23 ΑΥΓΟΥΣΤΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Σχετικά έγγραφα
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Τῌ ΙΕ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

15 ΑΥΓΟΥΣΤΟΥ 2015 Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

23 ΑΥΓΟΥΣΤΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

15 ΑΥΓΟΥΣΤΟΥ Μνήμη τῆς πανσέπτου Μεταστάσεως τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν καὶ ἀειπαρθένου Μαρί ας.

ΤΡΙΤΗ 23 ΑΥΓΟΥΣΤΟΥ 2016

Τῌ ΙΕ ΤΟΥ ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Ἦχος πλ. δ. Ἑωθινὸν θ.

Τῌ ΙΕ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Τῇ ΚΔ Σεπτεμβρίου ἀνάμνησης ποιούμεθα τῆς θαυμαστῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας.

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ)

Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. ὁ α χορός Κάθισμα Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

Οἱ Ἁσματικοὶ Κανόνες τῆς Κοιμήσεως τῆς Θεοτόκου. Ὁ Κανὼν Πρῶτος τῆς Ἑορτῆς. Ποίημα Ἁγίου Κοσμᾶ Ἐπισκόπου Μαϊουμᾶ

17 ΑΥΓΟΥΣΤΟΥ 2014 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

20 ΑΥΓΟΥΣΤΟΥ 2017 Κυριακὴ ΙΑ Ματθαίου Σαμουὴλ τοῦ Προφήτου, Λουκίου Μάρτυρος Βουλευτοῦ. Ἦχος β. Ἑωθινὸν ΙΑ.

Ὢ τοῦ παραδόξου θαύματος!... * * * * *

(Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ)

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

16 ΑΥΓΟΥΣΤΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ,

18 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Θ Ματθαίου Φλώρου καὶ Λαύρου. Ἦχος πλ. δ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΣΑΒΒΑΤΟΝ Ε ΝΗΣΤΕΙΩΝ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

04 ΜΑΡΤΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

19 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΒ Λουκᾶ Μακαρίου ὁσίου, Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ. Ἦχος πλ. α. Ἑωθινὸν Η.

* * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

14 ΑΥΓΟΥΣΤΟΥ Προεόρτια τῆς κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου, Μιχαίου τοῦ προφήτου (η π.χ. αἰ.). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

14 ΑΥΓΟΥΣΤΟΥ 2017 Προεόρτια τῆς Κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ μνήμη τοῦ ἁγίου Προφήτη Μιχαίου. (η π.χ. αἰ.

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

16 ΑΥΓΟΥΣΤΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

14 ΑΥΓΟΥΣΤΟΥ ὁ α χορὸς. Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ' Ταχὺ προκατάλαβε

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

25 ΜΑΡΤΙΟΥ 2016 Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.

16 ΑΥΓΟΥΣΤΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

08 ΣΕΠΤΕΜΒΡΙΟΥ τὸ Γενέσιον τῆς Θεοτόκου * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

22 ΟΚΤΩΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις. Ὅτι πρέπει σοι πᾶσα δόξα. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις. Ἦχος α.

25 ΜΑΡΣΙΟΤ Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Κατάλογος Ἐκδόσεων καὶ Ἐργοχείρων

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

ΤΗι ΙΓ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

14 ΝΟΕΜΒΡΙΟΥ Ἀποστόλου Φιλίππου ἐκ τῶν Δώδεκα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

23 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 22 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Δ Νηστειῶν Ὁσ.Ἰωάννου τῆς Κλίμακος. Βασιλείου πρεσβ.ἀγκυρανῶν.

26 ΙΟΥΝΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Δαυῒδ ὁσίου τοῦ ἐν Θεσσαλονίκῃ ( 540). Ἰωάννου ἐπισκόπου Γοτθίας.

Transcript:

23 ΑΥΓΟΥΣΤΟΥ 2018 Ἀπόδοσις τῆς ἑορτῆς τῆς Κοιμήσεως τῆς Θεοτόκου (Πανήγυρις Προσκυνημάτων Προυσιωτίσσης, Ξενιᾶς, Μαλεβῆς, Σπηλιᾶς, Λειψῶν, Ὀλυμπιωτίσσης) Λούπου μάρτυρος, Εἰρηναίου ἐπισκόπου Λουγδούνων * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. (τρίς) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἀναβόησον Δαυΐδ, τίς ἡ παροῦσα Ἑορτή; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα Θεόπαιδα καὶ Παρθένον. Μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς, καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὴν β Στιχολογίαν Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν Ν ψαλμόν, χύμα Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 1

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. ΟΙ ΚΑΝΟΝΕΣ Εἶθ οὕτως οἱ δύο Κανόνες τῆς Ἑορτῆς. ᾠδὴ α Κανὼν πρῶτος οὗ ἡ Ἀκροστιχίς Πανηγυριζέτωσαν οἱ θεόφρονες. Ποίημα τοῦ Κυρίου Κοσμᾶ. Ἦχος α. Ὁ Εἱρμὸς Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται. Πεποικιλμένη τῇ θείᾳ δόξῃ... Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συῤῥεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην μεθ ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως νόμοις, διὸ θνήσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα. 2

Κανὼν δεύτερος ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ Ἦχος δ. Ὁ Εἱρμὸς Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Κοίμησιν. Ἀνοίξω τὸ στόμα μου... Δόξα. Παρθένοι νεάνιδες, σὺν Μαριὰμ τῇ Προφήτιδι, ᾠδὴν τὴν ἐξόδιον νῦν ἀλαλάξατε ἡ Παρθένος γάρ, καὶ μόνη Θεοτόκος, πρὸς λῆξιν οὐράνιον διαβιβάζεται. Καὶ νῦν. Ἀξίως ὡς ἔμψυχον, σὲ οὐρανὸν ὑπεδέξαντο, οὐράνια Πάναγνε, θεῖα σκηνώματα, καὶ παρέστηκας, φαιδρῶς ὡραϊσμένη, ὡς νύμφη πανάμωμος, τῷ Βασιλεῖ καὶ Θεῷ. ᾠδὴ γ Κανὼν πρῶτος Ἦχος α. Ὁ Εἱρμὸς Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ, μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος. Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων... Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Γυναῖκά σε θνητήν, ἀλλ ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυΐαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὑπέφθασε χερσί, ταῖς ὑβριστικαῖς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ φυλάξαντος, τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ, δόξῃ τῆς Θεότητος, ἐν ᾗ ὁ Λόγος σάρξ ἐχρημάτισε. Κανὼν δεύτερος Ἦχος δ. Ὁ Εἱρμὸς Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, κἀν τῇ σεπτῇ Κοιμήσει σου, στεφάνων δόξης ἀξίωσον. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε... Δόξα. Θνητῆς ἐξ ὀσφύος προαχθεῖσα, τῇ φύσει κατάλληλον Ἁγνή, τὴν ἔξοδον διήνυσας τεκοῦσα δὲ τὴν ὄντως ζωήν, πρὸς τὴν ζωὴν μεθέστηκας, τὴν θείαν καὶ ἐνυπόστατον. Καὶ νῦν. Δῆμος θεολόγων ἐκ περάτων, ἐξ ὕψους Ἀγγέλων δὲ πληθύς, πρὸς τὴν Σιὼν ἠπείγοντο, παντοδυνάμῳ νεύματι, ἀξιοχρέως Δέσποινα, τῇ σῇ ταφῇ λειτουργήσοντες. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ τὸ μετὰ τὸν Πολυέλεον παραλειφθὲν Κάθισμα τῆς Ἑορτῆς Ἦχος γ. Τὴν ὡραιότητα. Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι Χαῖρε ἡ Κεχαριτωμένη. 3

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον. Ἦχος πλ. β. Αὐτόμελον. Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον. ὁ Οἶκος Τείχισόν μου τὰς φρένας Σωτήρ μου τὸ γὰρ τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ, τὴν ἄχραντον Μητέρα σου ἐν πύργῳ ῥημάτων ἐνίσχυσόν με, καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσόν με σὺ γὰρ βο ᾷς, τῶν αἰτούντων πιστῶς τὰς αἰτήσεις πληροῦν. Σὺ οὖν μοι δώρησαι γλῶτταν, προφοράν, λογισμὸν ἀκαταίσχυντον πᾶσα γὰρ δόσις ἐλλάμψεως, παρὰ σοῦ καταπέμπεται φωταγωγέ, ὁ μήτραν οἰκήσας ἀειπάρθενον. Συναξάριον. Τῇ ΚΓ τοῦ αὐτοῦ μηνός, ἡ ἀπόδοσις τελεῖται τῆς σεβασμίας Ἑορτῆς τῆς Κοιμήσεως τῆς Θεοτόκου, ἤτοι τὰ ἐπιλεγόμενα «ἐννεάμερα». Γεθσημανὴ οὐ παύεται λιτάζειν Τὴν μεταστᾶσαν Μεσίτριαν τοῦ κόσμου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐνδόξου Μάρτυρος Λούππου τοῦ ἐν Θεσσαλονίκῃ, μετὰ τὴν ἄ θλησιν τοῦ ἁγίου Δημητρίου, ξίφει τελειωθέντος. Ὑπῆρχε Λοῦππος δοῦλος, ἐκ δὲ τοῦ ξίφους Ἐλεύθερος προσῆλθε τῷ Χριστῷ φίλος. Εἰκάδι ἐν τριτάτῃ πέφνε Λοῦππον φασγάνου ἀκμή. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐνδόξου Ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Σιρμίου ἐν ἔτει διακόσια ὀγδοήκοντα καὶ ὀκτὼ (288) μετὰ Χριστὸν καὶ ὑπὲρ Χριστοῦ μαρτυρήσαντος, μετὰ δὲ τὴν ἀποτομὴν τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς, εἰς τὸν ποταμὸν Σᾶον ἤ Σαῦον ῥιφθέντος, μετὰ τῶν συμμαρτύρων αὐτοῦ Ὤρ καὶ Ὠρόψιδος. Τμηθεὶς μετέσχε νεκρικῶν ὁ Σιρμίου, Λουτρῶν σχεδίων αἱμάτων ποταμίων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Λουγδούνου, ἐκ Σμύρνης καταγομένου καὶ μαθητοῦ τοῦ Ἱεροῦ Πολυκάρπου γενομένου, καὶ ἐν ἔτει διακοσιοστῷ καὶ δευτέρῳ (202) μαρτυρήσαντος, ἔτι δὲ καὶ Μνήμη τοῦ πρὸ αὐτοῦ ἐν Λουγδούνῳ ἐπισκοπεύσαντος ἱερομάρτυρος Ποθεινοῦ. Σπεύδει λιπεῖν γῆν ἐκ ξίφους Εἰρηναῖος. Ἐρωτιᾷ γὰρ τῷ πρὸς οὐρανοὺς πόθῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀντωνίου ἐπισκόπου Σάρδεων. Ἀντωνήσατο Ἀντώνιος σωφρόνως, Τὸν παράδεισον, Σάρδεις σοφῶς ποιμάνας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Καλλινίκου Α Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ καὶ Μάρτυρος, ἐν ἔτει ἑπτακοσιοστῷ καὶ πέμπτῳ (705) τελειωθέντος. Καλλίνικος μένουσαν ἡδονὴν μένων, 4

Πρὸς τὴν τελευτὴν οὐκ ἀηδῶς ἦν ἔχων. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τριάκοντα καὶ ὀκτὼ Ἔνδοξοι Μάρτυρες, οἱ ἐν Θρᾴκῃ, ξίφει τελειοῦνται, μετὰ τῶν κεντυριώνων Σεβήρου και Μέμνονος. Ἤνεγκε τριπλῆ Μαρτύρων δεκὰς ξίφος, Ἔχουσα καὶ σύναθλον ἁπλῆν ὀκτάδα. Ξίφει παθὼν Σεβῆρος, εὗρεν ἀξίως Ἔπαθλα λαμπρὰ τοῦ διὰ ξίφους πάθους. Ἔχει τὸ πῦρ σε πρὸς βραχύ, Μέμνων, χρόνον Μένει δέ σε στέφανος εἰς ἀεὶ μένων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Νικόλαος ὁ Σικελιώτης, ὁ ἐν Εὐβοίᾳ διαλάμψας ἐν τῷ ὄρει τοῦ Νεοτάκου, ἐν Μετοχίῳ Δίρφυος, ἐν εἰρήνῃ τελειοῦται. Νικήσας, Νικόλαε, σαρκὸς τὰ πάθη, Νίκης στέφανον παρὰ Χριστοῦ ἐδέξω. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος πατὴρ ἡμῶν Χαράλαμπος τῆς Καλυβιανῆς Κρήτης, ἐκ Δαφνῶν Τεμένους Ἡρακλείου καταγόμενος, ἐν εἰρήνῃ τελειοῦται κατὰ τὸ ἔτος χίλια ἑπτακόσια ὀγδοήκοντα ὀκτώ (1788). Χαίρεις νῦν χαρὰν μυστικὴν ἐν ὑψίστοις, Θρόνῶ παρεστὼς Χαράλαμπες Κυρίου. Τῇ αὐτῇ ἡμέρᾳ, καὶ μνήμη τῆς θαυμαστῆς διασώσεως τῶν ἐν Σκιάθῳ πιστῶν, ὅτε τὸ ἔτος 1944 οἱ κατακτηταὶ Γερμανοὶ ἐπεχείρησαν νὰ πυρπολήσωσι τὴν Νῆσον, ἀλλ ἡ Παναγία, καὶ δὴ ἐν τῇ ἑ ορτῇ αὐτῆς, κατέσβεσε θαυμαστῶς τὸ πῦρ. Δρόσον ἄνωθεν ἡ θεία νεφέλη, Πέμψασα ἔσωσε πιστῶν ἀγέλην. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σαρμιάν, Καθολικοῦ τῆς Γεωργίας. (Η αἰ.) Ἦν ὁ Σαρμιὰν ἐνάρετος καθ ὅλα, Καὶ εἰκὼν Χριστοῦ, ποιμάνας Γεωργίαν. Τῆς Ὑπεράγνου καὶ Πανθαυμάστου Κόρης ταῖς θείαις μεσιτείαις, ὡς καὶ τῶν Ἁγίων σου ἱεραῖς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῆς Κοιμήσεως τῆς Θεοτόκου ᾨδὴ α. Ἦχος α. Πεποικιλμένη τῇ θείᾳ δόξῃ ἡ ἱερὰ καὶ εὐκλεής, Παρθένε, μνήμη σου πάντας συνηγάγετο πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριὰμ μετὰ χορῶν καὶ τυμπάνων, τῷ σῷ ᾄδοντας μονογενεῖ Ἐνδόξως ὅτι δεδόξασται. ᾨδὴ γ. Ἡ δημιουργικὴ καὶ συνεκτικὴ τῶν ἁπάντων Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ, ἀκράδαντον τὴν Ἐκκλησίαν στήριξον, Χριστέ μόνος γὰρ εἶ ἅγιος,...ὁ ἐν ἁγίοις ἀναπαυόμενος. ᾨδὴ δ. Ῥήσεις προφητῶν καὶ αἰνίγματα τὴν σάρκωσιν ὑπέφηναν τὴν ἐκ Παρθένου σου, Χριστέ, φέγγος ἀστραπῆς σου εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι καὶ φωνεῖ σοι ἄβυσσος ἐν ἀγαλλιάσει Τῇ δυνάμει σου δόξα, φιλάνθρωπε. 5

ᾨδὴ ε. Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος τῶν ἀρετῶν σου, Χριστέ, διηγήσομαι ἐξ ἀιδίου γὰρ δόξης συναΐδιον καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ σωματωθεὶς ἀνέτειλας ἥλιος. ᾨδὴ Ϛ. Ἅλιον, ποντογενές, κητῷον ἐντόσθιον πῦρ τῆς τριημέρου ταφῆς σου τὶ προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται σεσωσμένος γάρ, ὡς καὶ προὐπέπωτο, ἀσινὴς ἐβόα Θύσω σοι μετὰ φωνῆς αἰνέσεως, Κύριε. ᾨδὴ ζ. Ἰταμῷ θυμῷ τε καὶ πυρὶ θεῖος ἔρως ἀντιταττόμενος τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός Ὁ δεδοξασμένος τῶν πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Φλόγα δροσίζουσαν ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν ἄγγελος Θεοῦ ὁ πανσθενὴς ἔδειξε παισί ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι Τὸν δημιουργὸν μόνον ὑμνοῦμεν οἱ λελυτρωμένοι καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ᾠδὴ θ τῆς Ἑορτῆς Κανὼν πρῶτος. Ἦχος α. Ὁ Εἱρμὸς Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου. Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον. Νενίκηνται τῆς φύσεως οἱ ὅροι,... Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον. Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον, τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφώνει Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι. Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον. Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου, μετὰ δέους ὁρῶντες, καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου. Κανὼν δεύτερος Ἦχος δ. Ὁ Εἱρμὸς Μεγαλυνάριον στιχολογούμενον καὶ αὐτὸ ὡς τὸ ἀνωτέρω. Στίχ. Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδοχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν Ἱερὰν Μετάστασιν τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε. Στίχ. Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, 6

ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω. Δεῦτε ἐν Σιών, τῷ θείῳ καὶ πίονι, ὄρει τοῦ ζῶντος Θεοῦ, ἀγαλλιασώμεθα, τὴν Θεοτόκον ἐνοπτριζόμενοι, πρὸς γὰρ τὴν λίαν κρείττονα, καὶ θειοτέραν σκηνήν, ὡς Μητέρα, ταύτην εἰς τὰ Ἅγια, τῶν Ἁγίων Χριστὸς μετατίθησι. Δόξα. Στίχ. Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω. Δεῦτε οἱ πιστοί, τῷ τάφῳ προσέλθωμεν, τῆς Θεομήτορος, καὶ περιπτυξώμεθα, καρδίας χείλη ὄμματα, μέτωπα, εἰλικρινῶς προσάπτοντες, καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς ἀενάου βλυστάνοντα. Καὶ νῦν. Στίχ. Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω. Δέχου παρ ἡμῶν, ᾠδὴν τὴν ἐξόδιον, Μῆτερ τοῦ ζῶντος Θεοῦ, καὶ τῇ φωτοφόρῳ σου, καὶ θείᾳ ἐ πισκίασον χάριτι, τῷ Βασιλεῖ τὰ τρόπαια, τῷ φιλοχρίστῳ λαῷ, τὴν εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι, καὶ ψυχῶν σωτηρίαν βραβεύουσα. Καταβασία Ἦχος α. Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον. Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ τῆς Ἑορτῆς. Ἦχος γ. Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα. (τρίς) ΑΙΝΟΙ Ἦχος δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ τῆς Ἑορτῆς Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσι. Στίχ. α. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδήν σοι ἐξόδιον προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως. Στίχ. β. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῇ ἐνδόξῳ Κοιμήσει σου,... 7

Στίχ. γ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν Σου, Σύ, καὶ ἡ Κιβωτὸς τοῦ ἁγιάσματός Σου. Ἐκ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ, νεύματι τοῦ κηδεῦσαί σε, καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι Χαῖρε ὄχημα, τῆς Θεότητος ὅλης, χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα. Στίχ. δ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον, δορυφορούντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης τῆς κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Θεόνυμφε. Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς. Ἦχος πλ. β. Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων Χαῖρε Κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε......σωθῆναι τὰς ψυχὰς ἡμῶν. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. 8

Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ τὰ Ἀντίφωνα τῆς Ἑορτῆς Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμῶν ἐκλογή) Στίχ. α. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ.. (ξε 1 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς. Στίχ. β. Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. (Ϟθ 4) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν, ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. (μζ 9) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. (οε 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμῶν ἐκλογή) Στίχ. α. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. (πστ 2) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα. Στίχ. β. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. (πστ 3) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ... Στίχ. γ. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. (μζ 9) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ... Στίχ. δ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. (με 5) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος α. (Ψαλμῶν ἐκλογή) τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Στίχ. α. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου. (ρζ 2) Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. 9

Στίχ. β. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; (ριε 3) Ἐν τῇ Γεννήσει τὴν παρθενίαν... Στίχ. γ. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. (ριε 4) Ἐν τῇ Γεννήσει τὴν παρθενίαν... ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Κοντάκιον τῆς Ἑορτῆς (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἦχος πλ. β. Αὐτόμελον. Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν, ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ τῆς Ἑορτῆς Προκείμενον. Ἦχος γ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. (Φιλιπ. β 5 11) Ἀδελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ιησοῦ ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ ἀλλ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑ πήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ιησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Ἀλληλούϊα. (γ ) Ἦχος πλ. δ. Στίχ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν Σου, Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Στίχ. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. ΕΥΑΓΓΕΛΙΟΝ τῆς Ἑορτῆς Ἐκ τοῦ κατὰ Λουκᾶν (Λουκ. ι 38 42, ια 27 28) 10

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. Γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθήσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τῶν λόγων αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπε Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά ἑνὸς δὲ ἐστι χρεία Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἦχος α. Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον. Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου. Κοινωνικόν. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις ««Χρρι ιισσττόόςς,,, ὁὁ ἀἀλληηθθι ιιννὸὸςς Θεεὸὸςς ἡἡμμῶνν,,,.........»» Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 11

Ἕτερα Ἀπολυτίκια καὶ Ἀπολυτίκια συνεορταζομένων Ἁγίων Ἀπολυτίκιον Παναγίας Προυσιωτίσσης. Ἦχος α. Τῆς Συνόδου τῆς πρώτης. Τῆς Ἑλλάδος ἁπάσης σύ προΐστασαι πρόμαχος, καὶ τερατουργὸς ἐξαισίων τῇ ἐκ Προύσσης Εἰκόνι σου, Πανάχραντε Παρθένε Μαριάμ, καὶ γὰρ φωτίζεις ἐν τάχει τοὺς τυφλούς, δεινούς τε ἀ πελαύνεις δαίμονας, καὶ παραλύτους δὲ συσφίγγεις Ἀγαθή κρημνῶν τε σῴζεις καὶ πάσης βλάβης τοὺς σοὶ προστρέχοντας δόξα τῷ σῷ ἀσπόρῳ τοκετῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ τοιαῦτα τέρατα. Ἀπολυτίκιον τῆς Παναγίας Ξενιᾶς. Ἦχος δ. Ταχὺ προκατάλαβε. Εἰκών σου ἡ πάνσεπτος, ἣν Παναγίαν Ξενιάν, καλοῦμεν Πανύμνητε, τῶν εὐσεβῶν τὰς ψυχὰς ξενίζει τοῖς θαύμασιν. Χάριν γὰρ ἀναβρύζει καὶ ἰάματα πλεῖστα, πᾶσι τοῖς προσιοῦσι καὶ πιστῶς ἐκβοῶσι. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ἀπολυτίκιον τῆς Παναγίας Μαλεβῆς. Ἦχος δ. Ταχὺ προκατάλαβε. Εἰκόνα τὴν ἄχραντον τῆς Θεοτόκου πιστοί, ἥτις τεθησαύρισται ἐν τῇ Μονῇ Μαλεβῆς, πιστῶς προσκυνήσωμεν, βρύει γὰρ καθ ἑκάστην μῦρον εὐωδιᾶζον πᾶσι τοῖς ἐν καρδίᾳ καθαρᾷ αἰτουμένοις αὐτῇ ταῖς ἱκεσίαις καὶ παρακλήσεσι. Ἀπολυτίκιον τῆς Παναγίας τῶν Λειψῶν. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τὴν σεπτήν σου Εἰκόνα προσκυνοῦμεν Πανύμνητε, ἣ τοῦ Χάρου τῆ κλήσει προσφυῶς ἐπικέκληται ἐν ταύτῃ γὰρ τὰ κρίνα χλοερά, ὁρῶντες μετὰ χρόνου παρολκήν, ἀνυμνοῦμέν σου τὴν χάριν πανευλαβῶς, Παρθένε ἀνακράζοντες δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τοῖς θαυμασίοις σου, δόξα τῇ πρὸς ἡμᾶς σου προμηθείᾳ Ἄχραντε. Ἀπολυτίκιον τῆς Παναγίας Σπηλιᾶς. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὴν ἁγίαν Εἰκόνα τῆς Θεομήτορος, ὑπὸ Λουκᾶ ποιηθεῖσαν ἐν τοῖς ἀρχαίοις καιροῖς, Σπηλαιώτισαν τὴν θείαν προσκυνήσωμεν, ὅτι Ἀγράφων ἡ χαρά, Ἀργιθέας τε φρουρός, ἐδείχθη ἡμῖν καὶ δόξα, καὶ εἰσακούει ταχέως, δεήσεις πάντων τῶν τιμώντων αὐτήν. Ἀπολυτίκιον Παναγίας Ὀλυμπιωτίσσης. (Ἀθανασίου Σιμωνοπετρίτου) Ἦχος β. Τὰ ἄνω ζητῶν. Οἱ ἐν τῷ Ναῷ σου τῷ σεπτῷ παρεδρεύοντες, καὶ ἐν αὐτῷ σοῦ τὴν εἰκόνα μεγαλύνοντες, Θεοκυῆτορ, πίστει τὴν ὑπέρλαμπρον, πάντες δυσωποῦμέν σε, μητρικαῖς σου πρεσβείαις, πάσης ἐξελοῦ ἡμᾶς, τοῦ ἐχθροῦ τυρανίδος, καὶ τῆς μελλούσης ῥῦσαι ἀπειλῆς, καὶ ἐνεστώσης Μαρία Θεόνυμφε. Ἀπολυτίκιον τοῦ Μάρτυρος Λούππου. Ἦχος γ. Τὴν ὡραιότητα. Τὴν ἀπροσμάχητον, τοῦ Λόγου δύναμιν, Λοῦππε μακάριε, περιζωσάμενος, κατεπολέμησας στεῤῥῶς, τὸν ἄρχοντα τῆς κακίας σὺ γὰρ ὑπερέλαμψας, ἐν ἀγῶσιν ἀθλήσεως ὅθεν καὶ ἀπέλαβες, τὸ βραβεῖον τῶν ᾄθλων σου, πρεσβεύων ἐκτενῶς, ἀθλοφόρε, διδόναι ἡμῖν πταισμάτων λύσιν. Ἕτερον. 12

(Ἰωὴλ Ἀρχιερέως) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τὸν λαμπρὸν ἀριστέα, καὶ τῆς πίστεως πρόμαχον, Θεσσαλονικέων τὸν γόνον, Ἐκκλησίας τὸ κόσμημα, ἁγίου Δημητρίου μαθητήν, τιμήσωμεν τὸν Λοῦπον οἱ πιστοί, ἱκετεύει γὰρ ὡς Μάρτυς ὑ πὲρ ἡμῶν, τῶν ἐκβοώντων πάντοτε Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος Εἰρηναίου Ἐπισκ. Λουγδούνου. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ὡς σοφὸς ἱεράρχης φερωνύμως ἐκήρυξας, τοῦ Εὐαγγελίου ἐν κόσμῳ, τῆς εἰρήνης τὰς χάριτας, παμμάκαρ Εἰρηναῖε ἱερέ, καὶ ἤθλησας στερρῶς ὑπὲρ Χριστοῦ διὰ τοῦτό σε τιμῶμεν μελῳδικῶς, Ἱερομάρτυς κράζοντες Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν χάριν καὶ ἐλεος. Ἀπολυτίκιον Κυρίλλου Πατριάρχου. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἀρετῶν διαπρέπων ταῖς ἀναβάσεσι, ἱεραρχίας τὴν χλαῖναν ἀξίως ἔλαβες, καὶ ἱέρευσας Θεῷ Πάτερ ὡς ἄγγελος, ὅθεν τῆς δόξης κοινωνός, τῶν ἀγγέλων γεγονώς, Καλλίνικε Ἱεράρχα, Χριστὸν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Ἀπολυτίκιον Ὁσίου Νικολάου Σικελιώτου. (Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Μετοχίου Διρφύων τὸν ἀντιλήπτορα, ἐκ Σικελίας ἐλθόντα καὶ πολιτείᾳ σεμνῇ, ᾧδε ἀναλάμψαντα φαιδρῶς ἀνευφημήσωμεν, κράζοντες πίστει ἀσκητά, θαυμασίων αὐτουργέ, Νικόλαε, μὴ ἐλλείπῃς, Χριστῷ πρεσβεύων ἐμπλῆσαι τῶν δωρεῶν ἡμᾶς τοῦ Πνεύματος. Ἕτερον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Σικελίας τὸν γόνον, Νεοτάκου ὡράϊσμα καὶ τοῦ Μετοχίου Διρφύων τὸ περίβλεπτον καύχημα, Νικόλαον τὸ κλέος ἀσκητῶν καὶ ἄγαλμα ἐνθέων ἀρετῶν, ἐπαινέσωμεν ἐκθύμως ὡς ἰαμάτων βρύσιν ἀνακράζοντες Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ ἐν πειρασμοῖς προστάτην δείξαντι. Ἕτερον. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ὡς ἄγγελος ἐν ὄρει Νεοτάκου ἐβίωσας, δι ἀσκητικῆς πολιτείας θεοφόρε Νικόλαε, καὶ ἅπασαν τὴν Εὔβοιαν φωτί, αὐγάζεις τῶν ὁσίων ἀρετῶν διὰ τοῦτό σου τὴν μνήμην τὴν ἱεράν, τιμῶμεν ἀνακράζοντες δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. Ἀπολυτίκιον Ὁσίου Χαραλάμπους Καλυβιανῆς. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος δ. Ταχὺ προκατάλαβε. Θεράπων θερμότατος, τῆς Θεοτόκου ὀφθείς, πιστῶς καθυπούργησας, τῇ εὐδοκίᾳ αὐτῆς, Χαράλαμπες Ὅσιε. Ὅθεν τῶν σῶν λειψάνων, νῦν πλουτοῦντες τὴν θήκην, χάριν καὶ εὐλογίαν, ἐξ αὐτῆς ἀπαντλοῦμεν, δοξάζοντες τὸν Κύριον, τὸν σὲ θαυμαστώσαντα. Ἕτερον. (Τιμοθέου Ἀρχιερέως) 13

Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Χαραλάμπην τὸν ὅσιον εὐφημήσωμεν, μετ εὐφροσύνης δὲ πάντες καὶ μετὰ πόθου πιστοὶ τίμια λείψανα αὐτοῦ κατασπασώμεθα. Ὅτι ἐβίωσε λαμπρῶς τὴν τελείαν ἀρετὴν θαυμάτων λαβὼν τὴν χάριν. Καὶ νῦν πρεσβεύει ἀπαύστως πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. αἱ λοιπαὶ Ὠδαὶ τοῦ Κανόνος ᾨδὴ δ. Ὁ εἱρμός. Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεθαι καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει Τῇ δυνάμει σου δόξα φιλάνθρωπε. Ἴδετε λαοὶ καὶ θαυμάσατε τὸ ὄρος γὰρ τὸ ἅγιον, καὶ ἐμφανέστατον Θεοῦ, τῶν ἐπουρανίων βουνῶν, ἐφ ὕπερθεν αἴρεται, οὐρανὸς ἐπίγειος, ἐν ἐπουρανίῳ, καὶ ἀφθάρτῳ χθονὶ οἰκιζόμενος. Ζωῆς ἀϊδίου καὶ κρείττονος, ὁ θάνατός σου γέγονε, διαβατήριον Ἁγνή, ἐκ τῆς ἐπικήρου, πρὸς θείαν ὄντως καὶ ἄῤῥευστον, μεθιστῶν σε ἄχραντε, ἐν ἀγαλλιάσει, τὸν Υἱὸν καθορᾶν σου καὶ Κύριον. Ἐπήρθησαν πύλαι οὐράνιαι, καὶ Ἄγγελοι ἀνύμνησαν, καὶ ὑπεδέξατο Χριστός, τὸ τῆς παρθενίας αὑτοῦ, μητρῷον κειμήλιον. Χερουβὶμ ὑπεῖξέ σοι, ἐν ἀγαλλιάσει Σεραφὶμ δὲ δοξάζει σε χαίροντα. Κανὼν δεύτερος. Ὁ εἱρμός. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε Δόξα τῇ δυνάμει σου Κύριε. Θάμβος ἦν θεάσασθαι τὸν οὐρανόν, τοῦ παμβασιλέως τὸν ἔμψυχον, τοὺς κενεῶνας, ὑπερχόμενον τῆς γῆς. Ὡς θαυμαστὰ τὰ ἔργα σου! Δόξα τῇ δυνάμει σου Κύριε. Δόξα. Ἐν τῇ Μεταστάσει σου Μῆτερ Θεοῦ, τὸ εὐρυχωρότατον σῶμά σου, καὶ θεοδόχον, τῶν Ἀγγέλων στρατιαί, ἱερωτάταις πτέρυξι, φόβῳ καὶ χαρᾷ συνεκάλυπτον. Καὶ νῦν. Εἰ ὁ ἀκατάληπτος ταύτης καρπός, δι ὃν οὐρανὸς ἐχρημάτισε, ταφὴν ὑπέστη, ἑκουσίως ὡς θνητός, πῶς τὴν ταφὴν ἀρνήσεται, ἡ ἀπειρογάμως κυήσασα; ᾨδὴ ε. Ὁ εἱρμός. Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι ἐξ ἀιδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος. (δίς) 14

Ὡς ἐπὶ νεφέλης Παρθένε, τῶν Ἀποστόλων ὁ δῆμος ὀχούμενος, πρὸς τὴν Σιὼν ἐκ περάτων λειτουργῆσαί σοι, τῇ νεφέλῃ τῇ κούφῃ ἠθροίζετο, ἀφ ἧς ὁ Ὕψιστος Θεός, τοῖς ἐν σκότει καὶ σκιᾷ, δικαιοσύνης ἔλαμψεν ἥλιος. Σαλπίγγων θεόληπτοι γλῶσσαι, τῶν Θεολόγων ἀνδρῶν εὐηχέστερον, τῇ Θεοτόκῳ ἐβόων τὸν ἐ ξόδιον, ἐνηχούμεναι ὕμνον τῷ Πνεύματι Χαίροις ἀκήρατε πηγή, τῆς τοῦ Θεοῦ ζωαρχικῆς, καὶ σωτηρίου πάντων σαρκώσεως. Κανὼν δεύτερος. Ὁ εἱρμός. Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γὰρ ἀπειρόγαμε Παρθένε, γῆθεν μετέστης πρὸς αἰωνίους μονάς, καὶ πρὸς ἀτελεύτητον ζωήν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα. (δίς) Δόξα. Κροτείτωσαν σάλπιγγες, τῶν Θεολόγων σήμερον γλῶσσα δὲ πολύφθογγος ἀνθρώπων, νῦν εὐφημείτω περιηχείτω ἀήρ, ἀπείρῳ λαμπόμενος φωτί Ἄγγελοι ὑμνείτωσαν, τῆς Παρθένου τὴν Κοίμησιν. Καὶ νῦν. Τὸ σκεῦος διέπρεπε, τῆς ἐκλογῆς τοῖς ὕμνοις σου, ὅλος ἐξιστάμενος Παρθένε, ἔκδημος, ὅλος ἱερωμένος Θεῷ, τοῖς πᾶσι θεόληπτος καὶ ὤν, ὄντως καὶ δεικνύμενος, Θεοτόκε πανύμνητε. ᾨδὴ Ϛ. Ὁ εἱρμός. Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σου, τὸ προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται σεσωσμένος γὰρ ὡς καὶ προὐπέπωτο, ἀσινὴς ἐβόα Θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε. (δίς) Νέμει σοι τὰ ὑπὲρ φύσιν, Ἄναξ ὁ πάντων Θεός ἐν γὰρ τῷ τίκτειν Παρθένον ὥσπερ ἐφύλαξεν, οὕτως ἐν τάφῳ τὸ σῶμα διετήρησεν, ἀδιάφθορον, καὶ συνεδόξασε, θείᾳ μεταστάσει, γέρα σοι ὥ σπερ Υἱός, Μητρὶ χαριζόμενος. Ὄντως σε ὡς φαεινὴν λυχνίαν, ἀΰλου πυρός, θυμιατήριον θείου χρύσεον ἄνθρακος, ἐν τοῖς Ἁγίων Ἁγίοις κατεσκήνωσε, στάμνον ῥάβδον τε πλάκα θεόγραφον, κιβωτὸν ἁγίαν, τράπεζαν Λόγου ζωῆς, Παρθένε ὁ τόκος σου. Κανὼν δεύτερος. Ὁ εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. (δίς) Δόξα. Ἐκ σοῦ ζωὴ ἀνατέταλκε, τὰς κλεῖς τῆς παρθενίας μὴ λύσασα πῶς οὖν τὸ ἄχραντον, ζωαρχικόν τέ σου σκήνωμα, τῆς τοῦ θανάτου πείρας, γέγονε μέτοχον; Καὶ νῦν. Ζωῆς ὑπάρξασα τέμενος, ζωῆς τῆς ἀιδίου τετύχηκας διὰ θανάτου γάρ, πρὸς τὴν ζωὴν μεταβέ 15

βηκας, ἡ τὴν Ζωὴν τεκοῦσα τὴν ἐνυπόστατον. ᾨδὴ ζ. Ὁ εἱρμός. Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν Ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός Ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Θεοτεύκτους πλάκας Μωυσῆς, γεγραμμένας τῷ θείῳ Πνεύματι, ἐν θυμῷ συνέτριψεν ἀλλ ὁ τούτου Δεσπότης, τὴν τεκοῦσαν ἀσινῆ, τοῖς οὐρανίοις φυλάξας δόμοις, νῦν εἰσῳκίσατο. Σὺν αὐτῇ σκιρτῶντες βοῶμεν Χριστῷ Ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἐν κυμβάλοις χείλεσιν ἁγνοῖς, μουσικῇ τε καρδίας φόρμιγγι, ἐν εὐήχῳ σάλπιγγι, ὑψηλῆς διανοίας, τῆς Παρθένου καὶ ἁγνῆς, ἐν τῇ εὐσήμῳ κλητῇ ἡμέρᾳ τῆς Μεταστάσεως, πρακτικαῖς κροτοῦντες βοῶμεν χερσίν Ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ὁ θεόφρων ἤθροισται λαός τῆς γὰρ δόξης Θεοῦ τὸ σκήνωμα, ἐκ Σιὼν μεθίσταται, πρὸς οὐράνιον δόμον, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων, φωνὴ ἀφράστου ἀγαλλιάσεως, καὶ ἐν εὐφροσύνῃ βοώντων Χριστῷ Ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Κανὼν δεύτερος. Ὁ εἱρμός. Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Νεανίσκοι, καὶ παρθένοι τῆς Παρθένου τε, καὶ Θεομήτορος, τὴν μνήμην σέβοντες, πρεσβῦται καὶ ἄρχοντες, καὶ βασιλεῖς σὺν κριταῖς, μελῳδήσατε Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Δόξα. Σαλπισάτωσαν, τῇ σάλπιγγι τοῦ Πνεύματος, ὄρη οὐράνια ἀγαλλιάσθωσαν νῦν, βουνοί, καὶ σκιρτάτωσαν θεῖοι Ἀπόστολοι ἡ Βασίλισσα, πρὸς τὸν Υἱὸν μεθίσταται, σὺν αὐτῷ ἀεὶ κρατοῦσα. Καὶ νῦν. Ἡ πανίερος Μετάστασις τῆς θείας σου, καὶ ἀκηράτου Μητρός, τὰ ὑπερκόσμια, τῶν ἄνω Δυνάμεων, ἤθροισε τάγματα, συνευφραίνεσθαι, τοῖς ἐπὶ γῆς σοι μέλπουσιν Ὁ Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η. Ὁ εἱρμός. Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι Τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. (δίς) 16

Ῥήμασιν εἴχοντο τῆς θείας, κιβωτοῦ τοῦ ἁγιάσματος, πᾶσα ἡ πληθὺς τῶν Θεολόγων ἐν τῇ Σιών Ποῦ νῦν ἀπαίρεις σκηνὴ κραυγάζοντες, Θεοῦ τοῦ ζῶντος; Μὴ διαλίπῃς ἐποπτεύουσα, τοὺς πίστει μέλποντας Τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Ὅπως ὑψώσασα τὰς χεῖρας, ἐκδημοῦσα ἡ πανάμωμος, χεῖρας τὰς Θεὸν ἠγκαλισμένας, σωματικῶς ἐν παῤῥησίᾳ, ὡς Μήτηρ ἔφησε πρὸς τὸν τεχθέντα Οὕς μοι ἐκτήσω, εἰς αἰῶνας φύλαττε βο ῶντάς σοι Τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Κανὼν δεύτερος. Ὁ εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐ νεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑ περυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τὴν μνήμην σου ἄχραντε Παρθένε, Ἀρχαί τε καὶ Ἐξουσίαι σὺν Δυνάμεσιν, Ἄγγελοι Ἀρχάγγελοι, Θρόνοι Κυριότητες, τὰ Χερουβὶμ δοξάζουσι, καὶ τὰ φρικτὰ Σεραφίμ ἀνθρώπων δὲ τὸ γένος ὑ μνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ὁ ξένως οἰκήσας Θεοτόκε, ἐν τῇ ἀχράντῳ νηδύι σου σαρκούμενος, οὗτος τὸ πανίερον, πνεῦμά σου δεξάμενος, ἐν ἑαυτῷ κατέπαυσεν, ὡς ὀφειλέτης Υἱός διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑ περυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Καὶ νῦν. Ὢ τῶν ὑπὲρ ἔννοιαν θαυμάτων, τῆς ἀειπαρθένου τε καὶ Θεομήτορος! τάφον γὰρ οἰκήσασα, ἔδειξε Παράδεισον ᾧ παρεστῶτες σήμερον, χαίροντες ψάλλομεν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑ περυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 17