶ τὴν αἰτίαν ἐπιφέρει, ἵνα ἀναπαύσῃ σὺ, καὶ ἡ γυνή σου, καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, καὶ ὁ παῖς σου, ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου. [00451] Ἐπεί τοι τίνος ἕνεκεν ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ κυκλῶν τὴν Ἱεριχὼ µετὰ σαλπίγγων ἐπὶ ἑπτὰ ἡµέρας, οὐκ ἐσχόλασε τῷ Σαββάτῳ; [00452] Πῶς δὲ τῇ ὀγδόῃ ἡµέρᾳ πε ριτέµνεται παιδίον; [00453] ιὰ τί δὲ ἐν ἡµέρᾳ Σαββάτου τίκτει γυνή; [00454] Πῶς δὲ καὶ οἱ ἱερεῖς πᾶσαν θυσίαν ἐν Σαββάτῳ ποιοῦσι; [00455] Πῶς δὲ ἥλιος, καὶ σελήνη, καὶ ἄστρα τὸν ὡρισµένον δρόµον ἐκτελεῖ καὶ τῷ Σαββάτῳ; [00456] Ι ʹ. [00457] Περὶ τοῦ κατασφραγίζεσθαι. [00458] αβὶδ, «Ἐσηµειώθη ἐφ' ἡµᾶς τὸ φῶς τοῦ προσ ώπου σου, Κύριε.». [00459] Καὶ πάλιν, «Ποίησον µετ' ἐµοῦ σηµεῖον εἰς ἀγαθόν [00460] καὶ ἰδέτωσαν οἱ µισοῦντές µε, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς µοι καὶ παρεκάλεσάς µε.». [00461] Καὶ πάλιν, «Ἔδωκας τοῖς [46.224] φοβουµένοις σε σηµείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.». [00462] Ἰεζεκιὴλ, «Υἱὲ ἀνθρώπου, δίελθε µέ σον τὴν Ἱερουσαλὴµ, καὶ δὸς τὸ σηµεῖον ἐπὶ τὰ µέτωπα τῶν ἀνθρώπων, τῶν στεναζόντων, καὶ κατ ωδυνωµένων ἐπὶ ταῖς ἀδικίαις, ταῖς γινοµέναις ἐν µέσῳ αὐτῶν.». [00463] Καὶ πάλιν, «Ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς πύλης τῆς βλεπούσης πρὸς βοῤῥᾶν, καὶ ἑκάστου ἡ πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ [00464] ἀκούοντες πορεύεσθε εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ µὴ φείσασθε τοῖς ὀφθαλµοῖς ὑµῶν, καὶ µὴ ἐλεήσητε [00465] πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυ ναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν [00466] ἐπὶ δὲ πάντας, ἐφ' οὕς ἐστι τὸ σηµεῖόν µου, µὴ ἐγγίσητε.». [00467] Περὶ δὲ τοῦ θύειν αὐτοὺς εἴρηται, οὐχ ὅτι ὁ Θεὸς ἐδεῖτο θυ σιῶν, ἢ ὁλοκαυτωµάτων, ἀλλ' ἐπειδὴ ἡ Λευϊτικὴ φυλὴ οὐκ εἶχε κλῆρον ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ὅτι αὐτὸς ὁ Θεὸς κλῆρος αὐτῆς, ταύτην ἔδωκεν αὐτοῖς εἰς τὸ τρέφεσθαι πρόφασιν [00468] οὐκ ἐβούλετο γὰρ αὐτοὺς ἱερα τεύοντας, ἀπὸ πόνου καὶ πραγµατείας, ἤγουν καπη λείας, τρέφεσθαι. [00469] ΙΕʹ. [00470] Περὶ τοῦ Εὐαγγελίου. [00471] Πανεπιστήµι [00472] αβὶδ, «Κύριος δώσει ῥῆµα τοῖς εὐαγγελιζοµέ νοις δυνάµει πολλῇ.». [00473] Καὶ πάλιν, «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζοµένων εἰρήνην!» [00474] Ιςʹ. [00475] Περὶ τῆς ἀπιστίας τῶν Ἰουδαίων, καὶ περὶ τῶν ἐθνῶν Ἐκκλησίας. [00476] Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ, «Οὔτε ἔγνως, οὔτε ἠπίστασο, οὔτε ἀπ' ἀρχῆς ἤνοιξά σου τὰ ὦτα [00477] ᾔδειν γὰρ, ὅτι ἀπειθῶν ἀπειθήσεις.». [00478] Καὶ πάλιν, «Μέγα τὸ ὄνοµα αὐτοῦ ἐν τοῖς ἔθνεσι καὶ ἐν παντὶ τόπῳ θυµίαµα προσφέρεται τῷ ὀνόµατί µου, καὶ θυσία καθαρά.». [00479] Μιχαίας, «Καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡµερῶν ἐµφανὲς τὸ ὄρος Κυρίου, ἕτοι µον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ µετεωρισθήσε ται ὑπεράνω τῶν βουνῶν [00480] καὶ σπεύσουσι πρὸς αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε ἀναβῶµεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ [00481] καὶ φωτιοῦσιν ἡµᾶς ταῖς ὁδοῖς αὐτοῦ 14/41
[00482] ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόµος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήµ.». [00483] Ἱερεµίας, «Καὶ εἶπε Κύριος πρός µε, ἰδοὺ δέδωκα τοὺς λόγους µου ἐν τῷ στόµατί σου [00484] ἰδοὺ κατέστησάσε σήµερον ἐπ' ἔθνη, καὶ βασιλεῖς ἐκριζοῦν, καὶ κατακόπτειν, καὶ ἀπολ λύειν, καὶ ἀνοικοδοµεῖν, καὶ καταφυτεύειν.». [00485] Καὶ εἰ [46.225] ταῦτα περὶ Ἱερεµίου, ποίας βασιλείας ἐξεῤῥίζωσεν, ἢ ποῖα ἔθνη ἀπώλεσεν; [00486] Ἀλλὰ περὶ τοῦ Κυρίου εἴρηται, ἐκριζώσαντος ἀπὸ πάσης ψυχῆς πιστευούσης αὐτῷ τὴν βασιλείαν τοῦ Ἀντικειµένου, ὃς κατέστρεψε τὰ οἰκοδοµήµατα τῆς κακίας, καὶ τῶν µοχθηρῶν δογµά των, καταφυτεύσας τὰ κρείττονα. [00487] αβὶδ, «Ῥῦσαί µε ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις µε εἰς κε φαλὴν ἐθνῶν. [00488] Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ µοι [00489] εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ µου [00490] υἱοὶ ἀλλότριοι ἐψεύσαντό µοι [00491] υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.». [00492] Μωϋσῆς ἐκ προσώπου τοῦ Θεοῦ πρὸς Ἀβραὰµ, «Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ πέρατα τῆς γῆς.». [00493] Καὶ πάλιν, «Ἀπο στρέψω τὸ πρόσωπόν µου ἀπ' αὐτῶν, καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ' ἐσχάτων, ὅτι γενεὰ ἐξεστραµ µένη ἐστίν. [00494] Υἱοὶ οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς [00495] αὐτοὶ παρεζήλωσάν µε ἐπ' οὐ Θεῷ, παρώργισάν µε ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει [00496] ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.». [00497] Καὶ ἀλλαχοῦ, «ώσει,» φησὶν, «τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ.». [00498] Ἡσαΐας, «Ἐµφανὴς ἐγενόµην τοῖς ἐµὲ µὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐµὲ µὴ ἐπερωτῶ σιν. [00499] (Εἶπα, Ἰδοὺ πάρειµι ἔθνει, οἳ οὐκ ἐπ εκαλέσαντο τὸ ὄνοµά µου.») αβὶδ, «Ἀπηλλοτριω µένος ἐγενήθην τοῖς ἀδελφοῖς µου, καὶ ξένος τοῖς υἱοῖς τῆς µητρός µου.». [00500] Περὶ δὲ τῶν ἐθνῶν λέγει, «Ἀπαγγελῶ τὸ ὄνοµά σου τοῖς ἀδελφοῖς µου, ἐν µέσῳ Ἐκκλησίας ὑµνήσω σε.». [00501] Περὶ Ἰουδαίων, «ι' ὑµᾶς βλασφηµεῖται τὸ ὄνοµά µου διὰ παντὸς ἐν τοῖς ἔθνεσι.». [00502] Μαλαχίας, «Οὐκ ἔστι µου θέληµα ἐν ὑµῖν, λέγει Κύριος παντοκράτωρ.». [00503] (Περὶ Ἐθνῶν δὲ, «Ὅτι ἀπὸ ἀνατολῶν ἡλίου µέχρι δυσµῶν τὸ ὄνοµά µου δεδόξασται ἐν τοῖς Ἔθνεσι, λέγει Κύριος παν τοκράτωρ») «καὶ ἐν παντὶ τόπῳ θυµίαµα προσ άγεται τῷ ὀνόµατί µου, καὶ µέγα τὸ ὄνοµά µου ἐν τοῖς Ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.». [00504] (Περὶ δὲ Ἰουδαίων λέγει,) «Ὑµεῖς δὲ βεβηλοῦτε αὐτό.». [00505] αβὶδ, «Αἴτησαι παρ' ἐµοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονοµίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.». [00506] Μωϋσῆς, «Ἔασόν µε ἐξαλεῖψαι τὸν λαὸν τοῦτον, καὶ δώσω σοι ἔθνος µέγα, καὶ πολὺ, [46.228] µᾶλλον τούτου.». [00507] Ἡσαΐας περὶ Ἰουδαίων, «Ἀκούετελόγον Κυρίου υἱοὶ Σοδόµων [00508] προσέχετε νόµον Θεοῦ, λαὸς Γοµόῤῥας.». [00509] Καὶ πάλιν, «Τὰ Σάββατα ὑµῶν, καὶ τὰς νεοµηνίας µισεῖ ἡ ψυχή µου [00510] καὶ τὰς εὐχὰς ὑµῶν οὐ προσδέξοµαι [00511] λούσασθε, καθαροὶ γί νεσθε [00512] αἱ χεῖρες ὑµῶν µεµολυσµέναι αἵµατι.». [00513] Καὶ ὅτι τοῦ νόµου σαφῶς διαγορεύοντος τὸ µὴ δεῖν ἔξω Ἰερουσαλὴµ καὶ τοῦ ναοῦ ἑορτάζειν κατὰ τὸ, «Σοὶ πρέπει ὕµνος, ὁ Θεὸς, ἐν Σιών [00514] καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλὴµ,» γέγραπται, «Ὅτι προσκυνήσουσι τῷ Κυρίῳ ἐκ τοῦ τόπου αὐτοῦ ἕκαστος.». [00515] Καὶ πάλιν ὁ Προφήτης, «Μέγα τὸ ὄνοµα αὐτοῦ ἐν τοῖς Ἔθνεσι, καὶ ἐν [00516] Πανεπιστήµι 15/41
[00517] παντὶ τόπῳ θυµίαµα προσφέρε ται τῷ ὀνόµατι αὐτοῦ, καὶ θυσία καθαρά.». [00518] «Ὑµᾶς δὲ ἀνελεῖ Κύριος [00519] τοῖς δὲ δουλεύουσί µοι κληθήσε ται ὄνοµα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ πάσης τῆς γῆς.». [00520] Τί δὲ καινότερον τοῦ τῶν Χριστιανῶν ὀνόµα τος; [00521] Καὶ ὁ αβὶδ, «Ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησοµένῳ, ὃν ἐποίησεν ὁ Κύριος» Καὶ ὅτι µὲν τὸ εἰπεῖν τὸν αβὶδ τὸ, «Ὁ Θεὸς κατοικίζει µονοτρόπους ἐν οἴκῳ,» σηµαίνει τὸ πρὸς τὰ Ἔθνη τὸ τῶν ὑπὸ νόµον ἄµικτον. [00522] Ἡσαΐας, «Πληρωθήσεται πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλῦψαι θάλασσαν.». [00523] αβὶδ, «Μνη σθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα. [00524] τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.». [00525] Καλὸν δὲ καὶ τὸ πυθέσθαι τῶν Ἰουδαίων, τίς ὁ κρατῶν ἐστι νῦν ἄρα, πότερον ὁ Μωσαϊκὸς νόµος, οὗ παράβασίς ἐστι νῦν, καὶ οὐ τήρησις, διὰ τὸ µηδὲ τὸν ναὸν, ἢ τὸν τόπον εἶναι, ἢ προφήτην προµηνύοντά τι τῶν µελλόντων, ἢ τὴν κιβωτὸν, ἐν ᾗ αἱ πλάκες, καὶ ἡ εκάλογος, ἐν οἷς ἔδει τὰς τρεῖς ἑορτὰς πληροῦν, καὶ οὐκ ἀλλαχοῦ. [00526] Καὶ, «Ὅτι ἀρθήσεται ἀπὸ τῶν Ἰουδαίων ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.». [00527] Τοῦτο δ' ἂν εἴη τὸ Χριστιανῶν ἔθνος, τοὺς προσήκοντας καρποὺς τῆς κατὰ Θεὸν πολιτείας ἐπιδεικνύµενον. [00528] αβὶδ, «Ἐξοµολόγησις καὶ µεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ µένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.». [00529] Ἐξοµολογεῖται δὲ τῷ Πατρὶ, οὐ τὰς ἑαυτοῦ ἁµαρτίας ὁ ἄµωµος, ἀλλὰ τὰς τῶν ἐπ' αὐτῷ πιστευόντων [00530] ὅτι τοῦ αβὶδ εἰπόντος, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ µου [00531] Κάθου ἐκ δεξιῶν µου,» καὶ τὰ λοιπὰ, Ἡσαΐας σαφέστερον λέγει, «Λέγει ὁ Κύριος τῷ Χριστῷ µου Κύρῳ.». [00532] Λέγουσι δὲ εἰς Κύρον τὸν Πέρσην εἰρῆσθαι ταῦτα. [00533] Γελοῖον δέ [00534] ποῦ γὰρ ἁρµόζει Κύρῳ τὰ [46.229] λοιπὰ, «Ἐκράτησα τῆς δεξιᾶς σου [00535] ἐπακούσουσιν ἔµπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω [00536] ἀνοίξω ἔµπροσθεν αὐτοῦ πύλας, καὶ πόλεις οὐ συγκλεισθήσονται [00537] ἔµπροσθέν σου πορεύσοµαι, καὶ ὄρη ὁµαλιῶ [00538] θύρας χαλκᾶς συντρίψω, καὶ µοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς σκοτεινούς;» [00539] Πῶς οὖν ἁρµόσει ταῦτα Κύρῳ, τῷ µικρὸν ὕστερον εἰς Μασαγέτας αἰσχρῶς ἀναιρεθέντι καὶ εἰς ἀσκὸν ἐκδαρέντι; [00540] καὶ µετὰ µικρὸν ἑρµηνεύει αὐτὰ ὁ αὐτὸς προφήτης, λέγων ἐκ προσώπου τοῦ Θεοῦ, «Ἐγὼ Κύριος ὁ Θεὸς ὁ καλέσας σε ἐν δικαιοσύνῃ [00541] ἐκράτησα τῆς χειρός σου, καὶ ἰσχύσω σε, καὶ δώσω σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλµοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσµῶν πεπεδηµένους, καὶ ἐξ οἴκου φυλακῆς καθηµένους ἐν σκότει.». [00542] Καὶ πάλιν ὁ αὐτὸς Ἡσαΐας, «Καὶ εἶπέ µοι, Μέγα σοι τοῦτο, κληθῆναι παῖδά µου, καὶ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ στρέψαι [00543] καὶ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.». [00544] ΙΖʹ. [00545] Ὅτι πρὸ τῆς τοῦ Κυρίου δευτέρας παρουσίας ἐλεύσεται Ἠλίας. [00546] Μαλαχίας ὁ προφήτης λέγει, «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑµῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡµέραν Κυρίου τὴν µεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίας πατρῶν πρὸς υἱοὺς, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, µὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.». [00547] ΙΗʹ. [00548] Ὅτι κληθησόµεθα Χριστιανοί. [00549] Ἡσαΐας λέγει, «Ὄψονται ἔθνη τὴν δόξαν σου, καὶ πάντες οἱ βασιλεῖς τὴν δικαιοσύνην σου, καὶ καλέσει σε τὸ ὄνοµα τὸ καινὸν, ὃ ὁ Κύριος ὀνοµάσει αὐτό.». [00550] Καὶ πάλιν, «Τοῖς δὲ δουλεύουσί µοι κληθήσεται ὄνοµα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.». 16/41
[00551] Ὠσηὲ, «Καὶ ἔσται ἐπ' ἐσχάτου τὸ ὄνοµα αὐτοῦ ἐπιφανὲς ἐν πάσῃ τῇ γῇ, καὶ τῷ [00552] Πανεπιστήµι [00553] ὀνόµατι αὐτοῦ ἐπικληθήσονται λαοὶ πολλοὶ, καὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ πορευθέντες, ζήσονται ἐν αὐταῖς.». 46.232 [00554] ΙΘʹ. [00555] Ὅτι ταραχθήσεται Ἡρώδης, καὶ οἱ µετ' αὐτοῦ πάντες. [00556] Ἱερεµίας φησὶ, «Ἐν τῇ ἡµέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως, καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυµάσονται.». [00557] Κʹ. [00558] Περὶ τοῦ Βαπτίσµατος. [00559] Ἰεζεκιὴλ, «Καὶ εἶπε Κύριος πρός µε [00560] Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόµενον εἰς τὴν Γαλιλαίαν, ἁγιάσει τὰ ὕδατα. [00561] Καὶ ἔσται, πάσῃ ψυχῇ, ἐφ' ἣν ἂν ἐπέλθῃ τὸ ὕδωρ τοῦτο, ζήσεται καὶ ἰαθήσεται» Ἱερεµίας, «Ἰδοὺ ὡς λέων ἀναβήσεται ἐκ µέσου τοῦ Ἰορδάνου.». [00562] ΚΑʹ. [00563] Περὶ τῆς εἰς Αἴγυπτον τοῦ Κυρίου καθόδου. [00564] Ἡσαΐας λέγει, «Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται πάντα τὰ χειροποίητα Αἰγύπτου.». [00565] Καὶ πάλιν, «Γνωσθήσεται Κύριος τοῖς Αἰγυπτίοις, καὶ φοβηθήσονται Κύριον ἐν τῇ ἡµέρᾳ ἐκείνῃ.». [00566] ΚΒʹ. [00567] Περὶ τοῦ ἁγίου Πνεύµατος. [00568] Ἡσαΐας, «Καὶ νῦν Κύριος ἐξαπέσταλκέ µε, καὶ τὸ Πνεῦµα αὐτοῦ.». [00569] Τῆς Ἐξόδου, «Καὶ εἶπε τῷ Μωϋσεῖ [00570] Ἀνάγαγέ µοι ἑβδοµήκοντα πρεσβυτέρους, καὶ λήψοµαι ἀπὸ τοῦ ἐπὶ σὲ Πνεύµατος, καὶ ἐκχεῶ ἐπ' αὐτοὺς, καὶ ἀντιλήψοµαί σε.». [00571] αβὶδ, «Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοὶ, ὁ Θεὸς, καὶ Πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου, καὶ τὸ Πνεῦµά σου τὸ ἅγιον µὴ ἀντανέλῃς ἀπ' ἐµοῦ, καὶ Πνεύµατι ἡγεµονικῷ στήριξόν µε.». [00572] Καὶ πάλιν, «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύµατός σου;» Ἰὼβ, «Πνεῦµα θεῖον τὸ ποιῆσάν µε.». [00573] Καὶ πάλιν, «Πνεῦµά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ Παντοκράτορός ἐστιν ἡ διδάσκουσά µε.». [00574] Καὶ πάλιν, «Ζῇ Κύριος, ὃς οὕτω µε κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ πικράνας µου τὴν ψυχήν. [00575] Πνεῦµα δὲ θεῖον τὸ περιόν µοι ἐν ῥισί.». [00576] Ζαχαρίας, «Ἐγώ εἰµι ἐν ὑµῖν, καὶ τὸ Πνεῦµά µου ἐφέστηκεν ἐν µέσῳ ὑµῶν.». [00577] Σολοµὼν, «Πνεῦµα Κυρίου πεπλήρωκε τὴν οἰκουµένην.». [00578] [46.233] Ἡσαΐας [00579] «Παρώξυναν τὸ Πνεῦµα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν. [00580] Ο οἶκος τοῦ Ἰακὼβ παρώξυναν τὸ Πνεῦµα Κυρίου.». [00581] Ἰωήλ [00582] «Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡµέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύµατός µου ἐπὶ πᾶσαν σάρκα,» δηλαδὴ τὴν πιστεύουσαν, «καὶ ἐπὶ τοὺς υἱοὺς ὑµῶν, καὶ ἐπὶ τὰς θυγατέρας ὑµῶν,» καὶ τὰ ἑξῆς. [00583] Ἡσαΐας 17/41
[00584] «Πνεῦµα Κυρίου ἐπ' ἐµὲ, οὗ εἵνεκεν ἔχρισέ µε,» καὶ, «Ἐπαναπαύσεται ἐπ' αὐτὸν ἑπτὰ πνεύµατα.». [00585] Καὶ, «Κατέβη Πνεῦµα Κυρίου, καὶ ὡδήγησεν αὐτούς.». [00586] Καὶ, «Πνεῦµα ἐπιστήµης ἔπλησε Βεσελεὴλ τὸν ἀρχιτέκτονα τῆς σκηνῆς [00587] Πνεῦµα παροξυνόµενον, καὶ Πνεῦµα ἐξᾶραν Ἠλίαν ἐν ἅρµατι, καὶ ζητηθὲν παρ' Ἐλισσαίου διπλάσιον.». [00588] Καὶ, «Πνεῦµα παρ' ἐµοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα.». [00589] Καὶ, «Ἰδοὺ ὁ παῖς µου ὁ ἐκλεκτὸς, ὁ ἀγαπητός µου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή µου, θήσω τὸ Πνεῦµά µου ἐπ' αὐτόν.». [00590] Καὶ, «Οὐαὶ, τέκνα ἀποστάται, τάδε λέγει Κύριος [00591] Ἐποιήσατε βουλὴν οὐ δι' ἐµοῦ, καὶ συνθήκην οὐ διὰ τοῦ Πνεύµατός µου.». [00592] Καὶ, «Ἐκεῖ συνήντησαν ἔλαφοι, καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων [00593] ἀριθµῷ παρῆλθον, καὶ µία αὐτῶν οὐχ ὑπελείφθη, διότι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ Πνεῦµα αὐτοῦ συνήγαγεν αὐτάς.». [00594] Καὶ ὅτι ἡ ἀνάστασις διὰ τοῦ Πνεύµατος ἐνεργεῖται, αβὶδ λέγει [00595] «Ἀντανελεῖς τὸ πνεῦµα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. [00596] Ἐξαποστελεῖς τὸ Πνεῦµά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.». [00597] Πανεπιστήµι 13 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur. 0330-0395 - Gregorius Nyssenus - Testimonia adversus Judaeos Litterarum Omnium Conspectus: 154 Litterae, quae repetitae sunt in 32,039 occasionibus α 0945 2,562 Α 0913 32 β 0946 197 Β 0914 10 γ 0947 455 Γ 0915 19 δ 0948 501 Δ 0916 0 ε 0949 1,655 Ε 0917 18 ζ 0950 48 Ζ 0918 9 η 0951 416 Η 0919 5 θ 0952 438 Θ 0920 97 ι 0953 1,338 Ι 0921 19 κ 0954 968 Κ 0922 295 λ 0955 741 Λ 0923 28 µ 0956 970 Μ 0924 38 ν 0957 2,338 Ν 0925 7 ξ 0958 139 Ξ 0926 0 ο 0959 2,149 Ο 0927 32 18/41
π 0960 938 Π 0928 137 ρ 0961 1,133 Ρ 0929 5 ς 0962 1,260 0930 0 σ 0963 1,245 Σ 0931 51 τ 0964 2,215 Τ 0932 57 υ 0965 628 Υ 0933 17 φ 0966 172 Φ 0934 0 χ 0967 182 Χ 0935 11 ψ 0968 59 Ψ 0936 0 ω 0969 324 Ω 0937 1 ῤ 8164 8 0 ῥ 8165 23 Ῥ 8172 2 ά 8049 366 έ 8051 417 ή 8053 232 ί 8055 431 ό 8057 277 ύ 8059 286 ώ 8061 87 ὰ 8048 211 ὲ 8050 115 ὴ 80852 181 ὶ 8054 734 ὸ 8056 409 ὺ 8058 104 ὼ 8060 45 ᾶ 8118 41 0 ῆ 8134 185 ῖ 8150 209 0 ῦ 8166 393 ῶ 8182 295 ἀ 7936 251 ἐ 7952 523 ἠ 7968 6 ἰ 7984 175 ὀ 8000 37 ὐ 8016 353 ὠ 8032 1 ἁ 7937 23 ἑ 7953 32 ἡ 7969 132 ἱ 7985 66 ὁ 8001 130 ὑ 8017 89 ὡ 8033 25 ἂ 7938 9 ἒ 7954 0 ἢ 7970 14 ἲ 7986 0 ὂ 8002 0 ὒ 8018 0 ὢ 8034 2 ἃ 7939 0 ἓ 7955 0 ἣ 7971 2 ἳ 7987 2 ὃ 8003 23 ὓ 8019 0 ὣ 8035 0 ἄ 7940 46 ἔ 7956 133 ἤ 7972 11 ἴ 7988 17 ὄ 8004 40 ὔ 8020 6 ὤ 8036 4 ἅ 7941 8 ἕ 7957 29 ἥ 7973 12 ἵ 7989 8 ὅ 8005 47 ὕ 8021 20 ὥ 8037 6 ἆ 7942 1 0 ἦ 7974 12 ἶ 7990 51 0 ὖ 8022 14 ὦ 8038 2 ἇ 7943 0 0 ἧ 7975 1 ἷ 7991 10 0 ὗ 8023 13 ὧ 8039 4 ᾀ 8064 0 0 ᾐ 8080 0 0 0 ῧ 8167 0 ᾠ 8096 1 ᾁ 8065 0 0 ᾑ 8081 0 0 0 ΰ 8163 0 ᾡ 8097 0 ᾂ 8066 0 0 ᾒ 8082 0 0 0 0 ᾢ 8098 0 ᾃ 8067 0 0 ᾓ 8083 0 0 0 0 ᾣ 8099 0 ᾄ 8068 0 0 ᾔ 8084 3 0 0 0 ᾤ 8100 0 ᾅ 8069 1 0 ᾕ 8085 0 0 0 0 ᾥ 8101 0 ᾆ 8070 0 0 ᾖ 8086 0 0 0 0 ᾦ 8102 0 ᾇ 8071 0 0 ᾗ 8087 2 0 0 0 ᾧ 8103 1 19/41
ᾳ 8115 21 0 ῃ 8131 35 0 0 0 ῳ 8179 50 ᾴ 8116 0 0 ῄ 8132 0 0 0 0 ῴ 8180 0 ᾷ 8119 8 0 ῇ 8135 52 0 0 0 ῷ 8183 87 Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur. 0330-0395 - Gregorius Nyssenus - Testimonia adversus Judaeos Verborum Omnium Conspectus: 2,366Verba, quae repetita sunt in 447,759 occasionibus ὰ [00303] ἀβοήθητος [00380] [00382] Ἀβραὰµ [00413] [00416] [00418] [00492] Ἀβραάµ [00058] ἀγαθῆς [00248] ἀγαθόν [00459] ἀγαθὸς [00096] [00249] ἀγαθός [00250] ἀγαλλιάσεως [00235] ἀγαπή [00418] ἀγαπητός [00589] ἄγγελοι [00092] ἄγγελόν [00145] ἄγγελος [00151] Ἄγγελος [00138] [00251] ἀγγέλου [00147] άγεται [00503] ἁγία [00037] [00276] ἁγίας [00003] [00036] [00057] [00128] ἁγιάσει [00560] ἁγιασµὸν [00011] ἅγιοι [00281] ΑΓΙΟΙΣ [00001] ἅγιον [00277] [00363] [00571] [00579] ἅγιος [00283] ἁγίου [00035] [00036] [00216] [00567] ἅγνισον [00100] ἀγόµενον [00335] ἄγραφος [00276] ἀγρὸν [00341] Ἀδὰµ [00042] [00416] ἀδελ [00181] ἀδελφοῖς [00499] [00500] ἀδελφῶν [00171] ᾅδην [00379] ἀδικίαις [00462] ἀέρος [00008] ἀθε [00196] αἱ [00104] [00128] [00202] [00512] [00524] [00525] Αἰγύ [00425] Αἰγυπτίοις [00565] Αἰγυπτίων [00447] Αἴγυπτον [00563] [00564] Αἴγυπτος [00258] Αἰγύπτου [00406] [00424] [00447] [00564] Αἰθιόπων [00258] αἷµα [00084] [00106] [00352] [00426] [00436] αἵµατι [00512] αἵµατος [00084] αἰνέσεως [00438] αἴρεται [00319] αἰσχρῶς [00539] αἰσχύνης [00327] αἰσχυνθήτωσαν [00460] Αἴτησαι [00084] [00505] αἰτία [00417] αἰτίαν [00450] αἰτιώµενος [00407] αἰχµαλώτοις [00299] αἰῶνα [00205] [00233] [00528] αἰώνιος [00396] αἰῶνος [00170] [00200] [00208] [00209] [00233] [00251] [00528] ἄκακον [00335] ἀκάνθαις [00409] ἀκοῇ [00125] ἀκοὴν [00489] ἀκολουθήσουσι [00259] Ἄκουε [00154] [00267] Ἀκούετελόγον [00507] ἀκούοντες [00464] ἀκούσαντα [00050] Ἀκούσατε [00215] ἀκούσεσθε [00172] [00193] ἀκούσῃ [00173] ἀκούσῃς [00050] ἀκούσοµαι [00441] ἀκούσονται [00296] Ἀκούσονται [00405] ἀκουστὸν [00021] ἀκροβυστίαν [00411] ἀκροβυστίας [00408] ἀκρογωνιαῖον [00383] ἀλαλαγµῷ [00388] 20/41