Ἀκολουθία Ἱερομάρτυρος ΚΥΡΙΛΛΟΥ

Σχετικά έγγραφα
Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΟΥΝΙΟΥ ΚΣΤ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΔΑΥΪΔ ΤΟΥ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗι

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΥΘΥΜΙΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΡΟΔΟΥ

ΕΝ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ. Ἦχος πλ. β. Αἱ Ἀγγελικαί.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

1 1 παυλος και σιλουανος και τιμοθεος

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ΑΥΓΟΥΣΤΟΥ ΚΗ ΜΕΘΕΟΡΤΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΩΣΕΩΣ ΤΟΥ ΑΙΘΙΟΠΟΣ

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Κυριακὴ 13 Ἀπριλίου Κυριακὴ τῶν Βαΐων. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

1-7 Ιανουαρίου 2018 Θεός

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

Ἀναγνωστικό Κατήχησης

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

27 Φεβρουαρίου 5 Μαρτίου 2017 Ο άνθρωπος

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ ΤΟΥ ΕΝ ΡΟΔῼ ΑΘΛΗΣΑΝΤΟΣ

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Οὗ ἡ Μνήμη τῇ ΚΖ Ἰουνίου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ. Ηχος α. Πανεύφημοι Μάρτυρες.

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Προσκυνούμεν Σου τα Πάθη Χριστέ

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Ἀκολουθία Μάρτυρος ΕΥΓΕΝΙΟΥ τοῦ ἐκ Τραπεζοῦντος

Σάββατο 18 Φεβουαρίου Σαββάτῳ πρὸ τῆς Ἀποκρεω. Μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Λέοντος, Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ. Οὗ ἡ Μνήμη τῇ ΚΖ Αὐγούστου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου.

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Σε παρακαλούμε, λοιπόν, Κύριε: το ίδιο Πανάγιο Πνεύμα ας ευδοκήσει να αγιάσει τα δώρα αυτά, 118. Ενώνει τα χέρια, τα επιθέτει στα Δώρα και λέει:

Ἀκολουθία ὁσ. ΣΤΕΦΑΝΟΥ τοῦ ἐν Ἁρματίῳ Ψαλλομένη τῇ 27 η Φεβρουαρίου

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Iohannes Damascenus - De azymis

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

ΝΟΕΜΒΡΙΟΥ 27!! ΙΑΚΩΒΟΥ ΠΕΡΣΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ

Οι Άγιοι της Θεσσαλονίκης.

Κυριακή 10 Μαρτίου 2019.

ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΡΟΔΩι ΔΙΑΛΑΜΨΑΝΤΩΝ ΑΓΙΩΝ

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

Ἀκολουθία Ἱερομάρτυρος ΖΑΧΑΡΙΟΥ ἐπ. Κορίνθου

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΜΑΛΑΧΙΟΥ ΤΟΥ ΛΙΝΔΙΟΥ ΤΟΥ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΜΑΡΤΥΡΗΣΑΝΤΟΣ

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Cirillus Alexandrinus - De synagogae defectu

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

Origenes - Adnotationes in Numeros

Ο Μέγας Αθανάσιος: ανυποχώρητος αγωνιστής της ορθής πίστης.

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ΑΥΓΟΥΣΤΟΥ ΚΣΤ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ ΚΑΙ ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΑΔΡΙΑΝΟΥ ΚΑΙ ΝΑΤΑΛΙΑΣ

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

ΣΕΠΤΕΜΒΡΙΟΥ ΙΖ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΚΑΛΛΙΝΙΚΩΝ ΠΑΡΘΕΝΩΝ ΠΙΣΤΕΩΣ, ΕΛΠΙΔΟΣ ΚΑΙ ΑΓΑΠΗΣ ΚΑΙ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΩΝ ΣΟΦΙΑΣ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Περιεχόμενα. Β Ἐκκλησιαστική κρίση

Transcript:

Ἀκολουθία Ἱερομάρτυρος ΚΥΡΙΛΛΟΥ ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤῼ ΜΑΡΤΥΡΩΝ ΡΟΓΗΡΟΥ, ΗΛΙΚΟΣ, ΟΥΡΒΑΝΟΥ, ΣΙΛΒΑΝΟΥ, ΜΑΜΙΛΛΟΥ, ΗΡΗΝΙΑΣ, ΜΑΚΑΡΙΑΣ ΚΑΙ ΦΗΛΙΚΙΤΗΣ ΤΩΝ ΕΝ ΑΦΡΙΚῌ ΑΘΛΗΣΑΝΤΩΝ. Ψαλλομένη τῇ 8 η Μαρτίου Ποίημα Μητροπολίτου Ρόδου Κυρίλλου ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἱστῶμεν στίχους δ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β. Τριήμερος ἀνέστης. Τιμήσωμεν εὐφήμως πιστοί, Χριστοῦ τὸν Ἱερόαθλον, ἐκβοῶντες Πάτερ Κύριλλε ἡμῶν, μνημόνευε ἀπαύστως, τῶν ἐκτελούντων ὕμνοις, τὴν σεβασμίαν σου πανήγυριν. Ἡδύλαλον τὸ στόμα τὸ σόν, κτησάμενος ἐν Πνεύματι, εὐσεβείας, ἐξηρεύξω διδαχήν, καὶ τῆς ὁμολογίας, ὦ Κύριλλε τὸν λόγον, ἐν ᾧ τυράννων θράσος ᾔσχυνας. Ἱέρευσας ὁσίως Χριστῷ, καὶ ἤθλησας ὡς ἄσαρκος, ἀφειδήσας, τῶν βασάνων τῆς σαρκός, ἀνθ ὧν τῆς οὐρανίου, Κύριλλε βασιλείας, τρυφὴν τὴν ἄλληκτον ἀπέλαβες. Μαρτύρων ὀκταρίθμου χοροῦ, ἡγούμενος ὦ Κύριλλε, ἐπορεύθης, μαρτυρίου τὴν ὁδόν, μεθ ὧν ἐστεφανώθης, εἰς πόλιν πρωτοτόκων, συνεισελθὼν αὐτοῖς πανεύφημε. Δόξα. Ἦχος γ. Ἱερατεύσας ἀξίως τῆς κλήσεως, καὶ ἐναθλήσας νομίμως, ὡς Ἱεράρχης τετίμησαι, καὶ ὡς Μάρτυς ἐστεφάνωσαι, Κύριλλε Ἱερομάρτυς πανένδοξε. Ὅθεν τὴν [1]

μνήμην σου, χαρμονικῶς σήμερον τελοῦντες, οἱ πιστοὶ ἱκετεύομεν Πρέσβευε μακάριε, σὺν τῇ ὀλβίᾳ ὀγδοάδι, τῶν Μαρτύρων συνάθλων σου, τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Ἐν γυναιξὶν Ἁγία Θεοτόκε, Μήτηρ ἀνύμφευτε, πρέσβευε Ὅν ἔτεκες, Βασιλέα καὶ Θεόν, ἵνα σώσῃ ἡμᾶς ὡς φιλάνθρωπος. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Ἅρματι ἐπιβάς, τοῦ θείου μαρτυρίου, Κύριλλε Ἱεράρχα, πρὸς οὐρανῶν ἀνέπτης, δόξαν διαιωνίζουσαν. Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται. Λύθροις μαρτυρικοῖς, τῆς ἀρχιερωσύνης, τὴν χλαῖναν πορφυρώσας, ὡραῖος ἐν τῇ δόξῃ, Χριστοῦ εἰσῆλθες Κύριλλε. Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Χαίροις ὁ ἀρχηγός, Μαρτύρων ὀγδοάδος, Κύριλλε θεομάκαρ μεθ ὧν ἀεὶ δυσώπει, ὑπὲρ ἡμῶν τὸν Κύριον. Δόξα. Ἦχος δ. Ἱερομάρτυς Κύριλλε, σήμερον ἡ μνήμη σου ἡμῖν, ἀνέτειλεν ἡλίου τηλαυγέστερον διὸ ἐν αὐτῇ συναθροισθέντες, τὴν ὑμνῳδίαν σοι προσφέρομεν, καὶ Μαρτύρων συναθλητῶν, τὴν ὀγδοάδα ἐπαινοῦντες, ἱκετικῶς ἀνακραυγάζομεν Πρεσβεύετε μακάριοι, Χριστῷ τῷ Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζωμέν Σοι χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν. [2]

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις. ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους στ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Δεῦτε ἐπαινέσωμεν πιστοί, τὸν Ἱεραρχῶν ἐν χορείᾳ, πανευκλεὴν Ἀθλητήν, Κύριλλον τὸν ἔνδοξον, καὶ ἀνυμνήσωμεν, τὴν αὐτῷ συνεκλάμπουσαν, Μαρτύρων συνάθλων, ὀγδοάδα σήμερον, ἀνακραυγάζοντες Χαίρετε Χριστοῦ Ἀθλοφόροι, οἱ ἐν μαρτυρίου τῇ πάλῃ, δαιμονίων φάλαγγας νικήσαντες. Ὅλος ἀνακείμενος Χριστῷ, τῷ ἐνανθρωπήσαντι Λόγῳ, τοῦ προανάρχου Πατρός, καὶ αὐτὸν μιμούμενος, καλῶς ἐποίμανας, τὴν λαχοῦσάν σοι Κύριλλε, θεόλεκτον ποίμνην, ὑπὲρ ἧς καὶ ἤθλησας, ῥώμῃ τῆς πίστεως. Ὅθεν δοξασθεὶς ἐν ὑψίστοις, τοῖς ἐπὶ τῆς γῆς σε τιμῶσι, χάριτός σου δίδου τὰ δωρήματα. Ἔχων Θείου Πνεύματος ἐν σοί, χάριν τὴν σεπτὴν ἐνοικοῦσαν, ὡς καθαρὸς τῇ ψυχῇ, ἐκλογῇ τῇ ἄνωθεν, θεόφρον Κύριλλε, ἐπὶ θρόνου ἐκάθισας, ἀρχιερωσύνης, καὶ αὐτὸν ἐλάμπρυνας, τῷ μαρτυρίῳ σου. Ὅθεν οἱ πιστοί σε τιμῶμεν, καὶ τῷ ἐν Τριάδι Κυρίῳ, πρέσβυν σε θερμότατον προσάγομεν. Πόθῳ ὡραιότητος Χριστοῦ, τὴν καθαρωτάτην ψυχήν σου, πνευματικῶς ἐξαφθείς, κόσμου κατεφρόνησας, τῆς ματαιότητος, καὶ τυράννων κατέφλεξας, τῆς μισοθεΐας, πλάνην τὴν ψυχόλεθρον, τῷ μαρτυρίῳ σου. Ὅθεν τοῖς τιμῶσί σε πόθῳ, Κύριλλε μακάριε αἴτει, τῶν παραπτωμάτων τὴν συγχώρησιν. Σήμερον ἀγάλλεται ἡ γῆ, καὶ τὰ ἐπουράνια χαίρει, ἐπιτελοῦντες ὁμοῦ, Κύριλλε πανεύφημε, τῆς θείας μνήμης σου, ἑορτὴν τὴν ὑπέρλαμπρον, τὴν φωταγωγοῦσαν, ἀστραπαῖς τῆς χάριτος, τοὺς ἐκβοῶντάς [3]

σοι Χαίροις Ἱεράρχα καὶ Μάρτυς, ὁ μαρτυρικῆς ὀγδοάδος, ἔνθεος ἀλείπτης πρὸς τὴν ἄθλησιν. Κύριλλον τιμήσωμεν πιστοί, Ἱερομαρτύρων τὴν δόξαν, καὶ σὺν αὐτῷ Οὐρβανόν, Μακαρίαν, Φήλικα, Ῥογάτον, Μάμιλλον, Σιλβανόν, Ἡρηνίαν τε, καὶ τὴν Φηλικίτην, πρὸς αὐτοὺς κραυγάζοντες, θερμῆς ἐκ πίστεως Μάρτυρες Χριστοῦ τοῦ Σωτῆρος, ἔλεος, εἰρήνην καὶ χάριν, εὐσεβῶν αἰτεῖσθε τῷ πληρώματι. Δόξα. Ἦχος βαρύς. Τὸν Ἱεράρχην τοῦ Χριστοῦ, καὶ κραταιὸν Ἀθλοφόρον, Κύριλλον τὸν θαυμάσιον, εὐφημήσωμεν σήμερον, πιστοὶ μεγαλοφώνως ἱερατεύσας γὰρ ὁσίως τῷ Θεῷ, νομίμως ἐνήθλησε, παραδοὺς βασάνοις τὸ σῶμα, καὶ αἱμάτων τοῖς ῥείθροις, ἱεραρχίας φαιδρύνας τὴν στολήν νῦν δὲ ἐν Παραδείσῳ τῆς τρυφῆς, σὺν Ἀθλοφόρων συνάθλων ὀγδοάδι, τῆς ἀθανάτου δόξης κοινωνῶν, πρεσβεύει ἀκαταπαύστως, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου Σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό Σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά Σου ἐκτενῶς, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι, 7,6 γ, 13-15 η,6,34,35,4,12,14,17,5-9 κβ,21, 19 ιε, 4). Μνήμη δικαίου μετ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. [4]

Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν εἰσακούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων Ὅτι ἐγὼ ἡ σοφία κετεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε, τοίνυν ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲ ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες πάντα ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐπὶ Κύριον ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε Πνεύματος. Προφητείας Ἡσαῒου τὸ Ἀνάγνωσμα (Κεφ. μγ, 9-14). Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀναγγελεῖ ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός ἔτι ἀπ ἀρχῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ [5]

τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε, 15-6,3). Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου. Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α. Ἐν αἰνέσει πιστοί, σήμερον κροτήσωμεν, τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, μακαρίζοντες Κύριλλον, τὸν διὰ μαρτυρίου τῶν εἰδώλων, τὸ ἀσθενὲς θριαμβεύσαντα, καὶ ἐχθρῶν μυριάδας θανατώσαντα νικηφόρος γὰρ ἐν οὐρανοῖς, σὺν συμμαρτύρων Ἀθλοφόρων ὀγδοάδι, τῷ ἐν Τριάδι Θεῷ παριστάμενος, παρ αὐτοῦ αἰτεῖτε ἡμῖν, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος. Ἦχος β. [6]

Τῆς Ἐκκλησίας τὸ στερέωμα, ὡς ἀστέρων συνέλευσις φαιδρά, Μάρτυρες Χριστοῦ καταλαμπρύνετε, φωστῆρα φαεινὸν ἐν μέσῳ κεκτημένοι, Κύριλλον τὸν σύναθλον Ἐπίσκοπον, Ἱερομαρτύρων τὴν δόξαν καὶ ἀκροθίνιον διὸ σήμερον οἱ πιστοὶ συνελθόντες, χαίροντες κροτοῦμεν ἑόρτια, καὶ δοξάζοντες τὸν ἐν Τριάδι Θεόν, ὁμοφρόνως βοῶμεν τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος, ὁ δι αὐτῶν παρέχων ἡμῖν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. Ὁ αὐτός. Μεγαλόφρονι γνώμῃ, Χριστὸν ὁμολογήσας, ἐναντίον ἐθνῶν καὶ βασιλέων, ἱερεῖον ἄμωμον ἐγένου, καὶ θῦμα εὐαπόδεκτον, Κύριλλε Πάτερ ἱερώτατε θανεῖν γὰρ προείλου, ὑπὲρ τοῦ ζῶντος Θεοῦ, καὶ τοῖς τῶν αἱμάτων ῥανίσιν, ἀσεβείας ἔσβεσας πῦρ ἀλλότριον. Ὅθεν ἐν οὐρανοῖς, ἔχων τὸν μισθὸν ἀναφαίρετον, μέμνησο τῶν πίστει εἰλικρινεῖ, εὐφημούντων σου τὸ μαρτύριον, ὅπως εὕρωμεν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Δόξα. Ἦχος πλ. α. Τὸν στεῤῥόψυχον Ἀθλητήν, καὶ θεόσοφον Ἱεράρχην, τὸν ποιμένα τὸν γνήσιον, οἰκουμένης τὸ στήριγμα, καὶ θαυμάτων τὴν πηγήν, ὡς φωστῆρα παγκόσμιον, Κύριλλον εὐφημήσωμεν οὗτος γὰρ πλησιφαῶς, ἐν Ἐκκλησίας τῷ στερεώματι ἐξήστραψεν, ἱεραρχίας λαμπρύνας τὴν στολήν, τῶν αἱμάτων τοῦ μαρτυρίου, τῇ ὑπὲρ νοῦν ὡραιότητι. Ὅθεν πρὸς αὐτὸν ἐκβοήσωμεν Ἱερομάρτυς πανένδοξε, ἐν ούρανοῖς Χριστῷ παριστάμενος, τοῖς ἐπὶ γῆς τελοῦσί σου τὸ μνημόσυνον, πάρεσο προστάτης ἀκαταίσχυντος, τῇ δυνάμει τῆς δεδομένης σοι χάριτος. Καὶ νῦν. Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν. [7]

Εἰς τόν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσιν. Φιλεόρτων συστήματα, ἐν ψαλμοῖς ἐπαινέσωμεν, Ἡρηνίαν, Μάμιλλον, Φηλικίτην τε, καὶ Μακαρίαν τὴν πάνσεμνον, Ρογάτον καὶ Φήλικα, Σιλβανὸν καὶ Οὐρβανόν, καὶ τὸν ἔνδοξον Κύριλλον, τοὺς ἐκλάμψαντας, μαρτυρίου τοῖς ἄθλοις ὡς φωστῆρες, καὶ φωτίζοντας τὴν κτίσιν, φωταγωγίᾳ τῆς χάριτος. Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται. Ἱεράρχης ὡς πάνσοφος, εὐσεβείας τὸ κήρυγμα, τοῖς πανσόφοις λόγοις σου διετράνωσας, θεομακάριστε Κύριλλε, καὶ τούτου πιστούμενος, τὴν σωτήριον ἰσχύν, τῇ σεπτῇ ἐκλογάδι σου, τὸ μαρτύριον, ἀνενδότῳ ἐτέλεσας καρδίᾳ, καὶ ἀπέλαβες θεόθεν, δικαιοσύνης τὸ στέφανον. Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Ὡς κριόν σε ἐπίσημον, ἐκ τῆς ποίμνης χωρίσαντες, εἰδωλομανίᾳ οἱ ἐπιμένοντες, σφαγῇ σε Πάτερ παρέδωκαν, καὶ θῦμα πανάγιον, ἀρχιθύτην τὸν σοφόν, τῷ Θεῷ σε προσήγαγον ὃν ἱκέτευε, σὺν Μαρτύρων συνάθλων ὀγδοάδι, ἐκ κινδύνων λυτρωθῆναι, τοὺς εὐφημοῦντάς σε Κύριλλε. Δόξα. Ἦχος α. Τὸν γνήσιον ποιμένα, τῶν θρεμμάτων τοῦ Χριστοῦ, καὶ Μάρτυρα τῆς ἀληθείας, Κύριλλον εὐφημήσωμεν, βοῶντες πρὸς αὐτόν Ἱερομάρτυς πανσεβάσμιε, ὁ τὴν πίστιν τηρήσας, καὶ τὸν δρόμον τελέσας, ἐν μαρτυρίου αἵματι, πρέσβευε πρὸς τὸν φιλάνθρωπον Θεόν, σὺν ὀκταρίθμων συμμαρτύρων τῷ χορῷ, τοῦ εἰρηνεῦσαι τὸν κόσμον, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς διὸ καὶ φύσις [8]

ἐκαινοτόμησεν. Ἀλλ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς ἀλλ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἐμπρέψας τὸ πρότερον, ποιμαντικαῖς ἀρεταῖς, ἐξήστραψας ὕστερον, μαρτυρικαῖς ἀγωγαῖς, τῷ κόσμῳ ὡς ἥλιος, φέγγει τῷ ἀνεσπέρῳ, τῆς σεπτῆς χάριτός σου, Κύριλλε καταυγάζων, Ὀρθοδόξων χορείας διὸ σὺν ὀγδοάδι σεπτῇ, συνάθλων τιμῶμέν σε. Τὸ ὁμόηχον Θεοτοκίον καὶ Ἀπόλυσις. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου, Σωτήρ. Ἐπέφανεν ἰδού, εὐφροσύνης ἡμέρα, Κυρίλλου τοῦ σοφοῦ, ἡ ὑπέρτιμος μνήμη, ἐν ᾗ πιστοὶ συνέλθωμεν, πρὸς αὐτὸν ἀνακράζοντες Μάρτυς ἔνδοξε, σὺν ὀγδοάδι συνάθλων, καθικέτευε, ὑπὲρ ἡμῶν παῤῥησίᾳ, Θεὸν τὸν φιλάνθρωπον. Δόξα. Ὅμοιον. Μαρτύρων θαυμαστῆς, προεξάρχων χορείας, μετῆλθες τὴν ὁδόν, τοῦ σεπτοῦ μαρτυρίου, ποιμὴν ὡς χριστομίμητος, παναοίδιμε Κύριλλε. Ὅθεν πρέσβευε, νῦν μετ αὐτῶν τῷ Κυρίῳ, τοῦ δωρήσασθαι, παραπτωμάτων τὴν λύσιν, τοῖς πόθῳ τιμώσί σε. Καὶ νῦν. Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, Ὅν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ Σε δοξάζουσι. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. [9]

Χῦμα ἄνωθεν, σοφίας ἔχων, ποίμνην ἴθυνας, πρὸς σωτηρίου, τὴν ἁγίαν νομὴν Πάτερ Κύριλλε, καὶ ὑπὲρ ταύτης ἐτύθης τὸν δρόμον σου, ἐπιτελέσας Μαρτύρων ἐν αἵματι. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Ὅμοιον. Θείας πίστεως, ὑπεροπλίᾳ, δῆμος ὤφθητε, δεδοξασμένος, ἐν σταδίῳ Μαρτύρων πανεύφημοι, ὁ προεξάρχων Ἐπίσκοπος Κύριλλος, καὶ συμμαρτύρων ὀκτάς ἡ θεόλεκτος. Ὅθεν πάντοτε, ὁμοῦ τῷ Χριστῷ πρεσβεύετε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τὶς ἐξειπεῖν δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν. Ἀλλὰ τῇ Σῇ πρεσβείᾳ Ἀγαθή, τούτων μοι πάντων τὴν λύτρωσιν δώρησαι. Μετὰ τὸν Πολυέλεον, Κάθισμα.Ἦχος δ. Ταχὺ προκατάλαβε. Χριστὸν Ἀρχιποίμενα, ἰχνηλατῶν εὐσεβῶς, ὑπὲρ τῶν προβάτων σου, τὴν ἱεράν σου ψυχήν, ὦ Κύριλλε τέθηκας ὅθεν διπλοῦν τὸ στέφος, τὸ τῆς ἀθανασίας, ἄνωθεν δεδεγμένος, τὸν Θεὸν ἐκδυσώπει, ὑπὲρ τῶν ἐπιτελούντων, τὴν μνήμην σου σήμερον. Δόξα. Ὅμοιον. Μαρτύρων ἡγούμενος, τῆς ὀγδοάδος καλῶς, ἀθλήσεως ἤνυσας, καρτερικῶς τὴν ὁδόν, μακάριε Κύριλλε ὅθεν ἐν τοῖς ὑψίστοις, μετ αὐτῶν καταπαύσας, πρέσβευε τῷ Δεσπότῃ, δυνατῇ παῤῥησίᾳ, ὑπὲρ τῶν ἐκτελούντων ὑμῶν, τὸ θεῖον μνημόσυνον. Καὶ νῦν. Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα τὸν ὑπὲρ πάντας ἐμὲ οὖν γενόμενον, ῥερυπωμένον σαρκὸς [10]

πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν Σου ἐνθέοις νάμασι, παρέχουσα Ἁγνὴ τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ ἤχου. Προκείμενον. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται. Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Εὐαγγέλιον Μαρτυρικόν, τό τῆς κγ Ἀπριλίου. Ὁ Ν Ψαλμός. Δόξα. Ταῖς τοῦ Ἱεράρχου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Ἰδιόμελον. Ἦχος πλ. β. Στ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου. Εὐαγγελικὴν πολιτείαν, ἐπὶ τῆς γῆς ἐνδειξάμενος, καὶ ποιμαντικῇ ἐπιστήμῃ, ἐν λογικῷ ποιμνίῳ διαπρέψας, κατ εἰδώλων τῆς πλάνης, μαρτυρικῶς ἠνδραγάθησας, καὶ στεφάνῳ δόξης ἐστεφανώθης, Κύριλλε Ἱεράρχα πανσεβάσμιε. Διὸ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων ἐν ὕμνοις, τὸ σεπτόν σου μνημόσυνον. Εἶτα οἱ Κανόνες τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ καὶ τῶν Ἁγίων ὁμοίως εἰς στ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις «Κυρίλλου». Ὠιδὴ α. Ἦχος πλ. α. Τῷ Σωτῆρι Θεῷ. Τῶν Μαρτύρων Χριστοῦ, τὸν ὀγδοάδα πιστοί, σὺν τῷ Κυρίλλῳ εὐφημήσωμεν, ὅτι Θεὸν ἀθλητικῶς εὐαρεστήσαντες, ζωῆς τὴν λαμπρότητα, ἐκληρονόμησαν. Ἀγαπήσας Θεόν, καὶ ἱερεύσας αὐτῷ, ταῖς ἀρεταῖς σου ὥσπερ Ἄγγελος, μαρτυρικῶς πρὸς οὐρανὸν μετέστης Κύριλλε, ἐν ᾧ τῶν καμάτων σου, ἔχεις τὰ ἔπαθλα. Ὀγδοάδος σεπτῆς, Χριστομαρτύρων προστάς, ἐν μαρτυρίου ἀγωνίσματι, νῦν μετ αὐτῶν ἐν τῇ Ἐδὲμ χορεύεις Κύριλλε διὸ τοῖς τιμῶσί σε, χάριν πρυτάνευε. [11]

Κινδυνεύων δεινῶς, ἐν πειρασμοῖς χαλεποῖς, Σοὶ καταφεύγω Θεονύμφευτε μή με παρίδῃς Ἀγαθὴ τὸν ἀσυνείδητον οὐκ ἔχω γὰρ Δέσποινα, πλήν Σου βοήθεια. Ὠιδὴ γ. Δυνάμει τοῦ Σταυροῦ Σου. Καθεῖλον θεομάχων ὀφρύν, οἱ σὺν Κυρίλλῳ τῷ θεόφρονι, καρτερικῶς διαπρέψαντες, μαρτυρίου ἐν τῷ σκάμματι. Τυράννου τῇ προστάξει σφοδρῶς, ἐν τῷ σταδίῳ θανατούμενος, τῷ Λυτρωτῇ αἶνον Κύριλλε, ἐκ καρδίας σου ἀνέμελπες. Ἀνδρεία σὺ εὑρέθης γυνή, σαρκὸς βασάνων ἀλογήσασα, τῷ μανικῷ Χριστοῦ ἔρωτι, Ἡρηνίᾳ παμμακάριστε. Ὑμνοῦμεν Μαριάμ Σε ἀεί, τὴν ἀπειράνδρως σωματώσασα, τὸν Λυτρωτὴν ἐξ αἱμάτων Σου, εἰς ἀνθρώπων ἀπολύτρωσιν. Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου, Σωτήρ. Τὸν πάνσοφον πιστοί, τοῦ Χριστοῦ Ἱεράρχην, καὶ κάλλιστον αὐτοῦ, τῶν θρεμμάτων ποιμένα, τὸν Μάρτυρα πανάριστον, τῇ ἀθλήσει γενόμενον, δεῦτε Κύριλλον, ἀνευφημήσωμεν πάντες, ἵνα λάβωμεν, τούτου ταῖς θείαις πρεσβείαις, πταισμάτων τὴν ἄφεσιν. Προστάτιν πρὸς Θεόν, κεκτημένοι Σε πάντες, προστρέχομεν Ἁγνή, τῷ ἁγίῳ ναῷ Σου, αἰτούμενοι βοήθειαν, παρὰ Σοῦ Ἀειπάρθενε ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς Σὲ μακαρίζοντας. Ὠιδὴ δ. Ἀκήκοα Κύριε. Ὡραῖοι γενόμενοι, βασάνων κάλλεσι Μάρτυρες, τῷ ὡραίῳ κάλλει, νῦν Χριστῷ συμπαρίστασθαι. [12]

Ψυχὴν ἐκπυρούμενος, τῷ τοῦ Χριστοῦ πόθῳ Κύριλλε, ὡς τρυφὰς ἡγήσω, τὰς βασάνους τοῦ σώματος. Κυρίλλου ἑπόμενος, τῷ παραδείγματι Μάμιλλε, εἰδωλομανούντων, τὴν μανίαν οὐκ ἔπτηξας. Ῥοαῖς τοῦ ἐλέους Σου, ψυχὰς κατάρδευσον Δέσποινα, τῶν μακαριζόντων, τὸν ἀπείρανδρον τόκον Σου. Ὠιδὴ ε. Ὀρθρίζοντες βοῶμέν Σοι. Δοξάσαντες πανεύφημοι Μάρτυρες, ἀθλητικῶς, Χριστὸν τὸν Θεὸν ἡμῶν, τῆς δόξης Τούτου ἐτύχετε. Τῆς ποίμνης σου κηδόμενος Κύριλλε, ὑπὲρ αὐτῆς, Χριστῷ τῷ Θεῷ σαυτὸν, θυσίαν ζῶσαν προσήγαγες. Παρέδωκας τὸ σῶμά σου μάστιξι, ὦ Σιλβανέ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὴν δόξαν ὡς προορώμενος. Ἱκέτευε ὡς εὔσπλαγχνος Δέσποινα, τὸν Λυτρωτήν, ῥυσθῆναι ἐκ συμφορῶν, τοὺς προσκυνοῦντας τὸν τόκον Σου. Ὠιδὴ στ. Μαινομένην κλύδωνι. Στρατευθέντες Μάρτυρες, τῶν αἰώνων τῷ Παμβασιλεῖ, τῶν ἐχθρῶν τὰς φάλαγγας ἐτρέψατε, καὶ κεφαλάς, στεφάνοις νίκης ἐστέφθητε. Ἱερεῖον ἔμψυχον, προσηνέχθης Κύριλλε Θεῷ, ἀπηνῶς ἀθλήσεως ἐν σκάμματι, τελειωθείς, ὑπὲρ τῆς ποίμνης μακάριε. Γεωργὸς ὡς ἄριστος, ἀσεβείας πρόῤῥιζον φυτά, Οὐρβανὲ μακάριε ἐξέτεμες, μαρτυρικῇ, ἀξίνῃ κάλλιστα χρώμενος. [13]

Λογισμῶν τοῦ χείρονος, καθαρόν μου Ἄχραντε τὸν νοῦν, καὶ καλῶν πρὸς κτῆσίν με διέγειρον, τῆς μητρικῆς, χρηστότητός Σου ἐκφάνσεσι. Κοντάκιον. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τὸν ὑπερθαύμαστον Χριστοῦ Ἱεράρχην, τὸν ἐποφθέντα κοινωνὸν τῶν Μαρτύρων, καὶ δεδεγμένον ἄνωθεν, τὸν στέφανον διπλοῦν, Κύριλλον τιμήσωμεν, τῶν πιστῶν αἱ χορεῖαι, καὶ αὐτῷ προσδράμωμεν, ἐκ καρδίας βοῶντες Ἱερομάρτυς πρέσβευε ἀεί, ὑπὲρ ἡμῶν τῶν τελούντων τὴν μνήμην σου. Ὁ Οἶκος. Χριστὸν μόνον θέλων, τὸν δι ἡμᾶς ἐκ Παρθένου νηπιάσαντα Χριστὸν μόνον ποθῶν, τὸν δι ἡμᾶς τῷ Σταυρῷ ὑψωθέντα Χριστὸν μόνον ζητῶν, τὸν τὴν Ἀνάστασιν διδόντα, βροτῶν τῷ γένει ὡς φιλάνθρωπος, πρὸς μαρτυρίου τὸν ἀγῶνα ἐχώρησας, τῶν τυράννων τὸν θυμόν, τὰς βασάνους τε τῆς σαρκός, καὶ τὸν θάνατον εἰς οὐδὲν λογισάμενος, Κύριλλε Ἱερομάρτυς παγκράτιστε. Ὅθεν ἐν πᾶσι δόκιμος φανείς, καὶ ἀρχιερωσύνης τὴν στολήν, τοῖς αἵμασι λαμπροτέραν ἀπεργασάμενος, τοῦ ἐνθέου σου πόθου κατηξιώθης, καὶ τῷ ποθητῷ ἐν δόξῃ παρέστης, Ἱεραρχῶν καὶ Μαρτύρων συνευφραινόμενος τάξεσι, καὶ μετ αὐτῶν παῤῥησίᾳ πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν τελούντων τὴν μνήμην σου. Μηνολόγιον. Τῇ Η τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Κυρίλλου Ἐπισκόπου, μαρτυρήσαντος ἐν Ἀφρικῇ. Στίχοι. Κῦρος ὤφθη Κύριλλος τῆς Ἐκκλησίας, Μαρτυρίου αἵματι στολὴν φοινίξας. Ὀγδοάτῃ ἐτέλεσε δρόμον Κύριλλος μαρτυρίου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ῥογάτου, Φήλικος, Οὐρβανοῦ, Σιλβανοῦ, Μαμίλλου, Μακαρίας, Ἡρηνίας καὶ Φηλικίτης, τῶν συναθλησάντων τῷ Ἁγίῳ Ἱερομάρτυρι Κυρίλλῳ. [14]

Στίχοι. Μάρτυρας Χριστοῦ ὀκτὼ γεραίρειν θέμις Λάμποντας φαιδρῶς φωτὶ Μαρτύρων δόξης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Ὠιδὴ ζ. Ὁ ἐν καμίνῳ πυρός. Ὁ ἐν βασάνοις σφοδροῖς, τοὺς Ἀθλοφόρους ἐνισχύσας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἱεραρχίας στολήν, Κύριλλε βάψας αἵματί σου, φωτοειδὴς ἐν αὐλαῖς, χοροβατεῖς τῆς ζωῆς. Ἀῤῥενωθεῖσα Χριστοῦ, τῇ ἀγαπήσει Φηλικίτη, μαρτυρικῇ τελευτῇ, σὺ ἐνυμφεύθης αὐτῷ. Λύτρωσαι Κόρη ἡμᾶς, τῇ μητρικῇ σου ἀντιλήψει, ἐκ πειρασμῶν χαλεπῶν, καὶ πάσης θλίψεως. Ὠιδὴ η. Τὸν Ποιητὴν τῆς κτίσεως. Ἁγιασθεὶς τοῖς ἄθλοις σου, Ἁγίων εἰσέδραμες, ἐν θείαις σκηναῖς, Κύριλλε τὴν δόξαν, θεώμενος Κυρίου. Ὡς φωτισθέντες Πνεύματι, Ῥογῆρε σὺν Φήλικι, ἀθλήσει στεῤῥᾷ, τῆς πολυθεΐας, ἐλύσατε σκοτίαν. Τὸν Λυτρωτὴν κηρύττουσα, τυράννους διήλεγξας, καὶ εὗρες ζωῆς, Μάρτυς Μακαρία, τὸ πλήρωμα κτανθεῖσα. Ὀμβροβλυτεῖς τοῖς δούλοις Σου, χρηστότητος νάματα, Παρθένε Ἁγνή, καὶ ἀποξηραίνεις, βορβόρους ἁμαρτίας. Ὠιδὴ θ. Σὲ τὴν μακαρίαν. Σὲ τὸν Ἱεράρχην καὶ Ἀθλητήν, Κύριλλε τιμῶμεν οἱ εὐσεβεῖς ἡμᾶς δεῦρο ἐκ πάσης, ἀνάγκης λυτρούμενος. [15]

Ὤφθης ὀγδοάδος μαρτυρικῆς, Κύριλλε ἀλείπτης μεθ ἧς ἀεί, τὸν Δεσπότην δυσώπει, ὑπὲρ τῶν ὑμνούντων σε. Δεῦτε ὀγδοάδα περιφανῶν, μέλψωμεν Μαρτύρων ἵνα αὐτῶν, ταῖς πρεσβείας ῥυσθῶμεν, κινδύνων καὶ θλίψεων. Ὑπέραγνε Μῆτερ τοῦ Λυτρωτοῦ, φάνηθι προστάτις καὶ βοηθός, μητρικῇ Σου ἀγάπῃ, τοῖς εἰς Σὲ ἐλπίζουσιν. Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις. Ἐν Ἱεράρχαις Μάρτυς, ἐγένου ἄριστος Χριστοῦ, καὶ τὴν κατάπαυσιν ἔσχες, δεδοξασμένος ἐν Αὐτῷ. Αὐτῷ οὖν Κύριλλε μάκαρ, πρέσβευε ἵνα σωθῶμεν. Ἕτερον. Ὅμοιον. Σὺν Ἀθλοφόρων συνάθλων, τῇ ὀγδοάδι εὐκλεῶς, Κύριλλε Πάτερ χορεύων, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, εἰρήνην αἴτει καὶ χάριν, τοῖς εὐλαβῶς σε τιμῶσι. Χρυσοπλοκώτατε Πύργε, καὶ δωδεκάτειχε Πόλις, ἡλιοστάλακτε Θρόνε, Καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα! πῶς γαλουχεῖς τὸν Δεσπότην. Εἰς τούς Αἴνους. Ἱστῶμεν στίχ. δ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Τὸν Ἱεράρχην Κυρίου, καὶ θεῖον Μάρτυρα, Κύριλλον δεῦτε πάντες, εὐφημοῦντες ἐν ὕμνοις, μεθ οὗ καὶ ὀγδοάδα συναθλητῶν, Ἀθλοφόρων κραυγάζοντες Μάρτυρες θεῖοι ἀπαύστως ὑπὲρ ἡμῶν, τὸν Δεσπότην ἱκετεύετε. Ὡς γεωργὸς ἀληθείας, Κύριλλε ἔνδοξε, ἐξέτεμες τὴν πλάνην, τῶν ματαίων εἰδώλων, τρανώσας σωτηρίου τὴν διδαχήν, θεολόγοις σου ῥήμασι, καὶ δι αὐτὴν ἐκτελέσας καρτερικῶς, μαρτυρίου τὸ ἀγώνισμα. [16]

Ἐν τῶν πραέων τῇ χώρᾳ, συναυλιζόμενος, ὡς ἄκακος καὶ πρᾶος, Κύριλλε θεομάκαρ, μετὰ τῶν θεοφόρων Ἱεραρχῶν, καὶ Μαρτύρων ἱκέτευε, ἵνα Χριστοῦ κοινωνήσωμεν τῆς χαρᾶς, οἱ πιστῶς σε μακαρίζοντες. Σὲ ἐθαυμάστωσεν μάκαρ, Χριστὸς ὁ Κύριος, διὰ τοῦ μαρτυρίου, ὡς σοφὸν Ἱεράρχην, καὶ χάριν δέδωκέ σοι θαυματουργεῖν, καὶ ἐξαίρειν τῶν θλίψεων, τοὺς καταφεύγοντας Κύριλλε εὐλαβῶς, τῇ δυνάμει τῆς πρεσβείας σου. Δόξα. Ἦχος πλ. β. Ἐν εὐφημίαις ᾀσμάτων, ἐπαινέσωμεν πιστοί, τοὺς καλλινίκους τῆς πίστεως Μάρτυρας, καὶ πρὸς αὐτοὺς ἅπαντες, ὡς δι ἑνὸς βοήσωμεν στόματος Χαίρετε Φήλιξ, Οὐρβανέ, Μάμιλλε, Σιλβανὲ καὶ Ῥογάτε, σὺν Μακαρίᾳ, Ἡρηνίᾳ καὶ Φηλικίτῃ ταῖς σώφροσι χαίρετε οἱ δεδοξασμένην ὀγδοάδα, μαρτυρικῶς συγκροτήσαντες, Κυρίλλῳ τῷ συναθλητῇ Ἐπισκόπῳ, ἐν μαρτυρίου τῷ δρόμῳ ἀκολουθήσαντες, καὶ εἰδωλικὴν πλάνην καταπατήσαντες. Ὡς ἔχοντες παῤῥησίαν, πρὸς τὸν φιλάνθρωπον Θεόν, τὸν ἐν ὑμῖν θαυμαστὸν ὡς γέγραπται, πρεσβεύετε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν. Καὶ νῦν. Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀθλοφόρων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ καὶ στ Ὠιδή. Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ θ Μαρτίου, ἐν τῇ μνήμῃ τῶν Ἁγίων Τεσσαράκοντα Μαρτύρων. [17]

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. Μεγαλυνάρια. Τὸν ἐν Ἱεράρχαις περιφανή, Μάρτυρα Κυρίου, εὐφημήσωμεν οἱ πιστοί, Κύριλλον τὸν θεῖον, αἰτούμενοι συμφώνως, αὐτοῦ τὴν προστασίαν, ἐν περιστάσεσιν. Ἔνδον τῆς ψυχῆς τὸν Ἰησοῦν, ἔχων ἐνοικοῦντα, χαίρων ἤθλησας δι αὐτόν, ἔχων συνοδίτας, Μαρτύρων ὀγδοάδα, μεθ ὧν Χριστὸν δυσώπει, ἔνδοξε Κύριλλε. Στίχοι. Κύριλλον, ὦ Κύριλλε Μάρτυς, τὸν Ῥόδου Φέροντα ἐκ πόθου σοι τὴν ὑμνῳδίαν, Φύλαττε προστάτευε ἀεὶ καί σκέπε, Θείαις ἱκεσίαις σου πρὸς τὸν Δεσπότην. [18]