Pinaks of possible Panegyrikon Readings according to the Typikon of Saint Saviour Codex Messinensis GR 115 (A.D. 1131) Ἀκολουθία τῆς Ἁγίας Μ, ἀρχομένη ἀπὸ τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου μέχρι τῶν Ἁγίων Πάντων. Movable Cycle: Tessarakoste and Pentecost Τῇ Κυριακῇ, ἐν ᾗ ἀναγινώσκεται τὸ ἱερὸν Εὐαγγέλιον τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου. Ἀνάγνωσις, εἰ ἔχει, εἰς τὸν Τελώνην. Εἰ δ οὐδέν, τοῦ κατὰ τὴν ἡμέραν ἁγίου, ἢ ἐκ τῆς προκειμένης βίβλου. Τῇ Κυριακῇ ἐν ᾗ ἀναγινώσκεται τὸ ἱερὸν Εὐαγγέλιον τοῦ Ἀσώτου. Τῷ Σαββάτῳ τῆς Ἀποκρέω. Ἀνάγνωσις τοῦ Χρυσοστόμου εἰς τὸν ἄσωτον, οὗ ἡ ἀρχή Ἀεὶ μὲν τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ἀνάγνωσις τοῦ ἁγίου Ἰωάννου τοῦ δαμασκηνοῦ, οὗ ἡ ἀρχή Τὰ τῶν βρωμάτων ἡδέα. Καὶ εἰ εὑρέθῃ καὶ τοῦ ἁγίου Ἀνδρέου Κρήτης. 161 r 161 v 162 v Κυριακῇ τῆς Ἀποκρέω. τῇ Δευτέρᾳ {τῆς Τυρινῆς} Ἀνάγνωσις τοῦ ἁγίου Ἐφραὶμ εἰς τὴν δευτέραν παρουσίαν, οὗ ἡ ἀρχή Πᾶσα ἑορτὴ καὶ πρᾶξις. Καὶ ἀνάγνωσις ἔχει δὲ ἀνάγνωσιν καὶ Εὐσεβίου ἀρχιεπισκόπου Ἀλεξρανδρείας εἰς τὴν δευτέραν παρουσίαν, οὗ ἡ ἀρχή Μετὰ τὴν τοῦ Κυρίου. [ ] Ἀνάγνωσις, λόγος τοῦ Θεολόγου περὶ φιλοπτωχείας, οὗ ἡ ἀρχή Ἄνδρες ἀδελφοί. 163 v 164 v Ὁ δὲ ὄρθρος τῆς Τρίτης {τῆς Τυρινῆς} Ἀναγινώσκομεν δὲ τὸ ἐπίλοιπον τοῦ περὶ φιλοπτωχείας λόγου. 165 r Τῇ Δ {τῆς Τυρινῆς} Ἀνάγνωσις, λόγος τοῦ μεγάλου Βασιλείου εἰς τὰ Ἠθικά, περὶ νηστείας, οὗ ἡ ἀρχή Σαλπίσατε φησίν. Καὶ εἰ ἔστι, καὶ ὁ τοῦ Γρηγορίου Νύσης περὶ νηστείας. 165 v Τῇ Ε τῆς Τυρινῆς. Ἀνάγνωσις, τὸ ἐπίλοιπον τοῦ ἁγίου Γρηγορίου Νύσης, εἰ ἔστιν, ἢ ἀνάγνωσις τοῦ ἁγίου, ἢ ἐκ τῆς προκειμένης βίβλου. 167 r Τῇ Παρασκευῇ {τῆς Τυρινῆς} 167 v 92
Ἀνάγνωσις τοῦ μεγάλου Βασιλείου εἰς τὰ Ἠθικὰ περὶ νηστείας, οὗ ἡ ἀρχή Παρακαλεῖτε. Τῷ Σαββάτῳ τῆς Τυρινῆς. Ἀνάγνωσις, τοῦ ἁγίου Ἐφραίμ λόγος εἰς τοὺς ἐν Χριστῷ κεκοιμημένους, οὗ ἡ ἀρχή Τί τοῦτο σήμερον ἀγαπητοί. 168 r Κυριακῇ τῆς Τυρινῆς. Ἀνάγνωσις, τοῦ Χρυσοστόμου λόγος εἰς τὴν εἴσβασιν τῶν νηστειῶν καὶ εἰς τὴν ἐξορίαν τοῦ Ἀδάμ, οὗ ἡ ἀρχή Πρόκειται ἡμῖν ἀγαπητοί. 168 v Τῇ Β τῆς α ἑβδομάδος. Τῇ Γ τῆς α ἑβδομάδος. Ἀνάγνωσις εἰς τὸ Ἑξαήμερον τοῦ Χρυσοστόμου ἀπὸ γὰρ τῆς σήμερον ἄρχεται ἀναγινώσκεσθαι τὰς ε ἡμέρας τῆς ἑβδομάδος, ὑπερξηρημένων τῶν σαββατοκυριακῶν, μέχρι τῆς Παρασκευῆς τῆς ϛ ἑβδομάδος. Ἀναγνώσεις ἐκ τῆς Ἑξαημέρου καθ ἓν κάθισμα α. 170 v 184 r Τῇ Παρασκευῇ {τῆς α ἑβδομάδος} Αἱ δὲ ἀναγνώσεις τῶν Ἀσκητικῶν τοῦ Μεγάλου Βασιλείου προτίθενται ὅταν δόξῃ τῷ προεστῶτι. Σαββάτῳ α τῶν Νηστειῶν, τοῦ ἁγίου μεγαλομάρτυρος Θεοδώρου. Καὶ ἀνάγνωσις, ἐγκώμιον εἰς τὸν ἅγιον Θεόδωρον Νικητοῦ φιλοσόφου, οὗ ἡ ἀρχή Τὶ λαμπρὰ καὶ διαυγής, ζήτει εἰς τὴν Μετάφρασιν. Καὶ ἀνάγνωσις περὶ τῶν κολύβων, εἰς δόσεις β, εἰς τὴν Μετάφρασιν. 186 r 188 r Κυριακῇ α τῶν Νηστειῶν, τῆς Ὀρθοδοξίας, καὶ μνήμη τῶν ἁγίων προφητῶν Μωυσέως καὶ Ἀαρών. Ἀνάγνωσις, λόγος Ἰωάννου Δαμασκηνοῦ εἰς τὰς σεπτὰς εἰκόνας, οὗ ἡ ἀρχή [ ]. Καὶ ἀνάγνωσις. 188 v Σαββάτῳ β τῶν Νηστειῶν. Κυριακῇ β τῶν ἁγίων Νηστειῶν. Ἔπειτα μετὰ τὴν ἀνάγνωσιν, ἄμωμος ἄνεου τοῦ Ἀλληλούια. Ἀνάγνωσιν δὲ τοῦ ἁγίου Ἀναστασίου τοῦ Σινᾶ εἰς τὸν ϛ ψαλμὸν ἀναγινώσκομεν, οὗ ἡ ἀρχή Πρόκειται, ζήτει εἰς το Πανηγυρικόν. Εἰ δὲ τύχῃ ἅγιος ἔχων ἀνάγνωσιν, ἀναγινώσκεται ἡ ἀνωτέρω εἰς τὸ ἐπερχόμενον Σάββατον. Εἰ δὲ καὶ ἐν ἐκείνῳ περικόψει τι, ἐν τῷ ἑτέρῳ ἐν γὰρ Σαββάτῳ ἐτυπώθη ἀναγινώσκεσθαι. Αἱ ἀναγνώσεις ἐκ τῆς προκειμένης βίβλου τῶν Ἀνδριάντων τούτους γὰρ ἀναγινώσκομεν τὰς Κυριακὰς τῆς Μ, εἰ μὴ περικόψει τις ἁγίου ἀνάγνωσις. 192 r 192 v 93
Κυριακῇ γ τῶν Νηστειῶν. Ἡ ἀνάγνωσις ἐκ τῆς προκειμένης βίβλου. 193 r Τῇ Δ τῆς μέσης ἑβδομάδος. Ἀνάγνωσις τοῦ Χρυσοστόμου εἰς τοὺς Ἀνδριάντας, λόγος ιη, οὗ ἡ ἀρχή Πολλοὺς εἶδον, εἰς δόσεις β. Ἀνάγνωσις εἰς τὸ κατὰ Ματθαῖον τὸ Ἠθικὸν τοῦ νδ λόγου. Ἔχει καὶ εἰς τὸ Πανηγυρικὸν λόγον, οὗ ἡ ἀρχή Εὐλογητὸς ὁ Θεὸς. 194 v Τῇ Ε τῆς ε ἑβδομάδος ψάλλεται ὁ μέγας κανών. Ἀναγινώσκομεν δὲ τὸν βίον τῆς ὁσίας Μαρίας τῆς αἰγυπτίας, εἰς δόσεις γ. 196 r Ἡ Ἀκάθιστος ψάλλεται πρὸ πέντε ἡμέρας τοῦ Εὐαγγελισμοῦ. Ἔπειτα προτίθεται ἡ ἀνάγνωσις τοῦ ἀκαθίστου πρὸ τοῦ θρονίου τοῦ πατρὸς ἐν τῷ ἀναλογίῳ, καὶ συναγόμεθα πάντες οἱ ἀδελφοὶ ἐκεῖσε καὶ ἱστάμεθα κύκλοσε. 198 r Τῇ Δ τῆς ϛ ἑβδομάδος. Ἀναγινώσκομεν εἰς τὸ κατὰ Ἰωάννην τὴν Ἑρμηνείαν τοῦ Χρυσοστόμου, εἰς τὴν περικοπὴν τοῦ Λαζάρου Ἦν τις ἀσθενῶν Λάζαρος, λόγος ξβ, εἰς δόσεις β, καὶ τὸ ἥμισυ τοῦ ξγ. Ὁμοίως καὶ τῇ Ε, τὸ ἐπίλοιπον καὶ τὸν ξδ. 199 v Τῂ δὲ Παρασκευῇ. Τοῦ Χρυσοστόμου εἰς τὸν Λάζαρον εἰς τὸ Πανηγυρικόν, ἢ τὴν κατήχησιν τοῦ αὐτοῦ περὶ μνησικακίας, εἰ εὑρεθῇ, οὗ ἡ ἀρχή Πρὸς τὸ τέλος ἡμῖν λοιπὀν. 199 v Σαββάτῳ τοῦ ὁσίου πατρὸς ἡμῶν Λαζάρου. Ἀνάγνωσις, λόγος Ἀνδρέου Κρήτης εἰς τὸν Λάζαρον, οὗ ἡ ἀρχή Λάζαρος τὸν παρόντα συγκεκρότηκε, εἰ ἔχει ἡ ὥρα, εἰς δόσεις γ. 200 r Τῇ Κυριακῇ τῶν Βαΐων. Εἶτα ἀνάγνωσις, λόγος Ἀνδρέου Κρήτης, οὗ ἡ ἀρχή Χθὲς ἡμᾶς μετὰ τοῦ δεσπότου Λάζαρος, εἰς δόσεις β, ζήτει εἰς τὸ Πανηγυρικόν. Ἔχει καὶ λόγον τοῦ Χρυσοστόμου. Ἔχει δὲ καὶ λόγον κυρίου Λέοντος τοῦ δεσπότου. 201 r Τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Β. Ἀνάγνωσις, λόγος τοῦ ἁγίου Ἐφραὶμ εἰς τὸν πάγκαλον Ἰωσήφ, ζήτει εἰς τὸ Πανηγυρικόν. Ἤ, εἰ εὑρεθῂ, τοῦ Χρυσοστόμου λόγος, δι ἣν αἰτίαν καλεῖται μεγάλη ἑβδομάς, οὗ ἡ ἀρχή Διηνύσαμεν τῆς νηστείας. Ἢ εἰς τὸ κατὰ Ματθαῖον β βιβλίον, τὴν Ἑρμηνείαν τοῦ μέλλοντος ἀναγινώσκεσθαι εἰς τὴν λειτουργίαν εὐαγγελίου. 203 v 94
Τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Γ. Ἀνάγνωσις εἰς τὸ Πανηγυρικόν, λόγος τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τὰς ι παρθένους, οὗ ἡ ἀρχή Ὅταν τὸ εὐδαπάνητον, εἰς δόσιν α. Καὶ εἰς τὴν Ἑρμηνείαν τοῦ κατὰ Ματθαῖον τοῦ μέλλοντος ἀναγνωσθῆναι εἰς τὴν λειτουργίαν εὐαγγελίου. 205 r Τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Δ. Ἀνάγνωσις εἰς τὸ Πανηγυρικόν, λόγος τοῦ Χρυσοστόμου εἰς τὴν πόρνην. 206 r Καὶ ἕτερος τοῦ ἁγίου Ἐφραίμ. Καὶ εἰς τὸ κατὰ Ματθαῖον τοῦ εὐαγγελίου τῆς λειτουργίας. Τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Ε. Τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Παρασκευῇ. Ὥρα γ Ὥρα θ Καὶ ἀνάγνωσις, τοῦ Χρυσοστόμου λόγος εἰς τὴν προδοσίαν καὶ εἰς τὴν παράδοσιν τῶν θείων μυστηρίων, οὗ ἡ ἀρχή Ὀλίγα ἀνάγκη σήμερον πρὸς τὴν ὑμετέραν, εἰς δόσεις β. Εἰ δὲ καὶ εἰς δόσιν μίαν ἀναγνωσθείῃ ὁ ἀνωτέρω λόγος, ἀναγινώσκομεν τὸν ἕτερον λόγον τοῦ Χρυσοστόμου, τὸν εἰς τὴν προδοσίαν καὶ τὸ πάθος τοῦ Κυρίου ζήτει αὐτοὺς εἰς τὸ Πανηγυρικόν. Καὶ εὐθὺς ἀνάγνωσις, ἐν τῷ Πανηγυρικῷ. Δύο δὲ ἔχει λόγους ἕνα τοῦ ἁγίου Πρόκλου, καὶ ἕτερον τοῦ ἁγίου Ἀθανασίου. Ἀναγινώσκεται δὲ ὃν ἂν προτρέψῃ ὁ προεστώς. Ὁ γὰρ τοῦ Χρυσοστόμου λόγος ἀναγινώσκεται παρὰ τοῦ πατρὸς ἐν τῷ ἑσπερινῷ. Μετὰ δὲ τὴν συμπλήρωσιν τοῦ εὐαγγελίου προτίθεται ἀνάγνωσις, Γεωργείου Νικομηδείας λόγος εἰς τὸν Σταυρὸν καὶ εἰς τὴν ἁγίαν Θεοτόκον, οὗ ἡ ἀρχή Πρὸς ὑψηλοτάτην. Ἀναγινώσκεται δὲ παρὰ τοῦ πατρός, εἰς δόσεις β. Προτίθεται ἡ ἀνάγνωσις, καὶ ἀναγινώσκεται τὸ λοιπὸν τοῦ λόγου. 207 r 210 r Ἀρχόμεθα τοῦ λυχνικοῦ Καὶ ἀπολύει. Καὶ προτίθεται ἀνάγνωσις, λόγος τοῦ Χρυσοστόμου, εἰς τὸ Πάτερ εἰ δύνατον. Καὶ ἀναγινώσκεται παρὰ τοῦ πατρός. Τῷ Ἁγίῳ καὶ Μεγάλῳ Σαββάτῳ Καὶ ἀνάγνωσις, εἰς τὸ Πανηγυρικόν, λόγος τοῦ ἁγίου Ἐπιφανίου, οὗ ἡ ἀρχή Τί τοῦτο σήμερον σιγή. Ἔχει καὶ λόγον τοῦ ἁγίου Γρηγορίου Νύσης. Καὶ τοῦ κυρίου Λέοντος τοῦ δεσπότου. 216 r Τῇ Ἁγίᾳ καὶ Ζωηφόρῳ Νυκτὶ τῆς Ἐργέρσεως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Καὶ ἀνάγνωσις, τοῦ Θεολόγου λόγος εἰς τὸ Πάσχα, οὗ ἡ ἀρχή Ἐπὶ τῆς φυλακῆς μου στήσομαι φησίν. Εἶτα πάλιν ἀνάγνωσις. Καὶ εἰ δόξει τῷ προεστῶτι, καὶ καθ ἑκάστην ᾠδήν, μετὰ τὴν συναπτήν, γίνεται ἀνάγνωσις. 221 r 95
Ἐν ἀρχῇ δὲ τοῦ ἀσπασμοῦ προτίθεται ἀνάγνωσις τοῦ Θεολόγου ἐπάνω ἐν τῷ ἄμβωνι, οὗ ἡ ἀρχή Ἀναστάσεως ἡμέρα καὶ ἡ ἀρχὴ δεξιά. Καὶ γινομένου τοῦ ἀσπασμοῦ, ἀναγινώσκεται ἡ ἀνάγνωσις παρὰ τοῦ προτραπέντος. Εἶτα προτίθεται ἀνάγνωσις τοῦ Χρυσοστόμου εἰς τὸ Πάσχα καὶ εἰς τὸν ἁσπασμόν, οὗ ἡ ἀρχή Εἴ τις εὐλαβὴς καὶ φιλόθεος. Ζήτει αὐτὸν εἰς τὸ τέλος τοῦ μεγάλου βιβλίου τοῦ Στουδίτου. Καὶ ἀναγινώσκεται παρὰ τοῦ πατρός. Κυριακῇ τοῦ Ἀντίπασχα. Ἀνάγνωσις, λόγος τοῦ Θεολόγου Ἐγκαίνια τιμᾶσθαι. 228 v Τῇ Β τοῦ Ἀντίπασχα. Ἀνάγνωσις [ ]. Ἐὰν ἀνεγνώσθη χθὲς ἐκ ταύτου, τελεῖ τοῦτο σήμερον. Ἀρχόμεθα δὲ ἀναγινώσκειν ἀπὸ τῆς σήμερον μέχρι τῶν ἁγίων Πάντων καὶ τὴν Ἑρμηνείαν τοῦ Χρυσοστόμου εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον. Εἰ δὲ τύχῃ ἀναμεταξὺ βίος ἢ μαρτύριον ἁγίου, ἀναγινώσκονται κἀκεῖνα ἐν τῇ ἡμέρᾳ αὐτῶν. 230 v Κυριακῇ β. Ἡ ἀνάγνωσις, ζήτει εἰς τὸ Πανηγυρικόν [ ]. 232 r Κυριακῇ γ τοῦ Παραλύτου. Ἀνάγνωσις. Καὶ ἀνάγνωσις ἀναγινώσκομεν εἰς τὴν περικοπὴν τοῦ εὐαγγελίου, ἐκ τῆς Ἑρμηνείας τοῦ κατὰ Ἰωάννην λόγους β λϛ καὶ λζ, εἰς ἀναγνώσεις β. 234 r Τῇ Β. Ἀνάγνωσις ἐκ τῆς ἀκολουθίας τοῦ κατὰ Ἰωάννην. 234 v Τῇ Δ τῆς Μεσοπεντηκοστῆς. Ἀνάγνωσης, εἰ οὐκ ἔχει τοῦ Χρυσοστόμου εἰς τὸ Μὴ κρίνετε κατ ὄψιν λόγον, ἕτερον λόγον αὐτοῦ ὃν ἔχει ἐν τῷ Πανηγυρικῷ. Ἔχει δὲ καὶ ἕτερον λόγον Λέοντος πρεσβυτέρου. 235 r Τῷ Σαββάτῳ. Εἰς τὸ ὄρθρον Ἀνάγνωσις, ἐκ τοῦ κατὰ Ἰωάννην ἢ ἐκ τῆς ἑορτῆς. 237 r Κυριακῇ δ τῆς Σαμαρείτιδος. Ἀνάγνωσις, εἰς τὴν κατὰ Ἰωάννην ἑρμηνείαν, λόγοι λα, λβ, λγ καὶ λδ ἀναγινώσκεται ὅσον ἀναγνωσθῇ, καὶ τὰ ἐπίλοιπα μένει εἰς τὸν ὄρθρον τῆς β καὶ τοὺς λοιπούς. Ἀπὸ ϛ, κοντάκιον τοῦ τυφλοῦ, καὶ εἰ εὑρεθείη, ἀνάγνωσις τοῦ Χρυσοστόμου εἰς αὐτόν. 237 v 96
{Τῇ Β } Ἀνάγνωσις, ἐκ τῶν τοῦ κατὰ Ἰωάννην λόγων. 238 r Κυριακῇ ε τοῦ Τυφλοῦ. Ἀνάγνωσις, ἐκ τοῦ κατὰ Ἰωάννην εἰς τὴν περικοπὴν τοῦ εὐαγγελίου τῆς ἡμέρας, λόγοι νϛ, νζ καὶ νη ὅσον ἐξ αὐτῶν ἀναγνωσθῇ, καὶ τὰ λοιπὰ εἰς τὸν ὄρθρον τῆς Β καὶ λοιπούς. Καὶ εἰ εὑρεθείη, ἀνάγνωσις τοῦ Χρυσοστόμου εἰς αὐτόν. 239 r Τῇ Δ. Ἀνάγνωσις, ἐκ τῆς προκειμένης βίβλου. 239 r Τῇ Ε τῆς Ἁγίας Ἀναλήψεως. Ἀνάγνωσις, εἰς τὸ Πανηγυρικόν, τοῦ Χρυσοστόμου λόγοι β, καὶ τοῦ ἁγίου Κυρίλλου α, καὶ Πρόκλου Κωνσταντινουπόλεως α, καὶ τοῦ κυρίου Λέοντος τοῦ δεσπότου α. 240 r Κυριακῇ [ ] τῶν Ἁγίων Πατέρων τῶν ἐν Νικαία. Καὶ ἀνάγνωσις [ ]. 242 v Τῇ Κυριακῇ τῆς Ἁγίας Πεντηκοστῆς. Ἀνάγνωσις, λόγος τοῦ Θεολόγου Περὶ τῆς ἑορτῆς βραχέα, τὸ ἥμισυ. Καὶ τὸ λοιπὸν τῆς ἀναγνώσεως. Τῇ ἑσπέρᾳ Ἔπειτα ἀναγινώσκεται ἡ κατήχησις παρὰ τοῦ πατρὸς. 244 r Τῇ Β τοῦ Ἁγίου Πνεύματος. Τῇ Γ. Αἱ ἀναγνώσεις. Ἀνάγνωσις, [ ]. Ἔχει δὲ καὶ ἀνάγνωσιν εἰς τὸ κατὰ Ἰωάννην, λόγον τὸν να Ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 249 v 251 r Τῇ Παρασκευῇ. Ἀνάγνωσις, [ ]. 251 v Σαββάτῳ μετὰ τὴν Πεντηκοστήν, ἤγουν τῶν Ἁγίων Πάντων. Εἰς δὲ τὸν ὄρθρον, τῇ Κυριακῇ Καὶ ἀνάγνωσις εἰς τὸ Πανηγυρικόν, λόγος τοῦ ἁγίου Ἐφραὶμ εἰς τοὺς Ἁγίους Πάντας. Ἔχει δὲ λόγον εἰς αὐτοὺς καὶ τοῦ κυρίου Λέοντος τοῦ δεσπότου. 250 r 97