Ἀκολουθία Ἱερομάρτυρος ΖΑΧΑΡΙΟΥ ἐπ. Κορίνθου

Σχετικά έγγραφα
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ ἐξ Ἀτταλείας

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἀκολουθία Ἁγίων ΘΕΟΔΩΡΟΥ ἐπ. Ἐδέσσης καί Ὁσιομ. ΜΙΧΑΗΛ μ. Γερασίμου

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Ἀκολουθία Ὁσίου ΙΣΑΑΚ τοῦ Σύρου, μ. Γερασίμου Μικραγιαννανίτου

1 1 παυλος και σιλουανος και τιμοθεος

ΦΕΒΡΟΥΑΡΙΟΣ 11!! ΒΛΑΣΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΕΝ ΣΚΛΑΒΑΙΝΟΙΣ ΑΚΑΡΝΑΝΙΑΣ ΑΚΟΛΟΥΘΙΑ

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Ἀκολουθία Νεομάρτυρος ΑΝΑΣΤΑΣΙΟΥ τοῦ ἐκ Παραμυθίας, μ. Γερασίμου

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου Ἄρτα 1989) ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ΣΕΠΤΕΜΒΡΙΟΣ 23. ΝΙΚΟΛΑΟΣ ΝΕΟΜΑΡΤΥΣ ΠΑΝΤΟΠΩΛΗΣ ΑΚΟΛΟΥΘΙΑ

ΕΥΧΕΣ ΑΠΟΛΥΣΗΣ ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΑΙ ΔΕΗΣΕΙΣ ΕΠΙ ΤΟΥ ΛΑΟΥ. Α. Στις Ακολουθίες Περιόδου

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΥΘΥΜΙΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΡΟΔΟΥ

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Πασγάνου

Ἀκολουθία Μάρτυρος ΕΥΓΕΝΙΟΥ τοῦ ἐκ Τραπεζοῦντος

1-7 Ιανουαρίου 2018 Θεός

Ἀκολουθία Ὁσιομάρτυρος ΓΕΔΕΩΝ τοῦ Καρακαλληνοῦ. Ψαλλομένη τῇ 30η Νοεμβρίου

Αγιολογία - Εορτολογία

ΕΝ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ. Ἦχος πλ. β. Αἱ Ἀγγελικαί.

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Κυριακή 10 Μαρτίου 2019.

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ψαλλομένη τῇ ιδ τοῦ μηνός Φεβρουαρίου

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ ΤΟΥ ΕΝ ΡΟΔῼ ΑΘΛΗΣΑΝΤΟΣ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΑΥΓΟΥΣΤΟΥ ΚΗ ΜΕΘΕΟΡΤΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΩΣΕΩΣ ΤΟΥ ΑΙΘΙΟΠΟΣ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΜΑΡΤΥΡΑ ΑΣΤΕΡΙΟΝ ΚΑΙ ΤΟΥΣ ΑΔΕΛΦΟΥΣ ΑΥΤΟΥ. (Γερασίμου Μοναχού του Μικραγιαννανίτου)

Ἀκολουθία Ὁσίου ΙΕΡΩΝΥΜΟΥ Ψαλλομένη τῇ 15 η Ἰουνίου

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

26 ΝΟΕΜΒΡΙΟΥ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΥΛΙΑΝΟΥ ΤΟΥ ΠΑΦΛΑΓΟΝΟΣ ΑΚΟΛΟΥΘΙΑ

Ακολουθία Νεομάρτυρος ΘΕΟΔΩΡΟΥ τοῦ Βυζαντίου

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ἀναγνωστικό Κατήχησης

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

«Προσκυνοῦμεν σου τά πάθη Χριστέ» Οδοιπορικό στη Μεγάλη Εβδομάδα. Διδ. Εν. 10

1) Μες τους κάμπους τ αγγελούδια ύμνους ουράνιους σκορπούν κι από τα γλυκά τραγούδια όλα τριγύρω αχολογούν. Gloria in excelsis Deo!

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Σε παρακαλούμε, λοιπόν, Κύριε: το ίδιο Πανάγιο Πνεύμα ας ευδοκήσει να αγιάσει τα δώρα αυτά, 118. Ενώνει τα χέρια, τα επιθέτει στα Δώρα και λέει:

Ἀκολουθία Ἀποστόλου ΚΛΕΟΠΑ ἐκ τῶν Ο', μ. Γερασίμου

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

ΕΙΡΗΝΑΙΟΣ ΛΥΩΝΟΣ ΚΑΙ ΑΜΒΡΟΣΙΟΣ ΜΕΔΙΟΛΑΝΩΝ

Ο Τριαδικός Θεός: οι γιορτές της Πεντηκοστής και του Αγίου Πνεύματος. Διδ. Εν. 14

ΙΟΥΝΙΟΥ 24. ΤΗ ΚΔ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ. Ακολουθία του Αγίου ενδόξου και καλλινίκου νεομάρτυρος. Παναγιώτου του εκ Καισαρείας.

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

10 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΟΚΤΩΒΡΙΟΣ 31!! ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΝΙΚΟΛΑΟΣ ΧΙΟΥ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Άγιος Νικήτας ο Νισύριος: «Γιατί αργείτε; Θανατώστε με γρήγορα»

Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΜΑΡΚΟΥ ΤΟΥ ΑΘΗΝΑΙΟΥ (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου ) ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἀκολουθία Νεομάρτυρος ΖΑΦΕΙΡΙΟΥ τοῦ ἐν Θεσσαλονίκῃ

Transcript:

[1]

Ἀκολουθία Ἱερομάρτυρος ΖΑΧΑΡΙΟΥ ἐπ. Κορίνθου M. Γερασίμου Ψαλλομένη τῇ 30 η Μαρτίου ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ Ἱστῶμεν στίχους δ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος πλ. β. Αἱ ἀγγελικαί. Ἔχων ἐν ψυχῇ, τῆς ζωῆς τῆς μακαρίας, οἷα θεῖον φῶς, μυστικῶς ἀεὶ ἐκλάμπον, τὰς θείας ἀναβάσεις, Ἱεράρχης θεόληπτος, ὤφθης τοῦ Χριστοῦ τῆς Ἐκκλησίας, καὶ μαρτυρίου τὸν ἀγῶνα στεῤῥῶς ἤνυσας, ὦ Ζαχαρία ἱερέ διὸ εὐφημοῦμέν σε. Νέμων εὐσεβῶς, τὸν λαὸν τοῦ Κυρίου, καὶ καθοδηγῶν, πρὸς ὁδὸν τῆς σωτηρίας, τοὺς ἐν Κορίνθῳ Πάτερ ὡς ποιμὴν ἐνθεώτατος ἤσχυνας τὸ κράτος τῆς ἀπάτης, μαρτυρικῶς καταπαλαίσας ἐχθροῦ Ἅγιε, τὴν δυναστείαν καὶ Χριστοῦ, δοξάσας τὴν δύναμιν. Πόνους ὑποστάς, τῆς ἀθλήσεως ἀνδρείως, καὶ τὴν κεφαλήν, ταῖς χερσὶ τῶν παρανόμων, τμηθεὶς Ἱερομάρτυς Ζαχαρία μακάριε, ῥείθροις τῶν ἁγίων σου αἱμάτων, τὴν Ἐκκλησίαν ἁγιάζεις Ἁγίῳ Πνεύματι διὸ τιμᾷ χρεωστικῶς, τὴν πάνσεπτον μνήμην σου. Κόρινθος τιμᾷ, ὡς κλεινόν σε Ποιμενάρχην, καὶ περιφανῆ, τοῦ Σωτῆρος Ἀθλοφόρον, σοφὲ Ἱερομάρτυς Ζαχαρία θεόληπτε, καὶ τὴν σὴν λαμπρῶς γεραίρει [2]

μνήμην, ἧ μὴ ἐλλίπῃς οὐρανόθεν ὡς συμπαθὴς Ἅγιε, τῆς εὐλογίας σου ἀεί, διδόναι τὰς χάριτας. Δόξα. Ἦχος α. Εὐαγγελικῇ πολιτείᾳ ἐκλάμπων, ὡς Ἱεράρχης ὅσιος, τοῦ μαρτυρίου ὑπῆλθες τὸ σκάμμα, ἀνενδότῳ ψυχῇ, Ζαχαρία παμμάκαρ τὸν ἐπελθόντα γὰρ ἐχθρόν, ἐν σοφίᾳ ἤσχυνας, τῶν πάλαι Ἀθλητῶν, τὴν ἀρετὴν μιμησάμενος καὶ καλῶς ἀγωνισάμενος, διπλῶν ἐπάθλων ἠξίωσαι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων. Εἰς τὸν Στίχον. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Θεῖος ἱερουργός, καὶ Ποιμενάρχης πέλων, τῆς ἐν Κορίνθῳ Πάτερ, ἁγίας Ἐκκλησίας, μαρτυρικῶς ἠγώνισαι. Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται. Πᾶσαν τὴν τοῦ ἐχθροῦ, διήλεγξας ἀπάτην, ἀθλητικῇ ἐνστάσει, παμμάκαρ Ζαχαρία, καὶ τὸν ἐχθρὸν ἐδόξασας. Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Θῦμα ὡς λογικόν, καὶ προσφορὰ τελεία, προσήχθης τῷ Κυρίῳ, τμηθείς σου τὸν αὐχένα, ὦ Ζαχαρία ἔνδοξε. Δόξα. Τριαδικόν. Ἔχων τὴν Σὴν ἰσχύν, ὁ θεἶος Ζαχαρίας, ὁμότιμε Θεότης, Τριὰς ὑπεραγία, μαρτυρικῶς ἠρίστευσε. Καὶ νῦν. Θεοτοκίον. [3]

Φέρουσα ἐν χερσί, τὸν πάντων Βασιλέα, ὥσπερ Υἱόν Σου Κόρη, αὐτὸν ἀεὶ δυσώπει, ὑπὲρ ἀχρείων δούλων Σου. Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῆς Κορίνθου Ποιμένα ὁ Χριστὸς σὲ ἀνέδειξεν, ὡς θεράποντα θεῖον, Ζαχαρία μακάριε διὸ καὶ ἐναθλήσας ἀνδρικῶς, μεσίτης ἡμῶν ὤφθης πρὸς Θεόν, διὰ τοῦτό σε τιμῶμεν χρεωστικῶς, Ἱερομάρτυς κράζοντες δόξα τῷ παρασχόντι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὸ θεῖον ἔλεος. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί δόξα τῷ προελθόντι ἐκ Σοῦ δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου. Ἀπόλυσις. [4]

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α. Πανεύφημοι Μάρτυρες. Στολὴν ἐνδυσάμενος σεπτήν, τῇ βουλῇ τοῦ κρείττονος, Ἀρχιερεὺς ἱερώτατος, καὶ θεῖος Πρόεδρος, τῆς Κορίνθου ὤφθης, Ζαχαρία ἔνδοξε, καὶ πόνοις μαρτυρίου ὡμίλησας, στεῤῥῷ φρονήματι διὰ τοῦτο εὐφημοῦμέν σε, ὡς μεσίτην, ἡμῶν πρὸς τὸν Κύριον. Ἀτρέπτῳ ψυχῇ ὑπὲρ Χριστοῦ, ἀνεδέξω Ἅγιε, τὸ τῆς ἀθλήσεως στάδιον, καὶ καταβέβληκας, ἀνυποίστοις πόνοις, τοῦ ἐχθροῦ τὴν ἔπαρσιν, κηρύξας τοῦ Σωτῆρος τὸ ὄνομα, εὐσήμῳ στόματι, Ζαχαρία ἱερώτατε διὰ τοῦτο, ἀξίως δεδόξασαι. Θυσίαν τελῶν τὴν μυστικήν, Ζαχαρία ἔνδοξε, ὡς Ἱερεὺς ἐνθεώτατος, θῦμα εὐπρόσδεκτον, τῷ Χριστῷ προσήχθης, τοῖς οἰκείοις αἵμασιν, ὡς ἤνυσας καλῶς τὸν ἀγῶνά σου καὶ νῦν τὴν ἄῤῥητον, καθορῶν Αὐτοῦ λαμπρότητα, ἐκδυσώπει, ὑπὲρ τῶν τιμώντων σε. Ἕτερα. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Θεῖος Ἱεράρχης γεγονώς, τῇ σῇ καθαρᾷ πολιτείᾳ, καὶ ἐναρέτῳ ζωῇ, Ζαχαρία ἔνδοξε, Μάρτυς ἀήττητος, τοῦ Χριστοῦ ἐχρημάτισας, νομίμως ἀθλήσας, ἅπαν ἀρνησάμενος, σαρκὸς τὸ φρόνημα ὅθεν ἐπαξίως ἐδέξω, παρὰ τοῦ Χριστοῦ διπλοῦν στέφος, ὡς Ἱερομάρτυς ἀξιάγαστος. Ἔστης ἀκατάπληκτος σοφέ, βήματι ἐχθρῶν παρανόμων, φέρων τὴν ἄνωθεν, δύναμιν ἀήττητον, [5]

Ἱερομάρτυς Χριστοῦ, καὶ βασάνων τὴν ἔφοδον, ὡς οὐδὲν ἡγήσω, καὶ εἱρκτῆς τὴν κάκωσιν, ἀνδρείως ἤνεγκας ὅθεν ἐναθλήσας νομίμως, τὴν τῆς ἀνομίας καθεῖλες, πλάνην Ζαχαρία δεισιδαίμονα. Ξίφει ἐκτμηθεὶς τὴν κεφαλήν, ἔτεμες τοῦ ψεύδους τὸ κράτος, Ἱερομάρτυς Χριστοῦ, καὶ τοῖς τῶν αἱμάτων σου, ἁγίοις ῥεύμασιν, Ἐκκλησίας τὰς αὔλακας, πλουσίως ἀρδεύεις, γεωργεῖν τῆς πίστεως, θεῖα βλαστήματα ὅθεν Κορινθίων χορεῖαι, Πάτερ Ζαχαρία θεόφρον, χαίροντες τὴν μνήμην σου γεραίρομεν. Δόξα. Ἦχος β. Τὸ πῦρ τὸ οὐράνιον, τῆς ἐνεργείας τοῦ Πνεύματος, ἐνοικῆσαν τῇ ψυχῇ σου, Ζαχαρία ἱερέ, Ἱεράρχην ἔνθεον, καὶ τῶν ἄνω μυσταγωγόν, ἀληθῶς σε ἔδειξεν ὅλον σαὐτὸν γὰρ δέδωκας, τῇ πρακτικῇ ἱερουργίᾳ, Εὐαγγελίου τῆς χάριτος καὶ μαρτυρικὸν ὑπελθὼν ἀγῶνα, τῆς εὐσεβείας ἔδειξας τὴν δύναμιν, ἐν ἀσθενείᾳ σαρκός, καθελὼν τὸν ἐν κακίᾳ ἰσχυρόν. Ἀλλ ὦ Ἱερομάρτυς ἀξιάγαστε, Ἱερέων καὶ Μαρτύρων ἰσότιμε, σὺν αὐτοῖς ἀεὶ πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν. Εἶσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα. Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι 7, γ 13). [6]

Μνήμη δικαίου μετ ἐγκωμίων καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε Πνεύματος. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ 1-9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας [7]

πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ 7). Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ. Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α. Εὐφραίνεται Ἅγιε, ἡ ἐν Κορίνθῳ Ἐκκλησίᾳ, καυχωμένη τῇ σῇ χάριτι, καὶ τοῖς ὑπὲρ Χριστοῦ ἀγῶσι [8]

ταύτην γὰρ ἐποίμανας, ἐν ὁσιότητι καὶ ἀληθείᾳ, καὶ ἀθλητικοῖς πόνοις ἐπαίδευσας, μηδὲν προκρίνειν, τῆς τοῦ Χριστοῦ ἀγάπης ὑπὲρ Αὐτοῦ γὰρ προθύμως, ἀθλῆσαι προείλου, καὶ τὸ οἰκεῖον αἷμα ἔχεας, καλῶς ἀγωνισάμενος. Ἀλλ ὦ Ἱερομάρτυς Ζαχαρία, τῆς θείας δόξης κατατρυφῶν, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε. Ἦχος β. Ἀποστολικὴν χάριν δεξάμενος, ἐναρέτοις ἔργοις τὴν δωρεὰν ἐλάμπρυνας, θεοπρεπῶς ποιμαίνων τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, Ἱεράρχα Ζαχαρία καὶ μαρτυρικὴν ἐπιδειξάμενος ἀνδρείαν, ἀθλητικὸν ἀγῶνα ἤνυσας, τυραννικὴν μὴ πτήξας ὠμότητα καὶ ἐν ἀμφοτέροις δοξάσας Χριστόν, διπλῶν βραβείων ἠξίωσαι, παρ Αὐτοῦ ἀξίως καὶ νῦν ὡς Μάρτυς καὶ Ὅσιος, καὶ Ἀρχιερεὺς εὐκλεής, παῤῥησίαν πολλὴν εὑράμενος, μὴ παύσῃ πρεσβεύων, δίδοσθαι ἡμῖν τὸ θεῖον ἔλεος. Ἦχος γ. Γεηπονῶν πρακτικῶς τὰς λογικὰς ἀρούρας, καρπὸν πολὺν προσήγαγες, τῷ Γεωργῷ τῶν ψυχῶν, ὡς Ἱεράρχης ἐνθεώτατος, Ζαχαρία μακάριε τῷ γὰρ λόγῳ τῆς χάριτος καὶ πολιτείᾳ ἀμέμπτῳ, πᾶσιν ὑπέδειξας, τῶν θείων ἐνταλμάτων τὴν ὁδὸν τὴν σωτήριον καὶ ὡς φοίνιξ ὑψίκομος, ἐν μιμήσει τῶν πάλαι Ἀθλητῶν, ἀθλητικὴν καρποφορίαν, τῇ Ἐκκλησίᾳ ἐξήνεγκας, δι ἧς ἐκτρέφεις τὰς ψυχάς, ἐν Ἁγίῳ Πνεύματι, τῶν τιμώντων σου τὴν ἄθλησιν. Ἦχος δ. Τῆς εὐσεβείας ἐνδεδυμένος τὴν ἰσχύν, τῆς δυσσεβείας τὸ κράτος ἐφαύλισας, ἀπτοήτῳ καρδίᾳ Ζαχαρία ἔνδοξε τῷ γὰρ Σωτῆρι Χριστῷ, σαὐτὸν [9]

ἀναθέμενος, παρ οὐδὲν ἡγήσω, τῶν διωκτῶν τὰς ἀπειλάς, τὰς ἀλγηδόνας τῆς σαρκός, ὑπεριδὼν ὡς ἄσαρκος θεῖος γὰρ ἔρως Ἅγιε, ὅλον σε μετάρσιον, καὶ θεόληπτον εἰργάσατο καὶ τοῖς ῥείθροις τῶν αἱμάτων σου, τῆς ἀπάτης σβέσας τὴν φλόγαν, τὰς φλογιζομένας τυραννικῇ δουλείᾳ, ψυχὰς ἐδρόσισας διό σου τοὺς ἀγῶνας τιμῶντες, δοξάζομεν Χριστὸν τὸν σὲ δοξάσαντα. Δόξα. Ὁ αὐτός. Τὸν Ἱεράρχην τοῦ Χριστοῦ, τὸν ἐν αἵματι ἰδίῳ, θυσίαν ὁλόκληρον, ἑαυτὸν Κυρίῳ προσαγαγόντα, Ζαχαρίαν τὸν θεῖον, πᾶς ὁ τοῦ Θεοῦ λαός, μελῳδικῶς εὐφημήσωμεν θεοπρεπῶς γὰρ διαγαγών, τὴν δοθεῖσαν ἐκουσίαν, ὡς Ἱεράρχης ὅσιος, μαρτυρικῶν καμάτων ὤφθη κοινωνός, ἀθλητικῶς καθελὼν τὸν ἀντίπαλον καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς κατατρυφῶν, αἰτεῖται ἡμῖν κινδύνων ἀπαλλαγήν, καὶ τὸν θεῖον ἱλασμόν, ὡς Ἱερομάρτυς ἐνθεώτατος. Καὶ νῦν. Θεοτοκίον. Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν. Εἰς τὸν Στίχον. Ἦχος δ. Ὁ ἐξ Ὑψίστου κληθείς. Ὁ τῆς Κορίνθου λαμπτὴρ καὶ Ποιμενάρχης, ὁ βίου λαμπρότητι, καλλωπιζόμενος, ὁ Ζαχαρίας ὁ ἔνδοξος, Μαρτύρων ὤφθη, στεῤῥῶς ἀθλήσας εὐκλείας μέτοχος νοὸς γὰρ στεῤῥότητι, εἶλε τὸν τύραννον, τὸν καθ ἡμῶν ἐπαιρόμενον, τὴν τῆς ἀπάτης, καταπαλαίσας εἰς τέλος δύναμιν οὗ τὴν ἁγίαν πάντες ἄθλησιν, ἐπαινοῦντες Χριστὸν μεγαλύνω-μεν, τὸν δοξάσαντα τοῦτον, ὡς κλεινὸν Ἱερομάρτυρα. [10]

Στ. Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται. Κεκοσμημένος στολαῖς ἱεραρχίας, Χριστῷ ἱεράτευσας, καθάπερ Ἄγγελος, καθοδηγῶν πρὸς τὰ κρείττονα, λόγοις καὶ ἔργοις, τὴν σοὶ λαχοῦσαν ποίμνην θεόπνευστε ἐντεῦθεν κατέλαβες τὸν ἐπελθόντα σοι, μαρτυρικοῖς ἀγωνίσμασι, δόλιον ὄφιν, τῆς εὐσεβείας κράτος τὸ ἄμαχον, πᾶσι προφαίνων τῇ ἀθλήσει σου, Ζαχαρία καὶ στέφος τὸ ἄφθαρτον, ἐπαξίως ἐδέξω, ἐκ χειρὸς τοῦ Παντοκράτορος. Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Μὴ δειλιάσας θυμὸν τῶν παρανόμων, ἀνδρείως εἰσέδραμες Μαρτύρων στάδιον, ὀνειδισμούς τε καὶ μάστιγας, καὶ πᾶσαν ἄλλην, καθυπομείνας βάσανον Ἅγιε, καὶ χαίρων ὑπέκλινας ξίφει τὴν κάραν σου, Ἱερομάρτυς μακάριε, καὶ νικηφόρος, πρὸς οὐρανίους σκηνὰς ἀνέδραμες ὅθεν τὴν μνήμην τὴν ἁγίαν σου, Ζαχαρία τελοῦντες βοῶμέν σοι τὸν Σωτῆρα δυσώπει, ὑπὲρ πάντων τῶν τιμώντων σε. Δόξα. Ἦχος πλ. δ. Ἐρηρεισμένος ἀκλινῶς, τῇ πέτρᾳ τῆς πίστεως, οὐδόλως σεσάλευσαι, ταῖς ἀντιπνοίαις τοῦ χείρονος ἀλλ ἀτρέπτῳ λογισμῷ, ὑπελθὼν τὸν ἀγῶνα, τὴν μὲν πλάνην ἐθριάμβευσας, τῶν δὲ πιστῶν τὸ φρόνημα, ἑδραιότερον εἰργάσω τῇ ἀληθείᾳ, τῇ στεῤῥᾷ ἀθλήσει σου, Ἱερομάρτυς ἀξιάγαστε καὶ νῦν Ἀγγέλοις συνών, Ζαχαρία παμμάκαρ, καὶ Ἱερεῦσι καὶ Μάρτυσι, σὺν αὐτοῖς ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν [11]

οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς. Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῆς Κορίνθου Ποιμένα ὁ Χριστὸς σὲ ἀνέδειξεν, ὡς θεράποντα θεῖον, Ζαχαρία μακάριε διὸ καὶ ἐναθλήσας ἀνδρικῶς, μεσίτης ἡμῶν ὤφθης πρὸς Θεόν, διὰ τοῦτό σε τιμῶμεν χρεωστικῶς, Ἱερομάρτυς κράζοντες δόξα τῷ παρασχόντι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὸ θεῖον ἔλεος. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί δόξα τῷ προελθόντι ἐκ Σοῦ δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου. Ἀπόλυσις. [12]

ΟΡΘΡΟΣ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν Τάφον Σου, Σωτήρ. Χριστῷ ἱερουργῶν, ὡς σεπτὸς Ἱεράρχης, προσήγες σαὐτόν, ὡς θυσίαν τελείαν, ἀθλήσας δι αἵματος, Ζαχαρία μακάριε ὅθεν σήμερον, τὴν σὴν γεραίροντες μνήμην, εὐφημοῦμέν σε, Ἱερομάρτυς Κυρίου, τιμῶντες τοὺς ἄθλους σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἀτρέπτως τὴν ἡμῶν, προσλαβόμενος φύσιν, ὁ πάντων συνοχεύς, ἐξ ἁγνῶν Σου αἱμάτων, Υἱός Σου ὤφθη τέλειος, Θεὸς ὢν μείνας Ἄχραντε, καὶ ἐθέωσε, τὴν προσληφθεῖσαν οὐσίαν Ὃν ἱκέτευε, ὑπὲρ ἡμῶν Θεοτόκε, τῶν πίστει ὑμνούντων Σε. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. Ἱεράρχης Κυρίου πέλων θεόληπτος, Ἀθλητὴς ἀνεδείχθης ἀκαταγώνιστος, Ζαχαρία ἱερὲ ἀθλήσας ἄριστα, καὶ βραβείων τῶν διπλῶν, παρὰ Θεοῦ ἀξιωθείς, ὡς θεῖος Ἱερομάρτυς, μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὸν Δεσπότην τῶν ὅλων κυοφορήσασα, τὴν πεπτωκυῖαν οὐσίαν ἡμῶν ἀνύψωσας, τῷ Σῷ τόκῳ τῷ φρικτῷ Θεοχαρίτωτε ὅθεν πάντες οἱ πιστοί, ἀνυμνοῦμέν Σε Ἁγνή, ὡς πύλην τῆς σωτηρίας, καὶ ἀπαρχὴν καὶ αἰτίαν, καλῶν μυρίων Παναμώμητε. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. [13]

Ἱεράτευσας Θεῷ, ἐν ταπεινώσει ἀληθεῖ, καὶ ἐνήθλησας στεῤῥῶς, ὑπὲρ τῆς δόξης Ἑαυτοῦ, καταβαλὼν τῶν τῆς ἄγαρ Πάτερ τὸ θράσος πάσας γὰρ αὐτῶν, ποινὰς ὑπέμεινας, γνώμῃ ἀκλινεῖ, οἷάπερ ἄσαρκος, καὶ ἐκτμηθεὶς τῷ ξίφει κατήρδευσας, ῥείθροις ἁγίων αἱμάτων σου, τὴν Ἐκκλησίαν, Ἱερομάρτυς, Ζαχαρία τιμῶσάν σε. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Θεοτόκον ἀληθῆ, καὶ ἀειπάρθενον ἁγνήν, ὡς τεκοῦσαν ἐν σαρκί, τὸν ὑπερούσιον Θεόν, ὁμολογοῦμέν Σε πάντες καὶ ἐκβοῶμεν πάσης ἀπειλῆς, καὶ ἐπιθέσεως, λύτρωσαι ἡμᾶς, τοῦ παναλάστορος, καὶ φωτισμὸν ἡμῖν δίδου οὐράνιον, ἐν τῇ καρδίᾳ Πανάμωμε, ὡς ἂν ῥυσθῶμεν, παθῶν ἀχλύος, οἱ τῇ Σῇ σκέπῃ προστρέχοντες. Οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται. Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Εὐαγγέλιον, Ἱεραρχικόν (ζῆτει τῇ 15 η Δεκεμβρίου, τοῦ ἁγ. Ἐλευθερίου). Ὁ Ν (50) Ψαλμός. Δόξα. Ταῖς τοῦ Ἱεράρχου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Ἰδιόμελον. Ἦχος πλ. β. Στ. Ἐλέησόν με ὁ Θεός... Μαρτυρικῇ ἐνστάσει Πάτερ, τυραννικὴν καθεῖλες μανίαν, ὑπεριδὼν σαρκὸς ὡς φθειρομένης, ὡς πλήρης θείου φωτός καὶ τὸν δι ἡμᾶς σαρκωθέντα Κύριον, [14]

Θεὸν τῶν ὅλων κηρύξας, τὸν ὑπὲρ Αὐτοῦ θάνατον, ἀνδρείως ἐδέξω καὶ νῦν τῆς ἀθανάτου ζωῆς κληρονομήσας τὰ ἀγαθά, αὐτῶν καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, Ζαχαρία Ἱερομάρτυς ἔνδοξε. Εἶτα, οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ποιμὴν καὶ Μάρτυς ὁ Ζαχαρίας ὤφθη. Γερασίμου. ᾨδὴ α. Ἦχος β. Δεῦτε λαοί. Πλήρης φωτός, τῆς Τρισηλίου ἐλλάμψεως, ὢν Ζαχαρία ἔνδοξε, τὸν νοῦν μου φώτισον, φωτοφόροις εὐχαῖς σου, ὡς ἄν σου τὴν ἁγίαν, ὑμνήσω ἄθλησιν. Ὅλον τὸν νοῦν, πρὸς τὸν Θεὸν ἔχων Ἅγιε, Ἀρχιερεὺς θεόληπτος, ὤφθης τῷ βίῳ σου καὶ νομίμως ἀθλήσας, θεόφρον Ζαχαρία, λαμπρῶς δεδόξασαι. Ἵνα Χριστῷ, εὐαρεστήσῃς θεόληπτε, τὰ γεηρὰ φρονήματα, εἰς γῆν ἀπέῤῥιψας, καὶ Μαρτύρων ἀγῶνας, ὑπῆλθες οὐρανίῳ, Πάτερ φρονήματι. Μαρτυρικήν, ἐπιδειξάμενος ἔνστασιν, τὴν σὴν στολὴν ἐφοίνιξας, οἰκείοις αἵμασι, Ζαχαρία τρισμάκαρ, καὶ τὴν φρυαττομένην, πλάνην κατήσχυνας. Θεοτοκίον. Ἡ τὸν Θεόν, ἀνερμηνεύτως κυήσασα, καὶ μετὰ τόκον ἄφθορος, παρθένος μείνασα, ἀειπάρθενε Κόρη, φθοροποιῶν παθῶν με, ῥῦσαι καὶ σῶσόν με. ᾨδὴ γ. Τῆς πίστεως ἐν πέτρᾳ με. [15]

Ναμάτων τῶν τῆς χάριτος πεπλησμένος, τῆς πλάνης κατακλύζεις Πάτερ τὰ ῥεῖθρα, τοῖς ῥεύμασιν αἱμάτων σου τῶν χυθέντων, ὑπὲρ τῆς πίστεως, τῆς θείας Ἅγιε, Ζαχαρία ἔνδοξε, Μαρτύρων σύσκηνε. Καθεῖλες τῆς ἀπάτης Πάτερ τὸ θράσος, στεῤῥότητι καρδίας ὠχυρωμένος, Χριστὸν ὁμολογήσας Θεὸν τῶν ὅλων, ἐνθέῳ στόματι, καὶ χαίρων ἤνεγκας, Ζαχαρία ἔνδοξε, σαρκὸς ἐπίπονα. Ἀμέμπτως τῷ Κυρίῳ ἱερατεύων, ὡς θεῖος Ἱεράρχης καὶ θεοφόρος, προσήχθης ὡς θυσία τελειοτάτη, Αὐτῷ μακάριε, πόνοις ἀθλήσεως, Ζαχαρία Ἅγιε διὸ τιμῶμέν σε. Ἰσχὺν ἐνδεδυμένος τὴν οὐρανίαν, ὑπέστης ἀνενδότῳ Πάτερ καρδίᾳ, ἐχθρῶν τῶν παρανόμων τὰς ἐπιθέσεις, καὶ πᾶσαν βάσανον, σαρκὸς ὡς ἄσαρκος, καὶ νομίμως ἤθλησας, Χριστοῦ τῷ ἔρωτι. Θεοτοκίον. Μαρίαν τὴν πανάχραντον Θεοτόκον, ὑμνήσωμεν ὡς πρόξενον σωτηρίας Χριστὸν γὰρ τὸν ῥυσάμενον τῆς κατάρας, ἡμᾶς ἐκύησε, Ταύτῃ κραυγάζοντες χαῖρε Παναμώμητε, κόσμου διάσωσμα. Κάθισμα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τῶν τυράννων μὴ δείσας τὰς ἀπειλάς, ὡς Χριστοῦ θεοφόρος μυσταγωγός, βασάνων τὴν ἔφοδον, ὥσπερ ὄναρ λελόγισαι, καὶ τῆς εἱρκτῆς ὑπέστης, γενναίως τὴν κάθειρξιν, πληγὰς τὰς ἐκ μαστίγων, ὀνείδη καὶ σκώμματα ὅθεν καὶ τῷ ξίφει, ἐκτμηθεὶς τὸν αὐχένα, τῆς δόξης τὸν στέφανον, ἐπαξίως ἀπείληφας, Ζαχαρία [16]

μακάριε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἐξ ἁγνῶν Σου αἱμάτων ὑπερφυῶς, προσλαβόμενος φύσιν τὴν τῶν βροτῶν, ὁ πάντων ἐπέκεινα, ὡς Θεὸς ὑπερούσιος, διπλοῦς κόσμῳ ὡράθη, Θεός τε καὶ ἄνθρωπος, καὶ τῆς ἀρᾶς τῆς πάλαι, ἐῤῥύσατο Ἄχραντε, πάντας τοὺς ἐν πίστει, τοῦ Σοῦ τόκου τὸ μέγα, ὑμνοῦντας μυστήριον, καὶ πιστῶς ἐκβοῶντάς Σοι, Θεοτόκε πανύμνητε χαῖρε τῶν Ἀγγέλων χαρά, καὶ ἀνθρώπων σκέπη καὶ βοήθεια, καὶ ἐχθρῶν ἀοράτων, τελεία κατάλυσις. ᾨδὴ δ. Ὑμνῶ Σε ἀκοὴν γὰρ, Κύριε. Ἀγγέλων συμπολίτης γέγονας, Ζαχαρία Ἱερομάρτυς, ἀγγελικῶς Ἅγιε, τὰ κατὰ σὲ διατελέσας, σεπτῇ μὲν ἱερωσύνῃ πρότερον, καὶ μαρτυρίου ὕστερον παλαίσμασι. Ῥημάτων μὴ ἐνεγκὼν Ἅγιε, τὴν λαμπρότητα ὁ διώκτης, σῶμα τὸ σὸν δέδωκε, πικραῖς βασάνοις, ἀλλ ἡττήθη, τῷ σῷ ἀνενδότῳ παραστήματι, δι οὗ Μαρτύρων ὤφθης ἰσοστάσιος. Τοῖς αἵμασι τὴν στολὴν ἐφοίνιξας, Ζαχαρία Ἱερομάρτυς, μεθ ἧς καὶ εἰσέδραμες, ἔνθα Χριστὸς πρόδρομος πάντων, εἰσῆλθεν ὦ νῦν ἐμφα-νιζόμενος, ὑπὲρ ἡμῶν δεήσεις φέρεις Ἅγιε Ὑμνοῦσι Κορινθίων σύλλογοι, τοὺς ἀγῶνάς σου Ἱεράρχα τούτων ποιμὴν ὤφθης γάρ, καὶ θεοφόρος [17]

ποδηγέτης, καὶ τούτους ἡγίασας μακάριε, ἀθλητικοῖς σου Ζαχαρία αἵμασι. Θεοτοκίον. Σκηνήν Σε καὶ λαμπρὸν ἀνάκτορον, ὁ τῶν ὅλων δείξας Δεσπότης, σάρκα λαβὼν Ἄχραντε, ἐκ τῶν πανάγνων Σου αἱμάτων, φωτὸς οἰκητήρια εἰργάσατο, τοὺς τὸν φρικτόν σου τόκον μεγαλύνοντας. ᾨδὴ ε. Μεσίτης Θεοῦ. Ὁ νοῦς σου σοφέ, τῷ φωτὶ τοῦ Πνεύματος λαμπόμενος, τὸν τοῦ σκότους ἄρχοντα, πόνοις μαρτυρίου κατεπάλαισε, κατὰ σοῦ ἐπελθόντα, ὡς θῆρα ὠρυόμενον. Ζωὴν ἱεράν, οἷα τοῦ Χριστοῦ θεράπων γνήσιος, ἔχων ἱερώτατε, ταύτην Ζαχαρία ἐπεσφράγισας, ἀθλητικοῖς ἀγῶσι, καταβαλὼν τὸν δράκοντα. Αἱμάτων ῥοαῖς, τὴν τῆς πλάνης φλόγα Πάτερ ἔσβεσας, καὶ πιστῶν τὸ φρόνημα, πρὸς καρποφορίαν ἐπουράνιον, Ζαχαρία παμμάκαρ, θεοπρεπῶς κατήρδευσας. Θεοτοκίον. Χαρᾶς ἀληθοῦς, ὤφθης τοῖς ἀνθρώποις Κόρη πρόξενος, τὸν τὴν λύπην λύσαντα, τὴν τῶν Προπατόρων σωματώσασα, ὑπὲρ νοῦν τε καὶ λόγον, Θεὸν τὸν Παντοδύναμον. ᾨδὴ στ. Ἐν ἀβύσσῳ πταισμάτων. Ἀπειλὰς δυσμενῶν οὐκ ἐπτόησαι, οἷα Ἱεράρχης Χριστοῦ ἐνθεώτατος, ἀλλ ἀπτοήτως ἤνυσας, Ζαχαρία Μαρτύρων τὸ στάδιον. [18]

Ῥοῦν τῆς πλάνης κατέκλυσας Ὅσιε, ἐν τοῖς ὀχετοῖς τῶν θείων αἱμάτων σου, καὶ νικηφόρος ἔδραμες, Ζαχαρία ζωὴν πρὸς τὴν ἄληκτον. Ἱερότητι βίου κοσμούμενος, ὤφθης ποιμενάρχης Κορίνθου θεόληπτος, καὶ μαρτυρίου αἵματι, σεαυτὸν Ζαχαρία ἐφοίνιξας. Θεοτοκίον. Ἀποῤῥήτως Θεὸν σωματώσασα, ἔλυσας Παρθένε Ἀδὰμ τὸ κατάκριμα, καὶ εὐλογίας πέλαγος, καὶ ζωῆς ἀληθοῦς χάριν ἔβλυσας. Κοντάκιον. Ἦχος γ. Ἡ Παρθένος σήμερον. Τὴν στολὴν τὴν ἔνθεον, κεκληρωμένος θεόφρον, τῆς Κορίνθου Πρόεδρος, καὶ Ποιμενάρχης ἐδείχθης πόνοις δέ, τοῦ μαρτυρίου ἀνδραγαθήσας, στέφανον, διπλοῦν ἐδέξω παρὰ Κυρίου, ὡς κλεινὸς Ἱερομάρτυς, ὦ Ζαχαρία Ἀγγέλων σύσκηνε. Ὁ Οἶκος. Ὁλικῶς τῷ Θεῷ ἀνακείμενος, καὶ Ἁγίων χωρῶν εἰς τὰ Ἅγια, ὡς πιστὸς Ἱερεὺς καὶ Διάκονος, μυστηρίων τῶν θείων τῆς χάριτος, ἐπλήσθης θείου φωτισμοῦ, καὶ ἱεράτευσας Χριστῷ, ἐν ταπεινώσει πολλῇ, καὶ καθαρότητι ψυχῆς καὶ καλῶς ποιμαίνων τὴν λαχοῦσάν σοι ἄνωθεν ποίμνην, καὶ ἀμέμπτως ἱερουργῶν καὶ λατρεύων τῷ Σωτῆρι ἡμῶν, μισθὸν ἐπάξιον ἐκομίσω, τὸ τελειωθῆναι δι αἵματος, ὑπὲρ Αὐτοῦ μακάριε ἔνθεν Μαρτύρων ὑπελθὼν τὸ σκάμμα, μαρτυρικὴν ἐπεδείξω στεῤῥότητα, καὶ τυραννικὴν καθεῖλες ἰταμότητα, ὡς ἄσαρκος τὰς τῆς σαρκὸς ὑποστὰς αἰκίας, καὶ τὴν τοῦ αὐχένος ἐκτομήν διὸ στέφανον διπλοῦν ἐδέξω παρὰ [19]

Κυρίου, ὡς κλεινὸς Ἱερομάρτυς, ὦ Ζαχαρία Ἀγγέλων σύσκηνε. Συναξάριον. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ζαχαρίου, Ἐπισκόπου Κορίνθου, ξίφει τελειωθέντος ἐν ἔτει 1684. Στίχοι Δέχου στεφάνους ἐκ Θεοῦ Ζαχαρία, ὡς Ἱεράρχης καὶ Ἀθλητὴς Kυρίου. Ζαχαρίαν ἐσθλὸν τριακοστῇ τάμε φάσγανον ὀξύ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Ἀντίθεον πρόσταγμα. Σαρκὸς μὴ φεισάμενος αἰκιζομένης, τυράννων ὠμότητι, τὴν σὴν ψυχὴν ἀκίβδηλον, ἐφύλαξας Ἅγιε, ὁμολογῶν τὸν Χριστόν, ὦ καὶ ἀθλῶν ἔκραζες ὁ ὢν Εὐλογημένος καὶ Ὑπερένδοξος. Ὡς ἄκμων ἀνάλωτος ἐν ταῖς βασάνοις, ὡράθης μακάριε, ὡς Ἱεράρχης ἔνθεος Χριστοῦ γὰρ τῷ ἔρωτι, καθυπομένεις στεῤῥῶς, ῥάβδων τὴν δριμύτητα, καὶ τῶν ἐχθρῶν καθεῖλες πᾶσαν τὴν ἔπαρσιν. Φωτὶ λαμπρυνόμενος τῷ Τρισηλίῳ, τὴν νύκτα παρέδραμες, τῆς πλάνης Πάτερ Ὅσιε αὐγαῖς δὲ τῶν ἄθλων σου, τὴν Ἐκκλησίαν Χριστοῦ, πᾶσαν κατεπύρσευσας, τιμῶσαν Ζαχαρία, τὴν θείαν μνήμην σου. [20]

Θεὸν πάσης κτίσεως τὸν σαρκωθέντα, Χριστὸν τὸν Παντάνακτα, ὑπὲρ ἡμῶν ἐκήρυξας, καὶ πλάνην ἐστηλίτευσας, Ἀγαρηνῶν τὴν δεινήν, ῥώμῃ τῇ τοῦ Πνεύματος, σοφὲ Ἱερομάρτυς, καὶ χαίρων ἤθλησας. Θεοτοκίον. Ἡλίου τὸ σκήνωμα τοῦ ἀνεσπέρου, Σὺ εἶ Παναμώμητε, δι ἄκραν ἀγαθότητα ἐν Σοὶ γὰρ ἐσκήνωσεν, ὁ τῶν ἁπάντων Θεός, καὶ ὤφθη ἐκ Σοῦ ἄνθρωπος, θεώσας τῶν ἀνθρώπων φύσιν τὴν ἔκπτωτον. ᾨδὴ η. Τὸν ἐν καμίνῳ τοῦ πυρός. Γνώμῃ στεῤῥᾷ ὑπενεγκών, Ἱεράρχα τὴν τομὴν τῆς κεφαλῆς σου, κεφαλῇ τῶν ἁπάντων, τῷ Ζωοδότῃ Χριστῷ, ἡνώθης Ζαχαρία ἔνδοξε, καὶ τῆς ὑπὲρ λόγον, χαρᾶς κατηξιώθης. Ἔχων πολλὴν πρὸς τὸν Χριστόν, παῤῥησίαν ὡς Αὐτοῦ Ἱερομάρτυς, Ζαχαρία παμμάκαρ, ἀεὶ δυσώπει Αὐτόν, διδόναι πταισμάτων συγχώρη-σιν, τοῖς ἐπιτελοῦσι, τὴν ἱεράν σου μνήμην. Ῥάβδῳ τῆς σῆς ἐπισκοπῆς, καὶ νῦν ἴθυνον παμμάκαρ ἀοράτως, ἐκ τῶν ἄνω ἁψίδων, τὴν κληρουχίαν τὴν σήν, Κορίνθου τὴν πόλιν μακάριε, πρὸς τὰς ζωηφόρους, νομὰς τῆς εὐσεβείας. Θεοτοκίον. Ἀκαταφλέκτως ἐν γαστρί, τῆς Θεότητος τὸ πῦρ Ἁγνὴ δεχθεῖσα, τῶν παθῶν μου τὴν ὕλην, φλογὶ τῶν Σῶν πρεσβειῶν, κατάφλεξον Κόρη καὶ ὄμβρησον, ὕδωρ μετανοίας, τῇ ταπεινῇ ψυχῇ μου. [21]

ᾨδὴ θ. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον. Στεφανηφόρος χορεύων, σὺν Ἀγγέλων χορείαις, καὶ σὺν Ἱερομάρτυσι κλεινοῖς, σὺν αὐτοῖς καθικέτευε, Ζαχαρία παμμάκαρ, δοθῆναι ἱλασμὸν καὶ φωτισμόν, τοῖς πιστῶς ἐκτελοῦσι, τὴν φωτοφόρον μνήμην σου. Ἱερωσύνης τὴν χλαῖναν, λαμπροτέραν τελέσας, ἀθλήσεως ἀγῶσιν ἱεροῖς, σὺν αὐτῇ χαίρων ἔσπευσας, πρὸς σκηνὰς οὐρανίους, τοῦ ξύλου ἀπολαύων τῆς ζωῆς, Ζαχαρία καὶ θέσει, θεοειδεῖ θεούμενος. Μαρτυρικῆς εὐκληρίας, μετασχεῖν ἠξιώθης, Μαρτύρων διανύσας τὴν ὁδόν, καὶ ἱεροῖς σου παλαίσμασι, τὴν Χριστοῦ Ἐκκλησίαν, ἐστήριξας δουλείας τῷ καιρῷ, Ζαχαρία τρισμάκαρ διό σε μακαρίζομεν. Ὁ τοῦ Χριστοῦ Ἱεράρχης, καὶ Ποιμὴν τῆς Κορίνθου, καὶ Μάρτυς τοῦ Σωτῆρος τῶν παθῶν, πρόσδεξαι τοῦτον τὸν ὕμνον μου, Ζαχαρία παμμάκαρ, καὶ αἴτει μοι δοθῆναι ἱλασμόν, καὶ φωτὶ μετανοίας, τὸν νοῦν μου φωταγώγησον. Θεοτοκίον. Ὑπὲρ ἡλίου ἀκτῖνας, ἀσυγκρίτως ἀστράπτει, ἡ δόξα Σου ἡ ἄῤῥητος Ἁγνή, κατακαλύπτουσα ἅπαντας τὸν γὰρ Ἥλιον Κόρη, ἐκύησας τὸν ἄδυτον ἡμῖν, τὸν φωτίζοντα πάντας, Χριστὸν τὸν Παντοδύναμον. Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε. Εὐαγγελίου Ἅγιε, μύστης σεπτὸς γενόμενος, Ἀρχιερεὺς θεοφόρος, τῆς Ἐκκλησίας ἐδείχθης, καὶ Μάρτυς ἀπαραγραπτος, Χριστοῦ τοῦ Παντοκράτορος, [22]

ὡς τῷ ἰδίῳ αἵματι, ἀθλητικῶς ἀριστεύσας, ὤφθης σαφῶς Ζαχαρία. Θεοτοκίον. Ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, σάρκα λαβὼν ὁ Κύριος, διπλοῦς τῷ κόσμῳ ὡράθη, Θεὸς καὶ ἄνθρωπος Κόρη, καὶ τὸν Ἀδὰμ ἐῤῥύσατο, τῆς πάλαι κατακρίσεως διό Σε μεγαλύνομεν, ὡς τῆς ἡμῶν σωτηρίας, αἰτίαν καὶ ῥίζαν Παρθένε. Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων Ταγμάτων. Τὸν Ἱεράρχην Κυρίου καὶ Νεομάρτυρα, τιμήσωμεν ἀξίως, Ζαχαρίαν τὸν θεῖον οὗτος γὰρ ἀμέμπτως ἱερουργῶν, τῷ Χριστῷ προσενήνεκται, ὡς ὥσπερ θυσία καὶ ἄμωμος προσφορά, τῷ Σωτῆρι δι ἀθλήσεως. Τὴν τῶν τυράννων μανίαν μὴ πτήξας Ἅγιε, εὐτόλμῳ παῤῥησίᾳ, ὡς φωτὸς θείου πλήρης, ἐκήρυξας τὸ ὄνομα τοῦ Χριστοῦ, καὶ τὴν πλάνην κατήσχυνας, καὶ ἐναθλήσας νομίμως τῆς ὑπὲρ νοῦν, Ζαχαρία δόξης ἔτυχες. Τοῖς τῶν αἱμάτων σου ῥείθροις Ἱερομάρτυς Χριστοῦ, τὴν πόλιν τῆς Κορίνθου, ἧς ποιμὴν θεῖος ὤφθης, ἡγίασας τιμῶσαν πανευλαβῶς, Ζαχαρία τοὺς ἄθλους σου ἧ ἀεὶ δίδου πρεσβείαις σου πρὸς Χριστόν, οἰκτιρμῶν θείων δωρήματα. Τοῖς Ἱεράρχαις συνήφθης ὁμοῦ καὶ Μάρτυσιν, ὡς θεῖος Ἱεράρχης, καὶ κλεινὸς Ἀθλοφόρος, τελέσας τὸν [23]

ἀγῶνά σου ἱερῶς, Ζαχαρία μακάριε, μεθ ὧν καὶ πρέσβευε Πάτερ ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν. Δόξα. Ἦχος πλ. α. Τῷ φωτὶ τῆς πίστεως, μυστικῶς διαλάμπων, ἐναρέτοις ἰδέαις, τὴν ἱερωσύνην ἐφαίδρυνας τοῦ Σωτῆρος γὰρ Χριστοῦ, μιμητὴς καὶ μαθητὴς ἐδείχθης, σαὐτὸν ἀπαρνησάμενος, Ἱεράρχα θεόληπτε καὶ μαρτυρικοῖς ἀριστεύσας ἄθλοις, ἐπαξίων ἐπάθλων ἔτυχες, παρὰ τοῦ Ἀθλοθέτου Σωτῆρος, τοῦ δεξαμένου τοὺς ἀγῶνάς σου. Ἀλλ ὦ Ἱερομάρτυς Ζαχαρία, μὴ παύσῃ πρεσβεύων δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. Μεγαλυνάριον. Χαίροις ὁ Κορίνθου θεῖος Ποιμήν, ὁ στεῤῥῶς ἀθλήσας, καὶ αἰσχύνας τὸν δυσμενῆ χαίροις Ζαχαρία, Χριστοῦ Ἱερομάρτυς, ὦ πρέσβευε σωθῆναι, τοὺς σὲ γεραίροντας. [24]