Παράκλησις ἁγ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ



Σχετικά έγγραφα
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.

Κανών Παρακλητικός. εις τους Οσίους και Θεοφόρους Πατέρας ημών. Διονύσιον τον Ρήτορα και Μητροφάνην

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Παρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΚΥΡΙΛΛΟΝ ΤΟΝ ΛΟΥΚΑΡΙΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΚΥΡΙΛΛΟΝ ΤΟΝ ΛΟΥΚΑΡΙΝ

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ. ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Παρακλητικός Κανών εις τον Οσιον Δαβίδ τον εν Θεσσαλονίκη

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ»

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

(1 ΙΟΥΛΙΟΥ). Ποιηθεὶς ὑπὸ Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου. Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν. Ὁ χορός Ἀμήν.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

ΔΕΥΤΕΡΑ 1 ΙΟΥΛΙΟΥ 2019 Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ μαρτυρησάντων ( 284).

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Αγιολογία - Εορτολογία

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Εις Πάντας τους Αγίους, Παρακλητικός Κανών

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟ Π Α Τ Α Π Ι Ο Ν

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Οι Άγιοι της Θεσσαλονίκης.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

1-7 Ιανουαρίου 2018 Θεός

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Transcript:

Παράκλησις ἁγ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ Ποίημα τοῦ ταπεινοῦ Ἐπισκόπου Κυρίλλου, τοὐπίκλην Κογεράκη, Μητροπολίτου τῆς Ἁγιωτάτης Μητροπόλεως Ρόδου. Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ ὅ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῶν Ἀναργύρων εὐλαβῶς τῇ Εἰκόνι, οἱ χειμαζόμενοι πικραῖς ἀσθενείαις, ἀπὸ ψυχῆς προσπέσωμεν, κραυγάζοντες αὐτοῖς Ἅγιοι Ἀνάργυροι, ἰατροὶ τῶν νοσούντων, δεῦτε πρυτανεύοντες, τὴν κατ ἄμφω ὑγείαν, τοῖς ταπεινοῖς ἡμῖν ὡς συμπαθεῖς, Δαμιανὲ καὶ Κοσμᾶ παμμακάριστοι. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ὁ Ν Ψαλμός καὶ ὁ Κανὼν τοῦ Ἁγίων, οὗ ἡ Ἀκροστιχὶς κατ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων. Ὠιδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Ἁγίων συνόντες ταῖς στρατιαῖς, ὡς δικαιοσύνης, ἐκβλαστήσαντες τοὺς καρπούς, δέξασθε ἡμῶν τὰς ἐκ καρδίας, ἱκετηρίους δεήσεις Ἀνάργυροι. Βοήθεια γένοιτο θαυμαστή, Κοσμᾶ θεομάκαρ, καὶ θεόφρον Δαμιανέ, ὑμῶν ἡ πρεσβεία ῥυομένη, πάσης ἡμᾶς συμφορᾶς καὶ κακώσεως. Γαλήνην αἰτεῖσθε παρὰ Θεοῦ, τοῖς προσερχομένοις, τῇ πρεσβείᾳ ὑμῶν πιστῶς, Ἀνάργυροι θεῖοι τοῦ Σωτῆρος, Δαμιανὲ καὶ Κοσμᾶ θεοδόξαστοι. Ὑπέραγνε Μῆτερ τοῦ Ἰησοῦ, τῶν κυριευόντων, τὴν ψυχήν μου ἁμαρτιῶν, ῥῦσαί με καὶ δίδου μοι βαδίζειν, ἐν σωφροσύνῃ τὸν ἅπαντα βίον μου. Ὠιδὴ γ. Οὐρανίας ἁψῖδος. [1]

Δωρεὰν τοῖς νοσοῦσιν, ὡς συμπαθεῖς δίδετε, χάριν ἰαμάτων ἐν τάχει, θεῖοι Ἀνάργυροι διὸ προστρέχω ὑμῶν, τῇ δραστικῇ ἰατρείᾳ μή μου τὴν ἱκέσιον, φωνὴν παρώσητε. Εὐσπλαγχνίας πλουτοῦντες, θεοειδὲς χάρισμα, δέξασθε ἡμῶν τὰς δεήσεις, θεῖοι Ἀνάργυροι, καὶ θεραπεύσατε, ἡμᾶς κατ ἄμφω νοσοῦντας, τῇ βοτάνῃ χρώμενοι, ὑμῶν τῆς χάριτος. Ζωῆς ἄϋλον ὕδωρ, πᾶσιν ἡμῖν βλύσατε, ταλαιπωρουμένοις ἀθλίως, παθῶν τῷ καύσωνι πηγὴν γὰρ ἔχετε, Δαμιανὲ θεοφόρε, καὶ Κοσμᾶ μακάριε, θείας χρηστότητος. Ὦ Πανύμνητε Μῆτερ, ἡ τὸν Χριστὸν τέξασα, καὶ τὴν σωτηρίαν τῷ κόσμῳ, ἐξανατείλασα, χάριν μοι βράβευσον, τὴν μητρικήν σου πλουσίως, ἵνα μακαρίζω σε, τὴν Ἀειπάρθενον. Διάσωσον δυὰς τιμία τῶν Ἀναργύρων, Δαμιανὲ καὶ Κοσμᾶ παμμακάριστοι, ἡμᾶς παντοίων κινδύνων καὶ νοσημάτων. Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Αἴτησις καὶ τὸ Κάθισμα.Ἦχος β. Πρεσβεία θερμή. Χριστοῦ τοῦ Θεοῦ, τὸ λόγιον πληρώσαντες, αὐτῷ εὐκλεῶς, ἐν οὐρανοῖς παρίστασθε, τοῖς ἐν κόσμῳ Ἅγιοι, δωρεὰν τὰς ἰάσεις παρέχοντες διὸ ἡμᾶς ἐν ὕμνοις οἱ πιστοί, Δαμιανὲ καὶ Κοσμᾶ μακαρίζομεν. Ὠιδὴ δ. Εἰσακήκοα Κύριε. Ἡδονῶν με θλιβόμενον, ἔνδοξοι Ἀνάργυροι ταῖς προσρήξεσι, μὴ παρίδητε ὡς εὔσπλαγχνοι, ἀλλ ἐπιφανέντες διασώσατε. Θεῷ πάντοτε πρέσβευε, ἡ τῶν Ἀναργύρων δυὰς ἡ πάντιμος, ἵνα εὕρωμεν τὴν ἄφεσιν, τῶν ἀπειραρίθμων παραπτώσεων. Ἱλασμός τε παράκλησις, γένοιτο καὶ ἴαμα ἡμῖν Ἅγιοι, παμμακάριστοι Ἀνάργυροι, ἡ ὑμῶν πρεσβεία πρὸς τὸν Κύριον. Ῥῦσαι Ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον. Ὠιδὴ ε. Φώτισον ἡμᾶς. Κύριον Θεόν, ἱκετεύσατε Ἀνάργυροι, ἵνα νόσων χαλεπῶν καὶ συμφορῶν, ἡμᾶς ῥύσηται ὡς μόνος πολυέλεος. [2]

Λύσιν τῶν παθῶν, ἡμῖν Ἅγιοι βραβεύσατε, καὶ κατ ἄμφω ὑγιαίνοντας ὑμᾶς, τῇ θερμῇ ὑμῶν πρεσβείᾳ ἀναδείξατε. Μείνατε ἀεί, μεθ ὑμῶν θεῖοι Ἀνάργυροι, τὴν εἰρήνην καὶ εὐστάθειαν ἡμῖν, ὡς συμπάθειαν πλουτοῦντες πρυτανεύοντες. Δέσποινα Ἁγνή, ἡ σαρκώσασα τὸν Ὕψιστον, τῆς σαρκὸς μου τὰς ὀδύνας συμπαθῶς, τῇ βοτάνῃ τῆς σῆς χάριτος θεράπευσον. Ὠιδὴ στ. Τὴν δέησιν ἐκχεῶ. Νοσήματα χαλεπὰ διώκετε, καὶ ἰᾶσθε ἀλγεινὰς ἀσθενείας, Δαμιανὲ καὶ Κοσμᾶ θεοφόρε, θαυματοφόροι Κυρίου Ἀνάργυροι διὸ ἰάσασθε κἀμέ, ἀσθενοῦντα ψυχῇ τε καὶ σώματι. Ξενήκουστα ἐνεργεῖτε θαύματα, ὡς θεόθεν εὐκλεῶς δοξασθέντες διὸ προστρέχομεν πίστει καὶ πόθῳ, ὑμῶν τῇ χάριτι θεῖοι Ἀνάργυροι, παρακαλοῦντες δι ὑμῶν, ἵνα εὕρωμεν Ἅγιοι ἔλεος. Ὁλόφωτον κατοικοῦντες θάλαμον, ἐν ὑψίστοις ὦ Ἀνάργυροι θεῖοι, ὡς μιμηταὶ ἀκραιφνεῖς τοῦ δι οἶκτον, σωματωθέντος ἐκ Κόρης Θεόπαιδος, μὴ παύσητε ὡς εὐμενεῖς, ἐπακούειν ἡμῶν τῶν δεήσεων. Πταισμάτων μου τὸ δεινὸν χειρόγραφον, ῥῆξον Ἄχραντε Παρθένε Μαρία, τῆς συνεχούσης ἀθλίως με λύπης, χαριζομένη τὴν λύσιν ὡς εὔσπλαγχνος, καὶ τὴν ζωήν μου τῶν παθῶν, τῆς ἐφόδου τηροῦσα ἀλώβητον. Διάσωσον δυὰς τιμία τῶν Ἀναργύρων, Δαμιανὲ καὶ Κοσμᾶ θεοδόξαστοι, ἡμᾶς παντοίων κινδύνων καὶ νοσημάτων. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β. Τοῖς τῶν αἱμάτων σου. Τῶν ἰαμάτων τὴν χάριν πλουτήσαντες, τοῖς ἀσθενοῦσιν ἰάσεις παρέχετε διὸ θεοφόροι Ἀνάργυροι, Δαμιανὲ καὶ Κοσμᾶ θεοδόξαστοι, ἡμᾶς οἱ πιστοὶ μακαρίζομεν. Προκείμενον. Ἦχος δ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. [3]

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι 1, 5-8). Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Δόξα. Ταῖς τοῦ Ἀναργύρων... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Ὅλην παρωσάμενοι, τὴν ἐν τῷ κόσμῳ ἀπάτην, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, κατηκολουθήσατε, ὡς ἐχέφρονες, καὶ ἀνεδείχθητε, τῆς φιλευσπλαγχίας, ποταμοὶ ὑπερεκβλύζοντες, ἀχρύσως νείμαντες, τοῖς ἐν ἀσθενείας ἰάματα, καὶ πᾶσιν ἐπαρκέσαντες, τοῖς ἐν ἀλγειναῖς περιστάσεσιν. Ὅθεν δοξασθέντες, Ἀνάργυροι ἀξίως καὶ ἡμῖν, Θεοῦ αἰτεῖσθε τὸ ἔλεος, παῤῤησίᾳ πάντοτε. Ὠιδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Ποταμὸς ἰαμάτων, τοῖς νοσοῦσιν ὑπάρχει, ὑμῶν ὁ θεῖος ναός, ἐν ᾧ συναθροισθέντες, αἰτούμεθα ἐν πίστει, θεοφόροι Ἀνάργυροι, ἀπαλλαγὴν τῶν κακῶν, καὶ λύσιν τῶν πταισμάτων. Ῥαντισμῷ τῷ ἀΰλῳ, τῆς ὑμῖν δωρηθείσης, παρὰ Θεοῦ δωρεάς, τὴν τάλαινα ψυχήν μου, κακίας ῥυπαρίας, συμπαθῶς ἐκκαθάρετε, Δαμιανὲ καὶ Κοσμᾶ, δυὰς τῶν Ἀναργύρων. Σωτηρίαν αἰτεῖσθε, καὶ παθῶν θεραπείαν, παρὰ τοῦ μόνου Θεοῦ, ἡμῖν τοῖς ἐκ βεβήλων, χειλέων ἱκεσίας, πρὸς ἡμᾶς ἀναφέροντας, Δαμιανὲ καὶ Κοσμᾶ, ψυχῇ συντετριμμένη. Ἐκ πηγῶν σωτηρίου, Θεοτόκε Παρθένε, τὸ μυστικὸν τῆς ζωῆς, ἀνάβλυσόν μοι ὕδωρ, καὶ πρὸς ἀθανασίας, τὴν νομήν με ὁδήγησον, τῆς μητρικῆς σου στοργῆς, Ἁγνὴ τῇ βακτηρίᾳ. [4]

Ὠιδὴ η. Τὸν Βασιλέα. Τοὺς τρυχομένους, ἐν ἀσθενείαις ποικίλαις, ἐπισκέψασθε Ἀνάργυροι Κυρίου, βραβεύοντες ῥῶσιν, αὐτοῖς καὶ σωτηρίαν. Ὕμνοις τιμῶμεν, ὑμᾶς Ἀνάργυροι θεῖοι, ἐκδεχόμενοι ὑμῶν τὴν προστασίαν, ἐν πειρατηρίοις, τοῦ βίου καὶ ἀνάγκαις. Φῶς κατοικοῦντες, ἐν οὐρανοῖς φῶς αἰτεῖσθε, ταῖς ψυχαῖς τῶν ἐν ναῷ προσερχομένων, ὑμῶν τῷ ἁγίῳ, Ἀνάργυροι ἐκ πόθου. Ἐν ἁμαρτίαις, μεμολυσμένον τὸν νοῦν μου, ἀποκάθαρόν Πανάχραντε Μαρία, ἵνα σε γεραίρω, τὴν Κεχαριτωμένην. Ὠιδὴ θ. Κυρίως Θεοτόκον. Χαρίσματα πλουτοῦντες, τὰ τῶν ἰαμάτων, τὰς ἀμπλακίας ἡμῶν ἰατρεύσατε, καὶ τὴν κατ ἄμφω ὑγείαν, πᾶσι χαρίσατε. Ψαλμοῖς ὑμᾶς καὶ ὕμνοις, πόθῳ εὐφημοῦντες, Δαμιανὲ καὶ Κοσμᾶ ἱκετεύομεν Δεῦτε ἡμᾶς πάσης ζάλης, ἀπολυτρούμενοι. Ὡς πάντων τῶν νοσούντων, θεῖοι ἰατῆρες, τὰς ἀσθενείας ἡμῶν ἐπισκέψασθε, τῶν εὐλαβῶς προστρεχόντων, ἡμῖν Ἀνάργυροι. Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, τῷ σταλαγμῷ τῆς θερμῆς εὐσπλαγχνίας σου, τὴν ταπεινήν μου καρδίαν, δεῦρο δροσίζουσα. Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια. Χαίρετε Ἀνάργυροι εὐκλεεῖς, Κοσμᾶ θεομάκαρ, καὶ θεόφρον Δαμιανέ, οἱ τῶν ἰαμάτων, θαυματουργοὶ δοτῆρες, καὶ ἀληθῶς θαυμάτων, λαμπτῆρες ἄσβεστοι. Χαίρετε Ἀνάργυροι εὐκλεῖς, Κοσμᾶ θεοφόρε, καὶ παμμάκαρ Δαμιανέ, οἱ ἀμπλακημάτων, βραβεύοντες τὴν λύσιν, τοῖς πόθῳ προσιοῦσιν, ὑμῶν τῇ χάριτι. Χάριτος Ἀνάργυροι τὴν πηγήν, ὡς ἀναστομοῦντες, τῇ τοῦ κρείττονος δωρεᾷ, ἐπιχορηγεῖτε, νοσοῦσι τὰς ἰάσεις, καὶ δείκνυσθε προστάται, πιστῶν θερμότατοι. Ὡς ἀξιωθέντες παρὰ Θεοῦ, δωρεῶν ἐνθέων, ἀναβλύζετε μυστικῶς, τοῖς προσερχομένοις, ὑμῶν ἐν τῷ τεμένει, πηγὰς τῶν ἰαμάτων, θεῖοι Ἀνάργυροι. [5]

Σκότος νοσημάτων ἐκ τῶν πιστῶν, Ἀνάργυροι θεῖοι, διαλύετε θαυμαστῶς, καὶ φωταγωγεῖτε, Χριστοῦ τὴν Ἐκκλησίαν, τῆς χάριτος τὸ φέγγος, ἐξανατέλλοντες. Πρὸς δικαιοσύνης τὴν μυστικήν, ἀνάβασιν πάντας, κυβερνήσατε ἀσφαλῶς, τοὺς ἐξαιτουμένους, Ἀνάργυροι ἐκ πόθου, ἐνέργειαν τὴν θείαν, ὑμῶν τῆς χάριτος. Πάντοτε πρεσβεύετε τῷ Χριστῷ, Ἀνάργυροι θεῖοι, ὑπὲρ πάντων τῶν εὐσεβῶς, ἐπιβοωμένων, ὑμῶν τὴν προστασίαν, ἐν βίου ταῖς ἀνάγκαις, καὶ περιστάσεσι. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς. Τρισάγιον, τὰ συνήθη Τροπάρια ἤ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. δ. Ἅγιοι Ἀνάργυροι καὶ θαματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν. Εἶτα Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ ἥν ψάλλομεν τὰ κάτωθι τροπάρια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Δεῦτε εὐφημήσωμεν πιστῶς, ἐν ἀγαλλιάσει καρδίας, Δαμιανὸν τὸν σοφόν, καὶ Κοσμᾶν τὸν ἔνδοξον, ὡς παρακλήτορας, ἀληθεῖς καὶ ἀκέστορας, τῶν ἐν ἀσθενείαις, καὶ ποικίλοις πάθεσιν, αὐτοῖς κρυαγάζοντες Δεῦτε τὰς αἰτήσεις πληροῦντες, τῶν ἐν τῷ ναῷ ὑμῶν πίστει, προστρεχόντων Ἅγιοι Ἀνάργυροι. Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Δι εὐχῶν τῶν Ἁγίων... Δίστιχον. Κύριλλον λυτρώσασθε Ἀρχιερέα, Ἅγιοι Ἀνάργυροι πάσης ἀνάγκης. [6]