30 ΙΟΥΝΙΟΥ 2018 Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Δώδεκα Ἀποστόλων. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Σχετικά έγγραφα
30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

16 ΝΟΕΜΒΡΙΟΥ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

Τῌ Λ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

30 ΙΟΥΝΙΟΥ 2019 ΑΠΟΛΤΣΙΚΙΑ

29 ΙΟΥΝΙΟΥ Τῶμ Αγίωμ ἐμδόνωμ καί οαμετυήμωμ Αοξςσόλωμ καί Ππωσξκξπτυαίωμ Πέσπξτ καί Παύλξτ.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

14 ΝΟΕΜΒΡΙΟΥ Ἀποστόλου Φιλίππου ἐκ τῶν Δώδεκα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

1 ΙΟΥΛΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

26 ΣΕΠΤΕΜΒΡΙΟΥ Μετάστασις τοῦ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου Θεολόγου * * * * *

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

18 ΟΚΤΩΒΡΙΟΥ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

30 ΝΟΕΜΒΡΙΟΥ 2018 Μμήμη τξῦ Ἁγίξυ ἐμδόνξυ καὶ οαμευφήμξυ Ἀοξστόλξυ, Ἀμδπέξυ τξῦ Ππωτξκλήτξυ

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΔΕΥΤΕΡΑ 21 ΜΑΪΟΥ 2018 Μετὰ τὴν Ἀνάληψιν τοῦ Κυρίου Θεοστέπτων Βασιλέων Κωνσταντίνου καὶ Ἑλένης * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΗ (Ϛ ΛΟΥΚΑ) Ἰακώβου ἀποστόλου τοῦ ἀδελφοθέου ( 63). Ἦχος α. Ἑωθινὸν ζ.

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

04 ΜΑΡΤΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

1 ΙΟΥΛΙΟΥ 2015 ΤΕΤΑΡΤΗ +Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. ( 284).

ΣΑΒΒΑΤΟΝ Ε ΝΗΣΤΕΙΩΝ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΤΗι ΙΓ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου

22 ΟΚΤΩΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΤΡΙΤΗ 21 ΜΑΪΟΥ 2019 Μετὰ τὴν Κυριακὴν Παραλύτου Θεοστέπτων Βασιλέων Κωνσταντίνου καὶ Ἑλένης * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

2 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ.

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

18 ΟΚΤΩΒΡΙΟΥ 2017 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς ὁ β χορὸς τίχ,.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΖ (Α ΛΟΥΚΑ) Καλλιστράτου µάρτυρος ( 304) Ἀριστάρχου ἀποστόλου, Ἀκυλίνης νεοµάρτυρος ( 1764). Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 2. Τριτη

Ἦχος βαρύς. Ἑωθινὸν ε.

11 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Τῌ Κ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 4. Πεμπτη

30 ΙΑΝΟΥΑΡΙΟΥ τῶν Τριῶν Ἱεραρχῶν. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

Transcript:

30 ΙΟΥΝΙΟΥ 2018 Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Δώδεκα Ἀποστόλων * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον. Ἦχος δ. Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Δόξα. Τῶν Δώδεκα. Ἦχος γ. Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Κάθισμα τοῦ Ἁγίου Πέτρου Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τὸν βυθὸν τῆς ἁλείας καταλιπών, οὐρανόθεν ἐδέξω παρὰ Πατρός, τὴν θείαν ἀποκάλυψιν, τῆς τοῦ Λόγου σαρκώσεως καὶ παῤῥησίᾳ πᾶσιν, ἐβόας τῷ κτίστῃ σου Τοῦ Θεοῦ σε γινώσκω, Υἱὸν ὁ μοούσιον. Ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, ἡ πέτρα τῆς πίστεως, καὶ κλειδοῦχος τῆς χάριτος Πέτρε Ἀπόστολε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, τὴν ἐξέτασιν φρίττω τὴν φοβεράν, τρέμω τὴν ἀπόφασιν, καὶ πτοοῦμαι τὴν κόλασιν, τὴν τοῦ πυρὸς ὀδύνην, τὸ σκότος τὸν τάρταρον. Οἴμοι! τί ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅταν τίθωνται θρόνοι, καὶ βίβλοι ἀνοίγωνται, καὶ αἱ πράξεις ἐλέγχωνται! Τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτης θερμότατος σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου. Μετὰ τὴν β Στιχολογίαν Κάθισμα τοῦ Ἁγίου Παύλου Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. 1

Οὐρανόθεν τὴν κλῆσιν παρὰ Χριστοῦ, κομισάμενος ὤφθης κήρυξ φωτός, πᾶσι τοῖς τῆς χάριτος, καταλάμψας διδάγματι τὴν γὰρ τοῦ νόμου ξέσας, λατρείαν τοῦ γράμματος, τοῖς πιστοῖς κατήστραψας, τὴν γνῶσιν τοῦ Πνεύματος ὅθεν καὶ εἰς τρίτον, οὐρανὸν ἐπαξίως, ἐπήρθης μετάρσιος, καὶ Παράδεισον ἔφθασας. Παῦλε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα ὅθεν ὡς ἐκ μέσης, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν τόκον σου Ἄχραντε. αὖθις ὁ Ἀναγνώστης τὸν Ν ψαλμόν, χύμα Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. ΟΙ ΚΑΝΟΝΕΣ Κανὼν τῶν Πρωτοκορυφαίων, καὶ ὁ τῶν ΙΒ. ὁ Κανὼν τῶν Κορυφαίων, οὗ ἡ ἀκροστιχίς Πέτρον γεραίρω, Παῦλον ὑμνῶ προφρόνως. 2

ᾨδὴ α. Ἦχος δ. Ὁ Εἱρμός. Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα. Παράσχου μοι Κύριε, τοῦ παναγίου σου Πνεύματος, σταγόνα χαρίσματος, λόγον τὸν εὔσημον, καὶ τερφθήσομαι, πιστῶς ἐγκωμιάζων, τῶν πρωταποστόλων σου, τὰ κατορθώματα. Ἔλιπες πανεύφημε, Πέτρε προθύμως τὰ πρόσκαιρα, καὶ Χριστοῦ τοῖς ἴχνεσιν, ἐπηκολούθησας. Τὴν δυσπείθειαν, ἀπέλιπες δὲ Παῦλε, καὶ τῷ σὲ καλέσαντι, προσεκολλήθης Χριστῷ. Τὴν χάριν Ἀπόστολοι, οὐσιωδῶς ἐνδημήσασαν, ἡμῖν εἰσδεξάμενοι, τοῦ θείου Πνεύματος, διενείμασθε, τῆς γῆς ἁπάσης Πέτρε, καὶ Παῦλε διδάσκοντες, πάντα τὰ πέρατα. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥητόρων πολύφθογγοι, καὶ μουσικῶν λίαν εὔηχοι, γλῶσσαί σε οὐ σθένουσι, τιμᾶν ἢ μέλπειν Ἁ γνή, ὑπὲρ ἄνθρωπον, καὶ γὰρ τὸ πεπραγμένον, ἐν σοὶ μόνῃ πέφυκε, θεῖον μυστήριον. ὁ Κανὼν τῶν ΙΒ, οὗ ἡ ἀκροστιχίς Χριστοῦ γεραίρω τοὺς σοφοὺς Ἀποστόλους. Θεοφάνους. Ἦχος δ. Θαλάσσης τὸ ἐρυθραῖον. Χορείαν τῶν Ἀποστόλων μέλπειν μοι, προθυμουμένῳ Χριστέ, ταῖς ἱκεσίαις τούτων ὡς Θεός, τὴν ἀκτῖνα τοῦ Πνεύματος, τοῦ Παναγίου δώρησαι, καὶ τὴν λαμπάδα τῆς σοφίας σου. Ῥωσθέντες ῥώμῃ τῇ σῇ καὶ χάριτι, Χριστὲ τὴν δύναμιν, τῶν ἐναντίων ἔθραυσαν ἐχθρῶν, οἱ σεπτοί σοι Ἀπόστολοι, θεοειδεῖς γενόμενοι, ταῖς ἀνενδότοις πρὸς σὲ νεύσεσιν. Ἰάσεις ἐπιτελοῦντες Δέσποτα, τῷ σῷ ὀνόματι, τὰ τῶν ἐθνῶν συστήματα τῇ σῇ, ἐπιγνώσει ἐζώγρησαν, οἱ εὐκλεεῖς Ἀπόστολοι, καὶ τῷ φωτί σου κατελάμπρυναν. Δόξα. Σοφίᾳ μαθητευθέντες ἔνδοξοι, Χριστοῦ Ἀπόστολοι, τῇ οὐρανίῳ πᾶσαν προφανῶς, τῶν σοφῶν ἐ μωράνατε, πολυλογίαν ἄχρηστον, τῇ συντονίᾳ τοῦ κηρύγματος. Καὶ νῦν. Θεοτοκίον Τριάδος τῆς ὑπερθέου πάναγνε, τὸν ἕνα τέτοκας, ἐκ σοῦ σαρκὶ φανέντα καθ ἡμᾶς, εὐδοκίᾳ τοῦ φύσαντος, καὶ συνεργείᾳ Πνεύματος, τοῦ Παναγίου Μητροπάρθενε. ᾨδὴ γ. τῶν Κορυφαίων, Ἦχος δ. Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου στεφάνων δόξης ἀξίωσον. Ὁ σύγγονος Πέτρε σοι Ἀνδρέας, προφαίνει Μεσσίαν τὸν Χριστόν, ᾧ πίστει προσεπέλασας. Καὶ σὺ Παῦλε θεσπέσιε, τῷ θεουργῷ Βαπτίσματι, δι Ἀνανίου πεφώτισαι. 3

Νωθρῶς τοὺς τῷ γράμματι τοῦ Νόμου, προσπταίοντας γόνους Ἰσραήλ, τῷ φωτισμῷ τῆς χάριτος, ὁ Πέτρος προσενήνοχε. Τὰς τῶν ἐθνῶν ἀγέλας δέ, ὁ Παῦλος πλάνης ἐῤῥύσατο. Γυμνοὺς καὶ ἀόπλους εἰς τὰ ἔθνη, ἀπέστειλας σοῦ τοὺς Μαθητάς, ἀνθ ὅπλων σοῦ τὸ ὄνομα, βαστάζοντας τὸ ἅγιον καὶ τὸν τῆς πλάνης πόλεμον, Χριστὲ τῇ πίστει διέλυσαν. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐπλήσθη Ἀπόστολοι τοῦ γνῶναι, τὸν Κύριον σύμπασα ἡ γῆ, τὸν ἐκ Παρθένου λάμψαντα, καὶ κόσμον καταυγάσαντα, θείῳ ὑμῶν κηρύγματι, Πέτρε καὶ Παῦλε πανεύφημοι. τῶν ΙΒ Ἀποστόλων Ἦχος δ. Εὐφραίνεται ἐπὶ σοί. Οὐράνια καὶ σεπτά, θεηγοροῦντες ἐπὶ γῆς δόγματα, γλώσσαις πυρὸς φθεγγόμενοι, κήρυκες Χριστοῦ παρεδώκατε. Ὑπέδειξας οὐρανούς, τοὺς Μαθητάς σου λογικοὺς Δέσποτα, δόξαν τὴν σὴν ἅπασιν, ἐκδιηγουμένους τοῖς πέρασι. Δόξα. Γραφέντες ἐν οὐρανοῖς, καὶ δεδειγμένοι τοῦ Χριστοῦ σύσκηνοι, τοὺς νῦν ἡμᾶς πάνσοφοι, σέβοντας προθύμως φρουρήσατε. Καὶ νῦν. Θεοτοκίον Ἐσκήνωσεν ἐν ἡμῖν, ὁ ἐν ὑψίστοις κατοικῶν Πάναγνε ἄνευ σπορᾶς σάρκα γάρ,.... ἐκ σοῦ προσλαβὼν πεφανέρωται. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ τῶν Ἀποστόλων Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Κατοικισθέντες ἐν φωτὶ ἀπροσίτῳ, ὡς οἰκητήρια φωτὸς πεφυκότες, οἶκον ὑμῶν τὸν ἅγιον φωτίζετε ἀεί, θείαις προσφοιτήσεσιν ὅθεν πίστει βοῶμεν Σκότους ἡμᾶς ῥύσασθε, καὶ παντοίων κινδύνων, καὶ χαλεπῶν ἐθνῶν ἐπιδρομῆς, ἐκδυσωποῦντες τὸν Κτίστην Ἀπόστολοι. Δόξα. Καὶ νῦν. Θεοτοκίον Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον. Ἦχος β. Αὐτόμελον. Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. ὁ Οἶκος Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου πλάτυνόν μου τὸ στόμα καὶ πληρώσας αὐτό, κατάνυ 4

ξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω ποιήσω πρῶτος πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν ἐὰν γὰρ λέγω μὴ πράττων, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. Συναξάριον Τῇ Λ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν Δώδεκα καὶ δήλωσις, ὅπως, καὶ ποῦ ἕκαστος αὐτῶν ἐκήρυξε καὶ ἐτελειώθη. * Στίχοι Τιμῶ Θεόπτας δώδεκα Χριστοῦ φίλους, Ἥρωας ἄνδρας καὶ θεοὺς τολμῶ λέγειν. Δώδεκα εὐκλέας τριακοστὴ ἀγείρει μύστας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μαρίας τῆς ἀπὸ Ἱερουσαλήμ, τῆς Μητρὸς τοῦ Ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Μάρκου. Στίχοι Μαρία Μᾶρκον ἐκφύσασα τὸν θεῖον, Αὐτῷ συναπολαύει Μυστικοῦ Δείπνου. Ἀνώγεων ἔστρωσας τὴν σὴν καρδίαν, Θεῷ μολοῦντι εὐτρεπῶς αὐλισθῆναι. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Μελίτων, ξίφει τελειοῦται. Στίχοι Εἴ που, Μελίτων, καὶ θεὀῤῥυτον μέλι, Ἐχρῆν ἐκεῖ βάψαντα σὴν τομὴν γράφειν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Πέτρος ὁ ἐκ Σινώπης, κατὰ πετρῶν συρόμενος τελειοῦται. Στίχοι Ἔχουσιν αἰδεῖσθαί σε καὶ θεῖοι νόες, Αἰδοῖε Πέτρε, δόντα τὰς σάρκας πέτραις. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρτιάλη, φωτιστοῦ καὶ ἐπισκόπου Λιμόζ τῆς ἐν Γαλλίᾳ. Στίχοι Πλάνην διώξας ἐκ Λιμὸζ Μαρτιάλης, Ταύτης ἐπεσκόπευσεν Θεοῦ ἐν ζήλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Δινάρα, βασιλίσσης τῆς Γεωργίας. Στίχοι Ζήλῳ Δεσπότου βασίλισσα Δινάρα, Ἀποστολικὸν ἐπέδειξε τὸν ζῆλον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γελασίου τοῦ ἐν τῇ Μονῇ τοῦ Ῥίμετς, ἐπισκόπου Τρανσυλβανίας. Στίχοι Ἴδε, ὦ Γελάσιε, συντετριμμένον, Ὅς σε ματαίως ἐνόμισε συντρίψαι. Ταῖς τῶν Ἁγίων Θεολέκτων καὶ Πανευφήμων Ἀποστόλων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡ μᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῆς Θεοτόκου ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί καὶ 5

ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου... στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ ὑψίστου ὁ προφήτης Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεὸν καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύοντα. ᾨδὴ ς. Τὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐ νεργούμενος τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. 6

Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος πανηγυριζέτω δὲ ἀΰλων νόων φύσις, γεραίρουσα τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις, παμμακάριστε Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Τῶν Μαθητῶν ὁρώντων σε. Τῶν Μαθητῶν τὴν πάντιμον δωδεκάδα, χαρμονικῶς συνδράμωμεν εὐφημῆσαι. Χαίρετε τὴν σύμπασαν κυκλώσαντες, καὶ τῶν ἐθνῶν ζωγρήσαντες, τὰς κακοπίστους ἀγέλας, μαθητευθέντων τὰ θεῖα. Θεοτοκίον Ὑμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεόν σε ἔχομεν προστασίαν. Ἔκτεινον τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου. ΑΙΝΟΙ Ἦχος δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Ἱστῶμεν στίχους δ, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια τῶν Ἀποστόλων Ἦχος δ. Ὁ ἐξ ὑψίστου κληθείς. Στίχ. α. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ἡ κορυφαία κρηπὶς τῶν Ἀποστόλων, τὰ πάντα κατέλιπες καὶ ἠκολούθησας, τῷ Διδασκάλῳ βο ῶν αὐτῷ, σὺν Σοὶ θανοῦμαι, ἵνα καὶ ζήσω τὴν μακαρίαν ζωήν. Τοῦ κόσμου δὲ γέγονας, Πέτρε, διδάσκαλος, κῆρυξ καὶ πέτρα τῆς πίστεως, καὶ Ἐκκλησίας δόξα καὶ κλέος, καὶ πύργος ἄσειστος, ἧς πύλαι ᾅδου οὐ κατισχύουσιν, ὡς προέφη Χριστὸς ὁ Θεὸς ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Στίχ. β. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὁ ἐκ κοιλίας μητρὸς ἀφωρισμένος, ὑλώδους ἐμφάσεως, βάρος ἁπάσης φυγών, ἀνεπτερώθης τῷ ἔρωτι, ὄντως τῆς θείας, Παῦλε ἀγάπης πρὸς ὕψος ἔνθεον ἔνθα τὸν ὑπέρφωτον, γνόφον τοῦ θείου φωτός, ὑπεισελθὼν ὥς τις ἄσαρκος, τὴν τῶν ἀῤῥήτων, κατεπλουτίσθης ῥημάτων μύησιν, καὶ ἀπεστάλης τοῖς ἐν σκότει, τὸ φῶς μηνύων Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὡς φῶς ὑπάρχων πρὸ πάντων τῶν αἰώνων, ὅτε κατηξίωσας πρός με τὸν ἄνθρωπον, ἐπιδημῆσαι δι ἄφατον, φιλανθρωπίαν, καὶ σὰρξ γενέσθαι δι ἀγαθότητα, τότε φῶτα δεύτερα, τῆς σῆς λαμπρότητος, καὶ ἀστραπῆς ἀποστίλβοντα, τοὺς Ἀποστόλους, καὶ μαθητάς σου Σῶτερ ἀνέδειξας οἵ καὶ πεμφθέντες, κτίσιν ἅπασαν, τῷ φωτί σου τῷ θείῳ κατηύγασαν, δυσωποῦντές σε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνο ὴ αἰνεσάτω τὸν Κύριον. 7

Πέτρε καὶ Παῦλε τοῦ Λόγου ἀροτῆρες, Ἀνδρέα, Ἰάκωβε, καὶ Ἰωάννη σοφέ, Βαρθολομαῖε, καὶ Φίλιππε, Θωμᾶ, Ματθαῖε, Σίμων, Ἰούδα, θεῖε Ἰάκωβε, παγκόσμιε πάντιμε, τῶν Μαθητῶν δωδεκάς, οἱ ἐν τῷ κόσμῳ κηρύξαντες, τὴν παναγίαν, Τριάδα φύσει Θεὸν ἀΐδιον τῆς Ἐκκλησίας οἱ ἀλάξευτοι, ὄντως πύργοι καὶ στῦλοι ἀσάλευτοι, τῷ Δεσπότῃ τῶν ὅλων, ἱκετεύσατε σωθῆναι ἡμᾶς. Δόξα. Ἦχος πλ. δ. Κοσμᾶ Μοναχοῦ Ἣν διήλθετε κτίσιν φωτίσαντες, οἱ τοῦ Σωτῆρος Μαθηταί, τὴν πλάνην τῶν εἰδώλων, ὡς ὕλην καταφλέξαντες τοῖς διδάγμασιν ὑμῶν, τὰ ἔθνη ἐξ ἀγνωσίας βυθοῦ, πρὸς τὴν θείαν γνῶσιν, σαγηνεύσαντες ἐσώσατε καὶ νῦν πρεσβεύσατε Χριστῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Ἀπολυτίκιον. Τῶν Δώδεκα. Ἦχος γ. Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. 8

* * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῶν Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑ πάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος γ. Ψαλμὸς ιη (18) Στίχ. α. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τὸ ἀπολυτίκιον τῶν Ἀποστόλων. Ἦχος γ. Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Στίχ. β. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἀπόστολοι Ἅγιοι,... Στίχ. γ. Οὔκ εἰσι λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Ἀπόστολοι Ἅγιοι,... ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός,.. ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἀπολυτίκιον τῶν Ἀποστόλων. Ἦχος δ. 9

Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ἀπολυτίκιον τῶν Δώδεκα. Ἦχος γ. Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁ μαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ Ἀπόστολος καὶ Εὐαγγέλιον τῶν Ἀποστόλων ΑΠΟΣΤΟΛΟΣ Προκείμενον. Ἦχος πλ. δ. (Ψαλμὸς ιη ) Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Πρὸς Κορινθίους Α Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (δ 9 16) Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ οὐ πολλοὺς πατέρας ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. Ἀλληλούϊα. (γ ) Ἦχος α. (Ψαλμὸς πη ) Στίχ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. Στίχ. Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ματθαῖον (θ 36 38, ι 1 8) Τῷ καιρῷ ἐκείνῳ, ἰδὼν ὁ Ἰησοῦς τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔ χοντα ποιμένα. Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐισι ταῦτα πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ 10

πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἐἐνν Ἁγγί ίίοοι ιιςς θθααυυμμαασσττόόςς....... Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. * * * Συναξάριον ἀναλυτικόν Τῇ Λ (30ῇ) τοῦ μηνὸς Ἰουνίου, Σύναξιν ἐπιτελοῦμεν πρὸς τιμὴν τῶν Ἁγίων ἐνδόξων Θεολέκτων και Θεοπνεύστων Πανευφήμων Δώδεκα Ἀποστόλων, ὧν τὰ ὀνόματά εἰσι Σίμων ὁ Πέτρος καὶ Ἀνδρέας ἀδελφὸς αὐτοῦ, ὁ Πρωτόκλητος, υἱοὶ Ἰωνᾶ, Ἰωάννης ὁ Ἠγαπημένος Θεολόγος καὶ Ἰάκωβος, ἀδελφὸς αὐτοῦ, υἱοὶ Ζεβεδαίου οἱ καὶ «υἱοὶ βροντῆς» ἐπονομασθέντες, Ματθαῖος ὁ τελώνης, Φίλιππος ὁ ἀπὸ Βηθσαϊδᾶ καὶ ὁ προσφιλὴς αὐτοῦ Ναθαναὴλ ὁ καὶ Βαρθολομαῖος λεγόμενος, Θωμᾶς ὁ καὶ Δίδυμος ἐπικαλούμενος, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου υἱός, Σίμων ὁ Κανανίτης καὶ 11

Ζηλωτής, Ἰούδας ὁ Θαδδαῖος ἢ Λεββαῖος, υἱὸς Ἰακώβου, καὶ Ματθίας, ὁ εἰς τὴν θέσιν τοῦ Ἰσκαριώτου ἐκλεγείς. Ταῖς τῶν Ἁγίων Θεολέκτων καὶ Θεοπνεύστων Δώδεκα Πανευφήμων Ἀποστόλων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Ἕτερα Ἀπολυτίκια τῶν Ἁγίων Ἕτερον Ἀπολυτίκιον. Ἦχος γ. Τὴν ὡραιότητα. Ὡς δωδεκάπυρσος λυχνία ἔλαμψαν, οἱ Δωδεκάριθμοι, Χριστοῦ Ἀπόστολοι, Πέτρος καὶ Παῦλος σὺν Λουκᾶ, Ἀνδρέας καὶ Ἰωάννης, Βαρθολομαῖος, Φίλιππος, σὺν Ματθαίῳ καὶ Σίμωνι, Μᾶρκος καὶ Ἰάκωβος, καὶ Θωμᾶς ὁ μακάριος, καὶ ηὔγασαν τοὺς πίστει βοῶντας χαίρετε Λόγου οἱ αὐτόπται. Ἕτερον. Ἦχος α. (παρὰ τοῦ Ἀργυρουπόλεως Σεραφείμ) Ἀπόστολοι τοῦ Σωτῆρος, δογμάτων θείων ἀῤῥαγεῖς θεμέλιοι, οἱ τῆς Οἰκουμένης ὄντως πύργοι ἀλάξευτοι, καὶ ἀνθρώπων πάντων εὐεργέται καὶ Διδάσκαλοι, τὸν Σωτῆρα Χριστὸν τὸν Θεὸν ἱκετεύσατε, εἰρήνην τῇ Ἐκκλησίᾳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Κοινά σημεῖα μεταξύ τῶν Δώδεκα Ἀποστόλων α) Ἀδελφοί. Πέτρος καὶ Ἀνδρέας υἱοὶ Ἰωνᾶ Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ Ζεβεδαίου Ἰάκωβος Ἀλφαίου, Λευΐ ὁ Ματθαῖος(;) β) Κοινά ὀνόματα. Σίμων ὁ Πέτρος καὶ Σίμων ὁ Κανανίτης Ἰάκωβος Ζεβεδαίου καὶ Ἰάκωβος Αλφαίου Ἰούδας Ἰακώβου καὶ Ἰούδας Ἰσκαριώτης γ) Εὐαγγελιστές. Ματθαῖος καὶ Ἰωάννης δ) Πρωτοκορυφαῖοι. Πέτρος καὶ Παῦλος ε) Φίλοι. Φίλιππος καὶ Ναθαναήλ στ) Συγγραφεῖς. Ματθαῖος, Ἰωάννης, Πέτρος, Παῦλος ζ) Μαθητές Προδρόμου. 12

Ἀνδρέας, Ἰωάννης, Ἰούδας Ἰακώβου Σύντομα Συναξάρια Πέτρος. Πέτρος ὁ Ἀπόστολος, καὶ πρῶτος τῶν Μαθητῶν, πρότερον τὸ εὐαγγέλιον κηρύξας ἐν Ἀντιοχείᾳ, ἔπειτα ἐν Πόντῳ καὶ Γαλατίᾳ καὶ Καππαδοκίᾳ, Ἀσίᾳ τε καὶ Βιθυνίᾳ, κατῆλθε μέχρι Ῥώμης αὐτῆς. Καὶ διὰ τὸ παρευδοκιμῆσαι αὐτὸν ἐν τοῖς θαύμασι τὸν Σίμωνα μάγον, ὑπὸ Νέρωνος σταυρωθεὶς κατὰ κεφαλῆς, τελειοῦται. Ἀνδρέας. Ἀνδρέας ὁ Ἀπόστολος, ὁ πρωτόκλητος, καὶ ἀδελφὸς Πέτρου εἰς πᾶσαν τὴν παράλιον Βιθυνίας τε καὶ Πόντου καὶ Ἁρμενίας τὸν Χριστὸν κηρύξας, καὶ ὑποστρέψας διὰ τοῦ Πόντου καὶ Βυζαντίδος, κατῆλθε μέχρι τῆς Ἑλλάδος καὶ ἐν Πάτραις τῆς Ἀχαΐας ὑπὸ Αἰγεάτου σταυρωθεὶς τελειοῦται. Ἰάκωβος. Ἰάκωβος ὁ Ἀπόστολος, ὁ τοῦ Ζεβεδαίου, ἐν πάσῃ τῇ Ἰουδαίᾳ τὸν Χριστὸν κηρύξας, ὑπὸ Ἡρώδου τοῦ Ἀγρίππα, διὰ τὸ εὐπαῤῥησίαστον αὐτοῦ, μαχαίρᾳ ἀναιρεῖται. Ἰωάννης. Ἰωάννης ὁ Εὐαγγελιστής, καὶ ἀδελφὸς Ἰακώβου, ὁ ἐπὶ τὸ στῆθος τοῦ Χριστοῦ ἀναπεσών, ἐν Ἀσίᾳ καὶ ἐν Πάτμῳ ὑπὸ Δομετιανοῦ ἐξορισθείς, καὶ πολλὰ πλήθη προσαγαγὼν τῷ Χριστῷ ὑποστρέψας ἐν Ἐφέσῳ, ἐν εἰρήνῃ ἀνεπαύσατο, πλήρης ἡμερῶν ὑπάρχων. Φίλιππος. Φίλιππος ὁ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, συμπολίτης Ἀνδρέου καὶ Πέτρου, καὶ αὐτὸς ἐν τῇ Ἀσίᾳ καὶ Ἱεραπόλει, σὺν Μαριάμνῃ τῇ ἀδελφῇ αὐτοῦ καὶ Βαρθολομαίῳ, τὸν Χριστὸν κηρύξας, ὑπὸ τῶν Ἑλλήνων σταυρωθεὶς τελειοῦται. Βαρθολομαῖος. Βαρθολομαῖος ὁ Ἀπόστολος, Ἰνδοῖς τοῖς καλουμένοις Εὐδαίμοσι κηρύξας τὸ τοῦ Χριστοῦ εὐαγγέλιον, σταυρῷ προσηλωθεὶς ἐν Ἀλβανοπόλει, ἐν αὐτῇ τελειοῦται τὸ δὲ ἅγιον αὐτοῦ Λείψανον, ἐν λάρνακι ἐμβληθέν, τῇ θαλάσσῃ ἐναποῤῥίπτεται. Θωμᾶς. Θωμᾶς, ὁ καὶ Δίδυμος, Πάρθοις καὶ Μήδοις, Πέρσαις καὶ Ἰνδοῖς, τοῖς καλουμένοις Εὐδαίμοσι, κηρύξας τὸ τοῦ Χριστοῦ εὐαγγέλιον, καὶ ὑπ αὐτῶν λόγχαις διατρωθεὶς τελειοῦται. Ματθαῖος. Ματθαῖος ὁ καὶ Λευΐ, καὶ ἀδελφὸς τοῦ Ἰακώβου τοῦ Ἀλφαίου, ὁ Τελώνης καὶ Εὐαγγελιστής, ὁ καὶ ποιήσας δοχὴν μεγάλην τῷ Ἰησοῦ, ἐκοιμήθη ἐν Ἱεραπόλει τῆς Συρίας, διὰ πυρὸς τελειωθείς. Ἰάκωβος Ἀλφαίου. Ἰάκωβος Ἀλφαίου, ὁ καὶ ἀδελφὸς Ματθαίου (ἀμφότεροι γὰρ τὸν Ἀλφαῖον ἔσχον πατέρα) ὑπὸ τῶν ἀπίστων σταυρῷ ἀναρτηθείς, τελειοῦται. Θαδδαῖος. Ἰούδας Ἰακώβου, ὁ παρὰ μὲν τῷ Λουκᾷ, ἔν τε τῷ Εὐαγγελίῳ καὶ ταῖς Πράξεσιν, Ἰούδας ὀνομαζόμενος, παρὰ δὲ Ματθαίῳ καὶ Μάρκῳ, Θαδδαῖος καὶ Λεββαῖος καλούμενος, ἐν Μεσοποταμίᾳ κηρύξας τὸ εὐαγγέλιον, ὕστερον ἐκοιμήθη ἐν Ἀρατὰτ τῇ πόλει, ὑπὸ ἀπίστων ἀναρτηθεὶς καὶ τοξευθείς. Σίμων. Σίμων ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, ὁ καὶ Ναθαναὴλ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ὀνομαζόμενος, πᾶσαν τὴν Μαυριτανίαν, καὶ τὴν τῶν Ἄφρων χώραν διελθών, καὶ κηρύξας τὸν Χριστόν, σταυρωθεὶς ὑπ αὐτῶν τελειοῦται. Ματθίας. Ματθίας, ὁ ἀντὶ τοῦ προδότου συγκαταριθμηθεὶς τοῖς Ἀποστόλοις, ἐν τῇ Αἰθιοπίᾳ κηρύξας τὸν Χριστόν, καὶ πολλαῖς τιμωρίαις ὑπ αὐτῶν αἰκισθείς, τὸ πνεῦμα τῷ Θεῷ παρατίθεται. 13

Αἱ λοιπαὶ Ὡδαί Τῶν Κορυφαίων. ᾨδὴ δ. Ὁ εἱρμός. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε * Δόξα τῇ δυνάμει σου, Κύριε. Τροπάρια. Ῥωμαλεωτάτοις μὲν οἱ ἀσθενεῖς, ῥητορικωτάτοις δὲ μέροψιν, οἱ ἰδιῶται, συμπλακέντες εὐσεβῶς, Πέτρος καὶ Παῦλος ἤραντο, νῖκος τοῦ Χριστοῦ οἱ Ἀπόστολοι. Ἀποστάτην Σίμωνα μάγον δεινόν, ὡς φιλοχρυσότατον ἤλεγξεν, ὁ θεῖος Πέτρος. Ὁ δὲ Παῦλος ὁ σοφός, τὸν τρίβους διαστρέφοντα, τοῦ Χριστοῦ Ἐλύμαν ἐπήρωσεν. Ἰδιωτικώτατον ὁ ἁλιεύς, καὶ ὁ σκηνουργὸς λόγον ἔχοντες, ἀλλ ἠρτυμένον θείῳ ἅλατι ψυχάς, τῶν φιλοσόφων ἥδυναν, καὶ Χριστοῦ τῇ πίστει προσήγαγον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον. Ῥήσει θεοπνεύστῳ λαλῶν Ἀββακούμ, ὄρος σε δασὺ κατάσκιον, ὁ θεῖος ἔφη, τὸν ἐλθόντα ἐκ Θαιμάν, καὶ βροτωθέντα Δέσποινα, διὰ σοῦ μηνύων σαφέστατα. Τῶν ΙΒ Ἀποστόλων. Ἐπαρθέντα σε ἰδοῦσα. Ῥημάτων θείων ὁ φθόγγος τῶν Ἀποστόλων, πυρσοφανῶς διῆλθε, τὴν οἰκουμένην πᾶσαν, πλάνης μὲν τὴν ὕλην ἐμπιπρῶν, φωτίζων δὲ χάριτι, τὰ τῶν εὐσεβούντων συστήματα. Ἀμαυρωθέντα τῷ ζόφῳ τῆς ἀσεβείας, θεοφεγγεῖς φωστῆρες, οἱ Μαθηταὶ φανέντες, κόσμον κατελάμπρυναν, ἀκτῖσι τῆς χάριτος, καὶ μαρμαρυγαῖς τοῦ κηρύγματος. Ἱερωτάταις λαμπάσιν ἠγλαϊσμένοι, τοῦ νοητοῦ ἡλίου, ὡς ἀστέρες τὸν κόσμον, λάμπετε πανόλβιοι, φωτὶ τῆς Θεότητος, πλάνης τὴν ἀχλὺν ἐκδιώκοντες. Δόξα. Ῥάβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν ἁλμυρὰν τοῦ βίου, οἱ αὐτόπται σου Λόγε, θάλασσαν διέτεμον, ὡς ἵπποι ταράσσοντες, τῆς πολυθεΐας τὰ κύματα. Καὶ νῦν. Θεοτοκίον. Ὡραϊσμένος ποικίλῃ φωτοχυσίᾳ, ὁ οὐρανὸς ὁ ἔμψυχος, σοῦ τοῦ Βασιλέως, τῶν βασιλευόντων Χριστέ, Παρθένος ἡ ἄχραντος, νῦν ὡς Θεοτόκος δοξάζεται. 14

Τῶν Κορυφαίων. ᾨδὴ ε. Ὁ εἱρμός. Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μήτρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄχρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρίαν βραβεύοντα. Τροπάρια. Ὡς ὄντα στεῤῥότατον, Χριστός σε πέτραν κέκληκε, Πέτρε, καὶ ἐν σοὶ τὴν Ἐκκλησίαν, ἧς ᾅδου πύλαι οὐ κατισχύσουσι. Σὲ δὲ Παῦλε σκεῦος ἐκλογῆς, ἔφη τούτου φέρειν σε, ἐθνῶν ἔμπροσθεν τοὔνομα. Πέτρος ἀρνησάμενος, ἐκ τρίτου τὸν Διδάσκαλον, τριττῇ, τοῦ φιλεῖν συγκαταθέσει, προσῳκειώθη Παῦλος δ ὁ πρὶν βλασφημῶν, σοβαρῶς τε θλίβων τοὺς πιστούς, ὕστερον ἐκήρυττεν, ὃν ἐδίωκε πρότερον. Ἀκήρατον εὔκλειαν, καὶ δόξαν τὴν ἀΐδιον, Πέτρε, πρὸς Χριστὸν σὺν Παῦλῳ εὗρες, τὰς κλεῖς αὐτὸς μὲν τῶν οὐρανῶν πιστευθείς ὁ δὲ εἰς Παράδεισον ἀχθείς, ῥήματά τε ἄῤῥητα, μυηθεὶς ὑπὲρ ἄνθρωπον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον. Ὑπὸ θείου Πνεύματος, ὁ Ἡσαΐας ἔμπλεως, τόκον, τὸν ἀπάτορα προεῖπε, σοῦ ἐκ Παρθένου τεχθέντος Ἐμμανουήλ, ὅς ἐστι Θεὸς ὁ μεθ ἡμῶν ὃν Ἁγνὴ ἐκύησας, ὑπὲρ λόγον καὶ ἔννοιαν. Τῶν ΙΒ Ἀποστόλων. Σὺ Κύριέ μου φῶς. Τοὺς θείους σου Χριστέ, καὶ πανσόφους θεράποντας, φῶς ἔδειξας ἐν τῷ κόσμῳ, σὲ τὸ ἄδυτον φέγγος, τοῖς πᾶσι καταγγέλλοντας. Οἱ πᾶσαν ἀρετήν, προφανῶς ἐξασκήσαντες, Ἀπόστολοι τῆς ποικίλης, τῶν δαιμόνων κακίας, τοὺς βρόχους διελύσατε. Δόξα. Ὑπέφηναν ἡμῖν, τῆς Τριάδος τὴν ἔλλαμψιν, Θεότητος ἐν μονάδι, οὐ πυρίναις ἐν γλώσσαις, φθεγγόμενοι Ἀπόστολοι. Καὶ νῦν. Θεοτοκίον. Σὲ ὅπλον ἀῤῥαγές, κατ ἐχθρῶν προβαλλόμεθα σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα. 15

Τῶν Κορυφαίων. ᾨδὴ Ϛ. Ὁ εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦτε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τεχθέντα * Θεὸν δοξάζοντες. Τροπάρια. Λαμπρὰ τοῦ Πέτρου τὰ θαύματα σεπτὰ δὲ καὶ τοῦ Παύλου τὰ τέρατα τὰ γὰρ σουδάρια, σκιαί τε τούτων νοσήματα, τῶν ἀσθενῶν ἰῶνται προσεπεγγίζοντα. Ὁ Πέτρος ὄντως ὁ ἔνδοξος, καὶ Παῦλος ἀληθῶς ὁ θεσπέσιος, δυὰς ἡ ἔνθεος, καὶ τῆς σεπτῆς καταγώγια, ζωαρχικῆς Τριάδος, ἁπάντων μνήσθητε. Νοσούντων ψυχὰς καὶ σώματα, ὡς θεῖος ἰατρὸς καὶ πανάριστος, Πέτρος ἰάσατο. Παῦλος δὲ ἔθνη κατηύγασε, καὶ τῷ φωτὶ Κυρίου ἐσημειώσατο. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον. Ὑμνεῖν σε χρέος ὀφείλομεν, ἀλλ ὅμως κατ ἀξίαν οὐ σθένομεν διὸ ὑμνοῦντές σε, σιγῇ τιμῶμεν τὸ ἄφραστον, τὸ ἐπὶ σοὶ Παρθένε πραχθὲν μυστήριον. Τῶν ΙΒ Ἀποστόλων. Θύσω σοι, μετὰ φωνῆς. Στηρίξας, τοὺς μαθητὰς σοφίᾳ καὶ χάριτι, δυνατωτέρους εἰργάσω, τῆς Ἑλλήνων Σῶτερ ἐρεσχελίας, καὶ τὰ τούτων, ἀπατηλὰ κατήργησας δόγματα. Οἱ θεῖοι, ποταμοὶ τῆς σοφίας ἐπλήρωσαν, τῶν σωτηρίων ναμάτων, τὰς κοιλάδας πάσας τῆς Ἐκκλησίας, σωτηρίου, ἐκ τῶν πηγῶν τὰ ῥεῖθρα πλουτήσαντες. Δόξα. Φανέντες, ζωτικοὶ ὡς ἀστέρες πανόλβιοι, διεσκεδάσατε πᾶσαν, τὴν ζοφώδη πλάνην ταῖς φωτοβόλοις, λαμπηδόσι, θεογνωσίας φέγγος ἀστράπτοντες. Καὶ νῦν. Θεοτοκίον. Ὅλην σε, τὴν πλησίον καλήν τε καὶ ἄμωμον, καὶ καθαρὸν εὑρὼν κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ὁ νοητὸς ἐν σοὶ κατεσκήνωσεν. Τῶν Κορυφαίων. ᾨδὴ ζ. Ὁ εἱρμός. Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ. 16

Τροπάρια. Μεμακάρισται, ὁ Πέτρος παρὰ τοῦ Χριστοῦ, ὡς τοῦτον φάμενος, Υἱὸν τοῦ ζῶντος Θεοῦ Παῦλος δὲ τετίμηται, ὡς σκεῦος εὔχρηστον καὶ ἀμφότεροι συμμελῳδοῦντες ἔψαλλον Ὁ Θεὸς εὐλογητὸς εἶ. Νομολάτρας μέν, ὁ Πέτρος ἐσυνέτιζεν, ὡς προσετέτακτο ὁ Παῦλος δὲ ἐθνικούς τούτους τε τῇ χάριτι, Χριστοῦ προσέφερον, ἀνακράζοντες Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Ὡς πανάριστος, ὁ Πέτρος τοῦ Χριστοῦ ποιμήν, τὴν ποίμνην εἴληφε τῆς δ Ἐκκλησίας αὐτοῦ, ὁ Παῦλος διδάσκαλος, ἔνθεος γέγονεν, ἄμφω κράζοντες Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον. Παναμώμητε, Παρθένε καὶ ἀσύγκριτε, τῇ ἁγιότητι, ἡ τὸν Θεὸν ἐν σαρκί, ἀφράστως κυήσασα, καὶ γαλουχήσασα, αὐτῷ πρέσβευε, παντοίων ἡμᾶς ῥύεσθαι, πειρασμῶν τε καὶ σκανδάλων. Τῶν ΙΒ Ἀποστόλων. Ἐν τῇ καμίνῳ. Υἱοθετήσας, τοὺς μαθητάς σου πρὶν ὁ φύσει Υἱός, θέσει κληρονόμους ἔδειξας πατρικῆς, κληρουχίας Ὑπεράγαθε, καὶ συνεδρεύειν σοι, τῷ Θεῷ καὶ Δεσπότῃ εὐδόκησας. Σοφίας χύμα, καρδίας πλάτος, γλῶσσαν εὔλαλον, Λόγε παρασχὼν τοῖς θείοις σου Μαθηταῖς, ἐ ξαπέστειλας κηρύττοντας, τὸ Εὐαγγέλιον, τῆς βασιλείας πᾶσι τοῖς ἔθνεσιν. Δόξα. Ἀναφανέντες, ὥσπερ νεφέλαι πλήρεις θείου φωτός, πᾶσιν ἐπομβρίζουσιν ὕδωρ ζωοποιόν, οἱ Ἀ πόστολοι κραυγάζοντες Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε. Καὶ νῦν. Θεοτοκίον. Πεποικιλμένη, τῇ θείᾳ δόξῃ ὤφθης ἄχραντε, μόνη ἐξ αἰῶνος Λόγον τὸν τοῦ Πατρός, δεξαμένη Μητροπάρθενε. Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε. Τῶν Κορυφαίων. ᾨδὴ η. Ὁ εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπασαν * ἀγείρει ψάλλουσαν * Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. 17

Ῥώμῃ κρατυνθεὶς ὁ Πέτρος θείᾳ, θανοῦσαν τὴν Ταβιθὰν εὐχῇ ἀνέστησε Παῦλος δὲ τὸν Εὔτυχον, ὕψους ὀλισθήσαντα, καὶ νεκρωθέντα ἤγειρεν, ἄμφω κραυγάζοντες Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Ὁράσει φρικτῇ καὶ θαυμασίᾳ, ὁ Πέτρος καταφωτίζει τὸν Κορνήλιον Παῦλος δὲ τὸν Γάϊον Κρίσπον καὶ Πανέστιον, τὸν Στεφανᾶν ἐβάπτισεν, ἄμφω κραυγάζοντες Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Φρουρούμενον Πέτρον δεδεμένον, Ἀγγέλου ἐπιστασίᾳ Χριστὸς ἔλυσε Παῦλον σὺν τῷ Σίλᾳ δέ, αὖθις προσευχόμενον, κολαστηρίῳ πόδας τε, δεινῶς τεινόμενον, ἀφῆκε τὴν φρουρὰν διασείσας ὅθεν γεγηθότες αὐτὸν ἐδοξολόγουν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον. Ῥῦσαι τῶν παθῶν τῶν ὀλεθρίων, σειράς τε ἁμαρτιῶν ἡμῶν διάῤῥηξον, αἷς ἕκαστος σφίγγεται πάντες γὰρ ἡμάρτομεν, καὶ ἱλασμὸν αἰτούμεθα, ὄντες ὑπεύθυνοι ὃν δίδου Θεοτόκε λιταῖς σου, τοῖς ὑπερυψοῦσι Χριστὸν εἰς τοὺς αἰῶνας. Τῶν ΙΒ Ἀποστόλων. Χεῖρας ἐκπετάσας Δανιήλ. Ὁ θεῖος καὶ πάνσοφος χορός, τῶν Ἀποστόλων Χριστοῦ, πυρὶ τοῦ Πνεύματος, ὡς ὕλην εὔπρηστον ἔφλεξε, τῶν δαιμόνων τὰ σεβάσματα, καὶ τὰς καρδίας τῶν πιστῶν ἐφωταγώγησε, τῶν βοώντων Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Συμφώνως τοὺς θείους Μαθητάς, καὶ Ἀποστόλους Χριστοῦ, τοὺς τὰ οὐράνια, ἡμῖν βροντήσαντας δόγματα, τοὺς λειμῶνας τοὺς τῆς πίστεως, τοὺς εὐεργέτας τοὺς κοινοὺς τῆς ἀνθρωπότητος, τοῦ Σωτῆρος, τοὺς ὑπηρέτας ἐν ὕμνοις τιμήσωμεν. Δόξα. Τὰ πάνσεπτα καὶ χωρητικά, δοχεῖα τοῦ φωτός, τὰς τῶν βροτῶν ἀπαρχάς, τὰς τοῦ κηρύγματος σάλπιγγας, τοὺς χειμάῤῥους τῆς ἀφθάρτου ζωῆς, τὰς θεοφόρους ἀστραπάς, τὰς ἰαμάτων πηγάς, τοὺς νοεροὺς πόδας τοῦ Εὐαγγελίου δοξάσωμεν. Καὶ νῦν. Θεοτοκίον. Ὁ πλήρης κενοῦται δι ἡμᾶς, ἵνα πληρώσεως, αὐτοῦ μετάσχωμεν τὴν γὰρ πανάχραντον μήτραν σου, ὑποδὺς ὁ ἀπερίληπτος, τῶν πατρικῶν οὐκ ἀποστὰς κόλπων σεσάρκωται ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε. Τῶν Κορυφαίων. ᾨδὴ θ. Ὁ εἱρμός. Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμπαδουχούμενος * πανηγυριζέτω δὲ * ἀΰλων νόων * φύσις, γεραίρουσα * τὴν ἱερὰν πανήγυριν * τῆς Θεομήτορος, * καὶ βοάτω * Χαίροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρθενε. 18

Τροπάρια. Ὅλον πανταχοῦ, τὸν κόσμον διήλθετε, ὥσπερ ὑπόπτεροι καὶ τὸ Εὐαγγέλιον, φυλαῖς, ἁπάσαις γλώσσαις καὶ ἔθνεσι, τὸ τοῦ Χριστοῦ κηρύξαντες, πάντας εἱλκύσατε, πρὸς τὴν πίστιν, Πέτρε παμμακάριστε, καὶ θεσπέσιε Παῦλε Ἀπόστολε. Νεύσας εἰς βαθύ, τὸ γῆρας καὶ φύσεως, τὸ χρέος Πέτρε πληρῶν, τῇ τοῦ διδασκάλου σου, Χριστοῦ μιμήσει σταυρὸν ὑπέμεινας σὺ δὲ τμηθεὶς τὴν κάραν σου, Παῦλε, ὦ θαῦμα φρικτόν! ἀντὶ λύθρου, γάλακτος ἀνέβλυσας, ὀχετοὺς καὶ ἀπίστους ἐπέστρεψας. Ὦ θεία δυάς, κόσμου τὸ σωτήριον, ἡ πιστευθεῖσα παντός, καὶ πρὸς θεοσέβειαν, ἐξ ἀσεβείας μεταῤῥυθμίσασα, καὶ μετά πότμον σῴζουσα, ἔτι πιστῶν τὰς ψυχάς, καὶ ἡμῶν νῦν μνήσθητε καὶ πρόστητε, τοῦ Χριστοῦ Κορυφαῖοι Ἀπόστολοι. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον. Σῶτερ ἀγαθέ, ὁ φύσει φιλάνθρωπος καὶ πολυεύσπλαγχνος, ταῖς τῆς πανυμνήτου σου, Μητρὸς Παρθένου θείαις ἐντεύξεσι, Πέτρου πρεσβείαις Παύλου τε, τῶν Ἀποστόλων τῶν σῶν, τὰ ἐλέη σου καὶ τὴν βοήθειαν, οὐρανόθεν ἡμῖν ἐξαπόστειλον. Τῶν ΙΒ Ἀποστόλων. Λίθος ἀχειρότμητος. Λύειν τὰς σειρὰς τῷ πταισμάτων, τὴν ἐξουσίαν εἰληφότες, παρὰ τοῦ Δεσπότου θεόπται, τὰς ἁ μαρτίας τῶν ἀνυμνούντων ὑμᾶς, συμπαθῶς ἐξαλείψατε, καὶ σωτηρίας ἀξιώσατε. Ὅλην τὴν τοῦ Πνεύματος αἴγλην, οὐσιωδῶς ὑμῖν φανεῖσαν, πάντες ὑπεδέξασθε σοφοί, ἐν ὑπερῴῳ μυσταγωγούμενοι, τὰ ὑψηλὰ διδάγματα καὶ νῦν ἀξίως μακαρίζεσθε. Δόξα. Ὑμῖν ὁ Χριστὸς νῦν τοῖς φίλοις, ἀναπαυσαμένοις βραβεύει, τοὺς ἀμαραντίνους στεφάνους, καὶ θεωρίας θείας ἐμπίπλησιν, ὅν περ νῦν δυσωπήσατε, τὰς Ἐκκλησίας διασώσασθαι. Καὶ νῦν. Θεοτοκίον. Σαρκὶ ἐπιδημῆσαι θελήσας, ὁ διακοσμήσας πάντα Λόγος, ἐν σοὶ κατεσκήνωσε μόνην, ἁγιωτέραν πάντων εὑράμενος, καὶ Θεοτόκον ἔδειξεν, ἐπ ἀληθείας Θεονύμφευτε. 19