ὁ Ὄρθρος Ἦχος α Βασιλείου Ἱερομάρτυρος, πρεσβυτέρου τῆς Ἀγκυρανῶν Ἐκκλησίας

Σχετικά έγγραφα
ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος α τῶν ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα ἀναιρεθέντων Πατέρων

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος β Ματρώνης Μάρτυρος ἐν Θεσσαλονίκῃ

ὁ Ὄρθρος Παρασκευὴ πρωΐ Ἦχος πλ. α Παφνουτίου Ἱερομάρτυρος, Φιλίππας Μάρτυρος, Γεωργίου Ἐπισκόπου Πισιδίας Ὁμολογητοῦ

ὁ Ὄρθρος Ἦχος β Μάρκου, Ἐπισκόπου Ἀρεθουσίων καὶ τῶν σὺν αὐτῷ καὶ Ἰωνᾶ, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς Μαρτύρων

ὁ Ὄρθρος Καθαρὰ Παρασκευὴ Ἦχος πλ. δ Ἀγαπίου καὶ τῶν σὺν αὐτῷ, Ἀριστοβούλου Βρετανίας, Μανουὴλ τοῦ Κρητός.

ὁ Ὄρθρος Ἦχος γ Κλαυδίου, Νικηφόρου κλπ Μαρτύρων, Θεοδώρας Ὁσίας ἐν Θεσσαλονίκῃ

ὁ Ὄρθρος Ἦχος δ Βασιλείου Ἐπισκ. Παρίου Ὁμολογητοῦ, Ἀνθούσης Ὁσίας

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος πλ. α Συμεὼν Ἱερομάρτυρος ἐν Περσίδι, Ἀγαπητοῦ Πάπα Ῥώμης, Ἀνδριανοῦ Μάρτυρος, Μακαρίου Ἐπισκ.

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος δ Τερεντίου, Πομπηΐου, Μαξίμου, Ἐπαμεινώνδου, Μιλτιάδου καὶ ἑτέρων Γρηγορίου Ε Πατρ.

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ 2017

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ἔχων ἡμέρας τριάκοντα μίαν Η ἡμέρα ἔχει ὥρας 12 καὶ ἡ νὺξ ὥρας 12

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος γ Ὁσίου Νικήτα Ὁμολογητοῦ Ἰωσὴφ τοῦ Ὑμνογράφου

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ἔχων ἡμέρας εἴκοσιν ὀκτώ Η ἡμέρα ἔχει ὥρας 11 καὶ ἡ νὺξ ὥρας 13

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

04 ΜΑΡΤΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 5. Παρασκευησ

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

ΣΑΒΒΑΤΟΝ 13 ΜΑΪΟΥ 2017 «Μετὰ τὴν ἑορτὴν τῆς Μεσοπεντηκοστῆς». Γλυκερίας μάρτυρος ( 177). Σεργίου ὁμολογητοῦ, Παυσικάκου ἐπισκόπου Συνάδων (Ϛ αἰ.).

ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 22 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Δ Νηστειῶν Ὁσ.Ἰωάννου τῆς Κλίμακος. Βασιλείου πρεσβ.ἀγκυρανῶν.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ ΕΧΩΝ ΗΜΕΡΑΣ ΕΙΚΟΣΙΟΚΤΩ Ἢ (ΒΙΣΕΚΤΟΥ ΟΝΤΟΣ) ΕΙΚΟΣΙΕΝΝΕΑ

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

ἔχων ἡμέρας τριάκοντα Η ἡμέρα ἔχει ὥρας 13 καὶ ἡ νὺξ ὥρας 11

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

ὁ Ὄρθρος Παρασκευὴ πρωΐ Ἦχος βαρύς. Θεοφυλάκτου Νικομηδείας τοῦ Ὁμολογητοῦ

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡ. 5 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ Ἀθανασίου τοῦ ἐν Ἄθω ( 1000) καὶ Λαμπαδοῦ ὁσίων. Ἦχος δ. Ἑωθινὸν ε. ἡμῶν.

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος βαρύς. τῶν ἐν Ἀμορίῳ Τεσσαράκοντα δύω Μαρτύρων

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

23 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Σάββατον.Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

21 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Τετάρτη τῆς Α Ἑβδομάδος τῶν Νηστειῶν

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

4 ΜΑΡΤΙΟΥ Δόξα. Καὶ νῦν. Θεοτοκίον. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε 1 * * *

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

Τῌ ΙΔ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ἔχων ἡμέρας τριάκοντα μίαν Η ἡμέρα ἔχει ὥρας 14 καὶ ἡ νὺξ ὥρας 10

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ὁ Ἑσπερινὸς μετὰ τῆς ἱερᾶς Ἀκολουθίας τῶν Προηγιασμένων δώρων. Καθαρὰ Τετάρτη Ἦχος δ Ἀνακομιδὴ Νικηφόρου Κων/πόλεως

ΔΕΥΤΕΡΑ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

14 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορός Δόξα Πατρί...

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

ευ λο γη µε νος ο ερ χο µε νος εν ο

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Εισαγωγή στη Φιλοσοφία

ΣΑΒΒΑΤΟΝ 28 ΦΕΒΡΟΥΑΡΙΟΥ 2015

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

26 ΙΟΥΛΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

20 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Κυριακὴ μετὰ τὴν Ὕψωσιν Μεγαλομάρτυρος Εὐφημίας, Μελιτινῆς Μάρτυρος. Ἦχος βαρύς. Ἑωθινὸν Ε.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Transcript:

Εἰς τὸν Ὄρθρον. 22 ΜΑΡΤΙΟΥ 2019 Παρασκευὴ τῆς Β Ἑβδομάδος τῶν Νηστειῶν ὁ Ὄρθρος Ἦχος α 22.03.2019 Βασιλείου Ἱερομάρτυρος, πρεσβυτέρου τῆς Ἀγκυρανῶν Ἐκκλησίας ὁ ἱερεύς «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», ὁ Ἀναγνώστης Τρισάγιον κ.τ.λ., «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης «Κύριε, ἐλέησον» (ιβ ), Δόξα, Καὶ νῦν, «Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», ὁ ἱερεύς «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ Ἀναγνώστης τὸν Ἑξάψαλμον. ὁ ἱερεύς Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «Οτι πρέπει σοι». ΤΡΙΑΔΙΚΑ : ὁ Χορός εἰς ἦχον α (τῆς ἑβδομάδος) τὸ Ἀλληλουάριον τετράκις μὲ τοὺς στίχους αὐτοῦ «Ἐκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ Ὡρολογίῳ, μεθ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου Τριαδικοὺς ὕμνους τοῦ α ἤχου (τῆς ἑβδομάδος). Σωματικαῖς μορφώσεσι, τῶν ἀσωμάτων δυνάμεων, πρὸς νοερὰν καὶ ἄϋλον ἀναγόμενοι ἔννοιαν, καὶ τρισαγίῳ μελῳδήματι, Τρισυποστάτου Θεότητος, ἐκδεχόμενοι ἔλλαμψιν, χερουβικῶς βοήσωμεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. Δόξα. Σωματικαῖς μορφώσεσι, τῶν ἀσωμάτων δυνάμεων, πρὸς νοερὰν καὶ ἄϋλον ἀναγόμενοι ἔννοιαν, καὶ τρισαγίῳ μελῳδήματι, Τρισυποστάτου Θεότητος, ἐκδεχόμενοι ἔλλαμψιν, χερουβικῶς βοήσωμεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Πρεσβείαις (τοῦ ἁγίου τοῦ Ναοῦ) σῶσον ἡμᾶς. Καὶ νῦν. Σωματικαῖς μορφώσεσι, τῶν ἀσωμάτων δυνάμεων, πρὸς νοερὰν καὶ ἄϋλον ἀναγόμενοι ἔννοιαν, καὶ τρισαγίῳ μελῳδήματι, Τρισυποστάτου Θεότητος, ἐκδεχόμενοι ἔλλαμψιν, χερουβικῶς βοήσωμεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. ὁ ἱερεύς μικρὰν συναπτήν. «Οτι σόν τὸ Κράτος». ΚΑΘΙΣΜΑΤΑ : ὁ Χορός εἰς τὴν α στιχολογίαν, τὰ Κατανυκτικὰ τοῦ α ἤχου (τῆς ἑβδομάδος) [ζήτει εἰς τὸ τέλος τοῦ Τριῳδίου]. Καθίσματα Σταυρώσιμα Ἦχος α. Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς, δόξα σοι. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολέμοις ἐδείχθη, ποτὲ τῷ εὐσεβεῖ, Βασιλεῖ Κωνσταντίνῳ, ἀήττητον τρόπαιον, κατ ἐχθρῶν διὰ πίστεως τοῦτο τρέμουσι, καὶ αἱ δυνάμεις τοῦ Ἅιδου, τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον. Ἦχος α. Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις, τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σε πάντες, εὐσεβῶς μεγαλύνομεν. Εἰς τὴν β καὶ γ στιχολογίαν τὰ Καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Παρασκευῆς β ἑβδομάδος). Μετὰ τὴν β Στιχολογίαν, τὰ παρόντα Καθίσματα. Ἦχος δ. Ταχὺ προκατάλαβε. 1

Νηστείᾳ ὑψούμενοι, τῶν χαμαιζήλων παθῶν, ὑψώσωμεν Κύριον, τὸν ὑψωθέντα σταυρῷ, καὶ Κόσμον ὑψώσαντα, πίωμεν ἐν αἰσθήσει, κατανύξεως πόμα, λάβωμεν τὴν ἡμέραν, κατὰ νοῦν καὶ τὴν ὥραν, ἐν ᾗ τῷ αἰωνίῳ Κριτῇ παραστησόμεθα. Δόξα. τὸ αὐτό. Καὶ νῦν. Σταυροθεοτοκίον. Ἡ ἄνυμφος Μήτηρ σου, ὡς ἐθεάσατο, σταυρῷ σε ὑψούμενον, τὴν τῶν ἁπάντων ζωήν, πικρῶς σοι ἐφθέγγετο Τί τὸ καινὸν καὶ ξένον τοῦτο Υἱέ μου θαῦμα; πῶς σε ἄνομος δῆμος, τῷ σταυρῷ προσπηγνύει, τὴν τῶν ἁπάντων ζωήν, φῶς μου γλυκύτατον. Μετὰ τὴν γ Στιχολογίαν Καθίσματα. Ἦχος πλ. α. Λάμπει σήμερον. Λάμπει Κύριε, ἡ χάρις ἡ τοῦ Σταυροῦ σου, ἅπασαν τὴν οἰκουμένην ἀστράπτουσα, τὴν ἰσχὺν τῶν δαιμόνων ἐξαφανίζει, καὶ νηστείας δρόμον νῦν εὐμαρίζει, ἐν αὐτῇ δυναμῶν, Ἐλέησον ἡμᾶς. Δόξα. τὸ αὐτό. Καὶ νῦν. Σταυροθεοτοκίον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ὑψωθέντα ἐν ξύλῳ ὡς ἐθεάσατο, ἡ τεκοῦσά σε Μήτηρ ὠδίνων ἄνευθεν, ὠλοφύρετο κλαυθμῷ, καὶ ἀνεκραύγαζεν. Οἴμοι γλυκύτατε Υἱέ! τιτρώσκομαι νῦν τὴν ψυχήν, ἐν τῷ σταυρῷ καθορῶσά σε, ἐν μέσῳ δύῳ κακούργων, δίκην κακούργου προσηλούμενον. ὁ Ν Ψαλμὸς χῦμα, ὁ ἱερεύς «Σῶσον, ὁ Θεός», «Κύριε, ἐλέησον» (ιβ ) καὶ ἡ ἐκφώνησις «Ἐλέει καὶ οἰκτιρμοῖς». ΑΙ ῼΔΑΙ : Ἐν συνεχείᾳ στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾨδαὶ κατὰ τὴν τάξιν αὐτῶν. Σήμερον θὰ διαβασθῇ ὁλόκληρος ἡ ε ᾨδή. ΚΑΝΟΝΕΣ : Εἶτα ἀναγινώσκονται οἱ Κανόνες ὡς ἑξῆς εἰς ὅσας ᾠδὰς ὑπάρχουν τριῴδια προηγεῖται ὁ κανὼν τοῦ Μηναίου μετὰ τῶν εἱρμῶν αὐτοῦ καὶ ἕπονται τὰ Τριῴδια, εἰς δὲ τὰς λοιπὰς ᾠδὰς μόνον ὁ κανὼν τοῦ Μηναίου. ὁ Κανὼν τοῦ Ἁγίου Βασιλείου. οὗ ἡ Ἀκροστιχίς Σοῦ τοὺς μεγίστους, Μάρτυς, εὐφημῶ πόνους. Ἰωσήφ. ᾨδὴ α. Ἦχος πλ. β. Ὁ Εἱρμός. «Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν». Σοῦ τὴν βασίλειον δόξαν Παμβασιλεῦ, ὁ κλεινὸς Βασίλειος, ἀγαπήσας σταθερῶς, ἐπὶ γῆς ἐνήθλησε, δι οὗ, Βασιλείας οὐρανῶν ἡμᾶς ἀξίωσον. Ὁ ἀξιέπαινος βίος, ἡ καθαρά, πολιτεία ἔνδοξε, τῶν ἀγώνων ἡ τριβή, κληρονόμον ἔδειξε Θεοῦ, καὶ πολίτην οὐρανῶν σε ἀπειργάσατο. Ὑποταγεὶς τῷ Κυρίῳ δι ἀγαθῆς, πολιτείας πάνσοφε, καθυπέταξας ἐχθρὸν καὶ ποσὶ συνέτριψας λαμπρῶς, ἀριστεύσας κατ αὐτοῦ Μάρτυς Βασίλειε. Δόξα. Τῇ τῶν αἱμάτων πλημμύρᾳ τὸν νοητόν, Φαραὼ ἐβύθισας, πανστρατὶ ὡς ἀληθῶς, καὶ πρὸς γῆν ἀνέδραμες σοφέ, ἔνθα νέφος ἀθλητῶν ἀεὶ εὐφραίνεται. Καὶ νῦν. 2

Θεοτοκίον Ὁ τῷ Πατρὶ συνυπάρχων μονογενής, βουληθεὶς κατῴκησε, σοῦ τὴν ἄχραντον νηδύν, καὶ βροτὸς ἐγένετο Ἁγνή, σῶσαι θέλων τοὺς βροτοὺς δι ἀγαθότητα. ᾨδὴ γ. Ἦχος πλ. β. Ὁ Εἱρμός. «Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου». Ὑψώθης οἷά περ ἀμνός, ἐπὶ ξύλου τρισμάκαρ, τοὺς ξεσμοὺς ὑποφέρων, διανοίᾳ καθαρᾷ, καὶ καταράσσων ἐχθροῦ, τὰς ἐπάρσεις, σθένει θείου Πνεύματος. Στιγμάτων Μάρτυς καλλοναῖς, ὡραιότατος ὤφθης, τὴν ψυχὴν καὶ τὸ σῶμα, διανοίᾳ καθαρᾷ, χαριστηρίους φωνάς, ἀναμέλπων τῷ ἀγωνοθέτῃ σου. Μεγίστην εὔκλειαν ζητῶν, μεγαλόφρονι γνώμῃ, τοὺς μεγίστους ἀγῶνας, ἐκαρτέρησας σοφέ, καὶ τὸν μεγάλως ἀεί, ἐπῃρμένον, Μάρτυς ἐταπείνωσας. Δόξα. Ἐνθέων φύλαξ πεφυκώς, προσταγμάτων θεόφρον, φυλακαῖς κατεκλείσθης, ὑπανοίγων τοῖς πιστοῖς, διδασκαλίας ὁδόν, τὴν εἰς πλάτος γνώσεως εἰσάγουσαν. Καὶ νῦν. Θεοτοκίον Γνωρίσας πόῤῥωθεν τὴν σήν, σύλληψιν Ἡσαΐας, διὰ Πνεύματος Κόρη, διετράνωσεν αὐτήν, βοῶν Ἰδοὺ ἐν γαστρί, ἡ Παρθένος, τὸν Θεὸν συλλήψεται. Καταβασία Ἦχος πλ. β. Ὁ Εἱρμός. «Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν» τὸ Μεσῴδιον Κάθισμα τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου Μεσῴδιον Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὁ Μάρτυς Βασίλειος, τὴν Βασιλείαν Θεοῦ, ποθήσας ὑπήνεγκε, τὴν τῶν βασάνων πυράν, καὶ θάνατον ἄδικον ὅθεν ἀθανασίας, ἀληθοῦς ἠξιώθη. Τοῦτον οὖν συνελθόντες, μακαρίσωμεν πίστει, πρεσβεύοντα τῷ Κυρίῳ ὑπὲρ πάντων ἡμῶν. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον Παρθένε πανάμωμε, Μῆτερ Χριστοῦ Θεοῦ, ῥομφαῖα διῆλθέ σου, τὴν Παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου Ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι. Συνεχίζεται ἡ Ἀνάγνωσις τῶν Κανόνων. Εἰς τὴ ε ᾠδὴν προηγεῖται ὁ Κανὼν τοῦ Τριῳδίου καὶ ἕπεται ὁ τοῦ Μηναίου. Εἰς τὸ τέλος τῆς Ϛ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς, ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Σύ γὰρ εἶ ὁ βασιλεύς». Εἶτα ἀντὶ Κοντακίου, τὸ ἐνδιάτακτον Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος [τὸ τυχὸν Κοντάκιον τοῦ Μηναίου καταλιμπάνεται] 3

Ἀθλήσεως, καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐ δέξαντο αὐτῶν ταῖς ἱκεσίαις δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος. καὶ τὸ Συναξάριον. Τῇ ΚΒ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Ἱερομάρτυρος Βασιλείου, Πρεσβυτέρου τῆς Ἀγκυρανῶν Ἐκκλησίας ἐν ἔτει τριακοσιοστῷ ἑξηκοστῷ καὶ τρίτῳ (363) ἐπὶ Ἰουλιανοῦ μαρτυρήσαντος. Σῴαν Προφήτης εἶπεν ἀλγεῖν κοιλίαν. Τετρημένην δὲ Μάρτυς ἀλγεῖν οὐκ ἔφη. Εἰκάδι δευτερίῃ Βασίλειος ἐτρήθη σούβλαις. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Ἔνδοξοι Μάρτυρες Καλλινίκη καὶ Βασίλισσα, ξίφει τελειοῦνται ἐν ἔτει διακοσιοστῷ πεντηκοστῷ καὶ δευτέρῳ (252). Καλλινίκην τέμνουσι σὺν Βασιλίσσῃ, Τὰς Καλλινίκους καὶ πόλου Βασιλίδας. Καὶ Μνήμη τῆς Ἁγίας Δροσίδος, Ὁμολογητρίας ἐν Ἀντιοχείᾳ, θυγατρὸς τοῦ Βασιλέως Τραϊανοῦ, καὶ τῶν σὺν αὐτῇ πέντε Κανονικῶν μοναζουσῶν Παρθενομαρτύρων, Ἀγαλλίδος, Ἀπολλιναρίας, Δαρείας, Μαμθούσης καὶ Θαΐδος, ἐν ἔτει ἑκατοστῷ δεκάτῳ καὶ ἕκτῳ (116) ἐν λέβητι ζέοντι τελειωθέντων. Δροσὶς ἀπῆλθεν ἐκ δρόσου τῆς τοῦ μύρου, Ὡς ἐκ Λιβάνου Κανονικὴ πρὸς πόλον. Δροσὶς λιποῦσα πατρικὴν πᾶσαν σχέσιν, Ἐφεῦρε Χριστόν, τὸν ποθεινὸν Νυμφίον. Δροσὶς αὐλοῦσα, τὴν Πίστιν φθέγγει, Χριστὸς δὲ Νυμφίος αὐτὴν στέφει. Δρόσος οὐρανοῦ ἐδρόσιζε Δροσίδα, ἐν πυρὶ σφοδρῷ διὰ Χριστὸν ῥιφεῖσαν. Εἰ καὶ ἐχωνεύθητε λαμπραὶ Παρθένοι, Ἀλλ οὐρανοὺς οἰκεῖτε νῦν σὺν Ἀγγέλοις. Τῇ αὐτῇ ἡμέρᾳ, Mνήμη του Ἁγίου Ἐνδόξου νέου Ὁσιομάρτυρος Eὐθυμίου, τοῦ Ἰβηροσκητιώτου, ἐκ Δημητσάνης μὲν καταγομένου, ἐν Ἄθω εἶτα ἀσκήσαντος, ἐν Kωνσταντινουπόλει δὲ μαρτυρηθέντος, ἐν ἔτει χιλιοστῷ ὀκτακοσιοστῷ δεκάτῳ τετάρτῳ (αωιδ 1814), διὰ ξίφους τελειωθέντος. Ἡ δὲ τιμία αὐτοῦ κάρα διαφυλάσσεται εὐλαβῶς ἐν τῇ Ῥωσικῇ Μονῇ τοῦ Ἁγίου Παντελεήμονος ἐν Ἄθω. Βαΐα κρατῶν, ἠδὲ σταυρὸν παμμάκαρ, Εὔθυμος, Εὐθύμιε, χωρεῖς πρὸς ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἰσαάκ, κτίτορος τῆς ἐν Κωνσταντινουπόλει Μονῆς τῶν Δαλμάτων. (+383) Κτίτωρ Μονῆς, σύ, ὦ Ἰσαάκ, Δαλμάτων, Θανὼν ἀπῆλθες εἰς τὰς μονὰς τὰς ἄνω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παύλου, πρώτου ἐπισκόπου Ναρμπὸν (Ναρβώννης Narbonne) τῆς ἐν Μεσημβρινῇ Γαλατίᾳ, ἐν ἔτει διακοσιοστῷ καὶ ἐνεννηκοστῷ (290) εἰρηνικῶς τελειωθέντος. Ὁ Παῦλος Ναρμπὸν ἐδείχθη ἄλλος Παῦλος, Ἐν φωτὶ Χριστοῦ ταύτην φαιδρῶς φωτίσας. 4

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Νέου Ἱερομάρτυρος Βασιλείου, ἐπισκόπου Πριλούκι ἐν Οὐκρανίᾳ, ἀθλήσαντος διὰ τυφεκισμοῦ ἐν ἔτει 1930ῷ. Πίστιν σταθερὰν ὡς βάσιν βίου ἔχων, Ἤθλησε Βασίλειος Πριλοὺκ δοξάσας. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Μήτηρ ἡμῶν Σοφία, τοὐπίκλην Γρίνεβα, Ἡγουμένη τῆς Ἱερᾶς Μονῆς Ἁ γίας Σκέπης ἐν Κιέβῳ, ἡ Ὁμολογήτρια, εἰρηνικῶς τελειοῦται ἐν ἔτει 1941, ἔτι δὲ καὶ μνήμη τελεῖται σὺν αὐτῇ τοῦ πνευματικοῦ αὐτῆς πατρὸς Δημητρίου τοῦ Ἰβάνωφ, ἐν ἔτει 1934 μαρτυρικῶς τελειωθέντος. Θυγατέρα σὺν πατρὶ ὁμοφώνως τιμᾶν θέμις, Ὡς Χριστῷ ἐκ ψυχῆς ταχθέντας ὁμοφρόνως. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. [Εἰς ἀρκετὰς Ἐνορίας παραλείπουν τὴν ἀνάγνωσιν τῶν Ὠιδῶν ζ, η, θ, ὡς καθ ὅλον τὸν ἐνιαυτόν] ἐν τῇ η ᾠδῇ Καταβασία Ἦχος πλ. α. Ὁ Εἱρμός. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. «Τὸν Ποιητὴν τῆς Κτίσεως, ὃν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». ὁ ἱερεύς «Τὴν Θεοτόκον καὶ μητέρα» ὁ Χορός στιχολογεῖ «Τὴν τιμιωτέραν» εἶτα ὁ εἱρμὸς τῆς θ ᾠδῆς τοῦ β Τριῳδίου Ἦχος πλ. α. Ὁ Εἱρμός. «Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον Ἀνατολή, ὄνομα αὐτῷ. Ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν». καὶ τὸ «Αξιον ἐστίν». ὁ ἱερεύς Αἴτησιν, καὶ ἐκφώνησιν «Οτι σέ αἰνοῦσι». ΦΩΤΑΓΩΓΙΚΟΝ : ψάλλεται (ἐκ τρίτου) τὸ τοῦ ἤχου τῆς ἑβδομάδος ἀντὶ Ἐξαποστειλαρίου. Φωταγωγικὸν τοῦ α Ἤχου. Ὁ τὸ φῶς ἀνατέλλων Κύριε, τὴν ψυχήν μου καθάρισον ἀπὸ πάσης ἁμαρτίας, Δυνάμει, Κύριε, τοῦ Σταυροῦ σου, καὶ σῶσόν με. Ὁ τὸ φῶς ἀνατέλλων Κύριε, τὴν ψυχήν μου καθάρισον ἀπὸ πάσης ἁμαρτίας, Πρεσβείαις, Κύριε, (τοῦ ἁγίου τοῦ Ναοῦ), καὶ σῶσόν με. Ὁ τὸ φῶς ἀνατέλλων Κύριε, τὴν ψυχήν μου καθάρισον ἀπὸ πάσης ἁμαρτίας, Πρεσβείαις, Κύριε, τῆς Θεοτόκου καὶ σῶσόν με. [ψαλμοὶ τῶν Αἴνων δὲν ψάλλονται] ὁ ἱερεύς «Σοί δόξα πρέπει» καὶ ὁ Ἀναγνώστης τὴν Δοξολογίαν (χῦμα). ὁ ἱερεύς «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ, Κεφαλοκλισία, ὡς συνήθως. «Σὸν γάρ ἐστι τὸ ἐλεεῖν». ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΤΩΝ ΑΙΝΩΝ: ὁ Χορός τὸ Ἰδιόμελον τοῦ Τριῳδίου καὶ τὸ Μαρτυρικὸν εἰς τοὺς οἰκείους στίχους. Δόξα. Καὶ νῦν, Σταυρο Θεοτοκίον. Ἀπόστιχα τῶν Αἴνων. Ἦχος πλ. δ. Ἡ παθοκτόνος Νηστεία παροῦσα, τοὺς κακωθέντας ὑπὸ τῆς ἁμαρτίας, ἰατρεύειν ἐπαγγέλλεται, 5

ἣν ὡς θεόσδοτον βοηθὸν τιμήσωμεν, τὰς θεογράφους πλάκας, διὰ Μωσέως δεξάμενοι, μὴ προκρίνωμεν τὴν συντρίψασαν αὐτὰς ἀκρασίαν, μὴ γενώμεθα μέτοχοι, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ, μὴ σκυθρωπάσωμεν Ἰουδαϊκῶς, ἀλλὰ Ἐκκλησιαστικῶς φαιδρυνθῶμεν, μὴ φαρισαϊκῶς ὑποκριθῶμεν, ἀλλ Εὐαγγελικῶς καλλωπισθῶμεν, ἐγκαυχώμενοι τῷ Σταυρῷ Χριστοῦ, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν. Στίχ. α. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Ἡ παθοκτόνος Νηστεία,.. Μαρτυρικόν Στίχ. β. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός. Σεραφίμ; ὅτι ἀπαύστως ἐ δοξάσατε αὐτόν. Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε. Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡ μῶν. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον. ὅμοιον. Τί τὸ θαυμαστόν, καὶ ἐξαίσιον, ἡ Παρθένος τῷ Κυρίῳ, ἀνεβόα μητρικῶς, Αἱ ὠδῖνες, ἃς οὐκ ἔγνων ἐν τῷ τίκτειν σε, Υἱέ, δριμεῖαι, καθικνοῦνται τῆς καρδίας μου, οὐ φέρω, ἐν σταυρῷ φῶς τῶν ὀμμάτων, προσηλωμένον σε, ὁρᾶν τὸ φῶς τῶν ὀμμάτων μου, σπεῦσον οὖν ἀνάστηθι, ὅπως δοξάσω σὺν τῷ Κόσμῳ, τὴν φρικτὴν Οἰκονομίαν σου. ὁ ἱερεύς «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», ὁ Ἀναγνώστης Τρισάγιον κ.λπ., Αὖθις, τὸ Ἀπολυτίκιον χῦμα ὁ Ἀναγνώστης «Ἐν τῷ ναῷ ἑστῶτες», «Κύριε, ἐλέησον» (μ ), Δόξα. Καὶ νῦν. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου» ὁ ἱερεύς «Ὁ ὢν εὐλογητός», ὁ Προεστώς «Ἐπουράνιε βασιλεῦ», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς Εὐχῆς τοῦ Ὁσ. Ἐφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου». Καὶ εὐθὺς ἐπισυνάπτονται αἱ Ὧραι. ΑΙ ΩΡΑΙ : ἀρχόμεναι πᾶσαι μετὰ τοῦ «Δεῦτε προσκυνήσωμεν» γ, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ τοῦ Ὡρολογίου [ἐν ταῖς ἐνορίαις μετὰ τὴν εὐχὴν τοῦ ἁγίου Ἐφραὶμ παραλείπεται τὸ τρισάγιον καὶ λέγεται εὐθὺς ἡ Εὐχὴ ἑκάστης Ὥρας] Εἰς τὴν Θ ὥραν, μετὰ τὸ Τρισάγιον καὶ τὰ μετ αὐτὸ τροπάρια «Βλέπων ὁ λῃστὴς» κ.λπ., τὸ «Κύριε, ἐλέησον» (μ ), Δόξα. Καὶ νῦν. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Δι εὐχῶν» ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι. οἱ Χοροί εἰς ἦχον πλ. δ τοὺς Μακαρισμοὺς μετ ἐφυμνίου εἰς ἕκαστον στίχον τὸ «Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ καὶ Ὡρολογίῳ τάξιν. Εἶτα ὁ Ἀναγνώστης τὰ τροπάρια «Χορὸς ὁ ἐπουράνιος» κ.λπ., Καὶ νῦν. ὁ Προεστώς «Πιστεύω εἰς ἕνα Θεόν», καὶ τὸ «Ἄνες, ἄφες, συγχώρησον». τὸ «Πάτερ ἡμῶν», ὁ ἱερεύς «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης τὰ Κοντάκια «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης», 6

τὸ τῆς ἡμέρας τῆς ἑβδομάδος (βλέπε αὐτὸ εἰς τὴν Ἀκολουθίαν τῶν τυπικῶν), ἤτοι Κοντάκιον τοῦ Σταυροῦ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. τοῦ ἁγίου τοῦ Ναοῦ, τὸ ἐνδιάτακτον μαρτυρικόν (τὸ ὁποῖον ἀνεγνώσθη καὶ μετὰ τὴν Ϛ ᾠδὴν τῶν κανόνων), ἤτοι τὸ Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος Ἀθλήσεως, καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο αὐτῶν ταῖς ἱκεσίαις δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος. Δόξα, τὸ νεκρώσιμον «Μετὰ τῶν ἁγίων», Καὶ νῦν, Θεοτοκίον «Προστασία», «Κύριε, ἐλέησον» (μ ), «Ὁ ἐν παντὶ καιρῷ», «Κύριε, ἐλέησον» (γ ), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς». ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι, μεθ ἃς ἄρχεται Ἑσπερινὸς τῆς 23 ης Μαρτίου καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων 23.03.2019 Μνήμη τοῦ διὰ Κολλύβων θαύματος Μεγαλομάρτυρος Θεοδώρου 7