24 ΙΑΝΟΥΑΡΙΟΥ 2015. Ἀπολυτίκιον ἦχος β. Σάββατον.



Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Σάββατον

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

18 IOYΛIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰμιλιανοῦ.

FUNERAL SERVICE ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ

14 ΦΕΒΡΟΥΑΡΙΟΥ ΣΑΒΒΑΤΟΝ τῆς Ἀπόκρεω (Ψυχοσάββατον). Πάντων τῶν ἀπ αἰῶνος κεκοιμημένων ὀρθοδόξων Χριστιανῶν ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

22 ΦΕΒΡΟΥΑΡΙΟΥ 2014 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

26 ΜΑΪΟΥ 2018 Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Ζ ΕΒΔΟΜΑΔΟΣ ΗΤΟΙ ΤΟ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΨΥΧΟΣΑΒΒΑΤΟΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

5 ΜΑΡΤΙΟΥ 2016 Ψυχοσάββατον

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ)

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

18 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 Σάββατον

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

09 ΜΑΡΤΙΟΥ 2013 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΟ ΤΗΣ ΑΠΟΚΡΕΩ ΕΣΠΕΡΑΣ

18 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 Σάββατον πρό τῆς Απόκρεω (Ψυχοσάββατον). ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

22 IOYNΙΟΥ 2013 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

15 ΙΟΥΝΙΟΥ 2019 Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Ζ ΕΒΔΟΜΑΔΟΣ ΗΤΟΙ ΤΟ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΨΥΧΟΣΑΒΒΑΤΟΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

3 ΙΟΥΝΙΟΥ 2017 Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Ζ ΕΒΔΟΜΑΔΟΣ

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

2 ΜΑΡΤΙΟΥ 2019 Σάββατον

9 ΑΠΡΙΛΙΟΥ 2016 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

3 IOYNIΟΤ ΨΤΧΟΑΒΒΑΣΟΝ

16 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Σάββατον Η προσκύνησις τῆς τιμίας ἁλύσεως τοῦ ἀποστόλου Πέτρου. Πευσίππου, Ελασίππου, Μεσίππου, Νεο- νίλλης μαρτύρων ( ).

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Σάββατον πρό τῆς Απόκρεω (Ψυχοσάββατον). ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

10 ΜΑΡΤΙΟΥ 2018 Σάββατον τῆς Γ Ἑβδομάδος τῶν Νηστειῶν

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

Iohannes Damascenus - De theologia

Καὶ νῦν. Θεοτοκίον. Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Σάββατο 18 Φεβουαρίου Σαββάτῳ πρὸ τῆς Ἀποκρεω. Μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Λέοντος, Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΣΤΑΣΙΣ ΠΡΩΤΗ. Ἦχος πλ. αʹ.

5 ΜΑΡΤΙΟΥ 2016 Σάββατον

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ε ε λε η σον Κυ ρι ε ε ε

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

3 ΙΟΥΝΙΟΥ 2017 Σάββατον πρὸ τῆς Πεντηκοστῆς (Ψυχοσάββατον) Μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς, ἐπ ἐλπίδι ἀναστάσεως

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

31 ΟΚΤΩΒΡΙΟΥ 2015 Σάββατον

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἀλληλούϊα.

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

καὶ τέλειον ἀπέλαβον τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν

14 ΦΕΒΡΟΥΑΡΙΟΥ ΣΑΒΒΑΤΟΝ τῆς Ἀπόκρεω (Ψυχοσάββατον). Πάντων τῶν ἀπ αἰῶνος κεκοιμημένων ὀρθοδόξων Χριστιανῶν, Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (13/02/15)

3 ΟΚΤΩΒΡΙΟΥ Υ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.

27 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΖ (Α ΛΟΥΚΑ) Καλλιστράτου µάρτυρος ( 304) Ἀριστάρχου ἀποστόλου, Ἀκυλίνης νεοµάρτυρος ( 1764). Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

Ἦχος πλ. αʹ. Mode pl. 1. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

24 ΟΚΤΩΒΡΙΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

23 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

6 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη, καὶ ἡ ἐκφώνησις. Καὶ ψάλλομεν τετράκις τό Ἦχος πλ. δ. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Transcript:

24 ΙΑΝΟΥΑΡΙΟΥ 2015 Σάββατον. Ξένης ὁσίας (ε αἰ.). Βαβύλα ἱερομάρτυρος (γ αἰ.), Φίλωνος ἐπισκόπου Καρπασίας τοῦ θαυματουργοῦ, Νεοφύτου ὁσίου τοῦ ἐν Κύπρῳ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα Καὶ ψάλλομεν τετράκις εἰς ἦχον β τό, Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Ἀπολυτίκιον ἦχος β Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. Δόξα Πατρὶ ἦχος πλ. δ Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν. Καὶ νῦν Θεοτοκίον Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος Μετὰ τὴν Α Στιχολογίαν Καθίσματα Μαρτυρικὰ Ἦχος βαρὺς Οἱ Μάρτυρές σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν, καθοπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντες, κραυγάζουσι τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. 1

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός Οἱ Ἅγιοί σου Κύριε, ἐπὶ τῆς γῆς ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν διὸ καὶ τοὺς στεφάνους, παρὰ σοῦ ἐκομίσαντο, τοῦ φιλανθρώπου Δεσπότου, καὶ ἐλεήμονος Θεοῦ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Μαρτυρικὸν Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δοθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν, ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα.. Δόξα Πατρί Νεκρώσιμον Ὁ θάνατός σου Κύριε, τοῖς νεκροῖς ζωὴν ἐξήνθησε τὸν γὰρ ᾅδην ἐσκύλευσας, ἀνακαλύπτων τοὺς ἐν σκότει καθεύδοντας διό σε Ζωοδότα, ὡς Θεὸν ἱκετεύομεν. Οὕς ἐξ ἡμῶν προσελάβου, μετὰ Δικαίων ἀνάπαυσον, ὅπως εὕρωσιν ἐν κρίσει, τὸ μέγα ἔλεος.. Καὶ νῦν Θεοτοκίον Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος τὰ Εὐλογητάρια. Ἦχος πλ. α Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ὁ παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εἰκὼν εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με. 2

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα. Δόξα Πατρί Τριαδικὸν Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον. Καὶ νῦν Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Καί ἀναύπασον τοὺς δούλους Σου. ὁ Ιερεύς: Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον. : Κύριε, ἐλέησον γ (χύμα). ὁ Ιερεύς: Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον. ὁ β Χορός: Κύριε, ἐλέησον γ (χύμα). ὁ Ιερεύς: Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα. ὁ α Χορός: Παράσχου, Κύριε. ὁ Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν ὁ β Χορός: Κύριε, ἐλέησον (ἅπαξ.) Εἶθ οὕτως, ὁ Ιερεύς: τήν εὐχήν Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων, 3

πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός πᾶν ἁμάρτημα τό παρ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια. ὁ Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν. ὁ α Χορός: Κύριε, ἐλέησον (ἅπαξ). ὁ Ιερεύς: Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καθίσματα Ἦχος πλ. α Ἀμὴν. Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε. Τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε. Καὶ νῦν Θεοτοκίον Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς. Καὶ εὐθὺς ὁ Ν ψαλμὸς χύμα Κανὼν εἰς Μάρτυρας, Ὁσίους, Ἱεράρχας, καὶ εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχὶς Χοροὺς ἀνυμνῶ Ποιμένων καὶ Μαρτύρων, ἐγὼ ὁ Ἰωσὴφ ᾨδὴ α Ἦχος βαρὺς Ὁ Εἱρμὸς Τῷ συνεργήσαντι Θεῷ, Μωϋσῇ ἐν Αἰγύπτῳ, ἐξαγαγεῖν τὸν Ἰσραήλ, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Χορὸς Μαρτύρων ἀπλανῶν, πᾶσαν πλάνην νικήσας, τοῦ πολεμήτορος, χορεύει γηθόμενος, πρὸ προσώπου τοῦ Κτίσαντος. Δόξα Πατρί 4

Οἱ Ἱεράρχαι τοῦ Χριστοῦ, καὶ οἱ Ὅσιοι πάντες, ἀγωνισάμενοι, τρυφῆς ἠξιώθησαν, αἰωνίου ἐν χάριτι. Ῥῦσαι ἡμᾶς πάσης ὀργῆς, Προφητῶν καὶ Ὁσίων, καὶ Γυναικῶν ἱερῶν, Χριστὲ παρακλήσεσι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Νεκρώσιμον Ὁ διαπλάσας με ἐκ γῆς, καὶ εἰς γῆν πάλιν Λόγε, καθυποστρέφειν με, κελεύσας ἀνάπαυσον, οὓς ἐν πίστει μετέστησας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὑπεραγία ἡ Θεόν, ὑπεράγιον Λόγον, ἀποκυήσασα, ἁγίασον ἅπαντας, τοὺς πίστει σε δοξάζοντας. Ἕτερος, εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχὶς Κανὼν τὸν αὐτὸν ἕβδομος σκοπὸν φέρων Νεύσει σου πρὸς γεώδη. Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Κόσμος ὡραϊσμένος, τῶν ἀρετῶν ταῖς ἰδέαις, καὶ θεῖον ἀνάθημα, τοῖς διαφόροις κάλλεσι, λάμπον ταῖς θεοσημείαις, Μάρτυρες Χριστῷ, τῷ Θεῷ προσηνέχθητε. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Αἴγλης τῆς ἀπροσίτου, καὶ τρισηλίου λαμπάδος, τυχεῖν καταξίωσον, τοὺς μεταστάντας δούλους σου, ἔνθα ἀπέδρα ὀδύνη, λύπη στεναγμός, πολυέλεε Κύριε. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Νεκρώσει Ζωοδότα, κατακριθεῖσαν τὴν φύσιν, ζωὴ ἐνυπόστατος, ὑπάρχων Χριστὲ ἥγειρας ὅθεν ὡς μόνος οἰκτίρμων, πίστει τοὺς πρὸς σέ, μεταστάντας ἀνάπαυσον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὤρθωσας Παναγία, τὴν τῆς προμήτορος πτῶσιν, τεκοῦσα τὸν Κύριον, τὸν ταύτην ἀναστήσαντα, Λόγον τὸν ἐν τοῖς μνημείοις, πνέοντα ζωήν, ἐξουσίᾳ Θεότητος. Καὶ τῆς Ἀγίας εἷς. ᾨδὴ α Ἦχος πλ. δ ᾌσμα ἀναπέμψωμεν λαοί,. Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ξένον ὄντα πάσης ἀρετῆς, καὶ μακρυνθέντα πράξεσιν, ἀπὸ Θεοῦ ἀτόποις, 5

οἰκείωσόν με τούτῳ, εὐχαῖς εὐπροσδέκτοις σου, Ξένη σεμνὴ Ὁσία, σοῦ τὸν ξένον βίον εὐφημοῦντα. Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Πῦρ σε ἀναφλέξαν νοητόν, ὡς ὕλην εὐκατάπρηστον, τὴν κοσμικὴν ἀπάτην, καὶ σαρκικὸν μνηστῆρα, ἀρνήσασθαι ἔπεισε, γνώμῃ ἀνδρειοτάτῃ, καὶ Κυρίῳ ἀγνῶς μνηστευθῆναι. Δόξα Πατρί Ξένην ἐννοήσασα ζωήν, ἐν οὐρανοῖς τὴν μένουσαν, καὶ μὴ παρεχομένην τὴν κλῆσιν ὡς τὴν πρᾶξιν, ἠμείψω καὶ ἔδραμες, ἔλαφος ὡς διψῶσα, ἀθανάτου κατ ἴχνος μνηστῆρος. Καὶ νῦν Θεοτοκίον Ὕμνοις τὴν πανάχραντον πιστοί, Μαρίαν εὐφημήσωμεν, τὴν Θεομήτορα, τὴν κεχαριτωμένην, τὴν σκέπην τὴν ἔνθεον, τὸν εὔδιον λιμένα, τὴν τῶν πάντων πιστῶν σωτηρίαν. ᾨδὴ γ Οἱ ὀρθρίζοντες Λόγε, εἰς δόξαν σὴν καὶ αἶνον, ἀνυμνοῦμεν ἀπαύστως, τὸν τύπον τοῦ Σταυροῦ σου, ὃν ἔδωκας ἡμῖν, ὅπλον εἰς βοήθειαν. Συντριβόμενοι λίθοις, καὶ βόθροις ὁμιλοῦντες, συνετρίψατε πᾶσαν, τοῦ πλάνου δυναστείαν, καὶ ἄθραυστοι τὸν νοῦν, ἐμείνατε Ἅγιοι. Αἴγλῃ θείων δογμάτων, καὶ ἀρετῶν ταῖς ἀκτῖσιν, οἱ σοφοὶ Ἱεράρχαι, πιστοὺς φωταγωγοῦντες, αἱρέσεων ἀχλύν, πᾶσαν διεσκέδασαν. Νεκρωθέντες τῷ κόσμῳ, οἱ Ὅσιοί σου Λόγε, ὑπερκόσμιον ὄντως, ζωὴν κληρονομοῦσι, δι ὧν ἡμᾶς Χριστέ, ἅπαντας οἰκτείρησον. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Νεκρώσιμον Ὑπὲρ τῶν μεταστάντων, ἐν πίστει καὶ ἐλπίδι, ἱκετεύομεν πάντες, τὸν ἀγαθὸν Δεσπότην, τοῦ φείσασθαι αὐτῶν, ἐν ᾥρᾳ τῆς κρίσεως. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Μὴ κενώσας τοὺς κόλπους, τοὺς Πατρικοὺς ὁ Λόγος, σοῖς ἐν κόλποις ὡς βρέφος, κρατούμενος ὡράθη ἀρχὴν ἐκ σοῦ λαβών, Ἄχραντε ὁ ἄναρχος. 6

Ἕτερος, εἰς Κοιμηθέντας Ὁ κατ ἀρχὰς τοὺς οὐρανούς Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Νεανικὴν καὶ σταθηράν, τὴν καρτερίαν ἀνδρείως, οἱ Μαρτύρων ἔδειξαν χοροί τῶν γὰρ αἰκισμῶν τὴν ῥύμην ἤνεγκαν, καὶ τῶν βασάνων τὰς πληγάς, τῆς ἀκηράτου σου δόξης, Σῶτερ ἐφιέμενοι καὶ τέρψεως. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται Τῆς αἰωνίου σου ζωῆς, τῶν ἐπ ἐλπίδι θανέντων, Ἐλεῆμον πρόσδεξαι ψυχάς, καὶ τῶν ὀρεκτῶν καὶ θείων εὔσπλαγχνε, κόλπων τοῦ θείου Ἀβραάμ, ἔνδον σκηνώσας Λαζάρῳ καὶ τοῖς ἐκλεκτοῖς σου συναρίθμησον. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ὁ καταβὰς ἐξ οὐρανοῦ, ἐπὶ τὸ σῶσαι τὸ γένος, τῶν ἀνθρώπων εὔσπλαγχνε Σωτήρ, ἀΰλου φωτὸς καὶ θείας δόξης σου, κατατρυφῆσαι καὶ χαρᾶς, τοὺς εὐσεβῶς μεταστάντας, τῇ σῇ εὐσπλαγχνίᾳ καταξίωσον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Νόμοι τῆς φύσεως ἐν σοί, τὸν ἀπερίληπτον Λόγον, συλλαβούσῃ λέλυνται Ἁγνή, καὶ νόμος ἡμῖν ὁ θεῖος δέδοται, πᾶσι τὴν ἄφεσιν διδούς, ἀπεγνωσμένοις πταισμάτων, χάριτι τῆς θείας ἀγαθότητος. ᾨδὴ γ Ὁ στερεώσας λόγῳ Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Κατακρατήσας ἔρως ὁ θεϊκός, τῆς ἁγνῆς ψυχῆς σου, λήθην λαμβάνειν σε, τῶν τῆς ἀσκήσεως πόνων ἔπεισε, Σεμνὴ καὶ τῆς φύσεως. Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Τοῦ ἀθανάτου μνηστῆρος καλλοναῖς, ἡδομένη κάλλη σαρκὸς ἐμάρανας, καὶ ὤφθης, ὡραιοτάτη, θεῖον πρὸς νυμφῶνα σκηνώσασα. Δόξα Πατρί Κεχρυσωμένας πτέρυγας ἀρετῶν κτησαμένη ὕψος πρὸς οὐράνιον, ἐπέτασας Μακαρία, ὡς περιστερὰ ἀδιάφθορος. Καὶ νῦν Θεοτοκίον Ἡ φωτεινὴ νεφέλη τοῦ νοητοῦ, καὶ φαιδροῦ Ἡλίου τοῦ ἀνατείλαντος, ἐκ τῆς γαστρός σου Παρθένε, φώτισον τὰς ψυχὰς τῶν ὑμνούντων σε. 7

Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἑδράσας ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν με πρὸς ὕμνον, καὶ δοξολογίαν σου Κύριε. πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν Πανάγιον τόκον σου. ᾨδὴ δ Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Κάθισμα Ἦχος πλ. δ Τὴν Σοφίαν καὶ Λόγον Τὸν δι οἶκτον ὀφθέντα ἐπὶ τῆς γῆς, ἀγαπήσασα Λόγον Θεοῦ Πατρός, αὐτῷ ἠκολούθησας, ὡς νυμφίῳ Πανόλβιε, καὶ φθαρτὸν νυμφίον, προθύμως κατέλιπες, καὶ ἐνεγκαμένην, καὶ πλοῦτον ἐπίκηρον ὅθεν ἐπὶ ξένης, φερωνύμως βιοῦσα, τὰ πάθη ἐνέκρωσας, καὶ τῶν ζώντων ἀπείληφας, κληρουχίαν θεόπνευστε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν Ἁγίαν μνήμην σου. Δόξα Πατρί Καὶ νῦν Θεοτοκίον, ὅμοιον Πειρασμοῖς πολυτρόποις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς θερμῇ ἀντιλήψει, καὶ σκέπῃ μου ἄχραντε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, Θεοτόκε πανάχραντε, Τὴν ἔνσαρκον παρουσίαν σου Χριστέ, πιστούμενος ὁ Προφήτης, Ἀββακοὺμ ἐκραύγαζε Δόξα τῇ δυνάμει σου Κύριε. Νευρούμενοι τῇ πρὸς Κύριον στοργῇ, οἱ Μάρτυρες, ἐξενεύρισαν ἐχθροῦ τὴν δύναμιν ὅθεν μακαρίζονται. Ὡς θρέμματα τοῦ Ποιμένος καὶ Ἀμνοῦ, μακάριοι, Ἱεράρχαι λογικῆς προέστητε, ποίμνης θείᾳ χάριτι. Πολύφωτοι ὡς ἀστέρες ἀρετῶν, λαμπρότητι, κατηυγάσατε πιστῶν πληρώματα, Ὅσιοι Πατέρες ἡμῶν. 8

Ὁμήγυρις στερροτάτων Γυναικῶν, καὶ σύλλογος, τῶν ἁγίων Προφητῶν τετύχηκε, τῶν ἐν οὐρανοῖς ἀγαθῶν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ἱκέτευε ὃν ἐκύησας Θεόν, Πανύμνητε, πειρασμῶν παντοδαπῶν καὶ θλίψεων, ῥύσασθαι τὴν ποίμνην σου. Ἕτερος, εἰς Κοιμηθέντας Ὁ Πατρικοὺς κόλπους. Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Ἀθλητικοὺς πόνους καρτερῶς, ἐπιδειξάμενοι Χριστὲ οἱ Μάρτυρες, τοὺς στεφάνους ἀνεδήσαντο, τῆς δικαιοσύνης σου, καὶ ἐδόξασάν σου τὴν δύναμιν. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ὑπερφυοῦς δόξης σου Χριστέ, τοὺς μεταστάντας εὐσεβῶς ἀξίωσον, ὅταν ἔλθῃς ἐν τῇ δόξῃ σου, μετὰ τῶν Ἀγγέλων σου, ὡς Οἰκτίρμων καὶ πολυέλεος. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Τρισσοφαοῦς αἴγλης ἀγαθέ, καὶ ἑνιαίας ἀστραπῇ Θεότητος, ἀπολαῦσαι καταξίωσον, τοὺς προεκδημήσαντας, καὶ δοξάζοντάς σε Φιλάνθρωπε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὁ Πατρικοὺς κόλπους μὴ λιπών, παρθενικοῖς κόλποις ὁ Χριστὸς αὐλίζεται, καὶ θανάτου ἐλυτρώσατο, τοὺς σὲ μακαρίζοντας, Θεομῆτορ μόνη πανύμνητε. ᾨδὴ δ Ἐξ ὄρους κατασκίου Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Προῖκα τῷ Χριστῷ προσῆξας τὴν ἁγνείαν, νέκρωσιν μελῶν, καὶ πόνους ἐγκρατείας, καὶ ἀντεδέξω οὐράνιον βασιλείαν, καὶ αἰωνίζουσαν ἀπόλαυσιν. Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Βρέχουσα στρωμνήν, τοῖς δάκρυσιν Ὁσία, καὶ μετὰ σποδοῦ, ἐσθίουσα τὸν ἄρτον, τῆς παρακλήσεως ἔτυχες τῆς ἀγήρω, καὶ Παραδείσου ἀπολαύσεως. Δόξα Πατρί Τύπον σεαυτήν, καλῶν παρεχομένη, εἵλκυσας πολλάς, ψυχὰς εἰς σωτηρίαν, ἀπορραγείσας τοῦ κόσμου τῆς προσπαθείας, Ξένη θεόφρον ἀξιάγαστε. 9

Καὶ νῦν Θεοτοκίον Χαίροις παρ ἡμῶν, Ἁγία Θεοτόκε, χαῖρε ἡ χαράν, κυήσασα τῷ κόσμῳ, χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων,.. εὐλογημένη Θεοτόκε ἁγνή. ᾨδὴ ε Ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ ὁ Θεός, διότι φῶς εἶ, καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα, τοῖς δούλοις σου Φιλάνθρωπε. Μωλώπων σαρκὸς κατεφρονήσατε, στερροὶ Ἀθληταὶ καὶ τοὺς μώλωπας πάντων, ἰᾶσθε καὶ τὰ τραύματα, τῶν προσερχομένων ὑμῖν. Ἐλάβετε λύειν καὶ δεσμεῖν ἐπὶ γῆς, τὴν ἐξουσίαν, Ἱεράρχαι τοῦ Χριστοῦ διὸ τὰ τῶν κακῶν ἡμῶν, ἀεὶ φορτία λύσατε. Νοῒ καθαρῷ τῷ Θεῷ ἑνούμενοι, χοροὶ Ἀσκητῶν, Προφητῶν καὶ Δικαίων καὶ Γυναικῶν, χορεύουσι, χορείαν ἀκατάλυτον. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Νεκρώσιμον Ὡς μόνος ὑπάρχων πολυέλεος, τοὺς πίστει Χριστέ, μεταστάντας τοῦ βίου, τοῦ Παραδείσου ποίησον, Φιλάνθρωπε οἰκήτορας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Νυμφὼν ἀκατάλυτος ὀφθεῖσα Θεοῦ, δυσώπει αὐτόν, Παναγία Παρθένε, τοῦ νυμφῶνος οἰκήτορα, τοῦ νοητοῦ γενέσθαι με. Ἕτερος εἰς Κοιμηθέντας Κύριε ὁ Θεός μου Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Νέκρωσιν ζωηφόρον, διὰ τῶν βασάνων ἐξυφανθεῖσαν, πανεύφημοι Μάρτυρες, περιβεβλημένοι φαιδρῶς, ταῖς ψυχαῖς τῶν προκοιμηθέντων, τὴν θείαν αἰτήσασθε ἄνεσιν. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. 10

Ἐκ τῶν ἀδαπανήτων, θησαυρῶν προχέων τὴν εὐσπλαγχνίαν, ψυχὰς ἃς μετέστησας, σὺν τοῖς πρωτοτόκοις σου, ἐν σκηναῖς ταῖς ἀκαταλύτοις, εὐδόκησον Σῶτερ αὐλίζεσθε. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Βάρος ἀποθεμένους, καὶ δεσμῶν λυθέντας νῦν πρὸς τὴν ἄνω, ζωὴν τοὺς οἰκέτας σου, μεταβεβηκότας Χριστέ, ἐντρυφᾷν ταῖς τῶν σῶν Ἁγίων, λαμπρότησι Σῶτερ εὐδόκησον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Δέσποινα Θεομῆτορ, τῶν ἐμῶν πταισμάτων λύσιν παράσχου, καὶ δός μοι συγχώρησιν, τῶν πλημμελημάτων μου, ἡ ζωὴν τῷ κόσμῳ τεκοῦσα Πανάμωμε τὴν ἐνυπόστατον. ἐκεῖ ποιμαίνω ἐγώ, καὶ τὰ ἐμὰ προσκαλοῦμαι, ἑκάστοτε θρέμματα. Δόξα Πατρί Τρυγὼν ὡραιοτάτη, χελιδὼν λαμπροτάτη, καὶ νοητὴ ἀηδών, τῶν ἰξευτῶν διαδρᾶσα, τῶν νοητῶν παγίδας, ἐδείχθης Ξένη σεμνή, καὶ ἐναπόθετον κάλλος, Χριστοῦ ἀξιάγαστε. Καὶ νῦν Θεοτοκίον Ἀμήτορα τῶν ἄνω, ἐπ ἐσχάτων τοῖς κάτω τίκτεις ἀπάτορα, οὐσιωθέντα Παρθένε, τὸ ἡμέτερον ὅλον, δι εὐσπλαγχνίαν πολλήν, ὃν ἐκδυσώπει σωθῆναι,... φθορᾶς τούς ὑμνοῦντάς σε. ᾨδὴ ε Τὸν ζόφον τῆς ψυχῆς Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Ὡς δάμαλις ποθοῦσα, τοῦ ποιμένος τὸ θεῖον κάλλος ἐκραύγαζες. Ποῦ νῦν ποιμαίνεις Νυμφίε; ποῦ κοιτάζῃ εἰπὲ μοι; ἐπιποθῶ σου ἰδεῖν, τὴν ὑπερβάλλουσαν θέαν, καὶ φλέγομαι πάντοθεν. Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Ἐράσμιον τὸ κάλλος, τὸ ἐμὸν βοᾷ ὁ Νυμφίος, ζητοῦσα Σεμνή, ταῖς ἀρεταῖς λαμπρυνθεῖσα, εἰς οὐρανοὺς με σκόπει ᾨδὴ ς Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δέ σοι βοῶμεν Παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς. Καθείλετε τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, ὑψούμενοι πρὸς Θεὸν ἐν τοῖς ἄθλοις, πανένδοξοι ὁπλῖται, οἰκήτορες οὐρανῶν χρηματίζοντες. 11

Αἱρέσεων τὸν χειμῶνα σοβοῦντες, οἱ τοῦ Χριστοῦ ἀληθεῖς Ἱεράρχαι, πρὸς ἔαρ ἀληθείας, τὴν πληθὺν τῶν εὐσεβῶν μετεβίβασαν. Ἰσχύϊ σου τῶν Ὁσίων τὰ πλήθη, καὶ Προφητῶν καὶ Γυναίων ἁγίων, Χριστὲ δικαιωθέντα, τοῦ ἀδύτου φωτισμοῦ ἀπολαύουσι. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Νεκρώσιμον Μετέστησας τῶν προσκαίρων Οἰκτίρμον, τοὺς δούλους σου, ἀλλ αὐτοὺς αἰωνίου, μετασχεῖν εὐφροσύνης, καὶ ζωῆς ἀληθινῆς καταξίωσον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ἁγίασον, Παναγία Παρθένε, τοὺς δούλους σου, τὸν πανάγιον Λόγον σαρκὶ ἀποτεκοῦσα, ὃν ὑμνεῖ πᾶσα πνοὴ ἁγιάζουσα. Ἕτερος, εἰς Κοιμηθέντας Ναυτιῶν τῷ σάλῳ Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Ὁ χορὸς τῶν Μαρτύρων, τὰς δυσφορωτάτας ὀδύνας, στερρῶς καρτερήσαντες, τὰς ἀπόνους, καὶ ἀνωδύνους τρυφὰς ἐκαρπώσαντο, τῆς δικαιοσύνης τοὺς στεφάνους, ἐκ τῆς ζωηφόρου δεξιᾶς δεξάμενοι. Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Ὁ χορὸς τῶν Μαρτύρων,.. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Μετὰ τῶν Δικαίων, ἔνθα τῶν Ἀγγέλων χορεῖαι, καὶ ὅπου λαμπρότητες τῶν Ἁγίων, καὶ αἰωνίου ζωῆς ἀπόλαυσις, τοὺς προκοιμηθέντας σου οἰκέτας, τάξον ἐλεῆμον ὡς Θεὸς ἀθάνατος. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὁ βουλήσει θείᾳ, δημιουργικῇ τε δυνάμει, τὸ πᾶν συστησάμενος ἐκ μὴ ὄντων, ἐκ τῆς γαστρός σου Ἁγνὴ προελήλυθε, καὶ τοὺς ἐν τῷ σκότει τοῦ θανάτου, πάντας ὡς Θεός, ἐκ φθορᾶς ἀφήρπασε. ᾨδὴ ς Ἱλάσθητί μοι Σωτήρ 12

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Τὴν ξένην σου βιοτήν, καὶ ὑπὲρ ἄνθρωπον ἄσκησιν, δοξάζων ὁ διὰ σέ, ξενιτεύσας ἔνδοξε, σημείοις καὶ τέρασι, παραδόξοις, ὄντως, σὲ Ὁσία κατεκόσμησε. Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Τὸν ξενωθέντα μακράν, τῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, οἰκείωσόν με ταῖς σαῖς, Ὁσία δεήσεσι, καὶ ξένον με ποίησον, τῆς δεινῆς γεέννης, καὶ παθῶν συνεχόντων με. Δόξα Πατρί Τῷ κύκλῳ τῶν ἀρετῶν, καταστεφθεῖσα ἀνέδραμες, πρὸς ὃν ἐπόθεις Χριστόν, κύκλου δι ἀστέρων σε, ὑπὲρ νοῦν μηνύοντος, τοῖς ἐγγὺς καὶ πόρρω, ξενοτρόπως Ξένη ἔνδοξε. Καὶ νῦν Θεοτοκίον Ὁ νώτοις χερουβικοῖς ἀπεριγράπτως καθήμενος, περιγραπτὸς ἐν τῇ σῇ, κοιλίᾳ ἐνῴκησε, σαρκὶ οὐ θεότητι, καὶ ἐκ σοῦ προῆλθε, διασῴζων τὸ ἀνθρώπινον. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς Κοντάκιον Ἦχος β Τοῖς τῶν αἱμάτων σου Τὸ σὸν ξενότροπον Ξένη μνημόσυνον, ἐπιτελοῦντες οἱ πόθῳ τιμῶντές σε, ὑμνοῦμεν Χριστὸν τὸν ἐν ἅπασι, σοὶ παρέχοντα ἰσχὺν τῶν ἰάσεων ὃν πάντοτε δυσώπει, ὑπὲρ πάντων ἡμῶν. Ὁ Οἶκος Ἵλεων Ξένη, τὸν ξενοτρόπως ἐκ Παρθένου τεχθέντα, ἐκδυσώπει Χριστὸν ἡμῖν γενέσθαι Ἀοίδιμε, τοῖς κατὰ χρέος σοι προσφοιτῶσιν ἐκ ψυχῆς καὶ καρδίας καθαρωτάτης, καὶ εὐσεβῶς τὴν σὴν μνήμην ὑμνῆσαι σπουδάζουσιν, ἣν πᾶσαι τῶν οὐρανῶν αἱ Δυνάμεις ἀξίως ἐτίμησαν, ὡς φωτοφόρον καὶ ἄμωμον καὶ ἁγίαν πανήγυριν, Ἔνδοξε, πρεσβεύουσα ἀπαύστως ὑπὲρ πάντων ἡμῶν. Συναξάριον Τῇ ΚΔ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μητρὸς ἡμῶν Ξένης καὶ τῶν δύω αὐτῆς θεραπαινίδων. Στίχοι Ἱλάσθητί μοι Σωτήρ πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου. Ἀποξενοῦται τοῦδε τοῦ βίου Ξένη, Οὗ ζώσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη. Θνῄσκουσιν ἄμφω τῆς Ξένης αἱ δουλίδες, Οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι. Εἰκάδι οὐρανοῦ εἰς ξενίην Ξένη ἦλθε Τετάρτη. 13

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου Παυσιρίου καὶ Θεοδοτίωνος, τῶν αὐταδέλφων. Στίχοι Παυσίριον καὶ Παῦλον ἄμφω συγγόνους, Πρεσβυτέρου, καὶ τοῦ Ἁγίου Μάρτυρος Βαρσίμου, καὶ τῶν δύω αὐτοῦ ἀδελφῶν. Στίχοι Τοὺς τρεῖς Ἀδελφοὺς θεῖος εἷς συσχὼν πόθος, Θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος. Ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει. Ἰδοὺ τράχηλος ἐλθέτω δὴ τὸ ξίφος, Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, τοῦ ἐν Σικελίᾳ, καὶ Τιμοθέου καὶ Ἀγαπίου τῶν μαθητῶν αὐτοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακεδονίου. Στίχοι Μονῶν ἀπείρων πατρικῆς σῆς οἰκίας, Μακεδόνιος Χριστὲ λαμβάνει μίαν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑλλάδιος ὁ Κομενταρήσιος ξίφει τελειοῦται. Στίχοι Ὑπὸ ξίφος θεὶς Ἑλλάδιος αὐχένα, Ἑλληνικῆς ἔπαρσιν ᾔσχυνε πλάνης. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζωσιμᾶς ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Τὶς τοὺς μακρούς σου Ζωσιμᾶ φράσει πόνους; Καὶ τὶς θανόντος τῶν πόνων σου τὰ στέφη; Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, πλησίον τοῦ τάφου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμογένους καὶ Μηνᾶ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φίλωνος, Ἐπισκόπου γενομένου τοῦ Καλπασίου καὶ Μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν Φιλίππου Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ᾠδὴ η 14

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον. Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ ) Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιμιωτέραν Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν ᾨδὴ θ Τὴν ὑπὲρ φύσιν Μητέρα, καὶ κατὰ φύσιν Παρθένον, τὴν μόνην ἐν γυναιξὶν εὐλογημένην, ᾄσμασι μυστικοῖς, οἱ πιστοὶ μεγαλύνομεν. Ἱερωτάτων Μαρτύρων, καὶ Προφητῶν καὶ Δικαίων, τῶν ἀπ αἰῶνος καλῶς βεβιωκότων, ταῖς ἱκεσίαις Χριστέ, τὰς ψυχὰς ἡμῶν ἐλέησον. 15

Ὡς λειτουργοὶ τοῦ Δεσπότου, Ἱερομύσται δειχθέντες, συνήφθητε Λειτουργοῖς ἐπουρανίοις, μεθ ὧν τὰς ὑπὲρ ἡμῶν, ἱκεσίας προσαγάγετε. Σὺν Γυναιξὶ μακαρίως, τελειωσάσαις τὸν δρόμον, τιμήσωμεν Ἀσκητῶν χοροὺς ἁγίους, τοῖς τούτων ἁγιασμοῖς, ὅπως τύχωμεν ἐντεύξεως. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Νεκρώσιμον Ἧς ἠξιώθησαν δόξης, αἱ τῶν Ἁγίων ἁπάντων, χοροστασίαι Χριστὲ τοὺς μεταστάντας, ἀξίωσον μετασχεῖν, ὀρθοδόξως σοι λατρεύσαντας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Φιλαμαρτήμων ὑπάρχων, τὸ δικαστήριον τρέμω, τὸ φοβερὸν τοῦ ἐκ σοῦ Ἁγνὴ τεχθέντος, ἐν ᾧ με ὡς Ἀγαθή, ἀκατάκριτον συντήρησον. Ἕτερος, εἰς Κοιμηθέντας Μήτηρ Θεοῦ Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Ἐπιφανῶς, οἱ γενναῖοι Μάρτυρες, καταλαμπρύνουσι κόσμον, οἱ τὴς πίστεως στῦλοι, Ἐκκλησιῶν οἱ ἀρραγέστατοι πύργοι, καὶ πρόβολοι τῆς εὐσεβείας, τούτους, ἐπαξίως εὐσεβῶς μακαρίζομεν. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ῥῦσαι πυρός, τῆς γεέννης Δέσποτα, τοὺς ἐξ ἡμῶν μεταστάντας, τῆς πλευρᾶς σου τῇ λόγχῃ, τῆς ἁμαρτίας τὸ χειρόγραφον, τούτων ὡς μόνος φιλάνθρωπος ῥήξας, καὶ τῆς τῶν Ἁγίων ἀξιῶν λαμπρότητος. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ὡς ἀγαθός, καὶ φιλάνθρωπος φύσει, ὡς συμπαθὴς καὶ οἰκτίρμων, ὡς ζωῆς ἀθανάτου,ὢν θησαυρὸς ὁ ἀδαπάνητος, Σῶτερ τοὺς πίστει προκεκοιμημένους, τῆς ἀκαταλήπτου σου τρυφῆς καταξίωσον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Νόμου σκιαί, καὶ τὰ πρὶν αἰνίγματα, τῇ σῇ γεννήσει παρῆλθον καὶ γὰρ πλήρωμα νόμου, καὶ Προφητῶν ὁ Χριστὸς γέγονεν, ὃν ἐν δυσὶ ταῖς οὐσίαις ὑμνοῦντες, σὲ τὴν Ἀειπάρθενον Ἁγνὴν μακαρίζομεν. ᾨδὴ θ Εὐλογητὸς Κύριος Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν 16

Δι ἀσθενείας Ἔνδοξε, τὸν ἀνίσχυρον ἐχθρόν, ἐτροπώσω ξένην μετελθοῦσα ζωήν, καὶ πάθη σαρκὸς θανατώσασα καὶ νῦν οὐρανοὺς περιπολεῖς, ἔνθα τὸ σὸν ὑπῆρχεν, ἀληθῶς πολίτευμα, ὡς Ἁγνὴ Παρθένος. Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Δι ἀσθενείας Ἔνδοξε Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Εὐλογητὸς Κύριος, ὁ λιμένα γαληνόν, ἰαμάτων δείξας τὴν σεπτήν σου σορόν, τοῖς ἀεὶ κινδυνεύουσι πελάγει, καὶ ζάλῃ τῶν παθῶν, Μοναζουσῶν τὸ κλέος, καὶ Παρθένων καύχημα, θεοφόρε Ξένη. Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Τῶν ἐφετῶν τὸ ἀκρότατον, καθαρώτερον ὁρᾷς, θεουμένη λάμψεσι ταῖς θείαις Ἁγνή Ὁρᾷς δὲ ἃ βλέπουσιν Ἄγγελοι χορεύεις σὺν πᾶσιν ἐκλεκτοῖς ἁμαρτημάτων λύσιν, αἰτουμένη πάντοτε, τοῖς σὲ εὐφημοῦσιν. Δόξα Πατρί Ὡς παρθενίας τέμενος, ὡς ἁγνὴν περιστεράν, ὡς τρυγόνα ἄμωμον, ὡς νύμφην Χριστοῦ, ὡραίαν καλὴν σε καὶ ἄμεμπτον, ὡς ἄγαλμα θείων ἀρετῶν, ὡς κῆπον κεκλεισμένον, οἱ πιστοὶ γεραίρομεν, θεοφόρε Ξένη. Καὶ νῦν Θεοτοκίον Ῥήμασι σοῖς ἑπόμενοι, γενεαὶ τῶν γενεῶν, Μαρία σε μακαρίζομεν ἀεί Θεὸν γὰρ τὸν ὄντως μακάριον, ἐκύησας ἄχραντε Ἁγνή, τὸν πάντας μακαρίους, τοὺς αὐτῷ δουλεύοντας ἀψευδῶς ποιοῦντα. Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Γυναῖκες ἀκουτίσθητε Ξενίαν τὴν οὐράνιον, ποθοῦσα Ξένη πάνσεμνε, ξένην σαυτὴν θεοφόρε, πατρίδος πλούτου καὶ γένους, φιλευσεβῶς πεποίηκας τὸν σταυρόν σου δὲ ἄρασα, Χριστῷ προθύμως ἔδραμες, τῷ ξενοτρόπως ἐλθόντι, σῶσαι βροτοὺς ἐκ Παρθένου. 17

Θεοτοκίον, ὅμοιον Ὡράθης ὑπερέχουσα, τῶν Ποιημάτων Δέσποινα, σαρκὶ τεκοῦσα Παρθένε, Θεὸν τῶν ὅλων καὶ Κτίστην, οὗ τῷ Σταυρῷ ῥωννύμεναι, γυναῖκες αἱ θεόφρονες, νεανικῶς ἠρίστευσαν, μεθ ὧν σε πάντες ὑμνοῦμεν, εὐλογημένη Μαρία. ΑΙΝΟΙ Ἦχος βαρύς. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στιχηρὰ Μαρτυρικὰ Ἦχος βαρὺς Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων, οἱ Ἀθλοφόροι, Κύριε δόξα σοι. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Φωστῆρες ἀνεδείχθησαν οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες Κύριε δόξα σοι. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἕν πνέοντες, πρὸς ἓν βλέποντες οἱ Ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὑράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλων τὴν τελευτήν, ὢ τοῦ θαύματος! ὥσπερ θησαυρούς, τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον Ὅτι κἂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσομεν, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ κοινὸν ἴδιον ἡγησώμεθα, θανάτῳ ζωὴν ὠνησάμενοι. ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Τὴν μνήμην τῶν ἁγίων σου Ἀθλοφόρων, ἑορτάζοντες, σὲ ἀνυμνοῦμεν, Κύριε δόξα σοι. Δόξα Καὶ νῦν Θεοτοκίον Ἱκέτευε Παρθένε, σὺν Ἀποστόλοις καὶ τοῖς Μάρτυσιν, εὑρεῖν ἐν κρίσει τοὺς μεταστάντας, τὸ μέγα ἔλεος. Ὁ προεστὼς Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ 18

τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ Ἀναγνώστης χύμα τὸ Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πληρώσωμεν τὴν ἑωθινήν Σὸν γὰρ ἐστὶν Εἰς τὰ Ἀπόστιχα Στιχηρὰ Νεκρώσιμα Προσόμοια Ποίημα τοῦ κυροῦ Θεοφάνους Καταφρονήσαντες πάντων ὁ α χορὸς Στίχ. α. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Νενεκρωμένος ὡράθης, ἐπὶ Σταυροῦ μόνε ἀθάνατε, καὶ ἐν τάφῳ ὡς θνητὸς ἐτέθης, νεκρώσεως καὶ φθορᾶς καὶ θανάτου, τοὺς ἀνθρώπους λυτρούμενος, ἀλλ ὡς πέλαγος εὐσπλαγχνίας ὑπάρχων ἀκένωτον, καὶ πηγὴ ἀγαθότητος, τὰς ψυχὰς τῶν σῶν δούλων, τῶν ἐξ ἡμῶν μεταστάντων ἀνάπαυσον. ὁ β χορὸς Στίχ. β. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Τῷ ἀκηράτῳ σου κάλλει, καὶ γλυκασμῷ τῆς σῆς ὡραιότητος, καὶ ταῖς τοῦ θείου σου φωτὸς ἀκτῖσιν, ἐλλάμπεσθαι τοὺς πρὸς σὲ μεταστάντας, Ἀγαθὲ καταξίωσον, ἐν ἀΰλῳ φωτοχυσίᾳ τῆς φωτοφανείας σου, σὺν Ἀγγέλοις χορεύοντας, περὶ σὲ τὸν Δεσπότην, καὶ Βασιλέα τῆς δόξης καὶ Κύριον. ὁ α χορὸς Στίχ. γ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς τὸν αἰῶνα δοξάσαντα. 19

Ὡς ἀδαπάνητον ἔχων, τῶν δωρεῶν τὴν μεγαλοπρέπειαν, ὡς θησαυρὸς ἀνελλιπής, πλουσίας χρηστότητος, τοὺς πρὸς σὲ μεταστάντας, ὡς Θεὸς κατασκήνωσον, ἐν τῇ χώρᾳ τῶν ἐκλεκτῶν σου, ἐν τόπῳ ἀνέσεως, ἐν τῷ οἴκῳ τῆς δόξης σου, ἐν τρυφῇ Παραδείσου, ἐν τῷ τῶν παρθένων νυμφῶνι ὡς Εὔσπλαγχνος. ὁ β χορὸς Δόξα Καὶ νῦν Θεοτοκίον Νόμου τὸ πλήρωμα τίκτεις, τὸν Λυτρωτὴν σάρκα γενόμενον οὐ γὰρ ἐγένετο τοῖς πρίν, ἐν νόμῳ δικαίωσις, ἀλλ ἡμᾶς ὁ Χριστὸς νῦν, σταυρωθεὶς ἐδικαίωσεν. Ὡς οὖν ἔχουσα παρρησίαν, Παρθένε ἱκέτευε, τὸν Υἱόν σου τὸν εὔσπλαγχνον, τὰς ψυχὰς ἀναπαῦσαι, τῶν εὐσεβῶς μεταστάντων δεόμεθα.. ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Μεθ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν. Ἀπολυτίκιον ἦχος β Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. Δόξα Πατρί ἦχος πλ. δ Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν. Καὶ νῦν Θεοτοκίον Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον Α Ἦχος β. Στίχ. α. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Στίχ γ Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου 20

Στίχ. δ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Δόξα Καὶ νῦν Ταῖς πρεσβείαις τῆς Θεοτόκου Στίχ. δ. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Δόξα Πατρί Καὶ νῦν Ἀντίφωνον Β Ἦχος πλ. α Στίχ. α, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. β, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. γ, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς Ἀντίφωνον γ Στίχ. α Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Ἦχος β Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. ὁ β χορὸς 21

Στίχ. β Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, ΕΙΣΟΔΟΣ Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ὁ β χορὸς ψάλλοντάς σοι Ἀλληλούϊα. Ἀπολυτίκιον ἦχος β Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. Ἐκ τοῦ Βήματος Ἦχος πλ. δ Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν. Ἀπολυτίκιον Ἦχος πλ. δ. Ἐν σοί Μῆτερ ἀκριβῶς διεσώθη τό κατ εἰκόνα λαβοῦσα γάρ τόν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καί πράττουσα ἐδίδασκες, ὑπεροράν μέν σαρκός, παρέρχεται γάρ ἐπιμελεῖσθαι δέ ψυχῆς, πράγματος ἀθανάτoυ, διό καί μετά Ἀγγέλων συναγάλλεται, Ὁσία Ξένη τό πνεῦμά σου. Τοῦ Ναοῦ Κοντάκιον Ἦχος πλ. δ Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τάς ψυχάς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος. Κοντάκιον Ἦχος πλ. δ Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, Πολυέλεε. Τρισάγιον Απόστολος Προκείμενον Ἦχος πλ. β Εὐφράνθητι ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι. Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι. Πρὸς Θεσσαλονικεῖς Α Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (5:14-23) 22

Ἀδελφοί, παρακαλοῦμεν ὑμᾶς, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ιησοῦ εἰς ὑμᾶς. Τὸ Πνεῦμα μὴ σβέννυτε. Προφητείας μὴ ἐξουθενεῖτε. Πάντα δοκιμάζετε τὸ καλὸν κατέχετε ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ιησοῦ Χριστοῦ τηρηθείη. Ἀλληλούϊα (γ ) Ἦχος πλ. β Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε. Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ματθαῖον κδ 34 37, 42 44 Εἶπεν ὁ Κύριος ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ πατὴρ μου μόνος. ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. ὁ α χορὸς Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Εξαιρέτως ἦχος β ( Ἀρχαία Τάξις) Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα. ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. 23

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα. ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρίς). ὁ Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν Εὐλογία Κυρίου καί ἔλεος Ἀπόλυσις 24