Εἰς τὸν Ὄρθρον. 15 ΜΑΡΤΙΟΥ 2019 Παρασκευὴ τῆς Α Ἑβδομάδος τῶν Νηστειῶν ὁ Ὄρθρος Καθαρὰ Παρασκευὴ Ἦχος πλ. δ 15.03.2019 Ἀγαπίου καὶ τῶν σὺν αὐτῷ, Ἀριστοβούλου Βρετανίας, Μανουὴλ τοῦ Κρητός. ὁ ἱερεύς «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», ὁ Ἀναγνώστης Τρισάγιον κ.τ.λ., «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης «Κύριε, ἐλέησον» (ιβ ), Δόξα, Καὶ νῦν, «Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», ὁ ἱερεύς «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ Ἀναγνώστης τὸν Ἑξάψαλμον. ὁ ἱερεύς Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «Οτι πρέπει σοι». ΤΡΙΑΔΙΚΑ : ὁ Χορός εἰς ἦχον πλ. δ (τῆς ἑβδομάδος) τὸ Ἀλληλουάριον τετράκις μὲ τοὺς στίχους αὐτοῦ «Ἐκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ Ὡρολογίῳ, μεθ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου Τριαδικοὺς ὕμνους τοῦ πλ. δ ἤχου (τῆς ἑβδομάδος). Ὁρᾶν σε μὴ τολμῶντα τὰ Χερουβείμ, ἱπτάμενα κραυγάζει ἀλαλαγμῷ, τὸ ἔνθεον μέλος τῆς Τρισαγίας φωνῆς, μεθ ὧν καὶ ἡμεῖς βοῶμεν οἱ ἁμαρτωλοί Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Δυνάμει, Κύριε, τοῦ Σταυροῦ σου ἐλέησον ἡμᾶς. Δόξα. Εἰς οὐρανὸν τὰς καρδίας ἔχοντες, Ἀγγελικὴν μιμησώμεθα τάξιν, καὶ ἐν φόβῳ τῷ Ἀδεκάστῳ προσπέσωμεν, ἐπινίκιον ἀνακράζοντες αἶνον Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Πρεσβείαις (τοῦ ἁγίου τοῦ Ναοῦ) ἐλέησον ἡμᾶς. Καὶ νῦν. Κατακαμπτόμενοι τῷ πλήθει, τῶν ἡμῶν, καὶ μὴ τολμῶντες ἀτενίσαι τῷ ὕψει σου, τὴν ψυχὴν σὺν τῷ σώματι κλίναντες, μετὰ Ἀγγέλων τὸν ὕμνον βοῶμέν σοι Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. ὁ ἱερεύς μικρὰν συναπτήν. «Οτι σόν τὸ Κράτος». ΚΑΘΙΣΜΑΤΑ : ὁ Χορός εἰς τὴν α στιχολογίαν, τὰ Κατανυκτικὰ τοῦ πλ. δ ἤχου (τῆς ἑβδομάδος) [ζήτει εἰς τὸ τέλος τοῦ Τριῳδίου]. Καθίσματα Σταυρώσιμα Βλέπων ὁ Λῃστής, τὸν Ἀρχηγὸν τῆς ζωῆς, ἐπὶ Σταυροῦ κρεμάμενον ἔλεγεν Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθείς, ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο ἀλλ ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου Κύριε ἐν τῇ Βασιλείᾳ σου. Ἦχος πλ. δ. Τὸ προσταχθὲν μυστικῶς. Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἐν Παραδείσῳ μὲν τὸ πρίν, ξύλῳ ἐγύμνωσεν, ἐπὶ τῇ γεύσει ὁ ἐχθρός, εἰσφέρων νέκρωσιν τοῦ Σταυροῦ δὲ τὸ ξύλον τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον ἐπάγη ἐπὶ τῆς γῆς, καὶ Κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν Πλήρης δόξης ὁ οἶκος αὐτοῦ. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον. Τὸν ἐξ αἱμάτων σου ἁγνῶν σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ Σεμνὴ τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον μέσον τῶν κακούργων, ὁρῶσα τὰ σπλάγχνα ἤλγεις, καὶ μητρικῶς, θρηνοῦσα ἐβόας Οἴμοι Τέκνον ἐμόν! τίς ἡ θεία καὶ ἄφατος, Οἰκονομία σου, δι ἧς, ἐζῴωσας τὸ πλᾶσμά σου; Ἀνυμνῶ σου τὸ εὔσπλαγχνον. Εἰς τὴν β καὶ γ στιχολογίαν τὰ Καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Παρασκευῆς α ἑβδομά 1
δος «Ὁ τοῖς πάθεσι τοῖς σοῖς», κ.λπ.). Μετὰ τὴν β Στιχολογίαν, τὰ παρόντα Καθίσματα. Ἦχος β. Ὁ εὐσχήμων Ἰωσήφ. Ὁ τοῖς Πάθεσι τοῖς σοῖς, πᾶσιν ἀπάθειαν διδούς, τὰ πάθη τῆς σαρκός μου, νεκρώσας τῷ Σταυρῷ, τῷ θείῳ, καταξίωσον, ἰδεῖν καὶ τὴν σεπτήν, Ἀνάστασίν σου Κύριε, ἵνα λάβωμεν πλουσίως τὸ μέγα ἔλεος. Δόξα. τὸ αὐτό. Καὶ νῦν. Σταυροθεοτοκίον. Τῷ τιμίῳ Σταυρῷ τοῦ Υἱοῦ σου, φυλαττόμενοι Δέσποινα, ἁγνὴ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολεμήτορος, ἅπαντες ῥᾳδίως ἐκτρεπόμεθα διὸ κατὰ χρέος σὲ ἀεὶ μακαρίζομεν, ὡς Μητέρα τοῦ Θεοῦ, καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν. Μετὰ τὴν γ Στιχολογίαν Καθίσματα. τοῦ κυρίου Θεοδώρου Ἦχος β. Εὐσπλαγχνίας ὑπάρχουσα. Τῆς ἁγνείας ὑπάρχων ἡ πηγή, τῇ νηστείᾳ συντήρησον ἡμᾶς Ἐλεῆμον βλέψον εἰς ἡμᾶς τοὺς σοὶ προσπίπτοντας πρόσχες τῇ ἐπάρσει τῶν χειρῶν ἡμῶν, ὁ τείνας τὰς παλάμας σου, ἐν ξύλῳ σταυρούμενος, ὑπὲρ πάντων γηγενῶν ὁ τῶν Ἀσωμάτων μόνος Κύριος. Δόξα. τὸ αὐτό. Καὶ νῦν. Σταυροθεοτοκίον. Ἡ Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσα σε νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς, Υἱέ μου ἔλεγε, τί τὸ φοβερὸν τοῦτο μυστήριον; ὁ πᾶσι δωρούμενος, ζωὴν τὴν αἰώνιον, ἑκουσίως ἐν Σταυρῷ, πῶς θνῄσκεις θάνατον, ἐπονείδιστον; ὁ Ν Ψαλμὸς χῦμα, ὁ ἱερεύς «Σῶσον, ὁ Θεός», «Κύριε, ἐλέησον» (ιβ ) καὶ ἡ ἐκφώνησις «Ἐλέει καὶ οἰκτιρμοῖς». ΑΙ ῼΔΑΙ : Ἐν συνεχείᾳ στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾨδαὶ κατὰ τὴν τάξιν αὐτῶν. Σήμερον θὰ διαβασθῇ ὁλόκληρος ἡ ε ᾨδή. ΚΑΝΟΝΕΣ : Εἶτα ἀναγινώσκονται οἱ Κανόνες ὡς ἑξῆς εἰς ὅσας ᾠδὰς ὑπάρχουν τριῴδια προηγεῖται ὁ κανὼν τοῦ Μηναίου μετὰ τῶν εἱρμῶν αὐτοῦ καὶ ἕπονται τὰ Τριῴδια, εἰς δὲ τὰς λοιπὰς ᾠδὰς μόνον ὁ κανὼν τοῦ Μηναίου. Εἰς τὸ τέλος τῆς γ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς (ἐννοεῖται ὅτι, ἂν μετὰ τὸ Μηναῖον ἀνεγνώσθησαν τριῴδια, τότε ψάλλεται ὁ εἱρμὸς τοῦ β τριῳδίου), ὁ Κανὼν τοῦ Ἁγίου Ἀγαπίου. οὗ ἡ Ἀκροστιχίς Ἑπτὰ προσάξω μάρτυσι μελῳδίαν. Ἰωσήφ. ᾨδὴ α. Ἦχος πλ. δ. Ὁ Εἱρμός. «Ἄσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται». Ἐν τοῖς ἐπουρανίοις, Μάρτυρες ὑπάρχοντες σκηνώμασι, τοὺς ὑμᾶς εὐφημοῦντας, ἐπὶ γῆς φωτισμοῦ ἀξιώσατε. Πύργοι τῆς Ἐκκλησίας, ὤφθητε τὰ τείχη καταστρέφοντες, τῆς εἰδωλομανίας, Ἀθλοφόροι Χριστοῦ γενναιότατοι. Δόξα. Τέτρωσαι τῇ ἀγάπῃ, Μάρτυς ἀξιάγαστε Ἀγάπιε, τοῦ Δεσπότου τῶν ὅλων, καὶ θανεῖν δι αὐτὸν προτεθύμησαι. 2
Καὶ νῦν. Θεοτοκίον Αἴγλῃ φαεινοτάτῃ, τοῦ ἐκ σοῦ Παρθένε ἀνατείλαντος, τῆς ψυχῆς μου τὰς κόρας, φωταγώγησον ὅπως δοξάζω σε. ᾨδὴ γ. Ἦχος πλ. δ. Ὁ Εἱρμός. «Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Κύριος ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε». Πυρὶ ἀναπτόμενος, τῆς ἀγάπης τοῦ Χριστοῦ, τὴν πυρὰν ἐναπέσβεσας, Μάρτυς Ἀγάπιε τῆς εἰδωλομανίας, ῥοαῖς τῶν αἱμάτων σου ὅθεν εὐφημοῦμέν σε. Ῥομφαῖαι ὡράθητε, διακόπτουσαι τομῶς, μυριάδας μακάριοι, δαιμόνων ἐν χάριτι καὶ νῦν ταῖς μυριάσιν, ἡνώθητε χαίροντες, τῶν νοερῶν Δυνάμεων. Δόξα. Ὁδὸν διανύοντες, μαρτυρίου ἀνδρικῶς, ἀποθέσει τοῦ πνεύματος, τὴν ἄνω ἐφθάσατε Βασιλείαν, ἐν ᾗπερ ἐκέκτησθε, Μάρτυρες θεῖοι τὸ πολίτευμα. Καὶ νῦν. Θεοτοκίον Σαρκὸς ὁμοιώματι, ἐμφανισθέντα ἐκ τῆς σῆς φωτοφόρου νηδύος, τὸν Κτίστην ἐπέγνωμεν, διὰ σπλάγχνα ἐλέους, ἡμῖν τοῖς ὑμνοῦσί σε, Μῆτερ ἀειπάρθενε. Καταβασία. Ἦχος πλ. δ. «Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Κύριος ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν» τὸ Μεσῴδιον Κάθισμα τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου Μεσῴδιον Κάθισμα. Ἦχος α. Τὸν τάφον σου, Σωτήρ. Ἑπτάριθμος χορός, τῶν Μαρτύρων ὑμνείσθω αὐτοὶ γὰρ τὴν ἡμῶν ἐκδιώκουσι βλάβην, ὡς φύλακες τῆς Πίστεως, Ἐκκλησίας προπύργια, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, καὶ πρεσβεύουσιν, ὑπὲρ ἡμῶν τὸν Δεσπότην, εἰρήνην βραβεύοντες. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον ὀφθεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον. Συνεχίζεται ἡ Ἀνάγνωσις τῶν Κανόνων. Εἰς τὴ ε ᾠδὴν προηγεῖται ὁ Κανὼν τοῦ Τριῳδίου καὶ ἕπεται ὁ τοῦ Μηναίου. Εἰς τὸ τέλος τῆς Ϛ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς, ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Σύ γὰρ εἶ ὁ βασιλεύς». Εἶτα ἀντὶ Κοντακίου, τὸ ἐνδιάτακτον Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος [τὸ τυχὸν Κοντάκιον τοῦ Μηναίου καταλιμπάνεται] Δι ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμάς, καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες, καὶ μετὰ τέλος θαυματουργεῖν ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ σοφῷ, καὶ κτίστῃ Θεῷ. 3
καὶ τὸ Συναξάριον. Τῇ ΙΕ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Μάρτυρος Ἀγαπίου, καὶ τῶν σὺν αὐτῷ Πλησίου, Ῥωμύλου, Τιμολάου, Ἀλεξάνδρων δύο, καὶ δύο Διονυσίων. Εἰς τὸν Ἀγάπιον. Ἔσπευδεν Ἀγάπιος εἰς μαρτυρίαν. Θεοῦ γὰρ αὐτὸν ὑπέθαλπεν ἀγάπη. Εἰς τὸν Πλήσιον, Ῥωμύλον καὶ Τιμόλαον. Μετὰ τριῶν Πλήσιος ἐκτμηθεὶς ξίφει, Θεοῦ σὺν αὐτοῖς ἵσταται νῦν πλησίον. Εἰς τοὺς δύο Ἀλεξάνδρους καὶ Διονυσίους. Ὡς Ἀλεξάνδροις κλῆσις ἐκτομή, στέφος, Καὶ Διονυσίοις τε κοινὰ ἦν τάδε. Πέμπτῃ καὶ δεκάτῃ τμήθη Ἀγάπιος, ἑταῖροι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Ἀποστόλου Ἀριστοβούλου, Ἐπισκόπου Βρεταννίας, Λευΐτου τῷ γένει τὸ πρῴην, ἀδελφοῦ δὲ Βαρνάβα τοῦ Ἀποστόλου, ὡς καὶ Μαρίας, τῆς Μητρὸς Μάρκου τοῦ Εὐαγγελιστοῦ, ἐκ Σαλαμῖνος τῆς Κύπρου ἑλκόντων τὴν καταγωγήν. Μέμνηται δὲ αὐτοῦ ὁ πυρίπνους καὶ Πρωτοκορυφαῖος τῶν Ἀποστόλων Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ (στ 10). Ἑορτάζεται δὲ ὁ μέγας οὗτος Ἀποστολικὸς ἀνὴρ καὶ κατὰ τὴν τριακοστὴν πρώτην τοῦ Ὀκτωβρίου, μετὰ Στάχυος, Ἀμπλίου, Oὐρβανοῦ καὶ Nαρκίσσου. Ἕπου, Ἀριστόβουλε, Παύλῳ ἐνθάδε, Ὡς ἂν χορεύσῃς ἅμα Παύλῳ ἐν πόλῳ. Ψυχὰς Ἀριστόβουλος ἀγρεύσας λόγοις, Χριστῷ πρόσεισι, μισθὸν αἰτῶν τῆς ἄγρας. Βουλῇ τῇ θείᾳ, Ἀριστόβουλε μάκαρ, Σαφῶς ἐκλάμπεις ὡς μαθητὴς Κυρίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Μάρτυρος Νικάνδρου τοῦ ἐν Αἰγύπτῳ, τὴν δορὰν ἀ φαιρεθέντος καὶ τελειωθέντος. Νίκανδρον ἐκδέρουσιν, ὥσπερ ἀρνίον, Χεῖρας βαλόντες οἱ μάγειροι τῆς πλάνης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ζαχαρίου Πάπα Ρώμης, τοῦ ἐκ Καλαβρίας, ἐν ἔτει ἑπτακοσιοστῷ πεντηκοστῷ καὶ δευτέρῳ (752) εἰρηνικῶς τελειωθέντος. Προφητικῶς προστὰς Παλαιᾶς Ῥώμης, Ζαχαρίας λειτουργεῖ ἐν Καινῇ Πόλει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ζαβουλὼν καὶ Σωσσάνης, γονέων τῆς ἁγίας Νίνας τῆς ἰσαποστόλου τῆς Γεωργίας. Ζαβουλών, Σωσάννα τε τὴν θείαν Νίναν, Καρπὸν προήγαγον σεμνῆς συζυγίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου ἐνδόξου μάρτυρος Φιλοκτήμονος τοῦ ἐν Ἡλιουπόλει μαρτυρήσαντος ἐπὶ Γορδιανοῦ. Ἅπασαν κτῆσιν παριδὼν Φιλοκτήμων, Τὸν Χριστὸν ἐκέρδησε τῷ μαρτυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Νικάνδρου τῆς ἐρήμου Γκορόντνο ἐν Νόβγκοροντ. (+1603) Νίκανδρος βιοὺς ὁσίως ἐν Γκορόντνο, 4
Ἔθρεψεν ἄνδρας ἀσκητὰς ἐν Κυρίῳ. Ὁ Ἅγιος Ἔνδοξος Νεομάρτυς Παρθένιος ὁ διάκονος, ὁ ἐν Ἱκαρίᾳ μὲν τὸ πρῶτον ἀσκήσας ἐν τῇ ὑπακοῇ Νήφωνος ὁσίου τοῦ Κολλυβᾶ, ὕστερον δὲ ἐν Πάτμῳ ἐρημικῶς μονάσας, ἐν Διδυμοτείχῳ μαρτυρικῶς τελειοῦται, ἐν ἔτει χιλιοστῷ ὀκτακοσιοστῷ καὶ πέμπτῳ (1805). Ἀσκήσεως ἔνδυμα αἱμάτων λύθροις, Παρθένιε ἔβαψας κτανθεὶς ἀδίκως. Ὁ Ἅγιος Nεομάρτυς Mανουὴλ ὁ Kρής, ὁ ἐκ Σφακίων καταγόμενος, ξίφει σφαγιασθεὶς παρὰ τὴν Παλαιὰν Βρύσιν ἐν Χώρᾳ Χίου, τελειοῦται, ἐν ἔτει χιλιοστῷ ἑπτακοσιοστῷ ἐννενηκοστῷ καὶ δευτέρῳ (1792). Πρόβατον ὥσπερ σφαγιασθεὶς παμμάκαρ, Mάνδρᾳ προσήχθης ὦ Mανουὴλ τῇ ἄνω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἐνδόξου Παρθενομάρτυρος Λουκρητίας καὶ τῶν λοιπῶν σὺν αὐτῇ Μαρτύρων, τῶν ἐν Κορδούῃ τῆς Ἱσπανίας διὰ τὴν Ὀρθόδοξον πίστιν ὑπὸ τῶν Ἀγαρηνῶν ἀναιρεθέντων. (859) Βλαστὸς εὐθαλὴς ἀνεβλάστησε θεῖος, Κορδόβης βλαστῶν κατεπότισεν αἷμα. Ῥοῦν Λεωκριτία Χριστοῦ ἠκολούθει Πηγὴν ἀνευροῦσα ζωῆς ἀθανάτου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Νῆσος Λευκὰς εὐχαριστήριον Πανήγυριν ἄγει ἐν τῇ Μονῇ Παναγίας Φανερωμένης, εἰς ἀνάμνησιν σωτηρίας τοῦ λαοῦ ἐκ φοβεροῦ σεισμοῦ κατὰ τὴν 13ην Μαρτίου τοῦ ἔτους 1938. Σεισμοῦ σῳθεῖσα νῦν ἡ Λευκὰς τὸν αἶνον Μητρὶ σωσάσῃ κιρνᾷ μετ εὐφροσύνης. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. [ἐν τῇ η ᾠδῇ πρὸ τοῦ Τριαδικοῦ, ἀντὶ τοῦ Δόξα, λέγομεν «Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν Κύριον»] Καταβασία Ἦχος β. Ὁ Εἱρμός. «Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». [Εἰς ἀρκετὰς Ἐνορίας παραλείπουν τὴν ἀνάγνωσιν τῶν Ὠιδῶν ζ, η, θ, ὡς καθ ὅλον τὸν ἐνιαυτόν] Εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν» ὁ εἱρμὸς τῆς η ᾠδῆς τοῦ β Τριῳδίου, ὁ ἱερεύς «Τὴν Θεοτόκον καὶ μητέρα» ὁ Χορός στιχολογεῖ «Τὴν τιμιωτέραν» εἶτα ὁ εἱρμὸς τῆς θ ᾠδῆς τοῦ β Τριῳδίου Ἦχος β. Ὁ Εἱρμός. «Τὴν ἁγνὴν καὶ ἄχραντον, Μητέρα καὶ Παρθένον, ᾠδαῖς ᾀσμάτων ἅπαντες οἱ πιστοί, ὡς Θεοτόκόν μεγαλύνομεν». καὶ τὸ «Αξιον ἐστίν». ὁ ἱερεύς Αἴτησιν, καὶ ἐκφώνησιν «Οτι σέ αἰνοῦσι». ΦΩΤΑΓΩΓΙΚΟΝ : ψάλλεται (ἐκ τρίτου) τὸ τοῦ ἤχου τῆς ἑβδομάδος ἀντὶ Ἐξαποστειλαρίου. Φωταγωγικὸν τοῦ πλ. δ Ἤχου. Φῶς ὑπάρχων Χριστέ, φώτισόν με ἐν σοί, Δυνάμει, Κύριε, τοῦ Σταυροῦ σου, καὶ σῶσόν με. Φῶς ὑπάρχων Χριστέ, φώτισόν με ἐν σοί, Πρεσβείαις, Κύριε, (τοῦ ἁγίου τοῦ Ναοῦ), καὶ σῶσόν με. 5
Φῶς ὑπάρχων Χριστέ, φώτισόν με ἐν σοί, Πρεσβείαις, Κύριε, τῆς Θεοτόκου καὶ σῶσόν με. [ψαλμοὶ τῶν Αἴνων καὶ Στιχηρὰ Αἴνων δὲν ψάλλονται] ὁ ἱερεύς «Σοί δόξα πρέπει» καὶ ὁ Ἀναγνώστης τὴν Δοξολογίαν (χῦμα). ὁ ἱερεύς «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ, Κεφαλοκλισία, ὡς συνήθως. «Σὸν γάρ ἐστι τὸ ἐλεεῖν». ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΤΩΝ ΑΙΝΩΝ: ὁ Χορός τὸ Ἰδιόμελον τοῦ Τριῳδίου «Νηστείᾳ, τῶν λογισμῶν» (δίς) καὶ τὸ Μαρτυρικὸν «Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι» (ἅπαξ) εἰς τοὺς οἰκείους στίχους, Δόξα. Καὶ νῦν, Θεοτοκίον «Τί τὸ ὁρώμενον θέαμα». Ἀπόστιχα τῶν Αἴνων. Ἦχος πλ. δ. Τὸ τῆς Νηστείας διάγγελμα, περιχαρῶς ὑποδεξώμεθα εἰ γὰρ ταύτην ὁ Προπάτωρ διεφυλάξατο, τὴν τῆς Ἐδὲμ ἔκπτωσιν οὐκ ἂν ὑπέστημεν ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός μὴ συναρπασθῶμεν τοῖς βλεφάροις, μηδὲ γλυκανθήτω ἡμῶν ὁ φάρυγξ, τοῖς τιμωμένοις βρώμασι, μετὰ δὲ τὴν μετάληψιν ἀτιμαζομένοις φύγωμεν τὴν ἀκρασίαν, καὶ τοῖς μετὰ κόρον πάθεσιν, οὐχ ὑποβληθῶμεν ἐνσημανθῶμεν τῷ αἵματι, τοῦ ὑπὲρ ἡμῶν ἀχθέντος εἰς θάνατον ἑκουσίως, καὶ οὐ μὴ θίγῃ ἡμῶν ὁ ὀλοθρευτής, καὶ φάγοιμεν Πάσχα, Χριστοῦ τὸ ἱερώτατον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Στίχ. α. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Τὸ τῆς Νηστείας διάγγελμα,.. Μαρτυρικόν Στίχ. β. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός. Σεραφίμ; ὅτι ἀπαύστως ἐ δοξάσατε αὐτόν. Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε. Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον Ἦχος πλ. δ. Ὢ τοῦ παραδόξου θαύματος. Ὡς ἔβλεψέ σε σταυρούμενον, ἐν τῷ Κρανίῳ Σωτήρ, ἠλλοιοῦτο ἡ σύμπασα, Κτίσις καὶ συνείχετο, δονουμένη μὴ φέρουσα ἡ δὲ Παρθένος, ἁγνὴ καὶ Μήτηρ σου, ὀδυρομένη, σοὶ ἀνεβόησεν Οἴμοι ὦ τέκνον μου, Σῶτέρ μου γλυκύτατε! τί τὸ καινόν, τοῦτο καὶ παράδοξον, καὶ ξένον θέαμα; ὁ ἱερεύς «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», ὁ Ἀναγνώστης Τρισάγιον κ.λπ., Αὖθις, τὸ Ἀπολυτίκιον χῦμα ὁ Ἀναγνώστης «Ἐν τῷ ναῷ ἑστῶτες», «Κύριε, ἐλέησον» (μ ), Δόξα. Καὶ νῦν. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου» ὁ ἱερεύς «Ὁ ὢν εὐλογητός», ὁ Προεστώς «Ἐπουράνιε βασιλεῦ», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς Εὐχῆς τοῦ Ὁσ. Ἐφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου». Καὶ εὐθὺς ἐπισυνάπτονται αἱ Ὧραι. ΑΙ ΩΡΑΙ : ἀρχόμεναι πᾶσαι μετὰ τοῦ «Δεῦτε προσκυνήσωμεν» γ, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ 6
τοῦ Ὡρολογίου [ἐν ταῖς ἐνορίαις μετὰ τὴν εὐχὴν τοῦ ἁγίου Ἐφραὶμ παραλείπεται τὸ τρισάγιον καὶ λέγεται εὐθὺς ἡ Εὐχὴ ἑκάστης Ὥρας] Εἰς τὴν Θ ὥραν, μετὰ τὸ Τρισάγιον καὶ τὰ μετ αὐτὸ τροπάρια «Βλέπων ὁ λῃστὴς» κ.λπ., τὸ «Κύριε, ἐλέησον» (μ ), Δόξα. Καὶ νῦν. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Δι εὐχῶν» ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι. οἱ Χοροί εἰς ἦχον πλ. δ τοὺς Μακαρισμοὺς μετ ἐφυμνίου εἰς ἕκαστον στίχον τὸ «Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ καὶ Ὡρολογίῳ τάξιν. Εἶτα ὁ Ἀναγνώστης τὰ τροπάρια «Χορὸς ὁ ἐπουράνιος» κ.λπ., Καὶ νῦν. ὁ Προεστώς «Πιστεύω εἰς ἕνα Θεόν», καὶ τὸ «Ἄνες, ἄφες, συγχώρησον». τὸ «Πάτερ ἡμῶν», ὁ ἱερεύς «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης τὰ Κοντάκια «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης», τὸ τῆς ἡμέρας τῆς ἑβδομάδος (βλέπε αὐτὸ εἰς τὴν Ἀκολουθίαν τῶν τυπικῶν), ἤτοι Κοντάκιον τοῦ Σταυροῦ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. τοῦ ἁγίου τοῦ Ναοῦ, τὸ ἐνδιάτακτον μαρτυρικόν (τὸ ὁποῖον ἀνεγνώσθη καὶ μετὰ τὴν Ϛ ᾠδὴν τῶν κανόνων), ἤτοι τὸ Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος Δι ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμάς, καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες, καὶ μετὰ τέλος θαυματουργεῖν ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ σοφῷ, καὶ κτίστῃ Θεῷ. Δόξα, τὸ νεκρώσιμον «Μετὰ τῶν ἁγίων», Καὶ νῦν, Θεοτοκίον «Προστασία», «Κύριε, ἐλέησον» (μ ), «Ὁ ἐν παντὶ καιρῷ», «Κύριε, ἐλέησον» (γ ), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς». ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι, μεθ ἃς ἄρχεται Ἑσπερινὸς τῆς 16 ας Μαρτίου καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων 16.03.2019 Μνήμη τοῦ διὰ Κολλύβων θαύματος Μεγαλομάρτυρος Θεοδώρου 7