ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ



Σχετικά έγγραφα
Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.

Παρακλητικός Κανών εις τον Οσιον Δαβίδ τον εν Θεσσαλονίκη

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΟΣΙΟΥ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΝΕΟΥ (ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Ψαλμός ρμβ (142)

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ. ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι

Παρακλησις κοινή εις τον Ιωάννη Προδρομο, Αικατερίνη κ Αγαθής μαρτύρων

Παρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΜΑΡΤΥΡΑ ΑΣΤΕΡΙΟΝ ΚΑΙ ΤΟΥΣ ΑΔΕΛΦΟΥΣ ΑΥΤΟΥ. (Γερασίμου Μοναχού του Μικραγιαννανίτου)

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Παρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης

Παρακλητικός Κανών Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Κεφαλληνίᾳ

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Παράκλησις ἁγ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ

Παρακλητικός Κανών εις τη Παναγία Γλυκοφιλούσα

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

Κανών Παρακλητικός. εις τους Οσίους και Θεοφόρους Πατέρας ημών. Διονύσιον τον Ρήτορα και Μητροφάνην

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Κυριακή 28 Ἰουλίου 2019.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

Κυριακή 2 Ἰουνίου 2019.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΛΕΟΝΤΙΟΝ ΤΟΝ ΕΝ ΑΧΑΪΑ

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟ Π Α Τ Α Π Ι Ο Ν

Παρακλητικός Κανών του Αγίου Μάρτυρος Νέστωρ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Κυριακή 23 Ἰουνίου 2019.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ»

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Δείτε την απόδοση Η ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ. Διάκονος. Εὐλόγησον, Δέσποτα. Ἱερεὺς

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Παρακλητικός Κανών στον Άγιο Σάββα τον Ηγιασμένο

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ. Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου. Ωδή α. Ηχος β. Εν βυθώ κατέστρωσε.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΚΥΡΙΛΛΟΝ ΤΟΝ ΛΟΥΚΑΡΙΝ

Transcript:

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ Εὐλογήσαντος του ιερέως, το Κύριε εισάκουσον, μεθ ο το Θεός Κύριος ως συνήθως και τα εξής: ηχος δ. Ο υψωθεὶς ἐν τῷ Σταυρῷ. Ὡς μαθητὴς ἠγαπημένος Κυρίῳ, καὶ Ἀποστόλων Θεολόγε ἀκρότης, καὶ τῶν πιστῶν προστάτης ἑτοιμότατος, πάσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἀνάγκης καὶ πταισμάτων ἄφεσιν, καὶ φῶς Θεῖον ὑψόθεν, αἴτει ἡμῖν τοῖς πίστει ἀκλινεῖ, τῇ ἱερᾷ σου πρεσβείᾳ προστρέχουσι. Δόξα... τὸ αὐτό. Καὶ νῦν... Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ὁ Ν καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς: «Σήν ἀρωγὴν ἡμῖν μάκαρ δίδου. Γερασίμου». [1]

ᾨδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Σοφίᾳ τῇ θείᾳ καταγαυσθείς, σοφέ Θεολόγε, ὡς Ἀπόστολος τοῦ Χριστοῦ, δεινῶν σοφισμάτων τοῦ Βελίαρ, τοὺς προσιόντας σοι πόθῳ ἀπάλλαξον. Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος μάκαρ, παθημάτων τὸν σκοτασμόν, τὸν ἐν τῇ ψυχῇ μου Θεολόγε, τῇ φωτοφόρῳ πρεσβείᾳ σου δίωξον. Νοῦς ὤφθης ἀΰλων θεωριῶν, τῷ στήθει Κυρίου, Θεολόγε ἀναπεσών διὸ τοῦ νοὸς ἡμῶν τὸν πόθον, πρὸς οὐρανίους ἐφέσεις ἀνύψωσον. Θεοτόκιον. Ἁγνόν με καὶ σώματι καὶ ψυχῇ, καὶ πάσῃ αἰσθήσει, καὶ ἐν λόγοις καὶ λογισμοῖς, συντήρει Ὑπέραγνε Παρθένε, ἵνα ὑμνῶ τὰ πολλὰ μεγαλεῖα σου. ᾨδὴ γ. Οὐρανίας ἀψῖδος. Ῥῦσαι πάσης ἀνάγκης, καὶ συνοχῆς ἔνδοξε, καὶ τῶν ἐν τῷ βίῳ κινδύνων, καὶ περιστάσεων, ἡμᾶς δεόμεθα, καὶ τὰς ψυχὰς ἡμῶν πλῆσον, Ἰωάννη πάνσοφε, φωτὸς τῆς χάριτος. Ὡς ἁγνείας δοχεῖον, ἐξ ἐναγῶν πράξεων, καὶ ἐξ ἐννοιῶν Θεολόγε, τῶν τοῦ ἀλάστορος, ἡμᾶς ἀπάλλαξον, καὶ θεοφρόνως ἀνύειν, τὴν ζωὴν ἐνίσχυσον, ἡμᾶς μακάριε. [2]

Γεωργὸς εὐσέβειας, θεοειδὴς πέφηνας ὅθεν γεωργεῖν Θεολόγε, θεῖα νοήματα, καὶ φόβον κρείττονα, πρὸς ἀληθῆ σωτηρίαν, ἡμᾶς καταξίωσον, τῇ ἀντιλήψει σου. Ἡλιόμορφε Κόρη, Μῆτερ Θεοῦ Ἄχραντε, τὴν ἐσκοτισμένην ψυχήν μου, τοῖς πλημμελήμασι, φώτισον δέομαι, φωτιστικῇ σου πρεσβείᾳ, καὶ τὸν νοῦν μου κάθαρον, πάσης φαυλότητος. Διάσωσον Ἠγαπημένε Ἀπόστολε Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ πρεσβείᾳ. Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Προστάτης θερμός, καὶ μέγα καταφύγιον, καὶ θεῖος πυρσός, ἀστράπτων φῶς τῆς χάριτος, ὑπάρχων ἡμῶν Ἅγιε, πρὸς λιμένας τοῦ θείου θελήματος, ἐκ θαλάσσης ὁδήγει χαλεπῆς, σοφὲ Ἰωάννη τοὺς τιμῶντάς σε. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Νοερῶς ἐπιφάνηθι, τοῖς ἐν τῷ Σπηλαίῳ τῷ σῷ προστρέχουσι, και παράσχου τούτοις Ἅγιε, τὰς τῆς ἀντιλήψεώς σου χάριτας. [3]

Ἡ πρεσβεία σου γένοιτο, πηγὴ εὐφροσύνης καὶ παρακλήσεως, καὶ παθῶν ποικίλων λύτρωσις, μάκαρ Ἰωάννη τοῖς ἱκέταις σου. Μὴ ἐλλείπῃς Ἀπόστολε, τὴν σεπτὴν Μονήν σου καὶ περιβόητον, περιέπειν τῇ σῇ χάριτι, καὶ τὴν νῆσον Πάτμον σκέπειν πάντοτε. Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ πλημμελημάτων τὴν ἀπολύτρωσιν, Θεοτόκε Ἀειπάρθενε, τοῖς εἰλικρινῶς σε μακαρίζουσι. ᾨδὴ ε. Φώτισον ἡμᾶς. Νέφος χαλεπόν, ἐπελθὸν ἡμῖν Ἀπόστολε, πολυτρόπων ἐν τῷ βίῳ ἀναγκῶν, διασκέδασον θερμῇ ἐπιστασίᾳ σου. Μέγας ἀρωγός, τῶν πιστῶν ὤφθης Ἀπόστολε, ἐξαιρέτως δὲ τῆς Πάτμου βοηθός, ἥν διάσωζε ἐκ πάσης περιστάσεως. Ἄνωθεν ἡμῖν, Θεολόγε δίδου πάντοτε, τοῖς προσφεύγουσι τῇ σκέπῃ σου πιστῶς, τῆς θερμῆς σου προστασίας τὰ δωρήματα. Κόπασον ἁγνή, τῆς καρδίας μου τὸν τάραχον, καὶ εἰρήνην καὶ μετάνοιαν θερμήν, τῷ ραθύμῳ σου ἱκέτῃ δὸς καὶ σῶσον με. [4]

ᾨδὴ ς. Τὴν δέησιν. Ἀκρότης, ὤν τῶν κλεινῶν Ἀποστόλων, ἐν τῷ στήθει τοῦ Χριστοῦ ἀνεκλίθης ὅν ἐκδυσώπει θερμῶς Θεολόγε, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν, καὶ ἐνάρετου ἀγωγῆς, καὶ σεμνῆς πολιτείας λαμπρότητα. Ῥεόντων, ὑπερφρονεῖν θεοφρόνως, καὶ τῶν ἄνω ἐκζητεῖν τὰς ἀξίας, δίδου ἡμῖν τὴν ἰσχὺν Θεολόγε, τοῖς τῷ σεπτῷ σου ναῷ προσεδρεύουσι, καὶ τῷ Σπηλαίῳ σου σοφέ, ὕμνον θεῖον ἀεὶ σοι προσάγουσι. Δυνάμει, τῶν ἱερῶν πρεσβειῶν σου, δυναμούμενοι ἀεὶ Ἰωάννη, οἱ τὴν ἁγίαν Μονήν σου οἰκοῦντες, ἐπιβουλῶν καὶ σκανδάλων τοῦ ὄφεως, περιγινόμεθα στεῤῥῶς, καὶ τὴν σὴν προστασίαν κηρύττομεν. Ἰλύος, ἁμαρτιῶν πολυτρόπων, καὶ παθῶν με ἀκαθάρτων Παρθένε, ὕδατι πλῦνον τῆς σῆς εὐσπλαχνίας, καὶ καθαρόν με παράστησον Ἄχραντε, τῷ μέλλοντι κρῖναι ἡμᾶς, φιλανθρώπῳ Υἱῷ σου καὶ Πλάστῃ μου. Διάσωσον, Ἠγαπημένε Ἀπόστολε Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ πρεσβείᾳ. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν. [5]

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β. Τοῖς τῶν αἱμάτων σου. Ὡς ἐπιστήθιος φίλος Ἀπόστολε, τῷ Διδασκάλῳ Χριστῷ ἀεὶ πρέσβευε, λυτροῦσθαι ἡμᾶς πάσης θλίψεως, καὶ ἐπηρείας δεινῆς τοῦ ἀλάστορος σὺ γὰρ ἡμῶν μέγας ὑπέρμαχος. Προκείμενον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ Στιχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην. Τῷ καιρῷ ἐκείνῳ εἰστήκεισαν παρὰ τῷ Σταυρῷ τοῦ Ἰησοῦ ἡ Μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς Μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν Μητέρα αὐτοῦ, καὶ τὸν Μαθητὴν παρεστῶτα ὅν ἠγάπα, λέγει τῇ Μητρί αὐτοῦ Γύναι, ἰδοὺ ὁ υἱός σου. Εἶτα λέγει τῷ Μαθητῇ. Ἰδοὺ ἡ Μήτηρ σου. Καὶ ἀπ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ Μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὖτος ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ γράψας ταῦτα καὶ οἴδαμεν, ὅτι ἀληθὴς ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλά, ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν. [6]

Δόξα. Ταῖς τοῦ Ἀποστόλου Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου Στιχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου Προσόμοιν. Ἦχος πλ. β. Ὅλην ἀποθεμένοι. Μύστης Θεοδίδακτος, ἠγαπημένος παρθένος, φίλος ἐπιστήθιος, τῷ Χριστῷ Ἀπόστολε ἀναδέδειξαι πρὸς αὐτὸν ἔχων οὖν, πολλὴν παῤῥησίαν, καθικέτευε δεόμεθα, ῥύεσθαι πάντοτε, νόσων καὶ κινδύνων καὶ θλίψεων, ψυχῆς ὁμοῦ καὶ σώματος, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ ἐν μετανοίᾳ, βιοῦν ἡμᾶς ἀξίωσον σοφέ, ὡς ἄν τῆς ἄνω λαμπρότητος, μέτοχοι γενώμεθα. Ὁ Ἱερεύς. Σῶσον ὁ Θεός τὸν λαόν σου ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Δόξης θείας ἐκφάντωρ, τῆς Ἁγίας Τριάδος ὤφθης Ἀπόστολε διὸ με ἀδοξίας, παθῶν τῶν ἀκαθάρτων, ἀπολύτρωσαι δέομαι, καὶ λάμπρυνόν μου τὸν νοῦν, φωτὶ τῆς ἀπαθείας. Οἱ προσπίπτοντες πίστει, τῷ σεπτῷ σου Σπηλαίῳ σοφὲ Ἀπόστολε, ἐν ᾧ τὸ τοῦ Σωτῆρος, ἐν Πνεύματι Ἁγίῳ, Εὐαγγέλιον ἔγγραψας, πληροῦνται ἁγιασμοῦ, ὑμνοῦντές σου τὴν χάριν. Ὑποφῆτα τῶν ἄνω, τοῦ Θεοῦ μυστηρίων θεῖε Ἀπόστολε, ἀπόστειλον ὑψόθεν, ἡμῖν ταῖς σαῖς [7]

πρεσβείαις, φῶς καὶ χάριν καὶ ἔλεος, καὶ τῶν γηΐνων ἡμᾶς, ἀνύψωσον φροντίδων. Γνώμην Θείαν μοι δίδου, καὶ καρδίαν εὐθεῖαν καὶ νοῦν Θεόφρονα, ὡς ἄν ἐν μετανοίᾳ, καὶ πάσῃ εὐσεβείᾳ, τὸν ὑπόλοιπον βίον μου, διατελέσω, Ἁγνή, καὶ τύχω θείας δόξης. ᾨδὴ η. Τὸν Βασιλέα. Ἔχει σε Πάτμος, μέγαν προστάτην καὶ κλέος διὰ τοῦτο σοι προσπίπτει καθ ἑκάστην, τὴν σὴν Θεολόγε, ἀντίληψιν αἰτοῦσα. Ῥείθροις ἀΰλοις, τῶν ἱερῶν πρεσβειῶν σου, ἀποκάθαρον ἡμῶν τὰς διανοίας, ὅπως Ἰωάννη, ὑμνῶμέν σου τὴν χάριν. Ἄνωθεν ἴδε, τοὺς εὐλαβῶς προσιόντας, τῷ Σπηλαίῳ σου ὦ τῶν ἀῤῥήτων μύστα, καὶ παράσχου τούτοις, τὴν σὴν εὐλογίαν. Σὲ τὴν τεκοῦσαν, τὸν βασιλέα τῆς δόξης, ἱκετεύομεν Παρθένε Θεοτόκε, ὅπως τῆς θερμῆς σου, τύχωμεν προστασίας. ᾨδὴ θ. Κυρίως Θεοτόκον. [8]

Ἰάσεις πᾶσι βρύων, μάκαρ Ἰωάννη, τὰ τῶν ψυχῶν ἡμῶν ἴασαι τραύματα, σωματικῶν ἀλγηδόνων ἡμᾶς λυτρούμενος. Μὴ παύσῃ ἐποπτεύων, ταύτην σου τὴν νῆσον, ἀνακειμένην πιστῶς τῇ σῇ χάριτι, τοὺς ἐν αὐτῇ κατοικοῦντας σκέπων μακάριε. Ὁ φίλος τοῦ Κυρίου, καὶ ἠγαπημένος, καὶ ἐπιστήθιος μάκαρ Ἀπόστολος, τοῦτον φιλεῖν ὁλοψύχως κἀμὲ ἀξιωσον. Ὑπέρτερον τὸν νοῦν μου, τῶν δεσμῶν τῆς ὕλης, καὶ τῆς τοῦ κόσμου ἀνάδειξον σχέσεως, καὶ τῇ ἀγάπῃ τῇ θείᾳ Παρθένε σύνδεσον. Τὸ Ἄξιον ἐστι καὶ τὰ μεγαλυνάρια. Χαίροις Ἀποστόλων ἡ καλλονή, καὶ Θεολογίας, Θεηγόρος μυσταγωγός χαίροις Ἰωάννη, Χριστῷ ἠγαπημένε, τῶν εὐσεβῶν προστάτης ὁ ἑτοιμότατος. Ὅλος ἀνακείμενος τῷ Χριστῷ, ὡς τῆς παρθενίας, καὶ ἀγάπης σκεῦος λαμπρόν, τούτου ἐν τῷ στήθει, ἀνέπεσας Θεόφρον, καὶ ἐξ αὐτοῦ ἠρύσω, σοφίας ἄβυσσον. Δίκτυα καὶ πλοῖα καταλιπών, θερμῶς Ἰωάννη, ἠκολούθησας τῷ Χριστῷ, καὶ φωτὸς τοῦ Θείου, δεξάμενος τὴν αἴγλην, ἀνθρώπους ζωγρῶν ὤφθης, λόγῳ τῆς χάριτος. [9]

Τῷ Σταυρῷ ἱστάμενος τοῦ Χριστοῦ, παρ αὐτοῦ ἐδέξω, τὴν τεκοῦσαν αὐτὸν ἁγνῶς, καὶ υἱὸς ἐδείχθης, θετὸς τῆς Θεοτόκου ὦ δόξης Ἰωάννη, ἧς κατηξίωσαι. Χαίρει Θεολόγε Πάτμος ἐν σοί, καὶ ὥσπερ λιμένα, ἀκλυδώνιστον ἀληθῶς, τὴν σεπτὴν Μονήν σου, πλουτοῦσα ἐκλυτροῦται, τρικυμιῶν τοῦ βίου, τῇ προστασίᾳ σου. Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, πολλὴν Θεολόγε, καθικέτευε ἐκτενῶς, ῥύεσθαι κινδύνων, καί πάσης δυσχερείας, τοὺς ἐπικαλουμένους τὴν σὴν ἀντίληψιν. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς. Τὸ Τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ ἥν τὸ ἑξῆς: Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Μέγας ἀντιλήπτωρ καὶ φρουρός, ὤφθης τῆς Χριστοῦ Ἐκκλησίας, ὥσπερ αὐτοῦ Μαθητής, Ἰωάννη ἔνδοξε, Θεολογίας πηγή διὰ τοῦτο προσπίπτομεν, τῇ σῇ προστασίᾳ, καὶ πιστῶς βοῶμέν σοι, ἀπὸ βαθέων ψυχῆς σκέπε καὶ διάσωζε πάντας, ταῖς σαῖς ἱκεσίαις παμμάκαρ, πάσης προσβολῆς καὶ περιστάσεως. Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. [10]

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Δίστιχον. Ὦ Ἰωάννη Χριστῷ Ἠγαπημένε Γεράσιμον πλήρωσον θείας ἀγάπης. [11]