Εἰς τὸν Ὄρθρον. 19 ΑΠΡΙΛΙΟΥ 2019 Παρασκευὴ τῆς Ϛ Ἑβδομάδος τῶν Νηστειῶν ὁ Ὄρθρος Παρασκευὴ πρωΐ Ἦχος πλ. α 19.04.2019 Παφνουτίου Ἱερομάρτυρος, Φιλίππας Μάρτυρος, Γεωργίου Ἐπισκόπου Πισιδίας Ὁμολογητοῦ ὁ ἱερεύς «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», ὁ Ἀναγνώστης Τρισάγιον κ.τ.λ., «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης «Κύριε, ἐλέησον» (ιβ ), Δόξα, Καὶ νῦν, «Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», ὁ ἱερεύς «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ Ἀναγνώστης τὸν Ἑξάψαλμον. ὁ ἱερεύς Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «Οτι πρέπει σοι». ΤΡΙΑΔΙΚΑ : ὁ Χορός εἰς ἦχον πλ. α (τῆς ἑβδομάδος) τὸ Ἀλληλουάριον τετράκις μὲ τοὺς στίχους αὐτοῦ «Ἐκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ Ὡρολογίῳ, μεθ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου Τριαδικοὺς ὕμνους τοῦ πλ. α ἤχου (τῆς ἑβδομάδος). Ὑμνῳδίας ὁ καιρός, καὶ δεήσεως ὥρα, ἐκτενῶς βοήσωμέν σοι τῷ μόνῳ Θεῷ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. Εἰκονίζειν τολμῶντες, τὰ νοερά σου στρατεύματα, Τριὰς ἄναρχε, στόμασιν ἀναξίοις βοῶμέν σοι Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Πρεσβείαις (τοῦ ἁγίου τοῦ Ναοῦ) σῶσον ἡμᾶς. Ὁ ἐν μήτρᾳ παρθενικῇ χωρηθείς, καὶ τῶν κόλπων τοῦ Πατρὸς μὴ χωρισθείς, σὺν Ἀγγέλοις καὶ ἡμᾶς πρόσδεξαι, Χριστὲ ὁ Θεός, βοῶντάς σοι Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. ὁ ἱερεύς μικρὰν συναπτήν. «Οτι σόν τὸ Κράτος». ΚΑΘΙΣΜΑΤΑ : ὁ Χορός εἰς τὴν α στιχολογίαν, τὰ Κατανυκτικὰ τοῦ πλ. α ἤχου (τῆς ἑβδομάδος) [ζήτει εἰς τὸ τέλος τοῦ Τριῳδίου]. Καθίσματα Σταυρώσιμα Ἦχος πλ. α. Τόπος Κρανίου Παράδεισος γέγονε, μόνον γὰρ ἐπάγη τὸ ξύλον τοῦ Σταυροῦ, εὐθὺς ἐβλάστησε τὸν βότρυν τῆς ζωῆς, σὲ Σωτὴρ εἰς ἡμῶν εὐφροσύνην, δόξα σοι. Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἦχος πλ. α. Τὸ ξένον τῆς Παρθένου. Τὸ ξύλον τοῦ Σταυροῦ σου Σωτὴρ ἡμῶν, τῷ Κόσμῳ ἀνεδείχθη σωτήριον, ἐν αὐτῷ γὰρ βουλήσει προσηλωθείς, τῆς κατάρας ἐῤῥύσω τοὺς γηγενεῖς, ἡ πάντων χαρά, Κύριε δόξα σοι. Σταυροθεοτοκίον Ὅμοιον Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἐν Σταυρῷ σε Ὁρῶσα, Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ ληστῶν κρεμάμενον, κοπτομένη μητρικῶς, τὰ σπλάγχνα ἔλεγεν Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ, ὥσπερ κακοῦργος ἐπάγης; τὸ γένος τὸ τῶν ἀνθρώπων, ζῳῶσαι θέλων, ὡς Ὑπεράγαθος. Εἰς τὴν β καὶ γ στιχολογίαν τὰ καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Παρασκευῆς ΣΤ ἑβδομάδος) Μετὰ τὴν β Στιχολογίαν Ἦχος δ. Ταχὺ προκατάλαβε. Δυὰς ἀποστέλλεται, τῶν Μαθητῶν ἀγαγεῖν, τὸν πῶλον ὡς γέγραπται, ἐν ᾧ Χριστὸς ἐπιβάς, ὡ ραῖος ἐλεύσεται, αἴνεσιν ἐκ νηπίων, καταρτίσασθαι θείαν. Τοῦτον οὖν ὑπαντῆσαι, ἐπειχθῶμεν 1
σπουδαίως, βαΐα ἐναρέτων, αὐτῷ φέροντες πράξεων. τὸ αὐτό. Σταυροθεοτοκίον Ὅμοιον Παρθένε πανάμωμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, καιρῷ νηστείας δωρήσασθαι. Μετὰ τὴν γ Στιχολογίαν Ἦχος πλ. δ. Ἀνέστης ἐκ νεκρῶν. Δυὰς τῶν Μαθητῶν, ἀποστέλλεται σήμερον, τὸν πῶλον ἀγαγεῖν, τῷ Δεσπότῃ τῶν ἁπάντων ἔρχεται ἐπιβῆναι, ὁ ὀχούμενος Σεραφὶμ πλήθεσιν ἄρχεται δειματοῦσθαι, ὁ κοσμοκράτωρ παμφάγος θάνατος, διὰ Λαζάρου πρῶτον σκυλευθείς, τὸ γένος τῶν ἀνθρώπων. τὸ αὐτό. Σταυροθεοτοκίον Ὅμοιον Τῷ πάθει τοῦ Υἱοῦ, ἡ Ἁγνὴ ἐφεστῶσα, θρηνοῦσα γοερῶς, κατηλάλαζε μέλος Πῶς σε τὸν ἀσιγήτως, Ἀγγέλων ὕμνοις δοξολογούμενον, παῖδες Ἑβραίων φεῦ μοι! Πιλάτου κρίσει Υἱὲ παρέστησαν! Ὑμνολογῶ σου Λόγε τὴν πολλήν, καὶ ἄῤῥητον εὐσπλαγχνίαν. ὁ Ν Ψαλμὸς χῦμα, ὁ ἱερεύς «Σῶσον, ὁ Θεός», «Κύριε, ἐλέησον» (ιβ ) καὶ ἡ ἐκφώνησις «Ἐλέει καὶ οἰκτιρμοῖς». ΑΙ ῼΔΑΙ : Ἐν συνεχείᾳ στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾨδαὶ κατὰ τὴν τάξιν αὐτῶν. Σήμερον θὰ διαβασθῇ ὁλόκληρος ἡ ε ᾨδή. ΚΑΝΟΝΕΣ : Εἶτα ἀναγινώσκονται οἱ Κανόνες ὡς ἑξῆς εἰς ὅσας ᾠδὰς ὑπάρχουν τριῴδια προηγεῖται ὁ κανὼν τοῦ Μηναίου μετὰ τῶν εἱρμῶν αὐτοῦ καὶ ἕπονται τὰ Τριῴδια, εἰς δὲ τὰς λοιπὰς ᾠδὰς μόνον ὁ κανὼν τοῦ Μηναίου. ὁ Κανὼν τοῦ Ἁγίου, ᾨδὴ α. «Ἄισομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαὸν δουλείας Αἰγυπτίων, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν». Δεῦτε τὴν ἐτήσιον ἐκτελοῦντες, τοῦ Ἀθλοφόρου ἑορτήν, φαιδροῖς εὐφημοῦντες ἐν ᾄσμασι δοξάσωμεν, τὸν τοῦτον στεφανώσαντα. Ἔλαμψας ἐν κόσμῳ φωστῆρος δίκην, θεραπευτὰ τοῦ Ἰησοῦ, Παφνούτιε μάκαρ, διό σου τὴν παν ίερον, τιμῶμεν μνήμην σήμερον. Ηὔγασας ἐν δόγμασιν Ἱεράρχα, τὸν περιούσιον λαόν, καὶ πόμα Κυρίου, διὰ τοῦ ξίφους ἔπιες, ᾀ θλήσας καρτερώτατα. Ὄρος ἀλατόμητόν σε Παρθένε, ἐξ οὗ λίθος ὁ Χριστός, ἀλάξευτος ὤφθη, ἐν ᾄσμασι γεραίροντες, ἀξίως μακαρίζομεν. Ὠιδὴ γ. 2
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου». Ὕμνοις ἱεροῖς γεραίροντες, τὴν πανευκλεῆ τε καὶ ἱερὰν μνήμην σήμερον, ἐκτελοῦμεν τοῦ ᾀθλοφόρου, Παφνουτίου ἀγαλλόμενοι. Τεῖχος ἀῤῥαγὲς ἀκλόνητον, κατὰ τῶν δαιμόνων οἱ πιστοὶ προβαλλόμεθα, τὸ πηγάζον ἐκ τῶν λειψάνων, θεῖον ἔλαιον χριόμενοι. Σθένει τοῦ Χριστοῦ ῥωννύμενος, μέσον ἀνομούντων θεῖον νόμον ἐκήρυξας καὶ νομίμως Μάρτυς ἀθλήσας, νίκης εἴληφας τὸν στέφανον. Χαίροις Μῆτερ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον. Καταβασία «Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν» τὸ Μεσῴδιον Κάθισμα τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου Μεσῴδιον Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Φοινίξας ἐν αἵματι, τὴν ἱεράν σου στολήν, θυσίαν εὐάρεστον, Θεῷ προσῆξας σαυτόν, Παφνούτιε ἔνδοξε ἔθραυσας τῶν δαιμόνων, τὸ ἀνίσχυρον θράσος, εὔφρανας τοὺς Ἀγγέλους, τῇ στεῤῥᾷ σου ἐνστάσει διὸ καθικετεύων μὴ παύσῃ, σῳθῆναι ἡμᾶς. Σταυροθεοτοκίον Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ρομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, Ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι. ᾨδὴ δ. «Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς σῆς δόξης Χριστέ διὸ ἀπαύστως κράζομεν Δόξα τῇ δυνάμει σου Κύριε». Νῦν ἀγαλλόμενοι πάντες ἑορτάζομεν, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις συγχορεύοντες, τὴν εὐκλεῆ τελοῦντές σου, μνήμην, ᾀθλοφόρε Παφνούτιε. Ὑπὸ τῆς ὄντως ἐδοξάσθης θείας χάριτος, καὶ μετ Ἀγγέλων τῷ Δεσπότῃ παριστάμενος, νῦν καὶ ἡμῶν μνημόνευε, Μάρτυς ᾀθλοφόρε Παφνούτιε. Τοὺς οἰκτιρμοὺς καὶ πόνους μάκαρ καθυπέμεινας, ἀπτοήτῳ καὶ γενναίῳ τῷ φρονήματι, καὶ τοὺς στεφάνους εἴληφας, ὄντως ἐκ χειρὸς τοῦ Παντάνακτος. 3
Χερουβικῶν ταγμάτων Κόρη ὑπερέχουσα, καὶ Θεὸν ἐν ἀγκάλαις ἐποχούμενον, μετὰ σαρκὸς βαστάσασα, χαῖρε Θεοτόκε ἀνύμφευτε. Ὠιδὴ ε. «Ὁ ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ». Ὁ ἀναδείξας ἡμῖν, τοῦ γενναίου τὴν μνήμην, ἡλίου λαμπροτέραν, δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ. Ἱερωτάταις φρεσί, καὶ πισταῖς διανοίαις, τὴν μνήμην ἀνυμνοῦμέν σου Μάρτυς ἔνδοξε, τὸν Χριστὸν μεγαλύνοντες. Ξίφη καὶ θήρας καὶ πῦρ, καὶ τὸν θάνατον Μάρτυς, οὐδόλως ἐπτοήθης, κραυγάζων Δόξα σοι Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὴν τοῦ Ἀγγέλου φωνήν, ἀσιγήτως ἡ κτίσις, προσφέρει σοι Παρθένε Χαίροις ἡ τέξασα, Ἰησοῦν τὸν Λόγον Θεοῦ. τοῦ Τριῳδίου (ποίημα τοῦ κυρίου Ἰωσήφ) Ἦχος δ. Ἀνάτειλον μοι Κύριε. Ἐπὶ Σταυροῦ σύ Κύριε, ὑπνώσας μεταβέβληκας, εἰς ὕπνον Δέσποτα τὸν θάνατον Λάζαρος γὰρ ἐβόας, ὁ φίλος κεκοίμηται ἀλλὰ ἀπελεύσομαι, ἐξυπνῆσαι νῦν αὐτόν. Τῶν Προφητῶν κηρύγματα, πληρῶν προφητευόμενα, προφητοκτόνον πρὸς τὴν πόλιν Χριστέ, Οἰκτίρμον παρεγένου, κτανθῆναι θελήματι, τὸν ἀποκτανθέντα με, διασῴζων τῆς φθορᾶς. Οἱ σῶμα τὸ δυσήνιον, τῷ λόγῳ ὑποτάξαντες, δι ἐγκρατείας καὶ δεήσεως, μονασταὶ καὶ μιγάδες, Χριστῷ ὑπαντήσατε, πώλῳ ἐπιβαίνοντι, ἐρχομένῳ τε παθεῖν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥανίσι τοῦ ἐλέους σου, κατάρδευσον Πανάχραντε, τὴν ἐκτακεῖσάν μου καρδίαν, φλογμῷ τῆς ἁ μαρτίας, καὶ τὸν ἐσβεσμένον μου, τῆς καρδίας ἄναψον, λύχνον Πύλη τοῦ φωτός. Ἕτερον Τριῴδιον ποίημα Θεοδώρου Ἦχος πλ. δ. Τὸν ζόφον τῆς ψυχῆς μου. Δυάδα Μαθητῶν σου, ἐν τῷ μέλλειν σε φθάνειν εἰς Βηθανίαν Χριστέ, στέλλεις ἀγᾶγαί σοι πῶλον, ἐφ ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισε πλὴν γὰρ σοῦ, οὐδεὶς τὰ ἄλογα ἔθνη, Σωτὴρ καθυπέταξε. Συνῆλθεν Ἰουδαίων, ἐξ Ἱεροσολύμων εἰς Βηθανίαν πληθύς, καὶ ταῖς συγγόνοις Λαζάρου, σήμερον μὲν συμπάσχει ἐπὰν δὲ αὔριον γνῷ, τοῦτον ἐκ τάφου πηδῶντα, κινεῖται πρὸς φόνον Χριστοῦ. Τριὰς ἡ παναγία, ὁ Πατήρ, ὁ Υἱός, καὶ Πνεῦμα τὸ παντουργόν, ἡ μακαρία Θεότης, ἡ ἄναρχος οὐσία, τὸ τριλαμπέστατον φῶς, τὸ πανδερκέστατον κράτος, τοὺς δούλους σου φύλαττε. 4
Σταυροθεοτοκίον. Σταυρῷ σε κατιδοῦσα, ἐμπεπαρμένον τοῖς ἥλοις, Χριστὲ ἡ Μήτηρ σου, καὶ ἐκ πλευρᾶς ζωηρᾶς σου, ῥυὲν Αἷμα καὶ ὕδωρ, κατετιτρώσκετο, τῇ μητρικῇ συμπαθείᾳ Υἱὸν γάρ σε ἔγνω αὐτῆς. Ἰδοὺ παρεσκευάσθη, ὁ Χριστὸς ἐπιστῆναι, πρὸς τὴν Ἱερουσαλήμ οἱ ἐν τοῖς ὄρεσι πάντες, καὶ ἐν ταῖς ἐρημίαις, συνέλθετε μονασταί, αὐτῷ χαρᾷ ὑπαντῆσαι, σὺν πάσῃ τῇ ὑπ οὐρανόν. ᾨδὴ Ϛ. «Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων». Ἐκκέχυται, εἰς τοῦ κόσμου τὰ πέρατα ἅπαντα, Ἀιθλοφόρε, ἡ δοθεῖσά σοι χάρις πανένδοξε διὸ πίστει πάντες, τὸν δοτῆρα Χριστὸν μεγαλύνομεν. Ὁ μέγιστος, τῆς Τριάδος θεράπων Παφνούτιος, ἀνεδείχθη φοβερὸς ἐναντίαις δυνάμεσιν, ἀπελαύνων ταύτας, καὶ φωτίζων πιστῶν τὰ συστήματα. Ἐν θαύμασι, καὶ σημείοις Χριστός σε ἐδόξασεν ᾀθλοφόρε, καὶ τοῖς πᾶσι Παφνούτιε ἔδειξεν, ἰατρὸν παμμάκαρ διὰ τοῦτο τιμῶμεν τὴν μνήμην σου. Δυσώπησον, ὑπὲρ τῶν ἱκετῶν σου Θεόνυμφε, Θεοτόκε, τὸν ἐκ σοῦ σαρκωθέντα Θεὸν ἡμῶν, τοῦ ῥυσθῆναι πάντας, πειρασμῶν πολυτρόπων τοῦ ὄφεως. Καταβασία Ἦχος πλ. δ. Ὁ Εἱρμός. «Τὸν ζόφον τῆς ψυχῆς μου, διασκέδασον φωτοδότα Χριστὲ ὁ Θεός, ὁ τὸ ἀρχέγονον σκότος, διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς, τῶν προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Σύ γὰρ εἶ ὁ βασιλεύς». Εἶτα ἀντὶ Κοντακίου τὸ ἐνδιάτακτον Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος [τὸ τυχὸν Κοντάκιον τοῦ Μηναίου καταλιμπάνεται] Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα ὁ χορὸς τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει. Διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐ λεηθῆναι τὰς ψυχὰς ἡμῶν. καὶ τὸ Συναξάριον. Τῇ ΙΘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Παφνουτίου τοῦ Ἱεροσολυμίτου. Τὸν Παφνούτιον γῆς τάφῳ κεκρυμμένον, Ἀπεικὸς ἐστι καὶ σιγῆς κρύψαι τάφῳ. Τῇ δʹ ἐνάτῃ δεκάτῃ Παφνούτιον ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου, τοῦ ἐν Πέργῃ τῆς Παμφυλίας, σταυρῷ τελειωθέντος. (+140) Κοινωνὸς ὤφθης, Θεόδωρε, τοῦ πάθους, Τῷ καὶ παθητῷ, καὶ παθῶν ὑπερτέρῳ. 5
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Φιλίππα, ἡ μήτηρ τοῦ Ἁγίου Θεοδώρου, ξίφει τὴν κεφαλὴν τμηθεῖσα τελειοῦται. Φιλῶ Φιλίππαν, ὡς ἀθλητοῦ μητέρα, Φίλην Φιλίππαν, ὡς ἀθλοῦσαν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Σωκράτης καὶ Διονύσιος οἱ στρατιῶται, τῷ μαρτυρίῳ τοῦ Θεοδώρου παριστάμενοι καὶ πιστεύσαντες, λόγχῃ τρωθέντες ἐν μέσῳ τῆς πυρᾶς τελειοῦνται. Ἔνυξε λόγχῃ νεκρὸν Ὑψίστου πάλαι, Νύττει δὲ καὶ νῦν Μάρτυρας ζῶντας δύο. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος ἔνδοξος τοῦ Χριστοῦ Μάρτυς Διόσκορος, τῶν εἰδώλων τέως ἱερεύς, Χριστὸν ἐκ ψυχῆς ὁμολογήσας, ἐν πεπυρωμένῃ σχάρᾳ βληθεὶς τελειοῦται. Θεὸν τὸ πρὶν ἐπιποθῶν καὶ ἐν σκότει ἀγνωσίας λατρεύων, Εὗρεν αἴφνης Ἀνατολὴν τὴν ἀνατολῶν καὶ δοθεὶς ἐτύθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Πισιδίας, τοῦ Ὁμολογητοῦ. (Θ αἰ.) Ὁ Γεώργιος, ὡς γεώργιον μέγα, Ἔχων ἀπῆλθεν εἶδος ἀρετῆς ἅπαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τρύφωνος Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. (Ι αἰ.) Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῇ Ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ. Θεὸν ποθήσας ὁ τρυφὴν μισῶν Τρύφων, Θεοῦ παρέστη τῷ κατοικητηρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Γ Πατριάρχου Ἱεροσολύμων. (+524) Χριστὸν κηρύξας διφυᾶ, Ἰωάννη, Ἑνοειδῶς ὁρᾷς Αὐτὸν ἤδη ἄνω. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος πατὴρ ἡμῶν Συμεών, ἡγούμενος τῆς ἐν τῷ Ἄθῳ Ἱερᾶς Μονῆς Φιλοθέου, ὁ μονοχίτων καὶ ἀνυπόδητος, ὁ καὶ κτίτωρ τῆς ἱερᾶς Μονῆς τῆς Μεταμορφώσεως Φλαμουρίου ἐν τῷ ὄρει τοῦ Πηλίου, κῆρυξ δὲ καὶ φωτιστὴς τοῦ δούλου Γένους, ἐν εἰρήνῃ τελειοῦται, ἐν τῇ Νήσῳ Χάλκη τῆς Προποντίδος. (+1594) Ἀνυπόδητος, Συμεών, βαίνων μάκαρ, Τὸν πτερνίσαντα τοὺς βροτοὺς πατεῖς ὄφιν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου ὁσιομάρτυρος Ἀγαθαγγέλου τοῦ Ἐσφιγμενίτου, ἐκ πόλεως Αἴνου τῆς Θράκης καταγομένου, καὶ ἐν Σμύρνῃ ἀθλήσαντος ἐν ἔτει 1819ῳ, εἰς ἡλικίαν εἴκοσι καὶ τεσσάρων ἐτῶν. Ἀγαθάγγελος τὴν τομὴν τοῦ αὐχένος Χαίρων ὑπέστη διὰ Χριστόν! Ὢ δόξης! Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. [ἐν τῇ η ᾠδῇ πρὸ τοῦ Τριαδικοῦ, ἀντὶ τοῦ Δόξα, λέγομεν «Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν Κύριον»] [Εἰς ἀρκετὰς Ἐνορίας παραλείπουν τὴν ἀνάγνωσιν τῶν Ὠιδῶν ζ, η, θ, ὡς καθ ὅλον τὸν ἐνιαυτόν] Εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν» ὁ εἱρμὸς τῆς η ᾠδῆς τοῦ β Τριῳδίου, Ἦχος πλ. δ. Ὁ Εἱρμός. 6
«Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». ὁ ἱερεύς «Τὴν Θεοτόκον καὶ μητέρα» ὁ Χορός στιχολογεῖ «Τὴν τιμιωτέραν» εἶτα ὁ εἱρμὸς τῆς θ ᾠδῆς τοῦ β Τριῳδίου Ἦχος πλ. δ. Ὁ Εἱρμός. «Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡ μῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν». καὶ τὸ «Αξιον ἐστίν». ὁ ἱερεύς Αἴτησιν, καὶ ἐκφώνησιν «Οτι σέ αἰνοῦσι». ΦΩΤΑΓΩΓΙΚΟΝ : ψάλλεται (ἐκ τρίτου) τὸ τοῦ ἤχου τῆς ἑβδομάδος ἀντὶ Ἐξαποστειλαρίου. Φωταγωγικὸν τοῦ πλ. α Ἤχου. Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, Δυνάμει, Κύριε, τοῦ Σταυροῦ σου, καὶ σῶσόν με. Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, Πρεσβείαις, Κύριε, (τοῦ ἁγίου τοῦ Ναοῦ), καὶ σῶσόν με. Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, Πρεσβείαις, Κύριε, τῆς Θεοτόκου καὶ σῶσόν με. [ψαλμοὶ τῶν Αἴνων καὶ Στιχηρὰ Αἴνων δὲν ψάλλονται] ὁ ἱερεύς «Σοί δόξα πρέπει» καὶ ὁ Ἀναγνώστης τὴν Δοξολογίαν (χῦμα). ὁ ἱερεύς «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ, Κεφαλοκλισία, ὡς συνήθως. «Σὸν γάρ ἐστι τὸ ἐλεεῖν». ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΤΩΝ ΑΙΝΩΝ: ὁ Χορός τὸ Ἰδιόμελον τοῦ Τριῳδίου (δίς) καὶ τὸ Μαρτυρικὸν (ἅπαξ) εἰς τοὺς οἰκείους στίχους, Καὶ νῦν, Ἰδιόμελον Ἀπόστιχα τῶν Αἴνων. Ἰδιόμελον. Ἦχος δ. ποίημα Λέοντος τοῦ Βασιλέως Περιφρονήσασα ψυχή μου τῶν θείων χρησμῶν, εὐάλωτος γέγονας, ταῖς μηχαναῖς τοῦ ἐχθροῦ οἰκείᾳ ῥοπῇ, παραδοθεῖσα τῇ φθορᾷ, καὶ καρωθεῖσα ὑπὸ ἁμαρτίας πολλῆς, τὸ θεότευκτον ἄμφιον ἐῤῥύπωσας, καὶ ἀνευτρέπιστον τοῦ βασιλικοῦ γάμου πεποίηκας ἀλλ ἵνα μὴ σὺν τῇ ἁμαρτίᾳ ἑλκυσθῇς, καὶ ὑποκεκρυμμένη τῶν παθῶν τῷ ἐνδύματι, ἀνακλιθεῖσα, τὰς εὐθύνας τῆς εἰσόδου εἰσπραχθῇς, καὶ τοῦ νυμφῶνος ἐκβληθῇς, τῷ Σωτῆρι κράξον Τὸ φοβερὸν ὄμμα, ὁ λαβὼν ὅπερ εἰμί, καὶ Ὃ ἦς μὴ ἐάσας, καὶ πρὸ σταυροῦ, χλαμύδα ἐμπαιγμοῦ δι ἐμὲ φορέσας, τὸν σάκκον μου διάῤῥηξον, καὶ εὐφροσύνην ἀμφίασον, καὶ ἐκ σκότους ἐξωτέρου, καὶ κλαυθμοῦ αἰωνίου ῥῦσαί με, καὶ ἐλέησόν με. Στίχ. α. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Περιφρονήσασα ψυχή μου τῶν θείων χρησμῶν,.. Μαρτυρικόν Στίχ. β. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. 7
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ Κόσμου, καὶ κήρυκας τῆς Πίστεως, τὴν πηγὴν τὴν ἀένναον, ἐξ ἧς ἀναβλύζει, τοῖς πιστοῖς τὰ ἰάματα αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ἰδιόμελον. Ἦχος πλ. δ. Τὴν ψυχωφελῆ, πληρώσαντες Τεσσαρακοστήν, καὶ τὴν ἁγίαν Ἑβδομάδα τοῦ Πάθους σου, αἰτοῦμεν κατιδεῖν Φιλάνθρωπε, τοῦ δοξᾶσαι ἐν αὐτῇ τὰ μεγαλεῖά σου, καὶ τὴν ἄφατον δι ἡμᾶς οἰκονομίαν σου, ὁμοφρόνως μελῳδοῦντες Κύριε δόξα σοι. Τὸ αὐτό. ὁ ἱερεύς «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», ὁ Ἀναγνώστης Τρισάγιον κ.λπ., Αὖθις, τὸ Ἀπολυτίκιον χῦμα ὁ Ἀναγνώστης «Ἐν τῷ ναῷ ἑστῶτες», «Κύριε, ἐλέησον» (μ ), «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου» ὁ ἱερεύς «Ὁ ὢν εὐλογητός», ὁ Προεστώς «Ἐπουράνιε βασιλεῦ», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς Εὐχῆς τοῦ Ὁσ. Ἐφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου». Καὶ εὐθὺς ἐπισυνάπτονται αἱ Ὧραι. ΑΙ ΩΡΑΙ : ἀρχόμεναι πᾶσαι μετὰ τοῦ «Δεῦτε προσκυνήσωμεν» γ, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ τοῦ Ὡρολογίου [ἐν ταῖς ἐνορίαις μετὰ τὴν εὐχὴν τοῦ ἁγίου Ἐφραὶμ παραλείπεται τὸ τρισάγιον καὶ λέγεται εὐθὺς ἡ Εὐχὴ ἑκάστης Ὥρας] Εἰς τὴν Θ ὥραν, μετὰ τὸ Τρισάγιον καὶ τὰ μετ αὐτὸ τροπάρια «Βλέπων ὁ λῃστὴς» κ.λπ., τὸ «Κύριε, ἐλέησον» (μ ), «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Δι εὐχῶν» ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι. οἱ Χοροί εἰς ἦχον πλ. δ τοὺς Μακαρισμοὺς μετ ἐφυμνίου εἰς ἕκαστον στίχον τὸ «Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ καὶ Ὡρολογίῳ τάξιν. Εἶτα ὁ Ἀναγνώστης τὰ τροπάρια «Χορὸς ὁ ἐπουράνιος» κ.λπ., ὁ Προεστώς «Πιστεύω εἰς ἕνα Θεόν», καὶ τὸ «Ἄνες, ἄφες, συγχώρησον». τὸ «Πάτερ ἡμῶν», ὁ ἱερεύς «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης τὰ Κοντάκια «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης», τὸ τῆς ἡμέρας τῆς ἑβδομάδος (βλέπε αὐτὸ εἰς τὴν Ἀκολουθίαν τῶν τυπικῶν), ἤτοι Κοντάκιον τοῦ Σταυροῦ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. τοῦ ἁγίου τοῦ Ναοῦ, τὸ ἐνδιάτακτον μαρτυρικόν (τὸ ὁποῖον ἀνεγνώσθη καὶ μετὰ τὴν Ϛ ᾠδὴν τῶν κανόνων), ἤτοι τὸ Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα ὁ χορὸς τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει. Διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα, τὸ νεκρώσιμον «Μετὰ τῶν ἁγίων», Καὶ νῦν, «Προστασία», «Κύριε, ἐλέησον» (μ ), «Ὁ ἐν παντὶ καιρῷ», «Κύριε, ἐλέησον» (γ ), Δόξα, Καὶ νῦν, «Τὴν 8
τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς». ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι, μεθ ἃς ἄρχεται ὁ Ἑσπερινὸς τῆς 20 ῆς Ἀπριλίου καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων 20.04.2019 Θεοδώρου Ὁσίου τοῦ Τριχινᾶ, Ζακχαίου τοῦ Ἀποστόλου, Ἀθανασίου Ὁσίου Μετεωρίτου, Ἀναστασίου Β Ἀρχιεπ.Ἀντιοχείας Ἱερομάρτυρος Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. πόρευσί της. 9