XAIPETIΣMOI THΣ ΓΛYKOΦIΛOYΣHΣ. Kοντάκιον, τῆς Γλυκοφιλούσης.



Σχετικά έγγραφα
Κοντάκιον Ήχος πλ.δ. Τη υπερμάχω.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Παρακλητικός Κανών εις τη Παναγία Γλυκοφιλούσα

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Ἀκολουθία Παναγίας Θεοσκεπάστου

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ

1) Μες τους κάμπους τ αγγελούδια ύμνους ουράνιους σκορπούν κι από τα γλυκά τραγούδια όλα τριγύρω αχολογούν. Gloria in excelsis Deo!

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

Παράκλησις Παναγίας ΣΟΥΜΕΛΑ

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

9. Το κήρυγμα και τα θαύματα του Χριστού μέσα από τη λατρεία

Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).

Κυριακή 10 Μαρτίου 2019.

Κυριακή 19 Μαΐου 2019.

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

Κυριακή 2 Ἰουνίου 2019.

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ

Εἰς τήν Κυριακήν τῶν Μυροφόρων.

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

Παντί τῷ πληρώματι τῆς καθ ἡμᾶς Ἱερᾶς Μητροπόλεως Ἀττικῆς καί Βοιωτίας.

* * * Ὁ πατέρας μου ἀπό τίς ἐπιστολές του

Κυριακή 29η Σεπτεμβρίου 2019 (Κυριακή Β Λουκᾶ).

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΣΚΙΑΔΕΝΗΣ Ρόδου Ψαλλομένη τῇ 8 η Σεπτεμβρίου

Κυριακή 22α Σεπτεμβρίου 2019 (Κυριακή Α Λουκᾶ).

Κυριακή 23 Ἰουνίου 2019.

Εγκώμιο στὴν Κοίμηση της Θεοτόκου

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

(Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Εν τω Μικρώ Εσπερινώ.

ΠΡΟΟΙΜΙΟ ΚΟΙΝΟ 1 Η αποκατάσταση των πάντων διά του Ιησού Χριστού

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Ἡ Ἀνάληψη τοῦ Σωτῆρος

ΕΝΟΤΗΤΑ 6 Η ΜΟΥΣΙΚΗ ΕΞΗΜΕΡΩΝΕΙ.

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

Ιερα Μητρόπολις Νεαπόλεως και Σταυρουπόλεως Ευλογηµένο Καταφύγιο Άξιον Εστί Κατασκήνωση Κοριτσιών ηµοτικού

Οἱ Θεομητορικές Ἑορτές Τά ἱστορικά καί θεολογικά τῆς Ὑπεραγίας Θεοτόκου

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Οδοιπορικό Μητρoπολίτου Σύμης στο Άγιον Όρος

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΣΤΗΝ ΑΓΙΑ ΑΝΝΑ

Το κήρυγμα και τα θαύματα του Χριστού μέσα από τη λατρεία. Διδ. Εν. 9

Εὐλογημένη ἡ ἐπιθυμία τοῦ πλούσιου νέου σήμερα νά

Αγρυπνία ενώπιον της Ιεράς Εικόνος της Παναγίας Σουμελά

ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ

ΕΥΧΕΣ ΑΠΟΛΥΣΗΣ ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΑΙ ΔΕΗΣΕΙΣ ΕΠΙ ΤΟΥ ΛΑΟΥ. Α. Στις Ακολουθίες Περιόδου

Κυριακή 5 Μαΐου 2019.

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Τι είναι το Άγιο Πνεύμα. Διδ. Εν. 8

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Ἀκολουθία Εὐρέσεως Παν. ΤΣΑΜΠΙΚΑΣ Ψαλλομένη τῇ Κυριακῇ τῆς Σταυροπροσκυνήσεως

Εορτάστηκε η μνήμη του Οσίου Χριστοδούλου του εν Πάτμω στην Ιερά Μονή Αγίων Πάντων Βεργίνης

προγραμμα ακολουθιων μ. τεσσαρακοστης α εβδομαδα

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Κυριακή 13 Αὐγούστου 2017

Ἡ νύχτα τῆς γέννησης τοῦ Χριστοῦ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΔΕ 5. Ο Ευαγγελισμός της Μαρίας για τη γέννηση του Μεσσία

ΙΟΥΛΙΟΣ 10!! ΠΑΝΑΓΙΑ ΜΥΡΤΙΩΤΙΣΣΣΑ ΘΕΡΜΟΥ ΑΙΤΩΛΟΑΚΑΡΝΑΝΙΑΣ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Νέος Γέρων Σκευοφύλαξ στο Πατριαρχείο Αλεξανδρείας

Εἰς τήν Κυριακήν μετά τά Φῶτα.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Η Παύλεια Θεολογία. Σωτηριολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογίας

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Πρόλογος Ιεράς Συνόδου της Εκκλησίας της Ελλάδος Τοις εντευξομένοις 11 Σύντομη Εισαγωγή στον Ψαλτήρα 15 Η Ένταξη των Ψαλμικών Αναγνωσμάτων στη

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

οι οι οι οι οι οι οι οι οι οι οι οι οι τα α α α α α α α α α α α α Χε Δ βι ι ι ι ι ι ιµ µυ Ν ι ι ι ι ι ι ι ι ι ι ι ι ι χι

Κυριακή 20 Ἰανουαρίου 2019.

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΠΛΗΚΑΤΙΟΥ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Ποιότητα Ζωῆς. Τό ὅραμα τῆς Βασιλείας

Ωδή α. Ο Ειρμός. Ήχος πλ. δ Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα. Τω Λυτρωτή και Θεώ ημών άσωμεν.

Ἡ Πανήγυρις τῆς Ἱερᾶς Μονῆς τῶν Ἁγίων Κυπριανοῦ καὶ Ἰουστίνης

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου Περικλέους Ἐπιτάφιος (ΙΙ, 41)

Ἡ Μεταμόρφωση τοῦ Κυρίου

Περιεχόμενα. Β Ἐκκλησιαστική κρίση

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ

Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β

5. Ο πνευματικός κόσμος στη λατρεία

Εικόνες και ύμνοι προς τιμήν της Παναγίας ΠΑΝΑΓΙΑ

ἑορτολογικός κύκλος τοῦ Δωδεκαημέρου.

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Transcript:

Γ XAIPETIΣMOI THΣ ΓΛYKOΦIΛOYΣHΣ Kοντάκιον, τῆς Γλυκοφιλούσης. Ἦχος πλ. δ. Tῇ ὑπερμάχῳ. λυκοφιλούσης τήν Eἰκόνα τήν ὑπέρτιμον, τήν καταπλεύσασαν ἡμῖν ἀπό τοῦ Bύζαντος, προσελθόντες προσκυνήσωμεν ἐκβοῶντες Oἷα Mήτηρ συμπαθής τοῦ Παντοκράτορος, ἡμῖν δίδου οἰκτιρμῶν σου τά δωρήματα, τοῖς κραυγάζουσι, Xαῖρε πάντων βασίλισσα. A γγελοι ἀοράτως, Κόρη ἐδορυφόρουν, τήν σήν Γλυκοφιλοῦσα Εἰκόνα, (ἐκ γ ) ὅτε ἐκ Βύζαντος θαυμαστῶς, ποντοπορήσασα ἦκεν ἐν Αθωνι, καί προσωρμίσθη τῇ Μονῇ, τοῦ Φιλοθέου ἐκβοώσῃ Χαῖρε Χριστόν ἀγκαλοφοροῦσα χαῖρε αὐτόν ἡ Γλυκοφιλοῦσα, Χαῖρε παραδόξως ἡμῖν καταπλεύσασα χαῖρε θεῖον ὕδωρ ἐν τῷ τόκῳ ἐκβλύσασα, Χαῖρε ὅτι ὡς βασίλισσα παραγέγονας ἡμῖν χαῖρε ὅτι ἐξωστράκισας τόν στρατόν τόν δυσσεβῆ, Χαῖρε τοῦ Φιλοθέου τῆς Μονῆς θεῖον κλέος χαῖρε παντός τοῦ Ορους προστασία καί σθένος, ~ 51 ~

Χαῖρε πηγή πλουσίας χρηστότητος χαῖρε λιμήν ἡμῶν ἀκλυδώνιστος, Χαῖρε δι ἧς πᾶς ὁ Αθως χορεύει χαῖρε δι ἧς πᾶν δεινόν ὑπεκφεύγει. B λέπουσα τήν μανίαν, ἡ γυνή ἡ ὁσία, τήν τῶν Εἰκονομάχων Παρθένε, τήν σήν Εἰκόνα τήν θαυμαστήν, τῇ θαλάσσῃ ἐνέβαλεν εἰποῦσά σοι Απιθι ὦ Πανάχραντε, ἔνθα τῷ Υἱῷ σου ψάλλουσιν Γ νόντες τήν παραδόξως, εὔπλοιαν καί πορείαν, τῆς σῆς διά θαλάσσης Eἰκόνος, οἱ τῆς Φιλοθέου Mονασταί, ἐν ἀγαλλιάσει, αὐτήν ὑπεδέξαντο, Γλυκοφιλοῦσα Δέσποινα, βοῶντές σοι μετά πόθου. Χαῖρε θαυμάτων τό μέγα θαῦμα χαῖρε Κυρίου τό ἔμπνουν ἅρμα, Χαῖρε Προφητῶν τό θεόφθεγκτον κήρυγμα χαῖρε ἀρετῶν οὐρανίων τό σκήνωμα, Χαῖρε ὄρος ἐμφανέστατον εὐδοκίας τοῦ Θεοῦ χαῖρε ὅρμος γαληνότατος τοῦ θεόφρονος λαοῦ, Χαῖρε ὅτι παρέχεις δαψιλεῖς χορηγίας χαῖρε ὅτι βλυστάνεις σωστικάς ἐνεργείας, Χαῖρε βροτῶν τό μέγα διάσωσμα χαῖρε παντός τοῦ Ορους τό καύχημα, Χαῖρε δι ἧς ὁ Θεός ἐσαρκώθη χαῖρε δι ἧς ὁ Ἀδάμ ἐθεώθη. ~ 52 ~

Δ όξαν σου τήν μεγίστην, Eἰκών σου ἡ ἁγία, ὡσανεί Kόρη διηγουμένη, ἐν ἀΰλῳ λάμπουσα φωτί, ἐν τῷ λιμένι τῆς Mονῆς τεθέαται, καί ἅπαντες ἀνύμνησαν, τήν ἔ- λευσιν αὐτῆς βοῶντες E νθους τῇ χάριτί σου, τῆς Μονῆς ἡ ἡγέτης, ἀνέλαβεν ἀπό τῆς θαλάσσης, Εἰκόνα σου Κόρη τήν σεπτήν, Γλυκοφιλοῦσα Παρθένε δοξάζων σε, καί πάντες οἱ μονάζοντες, ἐβόων σοι ἐν εὐφροσύνῃ Χαῖρε Ἀγγέλων ἡ θυμηδία χαῖρε ἀνθρώπων ἡ σωτηρία, Χαῖρε τῆς ἀρχαίας βουλῆς ἡ ἐκπλήρωσις χαῖρε τοῦ βροτείου φυράματος ὕψωσις, Χαῖρε ὅτι χαρᾶς ἔπλησας τῇ ἐλεύσει σου ἡμᾶς χαῖρε ὅτι τό ἀνθρώπινον ἐλυτρώσω τῆς ἀρᾶς, Χαῖρε Γλυκοφιλοῦσα τόν Χριστόν ὥσπερ βρέφος χαῖρε ἀποσοβοῦσα ἀθυμίας τό νέφος, Χαῖρε λειμών ἁγνείας πανεύσημος χαῖρε ἡμῶν ᾠδή παναρμόνιος, Χαῖρε δι ἧς ἠφανίσθη ἡ λύπη χαῖρε δι ἧς πᾶσα οχ εται λύμη. Z εούσῃ εὐλαβείᾳ, ἡ σεμνή Βικτωρία, ἔθετο Ἁγνή ἐν τῇ θαλάσσῃ, τήν σήν Εἰκόνα ἐν προσευχῇ, ἥτις ὀρθία ξέ- ~ 53 ~

νως διαπλεύσασα, ξένων χαρίτων Αχραντε, ἠξίωσε τούς ἐκβοῶντας H νυσται ξένον θαῦμα, ὀπηνίκα ἐξῆλθεν, ἀπό τῆς θαλάσσης ἡ Εἰκών σου ἁγίασμα γάρ ἱερόν, ἐν ᾧ τόπῳ κατετέθη ἀνέβλυσε, Γλυκοφιλοῦσα Δέσποινα, καθαγιάζον τούς ἐκβοῶντας. Χαῖρε πηγή ζωτικῶν ναμάτων χαῖρε κρουνός πολλαπλῶν θαυμάτων, Χαῖρε μυροθήκη Θεοῦ ἡ πολύτιμος χαῖρε ζωηφόρος λυχνία πολύφωτος, Χαῖρε ὅτι ξένως δέδωκας τήν Εἰκόνα σου ἡμῖν χαῖρε ὅτι ἐσωμάτισας τόν τῶν ὅλων Ποιητήν, Χαῖρε Γλυκοφιλοῦσα τόν Χριστόν ὥσπερ βρέφος χαῖρε ὀμβροβλυτοῦσα θεοδώρητον σθένος, Χαῖρε ζωῆς τό μάννα ὀμβρίζουσα χαῖρε ψυχάς αὐχμώσας δροσίζουσα, Χαῖρε λαμπάς τριλαμποῦς θεαυγείας χαῖρε λαβίς ἥν εἶδεν Ἡσαΐας. Θ εοδώρητον δῶρον, Φιλοθέου ἡ Μάνδρα, ἐδέξατο ἐν ἀγαλλιάσει, Γλυκοφιλοῦσα ὡς ἀληθῶς, τό ἱερόν καί σεπτόν σου Ἐκτύπωμα, καί πόθῳ σε δοξάζουσα, τῷ ἐκ σοῦ τεχθέντι κραυγάζει ~ 54 ~

I ασιν ἀναβλύζει, καί ψυχῶν καί σωμάτων, τῇ σῇ ἐπισκιάσει Παρθένε, Εἰκών σου ἡ ὄντως θαυμαστή, ἥνπερ περικυκλοῦντες μετά πίστεως, ὑμνοῦμέν σου τά θαύματα, καί ἐκβοῶμεν γηθοσύνως Χαῖρε ἑστία ἀπείρου δόξης χαῖρε μανίας ἐχθροῦ ἡ πτῶσις, Χαῖρε τῶν θαυμάτων πηγάζουσα νάματα χαῖρε νοσημάτων ξηραίνουσα τραύματα, Χαῖρε θρόνος ὁ πυρίμορφος τοῦ Παντάνακτος Χριστοῦ χαῖρε στάμνος ἡ χρυσήλατος μάννα τοῦ ζωαρχικοῦ, Χαῖρε ὅτι ὡς βρέφος γαλουχεῖς τόν Δεσπότην χαῖρε ὅτι βραβεύεις τοῖς πιστοῖς πᾶσαν δόσιν, Χαῖρε ἡμῖν αἰτοῦσα τήν ἄφεσιν χαῖρε παθῶν νεκροῦσα τήν ἄλγησιν, Χαῖρε καλῶν θαυμαστή ἁρμονία χαῖρε πασῶν ἀγαθῶν συστοιχία. K λίνουσα Θεοτόκε, κεφαλήν σου τήν θείαν, ἀσπάζῃ ἐν φιλήματι θείῳ, ὥσπερ νήπιον τόν σόν Υἱόν, ὅπερ θεωροῦντες ἐν τῇ Εἰκόνι σου, ἀγόμεθα τήν δόξαν σου, καί ἐν ἐκπλήξει ἐκβοῶμεν Λ άμπουσα θείῳ φέγγει, νοητῶς ἡ Εἰκών σου, διέπλευσεν ὀρθία Παρθένε, τῆς θαλάσσης πελάγη πολλά, οἰα- ~ 55 ~

κιζομένη τῇ κυβερνήσει σου, καί καταπαύσασα ἡμῖν, διήγειρεν ἡμᾶς βοᾶν σοι Χαῖρε ἡ ξένως ἡμῖν ἐλθοῦσα χαῖρε θεσμούς φύσεως λαθοῦσα, Χαῖρε ἁγιάσματος κρήνη ἀκένωτος χαῖρε προστασία ἡμῶν καί ὑπέρμαχος, Χαῖρε τῶν Ἀγγέλων ἄνασσα καί Κυρία τοῦ παντός χαῖρε τῶν βροτῶν διάσωσμα καί χαρίτων χορηγός, Χαῖρε ὅτι πηγάζεις γλυκασμόν σωτηρίας χαῖρε ὅτι ἐκτρέπεις συντριμμόν ἀπωλείας, Χαῖρε πολλῶν πασχόντων διάσωσις χαῖρε ψυχῶν τελείᾳ ἀνάῤῥωσις, Χαῖρε Μονῆς Φιλοθέου τό κλέος χαῖρε παντός Ορους Αθω τό στέφος. M ένειν τοῦ Φιλοθέου, τῇ Mονῇ ᾔρετίσω, ἡμῶν εἰς περιποίησιν Kόρη, τήν Eἰκόνα σου τήν θαυμαστήν ὅ- θεν κηρύττομεν πᾶσι τήν χάριν σου ἀεί γάρ βοηθεῖς ἡμῖν, Γλυκοφιλοῦσα τοῦ κραυγάζειν N όμους τῆς ἐγκρατείας, εὐσχημόνως προσέχειν, παιδεύουσα τούς πρίν ἀτακτοῦντας, τῇ σῇ Eἰκόνος ἀκινησίᾳ, τό ἀτόπημα τούτων διώρθωσας οἱ πίστει προσπεσόντες σοι, ἐβόων σοι ἐν κατανύξει Χαῖρε ὁ πλοῦτος τῆς συμπαθείας χαῖρε ἡ βρύσις τῆς εὐσπλαγχνίας, ~ 56 ~

Χαῖρε τούς ἀτάκτους σωφρόνως παιδεύσασα χαῖρε ξένῳ τρόπῳ αὐτούς διορθώσασα, Χαῖρε Μήτηρ ἡ φιλεύσπλαγχνος τοῦ οἰκτίρμονος Χριστοῦ χαῖρε πέλαγος χρηστότητος καί εἰκών παντός καλοῦ, Χαῖρε ὅτι ἐν φόβῳ τήν Εἰκόνα σου ἦραν χαῖρε ὅτι περ ταύτην τῇ Μονῇ σου μετῆραν, Χαῖρε ἀνδρῶν ἀτάκτων σωφρόνησις χαῖρε σεμνῶν ἀζύγων κατεύθυνσις, Χαῖρε χοροῦ μοναζόντων λαμπρότης χαῖρε Μονῆς τῆς παρούσης φαιδρότης. Χαῖρε πάντων Βασίλισσα Ξ ένα πέλουσι Κόρη, τῆς σεπτῆς σου εἰκόνος, τά θαύματα ὦ Γλυκοφιλοῦσα πανταχοῦ γάρ ἡ χάρις αὐτῆς, προφθάνουσα παρέχει τά σωτήρια διό καί γλῶσσα ἅπασα, ὑμνοῦσά σε Χριστῷ κραυγάζει O λη τῇ διανοίᾳ, προσπίπτων σοι Παρθένε, ὁ διακονῶν ἐν τῷ ναῷ σου, παρεκάλει σε ἐκτενῶς, ᾧ ἐπιστᾶσα προσεῖπας τά πρόσφορα, ὁ δέ ἔνθους σε ἀνύμνει, ἐκβοῶν σοι ἐν εὐλαβείᾳ Χαῖρε Ἀγγέλων ἡ ὑμνωδία χαῖρε πασχόντων παρηγορία, Χαῖρε θλιβομένων ψυχῶν παραμύθιον χαῖρε τῶν πταιόντων θερμόν ἱλαστήριον, Χαῖρε τόν Ἰωαννίκιον βεβαιώσασα σαφῶς ~ 57 ~

χαῖρε προμηθεύς καί ἔφορος τῆς Μονῆς σου θαυμαστῶς Χαῖρε ὅτι παρέχεις μυστικῶς θείας δόσεις χαῖρε ὅτι ἐξαίρεις ψυχοφθόρους κακώσεις, Χαῖρε παθῶν σβενύουσα καύσωνα χαῖρε πιστόν εὐφραίνουσα ἅπαντα, Χαῖρε ὁδός ἀσφαλής Ὀρθοδόξων χαῖρε χαρά Μοναστῶν ἐκβοώντων. Π λήρεις Kόρη ἀνοίας, χεῖρες ἱεροσύλου, ἀφεῖλον ἀναθήματα πάντα, ἐκ τῆς Εἰκόνος σου ἀσεβῶς, ἀλλ ὁ ταῦτα δράσας τῆς σῆς δυνάμεως, πεῖραν λαβών Πανύμνητε, ἐν μετανοίᾳ ἀνεβόα P ώμῃ τῆς θαυμαστῆς σου, ἐμφανείας ἐσώθη, ὁ πεσών Κόρη ἐκ τῆς θυρίδος ἐποφθεῖσα γάρ ὡς μοναχή, τοῦτον ἐκ τῆς χειρός Ἁγνή ἐκράτησας, ὁ δέ ῥυσθείς τοῦ θανάτου, ἐβόα σοι Γλυκοφιλοῦσα Χαῖρε ἡ ῥύστις κινδυνευόντων χαῖρε προστάτις τῶν σέ φωνούντων, Χαῖρε τοῦ κρημνοῦ τόν πεσόντα ἁρπάσασα χαῖρε τῇ χειρί σου αὐτόν ἡ κρατήσασα, Χαῖρε πανταχοῦ προφθάνουσα τούς ἐν πόνοις καί δεινοῖς χαῖρε σωτηρίαν νέμουσα τοῖς καλοῦσί σε πιστοῖς Χαῖρε ὅτι θαυμάτων ἐνεργεῖς τάς δυνάμεις ~ 58 ~

χαῖρε ὅτι τοῖς πᾶσι χορηγεῖς τάς ἰάσεις, Χαῖρε δι ἧς ὁ ἄνθρωπος σέσωσται χαῖρε δι ἧς ἡ ποίμνη σου γήθεται, Χαῖρε ψυχῶν χαρμονή φιλοθέων χαῖρε ἰσχύς μοναστῶν καί μιγάδων. Σ κέπη καί σωτηρία, Ἁγνή Γλυκοφιλοῦσα, ὑπάρχεις τῆς Μονῆς Φιλοθέου διό ἐν εὐλαβείᾳ πολλῇ, τῇ σῇ ἁ- γίᾳ Εἰκόνι προσπίπτομεν, τήν χάριν σου κηρύττοντες, καί τῷ Υἱῷ σου ἐκβοῶντες T οῦ βεβαίου θανάτου, ἐκ τοῦ κλύδωνος Κόρη, οἱ περί τόν Καλλίνικον ῥυσθέντες, τῇ σῇ θερμῇ ἐπισκοπῇ, ἀβλαβεῖς ἐν τῇ Μονῇ σου παρεγένοντο, τό θαῦμα διηγούμενοι, καί βοῶντές σοι ὁμοφώνως Χαῖρε γλυκεῖα Γλυκοφιλοῦσα χαῖρε τούς πάντας χαροποιοῦσα, Χαῖρε ἐκ θαλάσσης ἡμᾶς διασώσασα χαῖρε τάς δεήσεις ἡμῶν ἐκπληρώσασα, Χαῖρε θαλασσίου κλύδωνος ῥυσαμένη τήν νηόν χαῖρε τοῖς ἐν λύπαις στάζουσα δι ἐλπίδος γλυκασμόν, Χαῖρε ἡ τῶν πλωτήρων ἀσφαλής κυβερνῆτις χαῖρε θαλασσοπόρων σωτηρία καί ῥύστις, Χαῖρε Χριστοῦ θεότευκτον ὄχημα χαῖρε ἐχθροῦ ἀπείργουσα ὅρμημα, Χαῖρε πολλούς ῥυομένη κινδύνων ~ 59 ~

χαῖρε Θεοῦ εὐωδέστατον μύρον. Y μνοις πανευχαρίστοις, ἡ πρίν στεῖρα γυναῖκα, τεκοῦσα τῇ σῇ ἐπιστασίᾳ, ὕμνησε γεγηθυῖα ψυχῇ, Γλυκοφιλοῦσα Παρθένε τήν χάριν σου, καί τό θαῦμα κηρύττουσα ἐβόα τῷ ἐκ σοῦ τεχθέντι Φ ιλοθέου ἡ Μάνδρα, ἡ φιλόθεος Κόρη, χαίρει τῇ θαυμαστῇ ἀρωγῇ σου, καί ἅπας ὁ Αθως σύν αὐτῇ, ἀνακηρύττει τά πολλά σου θαύματα, Γλυκοφιλοῦσα Πάναγνε, καί ἅπαντές σοι ἐκβοῶμεν Χαῖρε λυχνία ἡ φωτοφόρος χαῖρε ἀρδεία ἡ ζωηφόρος, Χαῖρε Μοναζόντων ἐλπίς καί διάσωσμα χαῖρε ἡμῶν πάντων σεπτότατον καύχημα, Χαῖρε νεφέλη ἡ σκιάζουσα Αθωνα τόν εὐαγῆ χαῖρε σκέπη περισκέπουσα Φιλοθέου τήν Μονήν, Χαῖρε ὅτι ἁπάντων ἐκπληροῖς τάς αἰτήσεις χαῖρε ὅτι ἰᾶσαι τῶν ψυχῶν τάς παθήσεις, Χαῖρε γλυκύ καί πρᾶγμα καί ὄνομα χαῖρε Μοναστῶν ὁρῶσαι μελέτημα, Χαῖρε δι ἧς ἀθυμίας λυτροῦμαι χαῖρε δι ἧς εὐφροσύνης πληροῦμαι. ~ 60 ~

X άριν Γλυκοφιλοῦσα, ὑπέρ μέλι γλυκάζον, κατά τόν θεηγόρον Προφήτην, καί γλυκαίνει τάς ψυχάς ἡμῶν, ἀποστάζει ἡ Εἰκών σου ἡ πάντιμος, ᾗ εὐλαβῶς προσπίπτοντες, ἀναβοῶμεν τῷ Υἱῷ σου Ψ άλλοντες καθ ἑκάστην, τά πολλά μεγαλεῖα, Γλυκοφιλοῦσα τῆς χάριτός σου, βοῶμέν σοι ἐκ βάθους ψυχῆς Μή ἐλλείπῃς προστατεύειν δεόμεθα, ἀεί ταύτης τῆς Μονῆς σου, πάντοτε θερμῶς σοι βοώσης Χαῖρε Μονῆς σου ἡ προστασία χαῖρε ἁπάντων ἡ σωτηρία, Χαῖρε τῶν Ἀγγέλων τό θεῖον ἐντρύφημα χαῖρε Μοναζόντων ταχύ ἐπιφώνημα, Χαῖρε τεῖχος καί διάδημα Φιλοθέου τῆς Μονῆς χαῖρε στήριγμα καί ἥδυσμα πάσης εὐσεβοῦς ψυχῆς, Χαῖρε Γλυκοφιλοῦσα ἡ χαρά τῆς ζωῆς μου χαῖρε ἡ σωτηρία τῆς ἀθλίας ψυχῆς μου, Χαῖρε δι ἧς πικρίας ῥυσθήσομαι χαῖρε δι ἧς σῷ Υἱῷ προσαχθήσομαι, Χαῖρε παθῶν ψυχικῶν μου ἡ λύσις χαῖρε δεινῶν τῶν ἐν βίῳ ἡ ῥύστις. Ω θεόνυμφε Kόρη, ἡ Θεοῦ Ἁγνή μήτηρ, χαριτόβρυτε Γλυκοφιλοῦσα (ἐκ γ ) δέχου τάς ἱκετηρίας φωνάς, καί δίδου ἑνί ἑκάστῳ βοήθειαν ἀεί γάρ σοι προστρέχομεν, καί τῷ Yἱῷ σου ἐκβοῶμεν ~ 61 ~

Γ λυκοφιλούσης τήν Eἰκόνα τήν ὑπέρτιμον, τήν καταπλεύσασαν ἡμῖν ἀπό τοῦ Bύζαντος, προσελθόντες προσκυνήσωμεν ἐκβοῶντες Oἷα Mήτηρ συμπαθής τοῦ Παντοκράτορος, ἡμῖν δίδου οἰκτιρμῶν σου τά δωρήματα, τοῖς κραυγάζουσι Xαῖρε πάντων Βασίλισσα. Εγραφον ἐν τῇ Ἱερᾷ Μονῇ Φιλοθέου, Ἁγίου Ορους Αθω, τῇ α. Ἑβδομάδι τῆς Ἁγίας καί Μεγάλης Τεσσαρακοστῆς Σωτηρίου ἔτους βα. Π.M.Φ ~ 62 ~