Pinaks of possible Panegyrikon Readings according to the Typikon of Saint Saviour Codex Messinensis GR 115 (A.D. 1131) Συναξάριον, ἤγουν Τυπικόν, Κανονάριον, περιέχον τοῦ ὅλου χρόνου τὴν τῆς Ἐκκλησίας ἀκολουθίαν τῆς μεγάλης καὶ περιβλέπτου Μονῆς τοῦ Σωτήρος Immovable Cycle Μὴν Σεπτέμβριος Εἰς τὴν α, ἀρχὴ τῆς ἰνδίκτου, καὶ μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου. Εἰς τὸ Θεὸς Κύριος Ἀνάγνωσις εἰς τὴν Μετάφρασιν, ὁ βίος τοῦ ὁσίου Συμεώνην τὸν πάνυ. 17 r 17 r Εἰς τὰς γ, μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Ἀνθίμου. Ἀνάγνωσις, τὸ μαρτύριον τοῦ ἁγίου εἰς τὴν Μετάφρασιν, οὗ ἡ ἀρχή Τίς οὐκ οἶδε τὴν Νικομήδους. 19 v Εἰς τὰς η, τὸ Γενέσιον τῆς ὑπεραγίας Θεοτόκου. Ἔχει δὲ καὶ εἰς τὸ βιβλίον τοῦ κυρίου Λέοντος τοῦ δεσπότου, εἰς τὴν αὐτὴν ἑορτὴν, λόγον οὗ ἡ ἀρχή Αὕτη ἡ ἡμέρα Κυρίου. Καὶ εἰς τὸ Πανηγυρικόν, ἱστορίαν Ἰακώβ, οὗ ἡ ἀρχή Ἐν ταῖς ἱστορίαις τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ. 23 v Εἰς τὰς θ, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης. Καὶ ἀνάγνωσις τῆς ἐορτῆς. Εἰς τὰς ιδ, ἡ Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. Εἰς δὲ τὸν ὄρθρον Ἀνάγνωσις Ἀνδρέου Κρήτης, οὗ ἡ ἀρχή Σταυροῦ πανήγυριν. 24 r 26 v Εἰς τὰς κα, τοῦ ἁγίου ἱερομάρτυρος Κοδράτου. Ἀνάγνωσις τοῦ Σταυροῦ. 32 v Εἰς τὰς κγ, ἡ σύλληψις τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου. Ἀνάγνωσις, εἰ ἔστιν, εἰς τὴν σύλληψιν τοῦ Προδρόμου. Εἰ δ οὐδέν, ἑτέρα. 33 r Εἰς τὰς κϛ, ἡ μετάφρασις τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ θεολόγου. Ἀνάγνωσις, ὑπόμηνμα εἰς τὸν Θεολόγον, οὗ ἡ ἀρχή Ὅτι μὴ πολὺ τῶν ἀγγέλων. Ἀπὸ τοῦ Θεολόγου ἀρχόμεθα στιχολογεῖν καθίσματα β καὶ ἀναγνώσεις γ. 34 v Μὴν Ὀκτώβριος Εἰς τὰς θ, τοῦ ἁγίου ἀποστόλου Ἰακώβου τοῦ Ἀλφαίου. 37 r 40 r 83
Ἀνάγνωσις, ἐκ τοῦ προκειμένου βιβλίου. Μὴν Νοέμβριος Εἰς τὰς η, ἡ σύναξις τοῦ ἀρχιστρατήγου Μιχαὴλ καὶ πασῶν τῶν ἐπουρανίων δυνάμεων. Ἀνάγνωσις, εἰς τοὺς ἀσωμάτους τοῦ ἐν ἁγίοις Γεωργίου τοῦ ἁγιοπολίτου λόγος ἐγκωμιαστικόν, οὗ ἡ ἀρχή Καὶ πάλαι τῷ θείῳ Δαυὶδ περὶ ἡμῶν πάντως ζήτει ἀυτὸν εἰς τὴν Μετάφρασιν τοῦ Νοεμβρίου εἰς τὸ τέλος τοῦ μηνός. Εἰς τὰς ιθ, τοῦ ἁγίου προφήτου Ἀβδιοῦ, καὶ τοῦ ἁγίου μάρτυρος Βαρλαάμ. Ἀναγινώσκεται εἰς τὸν ὄρθρον ἐγκώμιον τοῦ ἁγίου Βασιλείου εἰς τὸν μάρτυρα Βαρλαάμ, οὗ ἡ ἀρχή Πρότερον μὲν τῶν ἁγίων ζήτει αὐτὸ ἐν τοῖς Ἠθικοῖς τοῦ μεγάλου Βασιλείου. 45 v 48 v 55 v Εἰς τὰς κ, τοῦ ὁσίου πατρὸς ἡμῶν Πρόκλου, καὶ τοῦ ὁσίου Γρηγορίου τοῦ δεκαπολίτου, καὶ προεόρτια τῶν Εἰσοδίων τῆς ἁγίας δεσποίνης ἡμῶν Θεοτόκου. Ἀνάγνωσις, ἐκ τοῦ προκειμένου βιβλίου. 55 v Εἰς τὰς κα, τὰ Εἰσόδια τῆς ὑπεραγίας καὶ πανασπίλου δεσποίνης ἡμῶν Θεοτόκου ἐν τῷ ναῷ. 56 r Ἀναγνώσματα, εἰς τὴν αὐτὴν ἑορτὴν Γεωργίου ῥήτορος ποίημα, λόγοι β ζήτει αὐτοὺς εἰς τὸ τέλος τῆς Μεταφράσεως τοῦ Νοεμβρίου. Ἀνάγνωσμα ἐκ τῶν ἀνωτέρω ἢ τοῦ κυρίου Λέοντος τοῦ δεσπότου ζήτει αὐτὸ εἰς τὴν βίβλον αὐτοῦ. Εἰς τὰς κβ, τῆς ἁγίας μάρτυρος Καικιλίας. Ἀπὸ γ, κάθισμα, καὶ ἀνάγνωσις ἐκ τῆς προκειμένης βίβλου. 57 r Εἰς τὰς δ, τῆς ἁγίας μάρτυρος Βαρβάρας. Ἐν τῇ τραπέζῃ Μὴν Δεκέμβριος Ἀνάγνωσις, τὸ μαρτύριον τῆς ἁγίας, οὗ ἡ ἀρχή Μαξιμιανῷ τῷ δυσσεβεῖ. Ζήτει καὶ εἰς τὸ Πανηγυρικὸν ἀνάγνωσιν, Γεωργείου γραμματέως ἐγκώμιον εἰς τὴν ἁγίαν μεγαλομάρτυρον Βαρβάραν, οὗ ἡ ἀρχή Ἐπειδὴ ἡ τῆς μάρτυρος πανσεβάσμιος μνήμη. Εἰς τὰς ϛ, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου. Ἀνάγνωσις, ὁ βίος αὐτοῦ, οὗ ἡ ἀρχή Σοφόν τι χρῆμα ζωγράφου χεὶρ καί. Ἀναγινώσκονται τὰ θαύματα αὐτοῦ ζήτει αὐτὰ εἰς τὸ Πανηγυρικὸν Μέγα βιβλίον. 60 r 60 r 61 r Εἰς τὰς ζ, τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀμβροσίου. Ἀνάγνωσις, ἐγκώμιον τοῦ ἁγίου Νικολάου, οὗ ἡ ἀρχή Ἄνθρωπε τοῦ Θεοῦ καὶ πιστὲ θεράπον ζήτει αὐτὸ εἰς τὸ Πανηγυρικὸν βιβλίον. Ἀνάγνωσις, ὁ βίος αὐτοῦ, οὗ ἡ ἀρχή Οὐαλεντινιανὸς μετὰ τὴν τελευτήν. 62 v Εἰς τὰς η, τοῦ ὁσίου πατρὸς ἡμῶν Παταπίου. 63 r 84
Ἀναγινώσκεται εἰς τὸν ὄρθρον ὁ βίος αὐτοῦ εἰς μίαν καταβολήν, καὶ τοῦ ἁγίου Νικολάου λόγος τοῦ κυρίου Λέοντος τοῦ δεσπότου εἰς τὴν βίβλον αὐτοῦ. Εἰς τὰς θ, ἡ Σύλληψις τῆς ἁγίας Ἄννης. Ἀνάγνωσις, εἰ εὑρεθείῃ, Γεωργίου λόγος εἰς τὴν αὐτὴν ἑορτήν. Εἰ δ οὗν, ἐκ τῆς προκειμένης βίβλου. 63 r Κυριακῇ τῶν Ἁγίων Προπατόρων. Ἀνάγνωσις, τοῦ Χρυσοστόμου λόγος εἰς τὸν Ἀβραάμ ζήτει αὐτὸν εἰς τὴν μεγάλην Ἑξαήμερον, οὑ ἡ ἀρχή []. Ἔχει δὲ καὶ εἰς τὸ Πανηγυρικὸν λόγους β τοῦ ἁγίου Ἀθανασίου ἀναγινώσκονται ὄτε προτεθῶσιν. 65 v Κυριακῇ πρὸ τῆς Χριστοῦ Γεννήσεως, τῶν Ἁγίων Πατέρων. Ἀνάγνωσις, τοῦ Χρυσοστόμου λόγος εἰς τὸν μακάριον Φιλογόνιον, οὗ ἡ ἀρχή Ἐγὼ μὲν καὶ τήμερον. Ἡμεῖς γὰρ ἐν ταύτῃ Κυριακῇ ἀναγινώσκομεν αὐτόν, εἰ καὶ ἐν ἄλλοις Τυπικοῖς γέγραπται ἀναγινώσκεσθαι πρὸ πέντε ἡμέρας τῶν Χριστουγέννων τὸ δ αἴτιον, διότι πάντες οἱ ἀδελφοὶ τῇ Κυριακῇ εἰσι συνηθροισμένοι ἐν τῇ μονῇ. Καὶ ἀνάγνωσις τοῦ ἁγίου. Ἔχει εἰς τὸ Πανηγυρικὸν λόγον Χρυσοστόμου εἰς τοὺς γ παῖδας, οὗ ἡ ἀρχή Καινὸν ὡς ἀληθῶς. Καὶ ἕτερον λόγον Τὰ ὀνόματα τῶν προφητῶν. Ἀναγινώσκονται δὲ ὅταν προτεθῶσιν. 67 r Εἰς τὰς κδ, προεόρτιον, καὶ τῆς ὁσίας μάρτυρος Εὐγενίας, ἧς τὸν κανόνα ψάλλομεν εἰς τὸ μεσονύκτιον. Ἀνάγνωσις, λόγος τοῦ Θεολόγου εἰς τὸν ἐξισωτὴν Ἰουλιανόν, οὗ ἡ ἀρχή Τίς ἡ τυραννίς. 69 v Εἰς τὰς κε, ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰς τὸ Θεὸς Κύριος Εἶτα ἀνάγνωσις, λόγος τοῦ Θεολόγου, οὗ ἡ ἀρχή Χριστὸς γεννᾶται, δοξάσατε Χριστὸς ἐξ οὐρανῶν. 75 v Καὶ πάλιν ἀνάγνωσις, τὸ ἐπίλοιπον τοῦ Θεολόγου. Καὶ ἀνάγνωσις εἴτε ἐὰν μείνῃ, ἐκ τοῦ Χριστὸς γεννᾶται, εἴτε τὸ Χριστὸς γέννησις, λόγος τοῦ ἁγίου Βασιλείου [ζήτει αὐτὸν εἰς τὸ βιβλίον τῶν] [Δρόσων]. Ἔχει δὲ καὶ εἰς τὸ βιβλίον κυρίου Λέοντος τοῦ Δεσπότου ἕτερον λόγον, καὶ εἰς τὸ Πανηγυρικὸν λόγους διαφόρους. Εἰς τὰς κϛ, τῇ ἐπαύριον. Καὶ ἀνάγνωσις Χριστοῦ γέννησις. Καὶ ἀνάγνωσις, τὸ ἐπίλοιπον. 78 r Κυριακῇ μετὰ τὴν Χριστούγενναν. Ἀνάγνωσις, εἴτε τῆς ἑορτῆς, εἴτε τοῦ κατὰ τὴν ἡμέραν ἁγίου εἰ ἔχει. 79 r 85
Εἰς τὰς κζ, τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου. Ἀνάγνωσις, ἐγκώμιον τοῦ Νύσσης εἰς τὸν πρωτομάρτυρα, οὗ ἡ ἀρχή Ὡς καλὴ τῶν ἀγαθῶν ἡ ἀκολουθία ζήτει [ ]. Εἰς τὰς κθ, τῶν ἁγίων νηπίων, καὶ τοῦ ὁσίου Μαρκέλλου. Ἀναγινώσκομεν δὲ εἰς τὸν ὄρθρον εἰς τὰ ἅγια νήπια ἀνάγνωσιν τρεῖς γὰρ ἔχει εἰς τὸ Πανηγυρικὸν λόγους εἰς αὐτά. Ἀναγινώσκομεν δὲ καὶ εἰς τὴν Μετάφρασιν τὸν βίον τοῦ ὁσίου, οὗ ἡ ἀρχή Ἔννοιά μοι πολλάκις γέγονε τί δή ποτε. 79 v 81 r Μὴν Ἰαννουάριος Εἰς τὴν α, ἡ ὀκταήμερος περιτομὴ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Βασιλείου. 81 v 81 v Ἀνάγνωσις, ὁ ἐπιτάφιος, οὗ ἡ ἀρχή Ἔμελλεν ἄρα. Ἔχει δὲ εἰς τὸ τῶν Δρόσων βιβλίον, τοῦ ἁγίου Γρηγορίου Νύσης ἐπιτάφιον εἰς τὸν μέγαν Βασίλειον. Καὶ εἰς τὸ Πανηγυρικόν, τὰ θαύματα αὐτοῦ, ἃ ἀναγινώσκονται εἰς τὴν τραπέζην. Εἰς τὰς β, προεόρτιον τῶν Φώτων, καὶ μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Σιλβέστρου πάπα Ῥώμης. Ἀνάγνωσις, ὁ βίος τοῦ ὁσίου, οὗ ἡ ἀρχή Εὐσεβίου τοῦ Παμφίλου, ζήτει εἰς τὸ Μέγα Πανηγυρικόν. 83 v Εἰς τὰς γ, προεόρτιον, καὶ τοῦ ἁγίου μάρτυρος Γορδίου, καὶ τοῦ ἁγίου προφήτου Μαλαχίου. 84 v Εἰς δὲ τὸν ὄρθρον ἀναγινώσκομεν ἐγκώμιον τοῦ ἁγίου Βασιλείου εἰς τὸν ἅγιον μάρτυρα Γόρδιον, οὗ ἡ ἀρχή Νόμος ἐστὶ φύσεως ταῖς μελίσσαις ζήτει αὐτὸ εἰς τὰ Ἠθικὰ τοῦ ἁγίου Βασιλείου. Εἰς τὰς ε, ἡ παραμονὴ τῶν Φώτων. Ἀνάγνωσις, τοῦ ἁγίου Βασιλείου λόγος προτρεπτικὸς εἰς τὸ βάπτισμα, οὗ ἡ ἀρχή Ὁ μὲν σοφὸς Σολομών, ζήτει εἰς τὸ βιβλίον τῶν Δρόσων. Καὶ πάλιν ἀνάγνωσις. 84 v Εἰς τὰς ϛ, ἡ Βάπτισις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰς τὸ Θεὸς Κύριος Εἴτα ἀνάγνωσις [ ] Πάλιν Ἰησοῦς ὁ ἐμός. 92 v Καὶ ἀνάγνωσις, τὸ ἐπίλοιπον τοῦ Θεολόγου. Καὶ ἀνάγνωσις, εἴτε ἐὰν ἔμεινεν ἐκ τοῦ ἀνοτέρω λόγου τοῦ Θεολόγου, εἴτε ἐκ τῶν ἄλλων λόγων τῆς ἑορτῆς. Ἔχει γὰρ εἰς τὸ Πανηγυρικὸν λόγους γ τοῦ Χρυσοστόμου, καὶ εἰς τὸ βιβλίον τῶν Δρόσων λόγους γ τοῦ Νύσης, καὶ τοῦ κυροῦ Λέοντος τοῦ δεσπότου ἕνα. Εἰς τὰς ζ, ἡ Σύναξις τοῦ Προδρόμου. Εἰς τὸ Θεὸς Κύριος Καὶ ἀνάγνωσις εἰς τὸν Θεολόγον Χθὲς τῇ λαμπρᾷ τῶν φώτων. 94 v Ἀνάγνωσις ἐκ τοῦ ἀνωτέρου λόγου. 86
Εἰς τὰς η, τοῦ ἁγίου μάρτυρος Ἰουλιανοῦ, καὶ τῆς ἁγίας μάρτυρος Δομνίκας, καὶ μεθέορτον. Ἀναγινώσκομεν δὲ εἰς τὸν ὄρθρον ἀνάγνωσιν τὸ λεῖπον τοῦ λόγου τοῦ Θεολόγου, καὶ εἰ ἔστιν ὁ βίος τῆς ἁγίας, οὗ ἡ ἀρχή Δομνίκαν τήν. 95 r Εἰς τὰς ι, τοῦ ὁσίου πατρὸς ἡμῶν Γρηγορίου ἐπισκόπου Νύσσης. Εἰς δὲ τὸν ὄρθρον Ἀναγινώσκομεν τοῦ Θεολόγου λόγον, οὗ ἡ ἀρχή Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα. Καὶ εἰς τὴν Μετάφρασιν τὸν βίον τοῦ ὁσίου Μαρκιανοῦ, οὗ ἡ ἀρχή Πολλὰ μὲν καὶ ἄλλα τὰ τήν. 96 r Εἰς τὰς ιγ, τῶν ἁγίων μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου. Ἐν ταύτῃ τῇ ἡμέρᾳ ἀποδίδει ἡ ἑορτή. Καὶ ἀνάγνωσις τῆς ἑορτῆς. Καὶ ἀνάγνωσις. 96 v Εἰς τὰς ιδ, τῶν ὁσίων πατέρων ἡμῶν τῶν ἐν Σινᾷ καὶ Ῥαϊθῷ τελειωθέντων. Ἀναγινώσκομεν δὲ λόγον, οὗ ἡ ἀρχή Ἁλώμενος ἐγὼ μετὰ τὴν ἔφοδον. 97 v Εἰς τὰς ιϛ, ἡ προσκύνησις τῆς τιμίας ἀλύσεως ἁγίου ἀποστόλου Πέτρου. Ἀνάγνωσις τοῦ ἀποστόλου, οὗ ἡ ἀρχή Ὅσοι τῷ τοῦ κορυφαίου τῶν, ζήτει εἰς τὸ τέλος τῆς Μεταφράσεως. Εἰς τὰς ιη, τῶν ὁσίων πατέρων ἡμῶν Ἀθανασίου καὶ Κυρίλλου. Καὶ ἀνάγνωσις, λόγος τοῦ Θεολόγου, οὗ ἡ ἀρχή Ἀθανασίου ἐπαινῶν. Καὶ ὁ βίος αύτοῦ εἰς τὴν Μετάφρασιν, οὗ ἡ ἀρχή Ἄλλοι μὲν ἄλλα τῶν ἀναγινώσκεται δὲ οὕτος καὶ εἰς τὰς β τοῦ Μάϊου. Εἰς τὰς ιθ, τοῦ ὁσίου πατρὸς ἡμῶν Μακαρίου τοῦ αἰγυπτίου. Ἀνάγνωσις δὲ εἰς τὸν ὄρθρον ἡ προτεθέμενη. 98 v 100 r 100 v Εἰς τὰς κε, τοῦ ὁσίου πατρὸς ἡμῶν Γρηγορίου τοῦ Θεολόγου. Ἀνάγνωσις, ὁ συντακτήριος τοῦ Θεολόγου, οὗ ἡ ἀρχή Συγκαλεῖ μὲν ὑμᾶς ὦ ἄνδρες. Ἔστι δὲ καὶ ὁ βίος αὐτοῦ, οὗ ἡ ἀρχή Συγκαλεῖ μὲν ὑμᾶς ὦ ἄνδρες. 102 v Εἰς τὰς κζ, ἡ Ἀνακομιδὴ τοῦ λειψάνου τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. 103 v Ἀναγινώσκομεν δὲ εἰς τὸν ὄρθρον ἐν τῇ Μεταφράσει εἰς τὴν ἐπάνοδον τοῦ ἁγίου λειψάνου τοῦ Χρυσοστόμου λόγον, οὗ ἡ ἀρχή Ἀλλὰ πῶς ἄν τις. Ἔχει δὲ καὶ λόγον Κοσμᾶ βεστήτορος εἰς τὴν ἀνακομιδὴν αὐτοῦ ζήτει αὐτὸν εἰς τὸ Πανηγυρικόν. Εἰς τὰς κθ, ἡ ἀνακομιδὴ τοῦ λειψάνου τοῦ ἁγίου Ἰγνατίου τοῦ Θεοφόρου. Ἀνάγνωσις, εἰ εὑρεθῇ, τοῦ τοῦ Χρυσοστόμου ἐγκωμίου εἰς τὸν ἅγιον Ἰγνάτιον εἰ δ οὖν, ἐκ τῆς προκειμένης βίβλου. 104 r 87
Ἀνάγνωσις, εἰ ἔστι, λόγος Μεθοδίου Πατάρων, οὗ ἡ ἀρχή Πάλαι ἰκανῶς ὡς οἶόν τε. Ἔχει δὲ καὶ εἰς τὸ Πανηγυρικὸν λόγους γ, καὶ τοῦ κυρίου Λέοντος τοῦ δεσπότου λόγον α. Καὶ πάλιν ἀνάγνωσις. Μὴν Φεβρουάριος Εἰς τὰς β, ἡ Ὑπαπαντὴ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 105 r 106 r Εἰς τὰς γ, τοῦ δικαίου Συμεὼν τοῦ Θεοδόχου. Καὶ ἀνάγνωσις ἐκ τῶν τῆς ἑορτῆς. 107 v Εἰς τὰς ε, μεθέορτον, καὶ τῆς ἁγίας Ἀγάθης. Καὶ εἰς τὸν ὄρθρον ἀναγινώσκομεν τὸ μαρτύριον αὐτῆς, οὗ ἡ ἀρχή Βασιλεύοντος Δεκίου καίσαρος, ζήτει εἰς τὸ Πανηγυρικόν. Εἰς τὰς κ, τοῦ ὁσίου πατρὸς ἡμῶν Λέοντος ἐπισκόπου Κατάνης. Ἀναγινώσκομεν δὲ τὸν βίον αὐτοῦ, οὗ ἡ ἀρχή Πατέρες, τέκνα καὶ ἀδελφοί. Εἰς τὴν πανήγυριν, τελεῖται δὲ ἡ πανήγυρις αὐτοῦ ἐν τῷ μετοχίῳ τῷ ἐν τῇ Μεσήνῃ τοῦ ἁγίου Λέοντος. Εἰς τὰς κδ, ἡ Εὕρεσις τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου. Ἀνάγνωσις εἰς τὴν Μετάφρασιν Αὐγούστου κθ. Λόγος διαλαμβάνων ἀπὸ γενήσεως αὐτοῦ μέχρι καὶ τῆς εὑρέσεως τῆς τιμίας αὐτοῦ κάρας. Ἀναγινώσκεται δὲ μόνη ἡ εὕρεσις. Ἔχει δὲ καὶ εἰς τὸ Πανηγυρικὸν λόγον. 108 v 111 r 111 v Μὴν Μάρτιος Εἰς τὰς θ, τῶν ἁγίων μ μαρτύρων τῶν ἐν Σεβαστείᾳ. Καὶ ἀναγινώσκομεν τὸ μαρτύριον τῶν ἁγίων, οὗ ἡ ἀρχή Εἶχε μὲν τὰ Ῥωμαίων. Καὶ ἀνάγνωσις, τὸ ἐγκώμιον τῶν ἁγίων, λόγος τοῦ μεγάλου Βασιλείου, οὗ ἡ ἀρχή Μαρτύρων μνήμης, ζήτει εἰς τὰ Ἠθικά. 112 v 113 r Εἰς τὰς κδ, προεόρτιον τῆς ὑπεραγίας Θεοτόκου τοῦ Εὐαγγελισμοῦ. Καὶ ἀνάγνωσις, εἰ ἔστιν, ὁ τοῦ Γρηγορίου τοῦ θαυματουργοῦ λόγος. 116 r Εἰς τὰς κε, ὁ Εὐαγγελισμὸς τῆς ὑπεραγίας Θεοτόκου. Εἰς δὲ τὸν ὄρθρον Ἀνάγνωσις τοῦ Χρυσοστόμου, οὗ ἡ ἀρχή Πάλιν χαρᾶς εὐαγγέλια, ζήτει εἰς τὸ Πανηγυρικόν. Ἀνάγνωσις αὖθις, εἰ ἔστιν, ὁ λόγος τοῦ Ἀνδρέου Κρήτης, οὗ ἡ ἀρχή Ἐπέστη σήμερον. Ἔχει δὲ καὶ εἰς τὸ Πανηγυρικὸν ἕτερον λόγον, ὡς ἡ ἐπιγραφὴ λέγει, τοῦ Χρυσοστόμου. 117 r 88
Τῇ δὲ ἐπαύριον, εἰς τὰς κϛ τοῦ μηνὸς. Καὶ ἀνάγνωσις, ἡ προτεθειμένη ἐὰν εὑρεθῇ λόγος τοῦ μεγάλου Ἀθανασίου εἰς τὴν ἑορτήν. 118 v Ὡσαύτως ἐὰν φθάσει ὁ Εὐαγγελισμὸς τῇ Κυριακῇ τῶν Βαΐων. Ἀνάγνωσις δὲ πρῶτον τοῦ Εὐαγγελισμοῦ, εἶτα τῶν Βαΐων. 122 r Ὡμοίως καὶ ἐὰν γένηται τῇ Μεγάλῃ β. Ἀναγνώσεις, πρῶτον τῆς ἡμέρας, εἶτα τῆς ἑορτῆς. 123 r Ἐὰν δὲ φθάσῃ ὁ Εὐαγγελισμὸς τῇ Μεγάλῃ Παρασκευῇ. Ἡ ἀνάγνωσις τῆς Μεγάλης Παρασκευῆς. 126 r Ἐὰν δὲ φθάσῃ ὁ Εὐαγγελισμὸς γενέσθαι τῷ Μεγάλῳ Σαββάτῳ. Εἰς δὲ τὸν ὄρθρον Ἡ ὑπακοὴ τῆς ἑορτῆς καὶ ἡ ἀνάγνωσις. 127 r Ἐὰν δὲ γένηται ὁ Εὐαγγελισμὸς τῇ β τῆς Διακαινισίμου. Εἰς δὲ τὸν ὄρθρον Ἀνάγνωσις τοῦ Πάσχα. Κοντάκιον τοῦ Εὐαγγελισμοῦ καὶ ἀνάγνωσις αὐτοῦ. 129 r Μὴν Ἀπρίλιος Μὴν Μάϊος Εἰς τὰς β, τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας. Καὶ ἀνάγνωσις, ὁ βίος αὐτοῦ εἰς τὴν Μετάφρασιν. 130 v 133 r 133 v Μὴν Ἰούνιος Εἰς τὰς κδ, τὸ Γενέσιον τοῦ ἁγίου Ἰωάννου τοῦ Προδρόμου. Καὶ ἀνάγνωσις εἰς τὴν Μετάφρασιν, οὗ ἡ ἀρχή Ἰωάννην τὸ μέγα κλέος τῆς οἰκουμένης τὸν βαπτισήν. Ἔχει καὶ εἰς τὸ Πανηγυρικὸν λόγους β, Ἀντιπάτρου καὶ τοῦ Χρυσοστόμου. Εἰς τὰς κθ, τῶν ἁγίων καὶ πανευφήμων Ἀποστόλων Πέτρου καὶ Παύλου. Εἰς τὰς λ, ἡ σύναξις τῶν ἁγίων ιβ ἀποστόλων. Ἀνάγνωσις τῶν ἁγίων ἀποστόλων εἰς τὴν Μετάφρασιν, οὗ ἡ ἀρχή Καὶ τῶν τεχνῶν, ὡς δὲ εὕρον ἑνὶ τῶν τυπικῶν. Ἔχει δὲ καὶ εἰς τὸ Πανηγυρικὸν τὰς Πράξεις αὐτῶν. Καὶ τοῦ Χρυσοστόμου εἰς αὐτοὺς λόγους β. Καὶ Πρόκλου Κωνσταντινουπόλεως ἐγκώμιον εἰς αὐτοὐς. 138 v 141 v 143 r 144 r 89
Καὶ ἀνάγνωσις ἐκ τῶν προγραφέντων, ἢ τὸ ἐγκώμιον, τὸ εἰς τὸν ἅγιον Παύλον, Λέοντος τοῦ δεσπότου, οὗ ἡ ἀρχή [ ]. Μὴν Ἰούλιος Εἰς τὰς β, τὰ καταθέσια τῆς τιμίας ἐσθῆτος τῆς ὑπεραγίας καὶ πανασπίλου Θεοτόκου. Ἀνάγνωσις εἰς τὴν Μετάφρασιν, λόγος Συμεὼν μαγίστρου, ἐν ᾧ διαλαμβάνεται καὶ πῶς εἰσῆλθε ἐν τῇ ἁγίᾳ πόλει ἡ ἅγια ἐσθής. 144 v 145 r Εἰς τὰς δ, τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀνδρέου Κρήτης. Ἀνάγνωσις δὲ ἐν τῷ ὄρθρῳ ἐκ τῆς προκειμένης βίβλου. 145 v Εἰς τὰς θ, τοῦ ἁγίου ἱερομάρτυρος Παγκρατίου. Ἀναγινώσκομεν δὲ τὸ ἐγκώμιον αὐτοῦ, οὗ ἡ ἀρχή Ἤδη πρὸς τὴν πνευματικὴν πανήγυριν πνευματικῶς. 146 v Εἰς τὰς ιθ, τῆς ἁγίας Μακρίνης, καὶ τοῦ ὁσίου Δίου. Ἀναγινώσκομεν δὲ εἰς τὸν ὄρθρον λόγον Γρηγορίου Νύσης εἰς αὐτήν, οὗ ἡ ἀρχή [ ]. 147 v Εἰς τὰς κ, τοῦ ἁγίου προφήτου Ἡλιοῦ. Καὶ ἀνάγνωσις, τοῦ Χρυσοστόμου λόγος εἰς τὸ Πανηγυρικόν, ἐν ᾧ ἀριθμὸς ρκθ. Ἔχει καὶ ἑτέραν ἀνάγνωσιν εἰς αὐτό, ἐκ τοῦ Τετραβασιλείου περιλογήν, ἀκολούθως. Καὶ λόγον τοῦ κυρίου Λέοντος τοῦ δεσπότου. 147 v Εἰς τὰς κβ, τῆς ἁγίας Μαρίας τῆς Μαγδαληνῆς, καὶ τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Καὶ ἀνάγνωσις, τὸ μαρτύριον αὐτοῦ ζήτει αὐτὸ εἰς τὴν Μετάφρασιν Σεπτεμβρίῳ κβ. Εἰς τὰς κζ, τοῦ ἁγίου μεγαλομάρτυρος Παντελεήμονος. Καὶ ἀνάγνωσις, τὸ μαρτύριον αὐτοῦ, οὗ ἡ ἀρχή Τῆς εἰδωλικῆς. Ἔχει καὶ εἰς τὸ Πανηγυρικὸν ἐγκώμιον. 148 v 150 r Μὴν Αὔγουστος Εἰς τὴν α, τῶν ἁγίων καὶ δικαίων Μακκαβαίων. Ἀνάγνωσις εἰς τὸν Θεολόγον Τί δὲ οἱ Μακκαβαῖοι. 151 r 151 v Ἔχει δὲ καὶ εἰς τὸ Πανηγυρικόν λόγον, τὸ μαρτύριον αὐτῶν, ἐκ τῶν τοῦ Ἰωσήπου, οὗ ἡ ἀρχή Φιλοσοφώτατον λόγον. Εἰς τὰς β, ἡ Ἀνακομιδὴ τοῦ λειψάνου τοῦ ἁγίου πρωτοδιακόνου καὶ πρωτομάρτυρος Στεφάνου. Καὶ ἀνάγνωσις εἰς τὸ Πανηγυρικόν, τῆς ἀνακομιδῆς τοῦ ἁγίου λειψάνου. 152 r 90
Εἰς τὰς ϛ, ἡ Μεταμόρφωσις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀνάγνωσις [ ]. 153 r Καὶ ἀνάγνωσις. Καὶ ἀπολύει. Καὶ γίνεται κατήχησις παρὰ τοῦ προεστῶτος εἰς τὸν Στουδίτα πάντων ἱσταμένων. Εἰς τὰς ιβ, μεθέορτον, καὶ τοῦ ἁγίου Εὔπλου. Εἰς δὲ τὸν ὄρθρον, ἀναγινώσκομεν τὸ μαρτύριον αὐτοῦ ζήτει εἰς τὸ Πανηγυρικόν. 156 r Εἰς τὰς ιγ, μεθέορτον, καὶ τοῦ ἁγίου Μαξίμου. Αἱ ἀναγνώσεις... πάντα τῆς ἑορτῆς. 156 r Εἰς τὰς ιε, ἡ πάνσεπτος Κοίμησις τῆς ὑπεραγίας Θεοτόκου. Ἀνάγνωσις, λόγος πρῶτος εἰς τὴν Μετάφρασιν, ἐν ᾧ διαλαμβάνων. Ἔχει καὶ εἰς τὸ Πανηγυρικὸν καὶ τοῦ κυρίου Λέοντος τοῦ δεσπότου. 156 v Εἰς τὰς ιϛ, μεθέορτον, καὶ τοῦ ἁγίου μάρτυρος Διομήδους. Καὶ ἀνάγνωσις δὲ εἰς τὴν Μετάφρασιν, τοῦ ἁγίου μανδηλίου, οὗ ἡ ἀρχή Οὐκ ἄρα. Εἰς τὰς κϛ, τῶν ἁγίων μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας. Ἀνάγνωσις δὲ εἰς τὸν ὄρθρον, τὸ μαρτύριον αὐτοῦ ἐν τῷ Πανηγυρικῷ. 158 r 159 r Εἰς τὰς κθ, ἡ Ἀποτομὴ τοῦ Προδρόμου. Καὶ ἀνάγνωσις, εἰς τὸ Πανηγυρικόν, λόγος τοῦ Χρυσοστόμου, οὗ ἡ ἀρχή Πάλιν Ἡρωδιάς, καὶ ἕτερος λόγος αὐτοῦ. Ἔχει δὲ καὶ τοῦ κυρίου Λέοντος τοῦ δεσπότου λόγον ἕνα. 159 r 91