ΤΡΙΤΗ 21 ΜΑΪΟΥ 2019 Μετὰ τὴν Κυριακὴν Παραλύτου Θεοστέπτων Βασιλέων Κωνσταντίνου καὶ Ἑλένης * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Σχετικά έγγραφα
ΔΕΥΤΕΡΑ 21 ΜΑΪΟΥ 2018 Μετὰ τὴν Ἀνάληψιν τοῦ Κυρίου Θεοστέπτων Βασιλέων Κωνσταντίνου καὶ Ἑλένης * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

21 ΜΑΪΟΥ 2019 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ δὲ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ὁ α χορὸς Ἦχος γ' ὁ β χορὸς τίχ, α'.

20 Μαΐου 2015 ΑΠΟΔΟΣΙΣ ΤΟΥ ΠΑΣΧΑ. ΟΡΘΡΟΣ ὁ Προεξάρχων θυμιῶν: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,...

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

τίχ. β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. ὁ β χορὸς Φριστὸς ἀνέστη ἐκ νεκρῶν...

07 ΜΑΪΟΥ Ἦχος γ. Ἑωθινὸν Ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

16 ΑΠΡΙΛΙΟΥ 2015 Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Ὅτι σὸν τὸ κράτος. Μετὰ τὴν α Στιχολογίαν. Καθίσματα Ἀναστάσιμα

11 ΜΑΪΟΥ 2014 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

29 ΑΠΡΙΛΙΟΥ Ἦχος γ. Ἑωθινὸν Ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

24 MAΪΟΥ 2017 ΑΠΟΔΟΣΙΣ ΤΟΥ ΠΑΣΧΑ

26 ΜΑΪΟΥ 2013 ΚΥΡΙΑΚΗ Δ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «Μνεία τῆς τοῦ παραλύτου θεραπείας». Κάρπου ἐκ τῶν 70 (α αἰ.). Ἀλφαίου ἀποστόλου.

21 ΜΑΪΟΥ Μμήμη σῶμ Ἁγίωμ ἐμδόνωμ, θεξςσέοσωμ, καὶ ἰςαοξςσόλωμ, μεγάλωμ Βαςιλέωμ, Κωμςσαμσίμξτ καὶ Ἑλέμηρ. ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

Ἦχος πλ. α' Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.

15 ΑΠΡΙΛΙΟΥ 2015 Τῌ ΤΕΤΑΡΤΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Δόξα Πατρί. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

21 ΜΑΪΟΥ Ἦχος πλ. α. Ἑωθινὸν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ἦχος γ. Ἑωθινὸν ε. Τυπικὸν Πεντ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις 03 ΜΑΪΟΥ ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Ἦχος γ. Ἑωθινὸν Ε.

19 ΜΑΪΟΥ Ἦχος γ. Ἑωθινὸν Ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΤΕΤΑΡΤΗ 16 ΜΑΪΟΥ 2018 Ἀπόδοσις τῆς ἀκολουθίας τοῦ Πάσχα Ο ΟΡΘΡΟΣ

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

ΕΙΣ ΤΗΝ ΑΠΟΔΟΣΙΝ ΤΟΥ ΠΑΣΧΑ ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

Ἑωθινὸν Α. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) ὁ Ἀναγνώστης Ἅγιος ὁ Θεός..

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΑΠΡΙΛΙΟΥ Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΤΗι ΙΓ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

2 ΜΑΪΟΥ Σήμερον συμψάλλεται ἐκ μεταθέσεως καὶ ἡ ἀκολουθία τοῦ μεγαλομάρτυρος Γεωργίου

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

22 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

29 ΑΠΡΙΛΙΟΥ 2019 Δευτέρα Διακαινησίμου Ἰάσονος καὶ Σωσιπάτρου Ἁγ.Γεωργίου ἐκ μεταθέσεως * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΤΕΤΑΡΤΗ 24 ΜΑΪΟΥ 2017 Ἀπόδοσις τοῦ Πάσχα Ὁσίου Συμεὼν τοῦ νέου Στυλίτου, τοῦ ἐν τῷ Θαυμαστῷ ὄρει * * * * * Ο ΟΡΘΡΟΣ

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

τῆς Θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

22 ΟΚΤΩΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 10 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Η Λουκᾶ Ὀλυμπᾶ, Τερτίου Ἀποστ, Ὀρέστου Μάρτ, Ἀρσενίου Ὁσ.

02 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Δ Ματθαίου Κατάθεσις Τιμίας Ἐσθῆτος, Κοΐντου Μάρτυρος, Ἰουβεναλίου Ἱεροσολύμων. Ἦχος γ. Ἑωθινὸν Δ.

ΤΕΤΑΡΤΗ 05 ΙΟΥΝΙΟΥ 2019 Ἀπόδοσις τῆς ἀκολουθίας τοῦ Πάσχα Ο ΟΡΘΡΟΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

09 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Ι Λουκᾶ. Ἦχος γ. Ἑωθινὸν Ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

30 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

14 ΜΑΪΟΥ Ἦχος δ. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

15 ΜΑΪΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Καθίσματα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

ΤΡΙΤΗ 08 ΜΑΪΟΥ 2018 μετὰ τοῦ Θωμᾶ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

δοξάζομεν τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν. Στίχ. ε. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός

16 ΝΟΕΜΒΡΙΟΥ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

ἐβόησας Ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

23 ΑΠΡΙΛΙΟΥ 2018 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ἦχος δ. Κανόνα πίστεως. (Ποίημα Πατρῶν Νικοδήμου Βαλληνδρᾶ).

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

16 ΟΚΤΩΒΡΙΟΥ 2016 Κυριακὴ Δ Λουκᾶ Λογγίνου τοῦ ἑκατοντάρχου, Θεοφόρων Πατέρων τῆς Ζ Οἰκουμενικῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

Τῌ ΙΒ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος, τοῦ ἐν Κερκύρᾳ Θαυματουργοῦ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΑΥΓΟΥΣΤΟΥ 2017 Κυριακὴ ΙΒ Ματθαίου Ὁσίου Ποιμένος, Μεγαλομάρτυρος Φανουρίου, Σύναξις Εὐρυτάνων Ἁγίων. Ἦχος γ. Ἑωθινὸν Α.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

11 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ H Ματθαίου Εὔπλου διακόνου καὶ μάρτυρος, ἀνάμνησις θαύματος τοῦ Ἁγ.Σπυρίδωνος ἐν Κερκύρᾳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

24 ΙΟΥΛΙΟΥ 2016 Κυριακὴ Ε Ματθαίου Χριστίνης Μεγαλομάρτυρος, Ἀθηναγόρου Ἀπολογητοῦ, Θεοφίλου Νεομάρτυρος τοῦ Ζακυνθίου. Ἦχος δ. Ἑωθινὸν Ε.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Στίχ. γ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν

16 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΑ Λουκᾶ Ἁγίων Προπατόρων Ἀγγαίου τοῦ Προφήτου, Μοδέστου Ἱεροσολύμων, Θεοφανοῦς Βασιλίσσης. Ἦχος δ. Ἑωθινὸν Ζ.

23 Απριλίου 2014 Τετάρτῃ τῆς Διακαινησίμου Γεωργίου μεγαλομάρτυρος τοῦ Τροπαιοφόρου ΟΡΘΡΟΣ ὁ προεξάρχων θυμιῶν:

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

14 ΝΟΕΜΒΡΙΟΥ Ἀποστόλου Φιλίππου ἐκ τῶν Δώδεκα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

13 ΜΑΪΟΥ Ἦχος πλ. α. Ἑωθινὸν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΟΡΘΡΟΣ. Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

29 ΜΑΪΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «Ἡ τῆς Σαμαρείτιδος ἑορτή, ἐν ᾗ ὁ Χριστὸς μεσσίαν ἑαυτὸν ὡμολόγει». Θεοδοσίας παρθενομάρτυρος.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

Transcript:

ΤΡΙΤΗ 21 ΜΑΪΟΥ 2019 Μετὰ τὴν Κυριακὴν Παραλύτου Θεοστέπτων Βασιλέων Κωνσταντίνου καὶ Ἑλένης * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ὁ Ἱερεύς ΕΕὐὐλλοογγηηττὸὸςς ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) ὁ Ἀναγνώστης Δόξα Πατρί.. Παναγία Τριάς. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος γ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος γ. Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον πρωτότοκος τῶν νεκρῶν ἐγένετο ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Ἀπολυτίκιον Κωνσταντίνου καὶ Ἑλένης. Ἦχος πλ. δ. Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἣν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Καὶ νῦν. Θεοτοκίον. Ὁ δι ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος γ. Θείας πίστεως. Νέος γέγονας, Δαυῒδ τοῖς τρόποις, γέρας ἄνωθεν, εἰσδεδεγμένος, τῆς βασιλείας τῇ κορυφῇ σου τὸ ἔλαιον σὲ γὰρ τῷ Πνεύματι ἔχρισεν ἔνδοξε, ὁ ὑπερούσιος Λόγος καὶ Κύριος ὅθεν ἔλαβες, καὶ σκῆπτρον σοφὲ βασίλειον, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος. τῆς Ἑορτῆς 1

Ήχος γ. Τὴν ὡραιότητα. Πάρεσιν εὕραντο, τὴν ὁλοσώματον, οἱ παραλύσεσι φθόνου σφιγγόμενοι, τὴν ἐν Σαββάτῳ Παραλύτου σφίγξιν κατανοοῦντες, λέγοντες, οὐκ ἔξεστι, θεραπεύειν τοῖς Σάββασι, λύειν τε τήν πάτριον, τοῦ Σαββάτου κατάπαυσιν, τοῦ νόμου σε μὴ γνόντες Δεσπότην, καὶ θεραπευτὴν τῶν ψυχῶν ἡμῶν. Μετὰ τὴν β Στιχολογίαν Ἦχος πλ. β. Σήμερον τὸ προφητικόν. Ἑλκόμενος ἐπὶ σταυροῦ, ὁ Ποιητὴς τοῦ ἡλίου καὶ κτίσεως, σὲ ὡς ἀστέρα φαεινόν, ἐξ οὐρανοῦ δι ἀστέρων ἐφειλκύσατο, ᾧ καὶ κράτος πρῶτος τὸ βασίλειον ἐπέθηκε, διό σε ἀνευφημοῦμεν, Κωνσταντῖνε Βασιλεῦ εὐσεβέστατε, σὺν Ἑλένῃ μητρὶ τῇ θεόφρονι. τῆς Ἑορτῆς Ἦχος γ. Τὴν ὡραιότητα. Ῥῆμα Παράλυτον, μόνον συνέσφιγξεν, ὡς ὁ παγκόσμιος, λόγος ἐφθέγξατο, τοῦ δι ἡμᾶς ἐπὶ τῆς γῆς ὀφθέντος δι εὐσπλαγχνίαν ὅθεν καὶ τὸν κράββατον, ἐπιφέρων διήρχετο, κἂν οἱ Γραμματεῖς ὁρᾶν, τὸ πραχθὲν οὐχ ὑπέφερον, κακίας κατεχόμενοι φθόνῳ, τὰς ψυχὰς παραλύοντι. Μετὰ τὸν Πολυέλεον Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἡ εὔσημος μνήμη σου, ἐπιφανεῖσα ἡμῖν, αὐγάζει τὰ πέρατα, θεογνωσίας φωτί, Κωνσταντῖνε θε όπνευστε, σὺ γὰρ ἐν Βασιλεῦσιν εὐσεβὴς ἀνεδείχθης, νόμους ἐπουρανίου, Βασιλέως τηρήσας, δι ὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν. τῆς Ἑορτῆς Ἦχος δ. Ἐπεφάνης σήμερον. Ὡς Θεὸς καὶ Κύριος ἐξαναστήσας, τόν ποτε παράλυτον εἰπὼν τὸ ᾆρον τὸν σαυτοῦ, κράββατον Λόγε διέγειρον, κἀμὲ ἐν πταίσμασι, πολλοῖς κατακείμενον. ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη ἀλλ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. Ψαλμὸς ιη. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτοῦ. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν.. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... 2

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσω μμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ ἸἸωωάάννννηηνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ἰωάννην (ι 9 16) Εἶπεν ὁ Κύριος Ἐγώ εἰμι ἡ θύρα δι ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὔκ εἰσι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν Ν Ψαλμόν (χύμα) Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 3

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ταῖς τῶν Θεοστέπτων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. καὶ τὸ παρὸν Ἰδιόμελον Βύζαντος Ἦχος πλ. β. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Τοῦ εὐσεβοῦς Κωνσταντίνου ἡ μνήμη, ὡς μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε, Χριστὸν γὰρ ποθήσας, εἰδώλων κατεφρόνησε, ναὸν ἐγείρας ἐπὶ γῆς, τῷ σταυρωθέντι δι ἡμᾶς, ἐν οὐρανοῖς δὲ ἀπέλαβε, τὸν τῆς ἐλπίδος στέφανον. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ᾨδὴ α. Κανὼν τοῦ Παραλύτου. ποίημα Ἰωσὴφ Θεσσαλονίκης. Ἦχος γ. Θαυμαστὸς ἐνδόξως. Ἐνεργῶν σημεῖα, ποιῶν τέρατα, μόνε Βασιλεῦ, σταυρὸν ἐθελουσίως ὑπέστης, ὡς οἰκτίρμων, καὶ θάνατον θανάτῳ θανατώσας, ἐζῳοποίησας ἡμᾶς. Τῇ Χριστοῦ Ἐγέρσει, λαοὶ σήμερον, χορεύσωμεν πιστῶς ἐσκύλευται ὁ ᾅδης, δεσμίους οὓς κατεῖχεν, ἀπέδωκε σπουδαίως, ἀνυμνοῦντας τὰ μεγαλεῖα τοῦ Θεοῦ. Ὁ δυνάμει θείᾳ ποτὲ Παράλυτον, λόγῳ σου Χριστέ, συσφίγξας καὶ προστάξας, αὐτῷ τὴν κλίνην ᾆραι, χρονίως ἀσθενοῦντι, τὴν ψυχήν μου νοσοῦσαν, ἴασαι δεινῶς. Ἐν τῇ κολυμβήθρᾳ, ποτὲ Ἄγγελος, τῇ Προβατικῇ, κατήρχετο, καὶ ἕνα ἰᾶτο κατὰ χρόνον Βαπτίσματι δὲ θείῳ νῦν καθαίρει, ἄπειρα πλήθη ὁ Χριστός. Στίχ. Ἅγιε Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀρχηγὲ Ἀγγέλων, Ἀρχιστράτηγε τῶν ἄνω λειτουργῶν, τοὺς συναθροιζομένους, ἐν τῷ σεπτῷ να ῷ σου, καὶ τὸν Θεὸν ἀνυμνοῦντας, σκέπε, φρούρει, ἀπὸ παντοίων πειρασμῶν. Τριαδικὸν Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἐν τρισὶ Προσώποις, μιᾷ Φύσει δέ, ἄναρχον Θεόν, ὑμνήσωμεν ἀπαύστως μετὰ τῶν ἀσωμάτων, Πατέρα, Λόγον, Πνεῦμα, βασιλείαν ἔχουσαν, καὶ κράτος ἀμερές. 4

Θεοτοκίον Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὴν τιμῶσαν ταύτην, Ἁγνὴ πόλιν σου πάντοτε πιστῶς, περίσῳζε κινδύνων, ἁλώσεως βαρβάρων, πολέμου ἐμφυλίου, καὶ μαχαίρας, καὶ πάσης ἄλλης ἀπειλῆς. Κανὼν Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Μόνε ἐπουράνιε Βασιλεῦ, τῆς βασιλευούσης, ἁμαρτίας νῦν ἐπ ἐμοί, τῶν σῶν θεραπόντων ἱκεσίαις, τὴν ταπεινήν μου ψυχὴν ἐλευθέρωσον. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τῆς ἄνω γενόμενος ἐραστής, μάκαρ Κωνσταντῖνε βασιλείας τῷ Βασιλεῖ, πάντων καὶ Δεσπότῃ διανοίᾳ, καθαρωτάτῃ πιστεύσας ἐλάτρευσας. Δόξα. Φωτὶ ἐλλαμφθεῖσα θεαρχικῷ, σκότος ἀγνωσίας, καταλέλοιπας ἀληθῶς, θεόφρον Ἑλένη καὶ γνησίως, τῷ Βασιλεῖ τῶν αἰώνων ἐδούλευσας. Καὶ νῦν. Θεοτοκίον Ἡ πύλη τῆς θείας ἀνατολῆς, ἄνοιξόν μοι πύλας, μετανοίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁ μαρτίας, τῇ μεσιτείᾳ σου ῥῦσαί με Δέσποινα. ᾨδὴ γ. τοῦ Παραλύτου Ἦχος γ. Στεῖρα ψυχὴ καὶ ἄγονε. Ὁρῶν σε πάλαι ἥλιος, ξύλῳ κρεμάμενον, Λόγε τὸ φῶς συνέστειλε, καὶ ἐδονεῖτο ἡ γῆ ἅπασα νεκροὶ ἐξανίσταντο, νεκροῦ γενομένου σου, Παντοδύναμε. Μετὰ ψυχῆς ἐλθόντος σου, ἐν τῇ κοιλίᾳ τῆς γῆς, ψυχὰς ἅς περ ἐκέκτητο, ἐναπεδίδου ᾅδης σπουδῇ, βοώσας τῷ κράτει σου, ᾠδὴν χαριστήριον, μόνε Κύριε. Τὴν ἐπὶ χρόνους πλείονας, ἐξασθενοῦσαν δεινῶς, ψυχήν μου ὑπεράγαθε, ὡς τὸν Παράλυτον πρίν, ὑγίωσον, ὡς ἂν βηματίζω σου, τὰς τρίβους, ἃς ἔδειξας τοῖς ποθοῦσί σε. Στίχ. Ἅγιε Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Μετὰ τῶν ἄνω τάξεων, Θεοῦ Ἀρχάγγελε, ἱκετηρίαν ποίησον, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε φρουρῶν, συντηρῶν ἡμᾶς τοῦ βίου τοῖς πάθεσι περιπίπτοντας. Τριαδικὸν Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Δόξα, Πατρὶ βοήσωμεν, Υἱῷ, καὶ Πνεύματι εἷς γὰρ ὑπάρχει φύσει Θεός, ὃν αἱ δυνάμεις πᾶσαι τῶν οὐρανῶν, ἐν φόβῳ δοξάζουσι, τό Ἅγιος, Ἅγιος, Ἅγιος, κράζουσι. Θεοτοκίον Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἄσπορον ἔσχες σύλληψιν, καὶ ὑπὲρ νοῦν τοκετόν, Παρθενομῆτορ ἄχραντε ἔργον φρικῶδες, θαῦμα μέγιστον, Ἀγγέλοις τιμώμενον, βροτοῖς δοξαζόμενον, Κόρη Δέσποινα. Ἦχος πλ. δ. Οὐρανίας ἁψῖδος. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἀμοιβῶν οὐρανίων, ἐπιτυχεῖν ἔσπευσας ὅθεν τῷ καλοῦντι θεόφρον, ἐπηκολούθησας, καὶ σκότος ἔλιπες, πατροπαράδοτον πλάνην, καὶ φωστὴρ ἐν Πνεύματι θείῳ γεγένησαι. 5

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τῷ Χριστῷ κολληθεῖσα, καὶ ἐπ αὐτῷ πάνσεμνε, ἅπασαν θεμένη ἐλπίδα, τοὺς ἱεροὺς αὐτοῦ, τόπους κατέλαβες, ἐν οἷς τὰ ἄχραντα πάθη, σαρκωθεὶς ὑπέμεινεν ὁ ὑπεράγαθος. Δόξα. Τὸ σωτήριον ὅπλον, τὸ ἀῤῥαγὲς τρόπαιον, τῶν Χριστιανῶν τὴν ἐλπίδα, Σταυρὸν τὸν τίμιον, φθόνῳ κρυπτόμενον, σὺ ἐφανέρωσας θείῳ, φλεγομένη ἔρωτι θεομακάριστε. Καὶ νῦν. Θεοτοκίον Ἱερᾶς πολιτείας, ἀποπεσὼν Ἄχραντε, παρασυνεβλήθην τοῖς κτήνεσι, καὶ κατάκριτος, ὅλος γεγένημαι ἡ τὸν Κριτὴν τετοκυῖα, πάσης κατακρίσεως ῥῦσαι καὶ σῶσόν με. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον τοῦ Παραλύτου. Ἦχος γ. Ἡ Παρθένος σήμερον. Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔ γειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου. Καθίσματα Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τὰς αἰσθήσεις ἐκτείνας πρὸς οὐρανόν, καὶ τῶν ἄστρων μανθάνων τὴν καλλονήν, ἐκ τούτων μεμύησαι, τῶν ἁπάντων τὸν Κύριον τοῦ Σταυροῦ δὲ τὸ ὅπλον, ἐν μέσῳ ἀνέλαμψε, διαγράφον ἐν τούτῳ, νικᾶν καὶ κρατύνεσαι ὅθεν τῆς ψυχῆς σου, ἐπανοίξας τὸ ὄμμα, τὸ γράμμα ἀνέγνωκας, καὶ τὸν τρόπον μεμάθηκας, Κωνσταντῖνε πανσέβαστε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. τῆς Ἑορτῆς Ἦχος δ. Ἐπεφάνης σήμερον. Ὡς Θεὸς καὶ Κύριος ἐξαναστήσας, τόν ποτε παράλυτον εἰπὼν τὸ ᾆρον τὸν σαυτοῦ, κράββατον Λόγε διέγειρον, κἀμὲ ἐν πταίσμασι, πολλοῖς κατακείμενον. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον. Ἦχος γ. Ἡ Παρθένος σήμερον. Κωνσταντῖνος σήμερον, σὺν τῇ μητρὶ τῇ Ἑλένῃ, τὸν Σταυρὸν ἐκφαίνουσι, τὸ πανσεβάσμιον ξύλον, πάντων μὲν τῶν Ἰουδαίων αἰσχύνη ὄντα, ὅπλον δὲ πιστῶν ἀνάκτων κατ ἐναντίων δι ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν. ὁ Οἶκος Κωνσταντῖνον πιστοί, σὺν τῇ μητρὶ τιμήσωμεν τοῦ Προφήτου γὰρ αὐτοὶ λόγους ἀκροασάμενοι, ἐν κέδρῳ καὶ πεύκῃ καὶ κυπαρίσσῳ, τὸν τρισύνθετον Σταυρὸν κατενόησαν, δι οὗ τὸ σωτήριον πάθος ἐξηκολούθησε καὶ πάντας παρέστησαν τοὺς Ἰουδαίους παρασκευάζεσθαι, δεῖξαι τοῖς λαοῖς μέγα δικαίωμα, τὸ κεκρυμμένον διὰ τὸν φθόνον, καὶ βασκανίαν τὴν αὐτῶν καὶ τοῦτο εὑρόντες ἀνέδειξαν αὐτοί. Διὰ τοῦτο τοῖς πᾶσι νικηφόροι ἀνεδείχθησαν, ὅπλον φέροντες ἀπροσμάχητον, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν. 6

Συναξάριον Τῇ ΚΑ τοῦ αὐτοῦ μηνός, Μνήμη ἐνδόξων, Θεοστέπτων καὶ Ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης. Στίχοι Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος, Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος. Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Νεομάρτυς Παχώμιος, ὁ ἐν τῷ Οὐσάκι τῆς Φιλαδελφίας μαρτυρήσας, ξίφει τελειοῦται. Στίχοι Ποῦ πάχος ἐν σοί, ὦ Παχώμι εὑρέθη, Πόνοις ξίφει τε λεπτύναντι τὸ βρίθον; Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Χριστοφόρου, Πατριάρχου Ἀντιοχείας. Στίχοι Φέρων καὶ μόνον Χριστὸν ὁ Χριστοφόρος, Ὑπὲρ Αὐτοῦ ἤθλησε τομῇ τῆς κάρας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ευσεβεστάτων Ἡγεμόνων τοῦ Μοῦρομ, Ὁσίων Κωνσταντίνου καὶ τῶν υἱῶν αὐτοῦ Μιχαὴλ καὶ Θεοδώρου. Στίχοι Ἐν ἁγιασμῷ ζήσαντες Ἡγεμόνες, Πατὴρ καὶ υἱοί, ἵστανται πρὸ Τριάδος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀγαπητοῦ τοῦ ἐν Μαρκουτσέβῳ. Στίχοι Ὁ Ἀγαπητὸς Θεῷ τε καὶ ἀνθρώποις, Ὢν ἀγαπητός, παρὰ Θεῷ ἐλήφθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Εὐσεβεστάτης Πριγκιπίσσης Ἑλένης, αὐταδέλφης τοῦ ἁγίου Στεφάνου, κτίτορος τῆς Μονῆς Ντέτσανι, ἧς τὰ τίμια λείψανα πλουτεῖ ἡ ἱερὰ Μονὴ αὕτη. Στίχοι Τῇ βασιλίδι Ἑλένῃ ἡ Ἑλένη, Στᾶσα καθορᾷ τὸν Βασιλέα δόξης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τοῦ Πάσχα ᾨδὴ α. Ἦχος α. Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν, λαοί Πάσχα Κυρίου Πάσχα ἐκ γὰρ θανάτου πρὸς ζωὴν καὶ ἐκ γῆς πρὸς οὐρανὸν Χριστὸς ὁ Θεὸς ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. ᾨδὴ γ. Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ ἀφθαρσίας πηγὴν ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,... ἐν ᾧ στερεούμεθα. ᾨδὴ δ. Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακοὺμ στήτω μεθ ἡμῶν καὶ δεικνύτω φαεσφόρον ἄγγελον διαπρυσίως λέγοντα Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος. ᾨδὴ ε. Ὀρθρίσωμεν ὄρθρου βαθέος καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ καὶ Χριστὸν ὀ ψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. ᾨδὴ στ. 7

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς καὶ συνέτριψας μοχλούς, αἰωνίους κατόχους πεπεδημένων, Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. ᾨδὴ ζ. Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος πάσχει ὡς θνητὸς καὶ διὰ πάθους τὸ θνητὸν ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτὴ καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος α. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ὁ Ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου. Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Τοῖς Μαθηταῖς συνέλθωμεν. Οὐκ ἐξ ἀνθρώπων εἴληφε, τὸ βασίλειον κράτος, ἀλλ ἐκ τῆς θείας χάριτος, Κωνσταντῖνος ὁ μέγας, σὺν τῇ μητρὶ οὐρανόθεν ἐξαστράπτον δὲ βλέπει, Σταυροῦ τὸ θεῖον τρόπαιον ὅθεν τούτῳ ὀ λέσας τοὺς δυσμενεῖς, τῶν εἰδώλων ἔλυσε τὴν ἀπάτην, ἐν κόσμῳ δὲ ἐκράτυνε, τὴν ὀρθόδοξον Πίστιν. τῆς Ἑορτῆς 8

Ἦχος β. Γυναῖκες ἀκουτίσθητε. Ἐπέστη ὁ φιλάνθρωπος, καὶ πανοικτίρμων Κύριος, Προβατικῇ κολυμβήθρᾳ, τοῦ θεραπεῦσαι τὰς νόσους εὗρε δὲ κατακείμενον, ἄνθρωπον πλείστοις ἔτεσι, καὶ πρὸς αὐτὸν ἐβόησεν Ἆιρον τὸν κράββατον, ἴθι, πρὸς τὰς ὁδοὺς τὰς εὐθείας. ΑΙΝΟΙ Ἦχος πλ. δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Προσόμοια δ Ἦχος πλ. δ. Ὢ τοῦ παραδόξου θαύματος. Στίχ. α. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Χαίροις Κωνσταντῖνε πάνσοφε, ὀρθοδοξίας πηγή, ἡ ποτίζουσα πάντοτε, τοῖς γλυκέσι νάμασι, τὴν ὑφήλιον ἅπασαν. Χαίροις ἡ ῥίζα, ἐξ ἧς ἐβλάστησε, καρπὸς ὁ τρέφων, τὴν Ἐκκλησίαν Χριστοῦ. Χαίροις τὸ καύχημα, τῶν περάτων ἔνδοξε, Χριστιανῶν, βασιλέων πρώτιστε. Χαῖρε χαρὰ τῶν πιστῶν. Στίχ. β. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὁ βασιλεύων τῆς κτίσεως, τὸ εὐπειθὲς προορῶν, τῆς καρδίας σου πάνσοφε, λογικῶς θηρεύει σε, ἀλογίᾳ κρατούμενον, καὶ καταυγάσας τὴν σὴν διάνοιαν, τῆς εὐσεβείας ταῖς ἐπιγνώσεσι, κόσμῳ ἀνέδειξε, φωταυγῆ ὡς ἥλιον, μαρμαρυγάς, θείων ἀποπέμποντα, πράξεων ἔνδοξε. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τὰ τοῦ Κυρίου διδάγματα, καθάπερ γῆ ἐκλεκτή, δεξαμένη πανεύφημε, ἐναρέτων πράξεων, εὐκαρπίαν ἐβλάστησας, τὰς διανοίας ἡμῶν ἐκτρέφουσα, τῇ ἐκτιμήσει Ἑλένη πάνσοφε, τῆς πολιτείας σου ὅθεν ἑορτάζομεν, περιχαρῶς, σήμερον τὴν μνήμην σου, πανηγυρίζοντες. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἔλαιον ἀγαλλιάσεως, τοὺς σοὺς μετόχους Χριστέ, Κωνσταντῖνον Ἑλένην τε, παραδόξως ἔχρισας, τὴν ἀπάτην μισήσαντας, καὶ σοῦ τὸ κάλλος ἐπιποθήσαντας, καὶ βασιλείας τῆς οὐρανίου σου, τούτους ἠξίωσας, εὐσεβῶς τὸ πρότερον, ἐπὶ τῆς γῆς, Λόγε βασιλεύσαντας, τῇ ἐπινεύσει σου. Δόξα. Ἦχος πλ. δ. Μεθοδίου Πατριάρχου Ὁ τῶν ἀνάκτων Ἄναξ καὶ Θεός, ὁ πλουσίαις δωρεαῖς κατακοσμῶν τοὺς ἀξίους, αὐτὸς οὐρανόθεν, ὥσπερ Παῦλον τὸν ἀοίδιμον, διὰ σημείου τοῦ Σταυροῦ, σὲ Κωνσταντῖνε ἐζώγρησε, Ἐν τούτῳ, φήσας, νίκα τοὺς ἐχθρούς σου ὃν ἀναζητήσας σὺν μητρὶ θεόφρονι, καὶ εὑρὼν ὡς ἐπόθεις, τούτους κατὰ κράτος ἐτροπώσω. Σὺν αὐτῇ οὖν ἱκέτευε, ὑπὲρ ὀρθοδόξων βασιλέων, καὶ τοῦ φιλοχρίστου στρατοῦ, καὶ πάντων τῶν τὴν μνήμην σου τελούντων πιστῶς, τὸν μόνον φιλάνθρωπον, λυτρωθῆναι πάσης ὀργῆς. Καὶ νῦν. τῆς Ἑορτῆς Ἦχος πλ. δ. Κύριε, τὸν Παράλυτον οὐχ ἡ κολυμβήθρα ἐθεράπευσεν, ἀλλ ὁ σὸς λόγος ἀνεκαίνισε καὶ οὐδὲ ἡ 9

πολυχρόνιος αὐτῷ ἐνεπόδισε νόσος ὅτι τῆς φωνῆς σου ὀξυτέρα ἡ ἐνέργεια ἐδείχθη καὶ τὸ δυσβάστακτον βάρος ἀπέῤῥιψε, καὶ τὸ φορτίον τῆς κλίνης ἐβάστασεν, εἰς μαρτύριον τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, δόξα σοι. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ Ἀπολυτίκιον Κωνσταντίνου καὶ Ἑλένης. Ἦχος πλ. δ. Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἣν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) Ἀντίφωνα τοῦ Πάσχα 10

Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς ξε (65) Στίχ. α. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Στίχ. γ. Εἴπατε τῷ Θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Στίχ. δ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματί σου Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Ταῖς πρεσβείαις τῆς Θεοτόκου Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς ξστ (66) Στίχ. α. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριον σου. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς Στίχ. γ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς Στίχ. δ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος πλ. α. Ψαλμὸς ξζ (67) Στίχ. α. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Στίχ. β. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Χριστὸς ἀνέστη Στίχ. γ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Χριστὸς ἀνέστη Στίχ. δ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Χριστὸς ἀνέστη ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν 11

οὐ ψάλλεται δὲ πάλιν τὸ «Χριστὸς ἀνέστη», ἀλλ εὐθὺς τὰ Ἀπολυτίκια ψάλλοντάς σοι, Ἀλληλούϊα. τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος γ. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον πρωτότοκος τῶν νεκρῶν ἐγένετο ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε κόσμῳ τὸ μέγα ἔλεος. Ἀπολυτίκιον Κωνσταντίνου καὶ Ἑλένης. Ἦχος πλ. δ. Τοῦ Σταυροῦ σου τὸν τὺπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἣν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος γ. Ἡ Παρθένος σήμερον. Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔ γειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Προκείμενον. Ἦχος πλ. δ. (Ψαλμὸς ιη ) Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. (ιη 5) Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα. (ιη 2) Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα. (κϛ 1, 12 20) Ἐν ταῖς ἡμέραις ἐκείναις, Ἀγρίππας ὁ βασιλεὺς πρὸς τὸν Παῦλον ἔφη Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο. Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ Σαοὺλ Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον Τίς εἶ, Κύριε; Ὁ δὲ εἶπεν Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαί σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀ ποστέλλω ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀ παγγέλλω μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. Ἀλληλούϊα. (γ ) Ἦχος πλ. α. (Ψαλμὸς πη ) Στίχ. α. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. (πη 2) Στίχ. β. Ὅτι εἶπας εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. (πη 3) Στίχ. γ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. (πη 6) Στίχ. δ. Ὁ Θεός, ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. (πη 8) 12

ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ἰωάννην (Ἰω. ι 1 9) Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστι καὶ λῃστής ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί ἀλλ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα δι ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν, ἀντὶ τοῦ Εἴδομεν Ἦχος πλ. α. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀἀνναασσττὰὰςς ἐἐκκ ννεεκκρρῶνν....... Ἀντὶ δὲ τοῦ ʹδι εὐχῶνʹ, ἐκφώνησις ὑπὸ τοῦ λειτουργοῦ Χρρι ιισσττὸὸςς ἀἀννέέσσττηη ἐἐκκ ννεεκκρρῶνν,,, θθααννάάττῳ θθάάννααττοονν ππααττήήσσααςς,,, κκααὶ ὶὶ ττοοῖ ῖῖςς ἐἐνν ττοοῖ ῖῖςς μμννήήμμαασσι ιι,,, ζζωὴὴνν χχααρρι ιισσάάμμεεννοοςς... ὁ δὲ Χορὸς ἀποκρίνεται ἐμμελῶς Ἀληθῶς ἀνέστη ὁ Κύριος. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 13