07 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Γ Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος β. Ἑωθινὸν Γ.

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ἦχος β. Ἑωθινὸν Γ. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος α. Ἑωθινὸν Β.

10 ΙΟΥΛΙΟΥ 2016 Κυριακὴ Γ Ματθαίου τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας 45 Μαρτύρων, Γρηγορίου Ἐπισκ. Ἄσσου, Ἱερομάρτ. Ἰωσὴφ τοῦ Δαμασκηνοῦ

7 ΙΟΥΛΙΟΥ 2007 Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Κυριακῆς.

17 ΙΟΥΝΙΟΥ 2018 Κυριακὴ Γ Ματθαίου Ἰσαύρου καὶ τῶν σὺν αὐτῷ, Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ, Παρθενίου Παγκώστα Νέου Ἱερομάρτυρος. Ἦχος β. Ἑωθινὸν Γ.

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

Κ Υ Ρ Ι Α Κ Η Γ Τ Ο Υ Μ Α Τ Θ Α Ι Ο Υ (Τ Τ Ω Ν Α Γ Ι Ω Ν Ν Ε Ο Μ Α Ρ Τ Υ Ρ Ω Ν)

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Δόξα Πατρί. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

24 ΙΟΥΛΙΟΥ 2016 Κυριακὴ Ε Ματθαίου Χριστίνης Μεγαλομάρτυρος, Ἀθηναγόρου Ἀπολογητοῦ, Θεοφίλου Νεομάρτυρος τοῦ Ζακυνθίου. Ἦχος δ. Ἑωθινὸν Ε.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

22 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ H Ματθαίου Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς, Μαρκέλλης Παρθενομάρτυρος ἐν Χίῳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΕ Λουκᾶ Ἀνακομιδὴ Ἱερῶν Λειψάνου Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Ἦχος β. Ἑωθινὸν Β.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

30 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

22 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 22 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Δ Νηστειῶν Ὁσ.Ἰωάννου τῆς Κλίμακος. Βασιλείου πρεσβ.ἀγκυρανῶν.

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

03 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Ε Λουκᾶ Ἁγ.Γεωργίου Ἀνακομιδή, Ἀκεψιμᾶ, Ἀειθαλᾶ. Ἦχος β. Ἑωθινὸν Η.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

10 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ Τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας 45 μαρτύρων ( 319). Γρηγορίου ἐπισκόπου Ἄσσου. Ἦχος β. Ἑωθινὸν γ.

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

15 ΜΑΪΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Καθίσματα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

16 ΟΚΤΩΒΡΙΟΥ 2016 Κυριακὴ Δ Λουκᾶ Λογγίνου τοῦ ἑκατοντάρχου, Θεοφόρων Πατέρων τῆς Ζ Οἰκουμενικῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λα ὸν ἀπεγνωσμένον. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

12 ΜΑΪΟΥ Ἦχος β. Ἑωθινὸν Δ. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

22 ΟΚΤΩΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 Κυριακὴ ΙΑ Λουκᾶ Δανιὴλ τοῦ Στυλίτου, Λουκᾶ τοῦ νέου Στυλίτου, Λεοντίου τοῦ ἐν Ἀχαΐα, τῶν Ἁγίων Προπατόρων. Ἦχος πλ. δ. Ἑωθινὸν Γ.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

09 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ε Ματθαίου Παγκρατίου Ἐπισκ.Ταυρομενίου, Διονυσίου Ῥήτορος καὶ Μητροφάνους Μικραγιαννανιτῶν, τῶν ἐν Κύπρῳ Νεομαρτύρων τοῦ 1821

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

τῆς Θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

07 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ Δ Νηστειῶν. Ἦχος δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

17 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Ἰσαύρου διακόνου, Βασιλείου καὶ Ἰννοκεντίου ( γ αἰ.) Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ τῶν μαρτύρων ( 362).

28 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ϛ Ματθαίου Προχόρου, Νικάνορος, Τίμωνος, Παρμενᾶ, Ὁσίας Εἰρήνης Χρυσοβαλάντου. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

08 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Ϛ Ματθαίου Προκοπίου μεγαλομάρτυρος, Θεοφίλου ὁσίου τοῦ ἐκ Ζίχνης, Ἀναστασίου νέου ἱερομάρτυρος ἐξ Ἰωαννίνων

01 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Ε Ματθαίου τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν Ῥωμαίων. Ἦχος δ. Ἑωθινὸν Ε.

Ἦχος Β. Ἑωθινὸν Ι. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

19 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΒ Λουκᾶ Μακαρίου ὁσίου, Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ. Ἦχος πλ. α. Ἑωθινὸν Η.

16 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΑ Λουκᾶ Ἁγίων Προπατόρων Ἀγγαίου τοῦ Προφήτου, Μοδέστου Ἱεροσολύμων, Θεοφανοῦς Βασιλίσσης. Ἦχος δ. Ἑωθινὸν Ζ.

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

Transcript:

07 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Γ Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ Ἦχος β. Ἑωθινὸν Γ. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος β. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος β. Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐ πουρανίων ἐκραύγαζον Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι. Δόξα. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ Σὲ νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί ἀλλ ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσαν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός. Τὸ ἀπ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἀναστάσιμον. Ἦχος β. Αὐτόμελον. Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας, καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο ἀλλὰ τριήμερος ἀνέστης, Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Ὅμοιον. Ταῖς Μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα Τὰ μύρα τοῖς θνητοῖς, ὑπάρχει ἁρμόδια Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος ἀλλὰ κραυγάσατε Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σά, Θεοτόκε μυστήρια τῇ ἁγνείᾳ ἐσφραγισμένη, 1

καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. Μετὰ τὴν β Στιχολογίαν Ἦχος β. Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι. Κύριε δόξα σοι. Δόξα. Τῶν μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται συμφώνως κοινὴν γὰρ ἑορτήν, σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς ἀναστάσεως καὶ δι αὐτῶν φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν διὸ ἀνυμνοῦντες βοῶμεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰ σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν, ὦ μαθήτριαι, κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος προσεφθέγγετο ταῖς μυροφόροις Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι ἀλλ ἐπέστη πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε Θρήνου ὁ καιρὸς πέπαυται μὴ κλαίετε τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο ἀγγέλου πρὸς αὐτὰς φθεγγομένου Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος. Δόξα. Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν. Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ηηὐὐλλόόγγηηττααί ίί Σοουυ....... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ ἡ Ὑπακοή. Ἦχος β. Μετὰ τὸ πάθος, πορευθεῖσαι ἐν τῷ μνήματι, πρὸς τὸ μυρίσαι, τὸ σῶμά σου αἱ γυναῖκες, Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος. 2

οἱ Ἀναβαθμοί. Ἦχος β. Ἀντίφωνον Α. Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ σῶσόν με σῇ ἐπιλάμψει. Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλά, καθ ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ. Ἀντίφωνον Β. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῶος φυλαχθῆναι ἐκ τοῦ ἐχθροῦ ἅμα καὶ ἀνθρωποκτόνου; Τοῖς ὀδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον λέοντος τρόπον κατ ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι Υἱοῦ δέ. Ἀντίφωνον Γ. Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ βελίαρ. Ἐν ἀνομίαις χεῖρας αὐτῶν, μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται, Μάρτυρες, καὶ Προφῆται ὁρῶσιν. Προκείμενον. Ψαλμὸς ζ (7) Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε. (δίς) Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ρῦσαί με. Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσωμμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ Μᾶᾶρρκκοονν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον Ἑῳθινὸν Εὐαγγέλιον Ἑωθινὸν Γ Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ 9 20) Ἀναστὰς ὁ Ἰησοῦς πρωὶ πρώτῃ σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι, κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν 3

ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι γλώσσαις λαλήσουσι καιναῖς ὄφεις ἀροῦσι κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον Ἦχος β. Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ ξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. 4

Δόξα. Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος καὶ ὁ τῆς Ἁγίας ᾨδὴ α. ὁ Ἀναστάσιμος ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ Ἦχος β. Ὁ Εἱρμός. Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος, Κύριος ἐνδόξως γὰρ δεδόξασται. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ τοῦ κόσμου ἄρχων Ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου καὶ ἀσθενὴς διήλεγκται. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας τῇ γὰρ ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες ἐνδόξως γὰρ δεδόξασται. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε καὶ ὁρατῆς, ἀειπάρθενε κτίσεως τὸν γὰρ Κτίστην τέτοκας, ὡς εὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. τῆς Ἁγίας Ἦχος β. Δεῦτε λαοί. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Χαρμονικῶς, ἐπὶ τῇ μνήμῃ χορεύσωμεν, τῆς ἀθληφόρου Μάρτυρος, καὶ ἐκβοήσωμεν Ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ Σωτὴρ οἰκτίρμον, σῷζε τὸν κόσμον σου. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Αἴγλῃ τῇ σῇ, φωτιζομένη ἡ ἔνδοξος, Κυριακὴ φιλάνθρωπε, σκότος διέφυγε, πολυθέου ἀπάτης, καὶ πᾶσιν ἰαμάτων, φέγγος ἀπήστραψε. Δόξα. Ἵνα Χριστῷ, τῷ ἀθανάτῳ νυμφίῳ σου, εὐαρεστήσῃς θάνατον, καὶ πῦρ καὶ βάσανα, εἰς οὐδὲν ἐλογίσω διὸ τῆς ἀθανάτου, δόξης ἠξίωσαι. Καὶ νῦν. Θεοτοκίον Ῥύμην Ἁγνή, τὴν τοῦ θανάτου ἀνέστειλας, ἀθανασίας πρόξενον, Χριστὸν κυήσασα ὃν ὁ ᾍδης θανέντα, βουλήσει ἑκουσίᾳ, ἰδὼν ἐτρόμαξεν. 5

ᾨδὴ γ. ὁ Ἀναστάσιμος Ἦχος β. Ὁ Εἱρμός. Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ ἀνόμων μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐκ χοὸς κατ εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι ἁ μαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου διό σε Θεοτόκον πίστει σέβομεν. τῆς Ἁγίας Ἦχος β. Στερέωσον ἡμᾶς. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ Λόγος τοῦ Θεοῦ ἁγνήν σε ἄφθορον, ὡραίαν τῷ κάλλει Μάρτυς δειχθεῖσαν, ἑαυτῷ νύμφην προσήκατο, ἐρασθείς σου δι ἄκραν ἀγαθότητα. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὰ κάλλη τὰ ἐκτὸς καταμαράνασα, τὴν ἔνδον ὑπέδειξας εὐμορφίαν, τῷ γινώσκοντι τὰ κρύφια διὰ τοῦτό σε Μάρτυς ἐμνηστεύσατο. Δόξα. Ὡς κλάδος ἱερὸς ὡραία τέθηλας, ἐκ ῥίζης ἁγίας Παρθενομάρτυς, καὶ καρποὺς ὡραίους ἤνεγκας, τὴν τρυφὴν τὴν ἀγήρω προξενοῦντάς σοι. Καὶ νῦν. Θεοτοκίον Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον, τεκοῦσα Παρθένε, τοῦ σοφιστοῦ με, τῆς κακίας ἐλευθέρωσον, μεσιτείᾳ σου μόνη παναμώμητε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ τῆς Ἁγίας Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἁγνείας στιλπνότητι, κρίνον ὡς εὔοσμον, κοιλάσιν ἐξήνθησας, Κυριακὴ τῷ Χριστῷ, μαρτύρων πανεύφημε. Λάμψεσιν ἐφωτίσθης, ἐπιγνώσεως θείας, πλάνης δυσωδεστάτης, ἀπελαύνουσα βλάβην διὸ καὶ ἑορτάζομεν, Μάρτυς τὴν μνήμην σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἡ στεῖρα τὴν ἔλευσιν, προκατιδοῦσα τὴν σήν, καὶ τῶν ἀσπασμῶν φωνήν, ἐνηχηθεῖσα ὠσίν, ἠπόρει τῷ πράγματι, ἔνδοθεν ἐγνωκυῖα, ἀσπασμοῖς σοῖς Παρθένε ἐσκίρτα γὰρ τὸ βρέφος, ἐν αὐτῆς τῇ νηδύϊ διὸ τοῦ ἐν γαστρί σου Θεοῦ ἔγνω τὴν σάρκωσιν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ 6

Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος β. Τὰ ἄνω ζητῶν. Ἀνέστης Σωτήρ, ἐκ τάφου παντοδύναμε, καὶ ᾅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδὰμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀ νυμνεῖ σε ἀεί. ὁ Οἶκος Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων, καὶ ἡ ζωὴ τῶν βροτῶν, καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾅδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί. Συναξάριον Τῇ Ζ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας ἐνδόξου Μεγαλομάρτυρος καὶ Καλλιπαρθένου Κυριακῆς. Κυριακὴ θανοῦσα τὴν τομὴν φθάνει, Προαιρέσει, πλὴν καὶ τελειοῦται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θωμᾶ τοῦ ἐν τῷ Μαλεῷ. Διεὶς πτέρυγας, εἶπεν ἂν Μωσῆς, Πάτερ, Ὡς ἀετός τις ἐξανέπτης πρὸς πόλον. Ἑβδομάτῃ Θωμᾶν θάνατος μέλας ἔμφρονα εἷλεν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐνδόξων Μαρτύρων Περεγρίνου, καὶ τῶν σὺν αὐτῷ, Λουκιανοῦ, Πομπηΐου, Ἡσυχίου, Παππίου, Σατορνίνου καὶ Γερμανοῦ. Σὺν ἓξ κατῆλθεν εἰς βυθὸν Περεγρῖνος, Ἀθλήσεως ἐκεῖθεν ἀγρεύσων στέφος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Εὐσταθίου, Πολυκάρπου καὶ Εὐαγγέλου. Πρὸς εὐστάθειαν καρδίας Εὐσταθίου Καὶ πῦρ συρῖζον ἠρεμοῦν ὤφθη ὕδωρ. Οὕτως ὄναιο σῶν, σφαγεῦ, θελημάτων Σφάττειν τάχει με τὸν Πολύκαρπον θέλων. Εὐάγγελος τὸ θεῖον ἐκ ξίφους τέλος Εὐαγγελισμὸν εἶχε τοῦ θείου στέφους. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Εὐφροσύνης, πριγκιπίσσης τῆς Μόσχας. Εὐφροσύνης νῦν χωρίον Εὐφροσύνη, Οἰκεῖ ὡς βαστάσασα λύπας τοῦ βίου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Κυριακῆς τῆς Νέας, ἀδελφῆς τοῦ Ἁγίου Διονυσίου τοῦ ἐν Ὀ λύμπῳ, ἰδιαιτέρως τιμωμένης ἐν Λουτρῷ Ἡμαθίας. (ΙΣΤ αἰ.) Φύτλης τῆς αὐτῆς λαχοῦσα, ἴσα τῷ αὐταδέλφῳ, Ἁμιλλωμένη, ᾄθλων καὶ ἐπάθλων γέρα ἔλαβες. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη καὶ πανήγυρις ἐν Ἀκαρνανίᾳ τελεῖται τοῦ ἐνδόξου Ἱερομάρτυρος Βλασίου τοῦ Ἀκαρνᾶνος καὶ τῶν σὺν αὐτῷ τυθέντων πέντε Ὁσιομαρτύρων. (+1006) Χερσὶ μιαιφόνοις, Βλάσιε, ἐκτάνθης, 7

ὃν Χριστὸς ἐθαυμάστωσεν ἐν Σκλαβαίνοις. Τῇ αὐτῇ δὲ ἡμέρᾳ, πρώτῃ Κυριακῇ μετὰ τὴν Ε Ἰουλίου (ἤτοι μετὰ τὴν μνήμην τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν Ἄθῳ) Σύναξιν Ἑόρτιον ἐπιτελοῦμεν, εἰς δόξαν καὶ τιμὴν τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς Ἐφόρου καὶ Προστάτιδος καὶ Πολιούχου τοῦ Ἁγιωνύμου Ὄρους Ἄθω, ὑπόθεσιν ἔχουσαν τὴν θαυμαστὴν ὀπτασίαν, ἣν ἐθεάσατο ὁ Ὅ σιος Μᾶρκος, μαθητὴς τοῦ Ἁγίου Γρηγορίου τοῦ Σιναΐτου. Τετειχισμένον τῷ Μάρκῳ τὸ Σὸν Ὄρος, Ἔδειξας Κόρη, τὴν Σὴν δηλοῦσα χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ Ἰουλίου, ἐν τῇ Ἱερᾷ Ἀρχιεπισκοπῇ Κρήτης, Σύναξις τελεῖται πάντων τῶν ἐν τῇ Μεγαλονήσῳ ταύτῃ διαλαμψάντων Ἁγίων, τῶν τε ἐξ αὐτῆς καταγομένων καὶ τῶν ἀλλαχόθεν ἐν αὐτῇ ἀγωνισθέντων καὶ τελειωθέντων. Κρήτη χορεύει τιμῶσα ἐγκωμίοις, Τίμιον δῆμον Ἁγίων θεοφόρων. Κρήτη λιγαίνει χορὸν Ἁγίων πανευκλεῶν. Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ μηνὸς Ἰουλίου, τὴν Σύναξιν ἑορτάζομεν ὡσαύτως τῆς Δωδεκαρίθμου Χορείας τῶν ἁγιασθέντων Πατέρων τῆς Μονῆς Δοχειαρίου Ἄθω, κτιτόρων, Ὁσίων, Ὁ μολογητῶν καὶ Νεομαρτύρων. Κοινὴν τῶν Πατέρων τιμῶμεν νῦν μνήμην Μονῆς Δοχειαρίου, Κυρίου φίλων. Μεθ Ἑορτὴν Μαθητῶν Δωδεκάδος, ἑτέρους δυοκαίδεκα τιμῶμεν Ἁγίους. Ἔτι δὲ καὶ τὴν ἀνάμνησιν ἐπιτελοῦμεν τῆς εὑρέσεως τῆς θαυματουργοῦ Εἰκόνος τῆς Κυρίας Θεοτόκου, τῆς Εἰκονιστρίας, ἔν τινι ὄρει τῆς Σκιάθου καὶ ἐπὶ κλάδων πεύκης αἰωρουμένης, φωτὶ δὲ καταυγαζομένης καὶ ἅπαντα τὸν δρυμὸν φωταγωγούσης. Ἐπὶ κλάδων πεύκης σεπτὴ Εἰκὼν κρεμᾶται Τῆς Τετοκυΐας Τὸν κρεμασθέντα ξύλῳ. Ἐν δὲ τῇ Ἱερᾷ Μητροπόλει Κύκκου καὶ Τηλλυρίας, ψάλλεται σήμερον ἡ Παράκλησις πρὸς τὸν Κύριον Ἰησοῦν Χριστόν, ὡς καλὸν ποιμένα τῶν πιστῶν. Ἰησοῦ, Ποιμὴν Καλὲ τῆς Ἐκκλησίας, ἴθυνον Σοὺς ἄρνας πρὸς νομὰς ἀφθίτους. Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ Τρίτῃ τοῦ Ματθαίου, Μνήμην ἐπιτελοῦμεν πάντων τῶν Ἁγίων Νεοφανῶν τοῦ Χριστοῦ Μαρτύρων, τῶν μετὰ τὴν ἅλωσιν τῆς Κωνσταντινουπόλεως μαρτυρησάντων. Νέοι ἀθληταί, ὤλεσαν τὴν γραῦν Ἄγαρ, Καὶ νῦν σύνεισι τοῖς ἀθληταῖς τοῖς πάλαι. Βῂ δὲ Πόλον πληθύς, νεάθλων ἄστυ Θεοῖο. Τῇ αὐτῇ ἡμέρᾳ, τρίτῃ Κυριακῇ τῶν τοῦ Εὐαγγελιστοῦ Ματθαίου περικοπῶν, ἡ Σύναξις τελεῖται τῆς ὀκταρίθμου χορείας τῶν ἐν Ὕδρᾳ βιωσάντων καὶ παροικησάντων ἁγίων, Κωνσταντίνου νεομάρτυρος τοῦ Ὑδραίου, Μακαρίου Ἀρχιεπισκόπου Κορίνθου, Ἀθανασίου τοῦ Παρίου, Νικοδήμου τοῦ Ἁγιορείτου, Σιλβέστρου τοῦ ἐρημίτου, Νεκταρίου Πενταπόλεως τοῦ θαυματοβρύτου, Σάββα τοῦ ἐν Καλύμνῳ καὶ Φωτεινῆς τῆς ἐρημίτιδος. Ὀκτάριθμος χορὸς ἐφορᾷ γῆν Ὕδρας, 8

Ἧς παντέφορος Θεομήτωρ τυγχάνει. Ἐν κοινῇ πανηγύρει Ὕδρας προστάτας ἀείδω. Δῆμον θεοείχελον Πατέρων γεραίρειν ὅμα θέμις. Τῇ αὐτῇ ἡμέρᾳ, Τρίτῃ Κυριακῇ τοῦ Ματθαίου, τὴν μνήμην τιμῶμεν τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ ἐν Ἄθω, τοῦ ἀνεγείραντος τὴν ἐκεῖσε εὐαγῆ Μονήν, οὗ καὶ τὴν ἐπωνυμίαν μέχρι καὶ τῆς σήμερον αὕτη φυλάττει. Κτίτωρ Μονῆς σὺ Νικολάου ὡράθης, Ὅθεν κατοικεῖς ἐν μοναῖς ταῖς τοῦ Πόλου. Ἑβδομάτῃ Δεκεμβρίοιο πόλον κατῴκησε Γρηγόριος. Τῇ αὐτῇ ἡμέρᾳ, Γ Κυριακῇ τοῦ Ματθαίου, μνήμην ἐπιτελοῦμεν τῶν ἑνδεκαρίθμων Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν τῷ Ἱερῷ Κοινοβίῳ τοῦ Ὁσίου Διονυσίου τοῦ Ἄθω διαλαμψάντων, Ὁσίων μὲν πέντε Διονυσίου, Νήφωνος, Δομετίου, Λεοντίου καὶ Φιλοθέου, Ὁσιομαρτύρων δὲ ἑτέρων ἕξ Μακαρίου, Ἰωάσαφ, Χριστόφορου, Ἰωσήφ, Γενναδίου καὶ Παύλου. Εἰς τοὺς Ὁσίους Χριστοῦ τὸν ζυγὸν βαστάσαντες Πατέρες, Σύμμορφοι Αὐτοῦ ὡράθητε τῆς δόξης. Εἰς τοὺς Ὁσιομάρτυρας Ἑξαπτερύγων τῆς χαρᾶς ἀξιοῦνται Οἱ ἑξάριθμοι ἀθλήσαντες ὁπλῖται. Θείων ἄγυριν Πατέρων ἐν ἥματι ὑμνέειν θέμις. Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακὴ Γ τοῦ Ματθαίου, μνήμην ἐπιτελοῦμεν τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ἐσφιγμένου διαλαμψάντων Ἀθανασίου πατριάρχου Κωνσταντινουπόλεως, Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ τῶν Ὁσίων, Ἀντωνίου τοῦ Ῥώσου, Δαμιανοῦ, Ἰακώβου καὶ Δομετίου Ἀγαθαγγέλου και Τιμοθέου τῶν Ὁσιομαρτύρων ἔτι δὲ καὶ τῆς μακαρίας καὶ Ἁγίας βασιλίδος Πουλχερίας τῆς παρθένου, ὡς κτιτορίσσης. Ἐννεάριθμον Ἁγίων θεῖον στῖφος Σύνεστι χοροῖς οὐρανίων Ἀγγέλων. Θέσκελον ἐννεάδα ὕμνοισιν Ἁγίων χρεὼν ὕδειν. Τῇ αὐτῇ ἡμέρα, Κυριακὴ Γ ἀπὸ τῶν Ἁγίων Πάντων (τοῦ Ματθαίου), μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων Ὀσιομαρτύρων τῶν ἐν ταῖς Μοναῖς Ζωγράφου, Βατοπαιδίου, Ἰβήρων καὶ τῇ Σκήτῃ τῶν Καρυῶν τοῦ Ὅρους Ἀθωνος ἀσκησάντων, ἐλεγξάντων δὲ τοὺς Λατίνους καὶ τοὺς λατινόφρονας Μιχαὴλ βασιλέα τὸν Ἀζυμίτην καὶ τὸν Πατριάρχην Βέκκον καὶ τοὺς σὺν αὐτοῖς, καὶ διὸ πυρός, πνιγμοὺ θαλάσσης, ἀγχόνης καὶ ξίφους τελειωθέντων διὰ τὴν Ὀρθόδοξον πίστιν. Πυρί, πνιγμῷ, ἀγχόνῃ καὶ ξίφει, Ἀθωνῖται ἐκήρυξαν Ὀρθοδοξίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ Γ τοῦ Ματθαίου, μνήμην ἐπιτελοῦμεν τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν τῇ Ἱερᾷ Σκήτῃ τῆς Θεοπρομήτορος Ἁγίας Ἀννης διαλαμψάντων, Ὁσίων μὲν ἑ πτὰ Γεροντίου, Νήφωνος, Γερασίμου, Διονυσίου τοῦ Ῥήτορος, Μητροφάνους, Σωφρονίου καὶ Σάββα Ὀσιομαρτύρων δὲ ἐννέα Μακαρίου, Νικοδήμου, Κοσμᾶ, Λουκᾶ, Ἱλαρίωνος, Νικήτά, Δαβίδ, Παύλου καὶ Νεκταρίου. Εἰς τοὺς Ὁσίους. Ἑπτάριθμον σύστημα θείων Πατέρων Ἐχθρῶν κατεπάλαισεν ἀσάρκων πλῆθος. Εἰς τοὺς Ὁσιομάρτυρας. 9

Ἐννεάριθμιοι Χριστοῦ στεῤῥοὶ ὁπλῖται Συνήφθησαν τάξεσι ταῖς τῶν Ἀγγέλων. Ταῖς τῶν ἁγίων Πατέρων πρεσβείαις, Χριστε ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῆς Θεοτόκου ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου... στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ ὑψίστου ὁ προφήτης Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεὸν καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύοντα. ᾨδὴ ς. Τὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐ νεργούμενος τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 10

Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος πανηγυριζέτω δὲ ἀΰλων νόων φύσις, γεραίρουσα τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις, παμμακάριστε Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Γ. Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀ γρὸν ἀπιοῦσι μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα οὓς βαπτίζειν ἐκπέμψας, εἰς οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων. Ἦχος γ. Ὁ οὐρανὸν τοῖς ἄστροις. Ἐν οὐρανοῖς ὡς μάρτυς, Κυριακή, σὺ τῷ Θεῷ παρισταμένη ἐνδόξως πάντας ἡμᾶς τοὺς εὐσεβῶς μνήμην τὴν σὴν ἐκτελοῦντας, σῷζε σεπταῖς σου πρεσβείαις. Θεοτοκίον. Ὅμοιον. Ἱερωτάταις, Κόρη, Κυριακῆς τῆς σεμνῆς πρεσβείαις φύλαττε πάντας δούλους τοὺς σοὺς ἐκ τῶν δεινῶν, καὶ πάσης ἄλλης ἀνάγκης ὡςπροστασία τοῦ κόσμου. ΑΙΝΟΙ Ἦχος β. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος β. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵ να δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν, τηροῦντες τὸν Βασιλέα; Διατί γὰρ ὁ λίθος 11

οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν δόξα σοι. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε. Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ ἀναστάσει ἐκύλισεν. Ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι Εὐεργέτα τῶν ἁπάντων Κύριε δόξα σοι. τῆς Ἁγίας Ἦχος β. Ὅτε, ἐκ τοῦ ξύλου σε. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Μάρτυς, ἀθληφόρε τοῦ Χριστοῦ, ἔστης πρὸ βημάτων ἀνδρείως, Χριστὸν κηρύττουσα, σταύρωσιν ἑκούσιον καταδεξάμενον καὶ δεσμοῖς ὁμιλήσασα, καὶ πάσαις αἰκίαις, χαίρουσα ἀνέδραμες πρὸς τὰ οὐράνια, δήμοις ἀπ αἰῶνος Μαρτύρων, συναριθμηθεῖσα καὶ δόξης, διαιωνιζούσης ἀπολαύουσα. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Μάρτυς, ἀθληφόρε τοῦ Χριστοῦ,... Στίχ. ζ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Κυριακὴ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ τῆς θείας ἀθλήσεως, φαιδραῖς ἀγλαΐαις ὅθεν τὸν οὐράνιον θάλαμον ᾤκησας ἔνθα, ὡς Παρθένος καὶ Μάρτυς, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σου μνημόνευε. Στίχ. η. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου. Ῥίζης, εὐκλεοῦς Κυριακή, κλάδος ὡραιότατος ὤφθης, καρπὸν σωτήριον, φέρων τῆς ἀθλήσεως, τὰ κατορθώματα, καὶ μαραίνων ἐν χάριτι, φυτὰ ἀσεβείας ὅθεν τὴν πανίερον, μνήμην σου σέβομεν, πόθῳ καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες. Δόξα. Ἑωθινὸν Γ. Ἦχος γ. Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο. Καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι αὐτῶν, δοξάζομέν σου, τὴν ἐκ νεκρῶν ἀνάστασιν, φιλάνθρωπε Κύριε. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν διὸ ἀνυμνοῦντες βοῶμεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ 12

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ μῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῶν Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 13

Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑ πάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος β. (Ψαλμὸς ριζ ) Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος β. Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐ πουρανίων ἐκραύγαζον Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι. Στίχ. β. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Στίχ. γ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐ πουρανίων ἐκραύγαζον Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι. Ἀπολυτίκιον τῆς Μεγαλομάρτυρος. Ἦχος δ. Ταχὺ προκατάλαβε. Κυρίων τὸν Κύριον, καὶ βασιλέα Χριστόν, ἐξ ὅλης ἠγάπησας, Κυριακὴ τῆς ψυχῆς, καὶ χαίρουσα 14

ἤθλησας ὅθεν Παρθενομάρτυς, παρ αὐτοῦ δοξασθεῖσα, βρύεις τοῖς σὲ τιμῶσιν, ἰαμάτων τὴν χάριν, τοῖς πᾶσιν αἰτούμενη, πταισμάτων συγχώρησιν. Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁ μαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ τῆς Ἁγίας Προκείμενον. Ἦχος δ. (Ψαλμὸς ξζ ) Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (γ 23 29, δ 1 5) Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν ἐλθούσης δὲ τῆς πίστεως οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, καὶ κατ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ἀλληλούϊα. (γ ) Ἦχος δ. (Ψαλμὸς λθ ) Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς Γ Ματθαίου Ἐκ τοῦ κατὰ Ματθαῖον (στ 22 33) Εἶπεν ὁ Κύριος Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει οὐ κοπιᾷ οὐδὲ νήθει λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως 15

ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; Πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀἀνναασσττὰὰςς ἐἐκκ ννεεκκρρῶνν....... Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἀπολυτίκιον τῆς Μεγαλομάρτυρος. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὡς βρύσις πολύκρουνος, παρθενομάρτυς Χριστοῦ, κατήρδευσας πάνσοφε, τὴν Ἐκκλησίαν αὐτοῦ, καὶ ἤθλησας ἄριστα ἔσωσας τοὺς ἐν σκότει τῆς εἰδωλομανίας, αἴγλῃ τῶν σῶν θαυμάτων, Κυριακὴ ἀθληφόρε διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς. 16

Ἕτερον Ἀπολυτίκιον τῆς Μεγαλομάρτυρος. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Καλλιέργημα ὤφθης καὶ θῦμα ἅγιον, προσενεγκοῦσα τῷ Πλάστῃ τὴν καθαράν σου ψυχήν, ἣν ἐδόξασε Χριστός, ὦ καρτερόψυχε. Ὅθεν καὶ βρύει διὰ σοῦ, τοῖς τιμῶσί σε πιστοῖς, τὰς χάριτας ὑπὲρ ψάμμον, Κυριακὴ ἀθληφόρε, ὡς ἐλεήμων καὶ φιλάνθρωπος. Ἕτερον Ἀπολυτίκιον τῆς Μεγαλομάρτυρος. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὴν σὴν κλῆσιν τοῖς ᾄθλοις Μάρτυς ἐλάμπρυνας, ὑπὲρ τῆς δόξης Κυρίου στεῤῥῶς ἀθλήσασα, καὶ καθεῖλες τὸν ἐχθρὸν ὦ καλλιπάρθενε ὅθεν παρέχεις τοῖς ἐν γῇ, ἰαμάτων δωρεάς, Κυριακὴ ἀθληφόρε, ἐκδυσωποῦσα ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Ἕτερον Ἀπολυτίκιον τῆς Μεγαλομάρτυρος. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Φερωνύμως τῇ κλήσει τὴν σπουδήν σου κατάλληλον, ἀνεδείξω ἀληθῶς, Κυριακὴ μεγαλώνυμε. Κυρία σαρκός τε καὶ παθῶν ἀτίμων ἐφάνης ἀνδρικῶς, καὶ παρέχεις τὰς ἰάσεις τοῖς εὐσεβῶς τῷ ναῷ σου προσπελάζουσι δόξα τῷ ἐν κινδύνοις ἡμῶν προστάτιν δείξαντι. Ἕτερον Ἀπολυτίκιον. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Τὸν Κύριον τῆς δόξης ἐκ ψυχῆς ἀγαπήσασα, κατέλιπες τοῦ κόσμου τὰ τερπνὰ ὡς ἐπίκηρα, καὶ ἤθλησας στεῤῥῶς Κυριακή, ὡς νύμφη τοῦ Χριστοῦ πανευπρεπής διὰ τοῦτό σε τιμῶμεν πανευσεβῶς, Παρθενομάρτυς κράζοντες δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. Ἀπολυτίκιον τῆς Μεγαλομάρτυρος. (ὑπὸ Σεβ.Ῥόδου Κυρίλλου τοῦ Κογεράκη) Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὡς βρύσις πολύκρουνος, παρθενομάρτυς Χριστοῦ, κατήρδευσας πάνσοφε, τὴν Ἐκκλησίαν αὐτοῦ, καὶ ἤθλησας ἄριστα ἔσωσας τοὺς ἐν σκότει τῆς εἰδωλομανίας, αἴγλῃ τῶν σῶν θαυμάτων, Κυριακὴ ἀθληφόρε διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς. Ἕτερον. (ὑπὸ Σεβ.Ῥόδου Κυρίλλου τοῦ Κογεράκη) Ἦχος πλ. δ. Ταῖς τῶν δακρύων σου ῥοαῖς. Ταῖς τῶν αἱμάτων σου ῥοαῖς, τῆς ἁγνείας τὸ ἔνδυμα κατεφοίνιξας, καὶ ἐν αὐταῖς πανστρατιάν, τὴν τοῦ ἐχθροῦ εἰς τέλος κατεξολόθρευσας, καὶ νύμφη τοῦ Χριστοῦ, Κυριακὴ δειχθεῖσα ἀκήρατος, νυμφῶνα τὸν θεῖον κατῴκησας. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τοῖς ψυχὰς ἡμῶν. Ἀπολυτίκιον τοῦ Ὁσίου Θωμᾶ ἐν Μαλεῷ. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος γ. Τὴν ὡραιότητα. Τὴν διαῤῥέουσαν δόξαν ἀπέῤῥιψας, καὶ τὸν τοῦ Κτίσαντος, ζυγὸν ἠγάπησας, ἀγγελικὴν ἐπὶ τῆς γῆς, ἑλόμενος πολιτείαν ὅθεν χαρισμάτων σε, δωρεαῖς κατεπλούτισε, Χριστὸς ὁ φιλάνθρωπος, ὁ δοξάσας τὸν βίον σου ᾧ πρέσβευε Θωμᾶ θεοφόρε, ῥῦσαι ἡμᾶς πάσης ἀνάγκης. ἕτερον (Χαραλάμπους Μπούσια) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ὁσιότητι βίου καὶ πτωχείᾳ κοσμούμενος πλοῦτον τὸν φθαρτὸν ἀπηρνήσω καὶ ἐγένου τῆς Χάριτος, δοχεῖον Πνευματέμφορε Θωμᾶ, ὡράϊσμα σεπτὸν τοῦ Μαλεοῦ διὰ τοῦτο τοὺς σοὺς πόνους χρεωστικῶς τιμῶντες ἀνακράζομεν Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα, τῷ σὲ θαυμαστώσαντι, δόξα, τῷ σὲ ἡμῶν πανσθενουργὸν προστάτην δείξαντι. 17

Ἦχος πλ. δ. Ταῖς τῶν δακρύων σου ῥοαῖς. (Γεωργίου Γαλανόπουλου) Ταῖς δακρυῤῥόοις σου εὐχαῖς, καὶ ἀγῶσι σκληροῖς τῷ Θεῷ εὐηρέστησας, τὸν δὲ παμπόνηρον ἐ χθρόν τοῖς ἐγκρατείας τοῖς πόνοις κατετραυμάτισας, γενόμενος πατὴρ και μοναστῶν ποδηγέτης πανάριστος, Θωμᾶ ὄρους Μαλεοῦ τὸ ἀγλάϊσμα. Πρέσβευε Χριστῷ οὖν θερμῶς σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἕτερον Ἦχος γ. Θείας πίστεως. Ἐμφορούμενος ἔρωτι θείῳ, ἠκολούθησας Θωμᾶ Δεσπότην, καὶ ἐν τῷ ὄρει Μαλεῷ ὑπερήστραψας, ἐν τῇ ἀσκήσει ὡς ἄστρον ὑπέρλαμπρον, πόνοις ἀθλήσεως πάτερ καὶ θαύμασιν ὅθεν αἴτησαι ταῖς σαῖς εὐχαῖς πρὸς τὸν Κύριον, ἐχθρῶν ὁ συντρίψας ἔνεδρα, ἡμᾶς τούς σε τιμῶντας βλάβης ῥύσασθαι. Ἀπολυτίκιον Ἁγίου Βλασίου ἐν Σκλαβαίνοις. (Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τῶν Σκλαβαίνων κοσμῆτορ πανιερώτατε, καὶ Ἀκαρνάνων μαρτύρων θεοφεγγὲς λαμπηδών, μάκαρ Βλάσιε, πιστῶς κατασπαζόμενοι θήκην λειψάνων σου σεπτῶν, ἃ κατέδειξας ἡμῖν ἀρτίως σῇ ἐμφανίσει τῇ ξενοτρόπῳ σὴν χάριν καὶ εὐλογίαν σου αἰτούμεθα. Ἀπολυτίκιον Ὑπεραγίας Θεοτόκου προστάτιδος καὶ ἐφόρου τῶν Σκλαβαίνων Ἀκαρνανίας (Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τῶν Σκλαβαίνων ἀκέστορ, Θεογεννήτρια, Χριστιανῶν Προστασία ἑτοίμη καὶ ἀρωγὲ ἐν ἀνάγκαις, συμφοραῖς καὶ περιστάσεσι, μὴ διαλίπῃς ἐκτενῶς σὺν Βλασίῳ ἱερεῖ καὶ μάρτυρι στεφηφόρῳ τὸν σὸν Υἱὸν δυσωποῦσα ὑπὲρ τῶν πίστει προστρεχόντων σοι. ἕτερον (Ἰσιδώρας Ἁγιοϊεροθεϊτίσσης) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ἀκαρνᾶνος Βλασίου ἡγουμένου δοξάσωμεν καὶ συναθλητῶν πενταρίθμων μοναζόντων τὰ τρόπαια οὓς ξίφος ἐν ἡμέρᾳ Κυριακῇ ἀπέτεμε δεινῶν Ἀγαρηνῶν, ἐν Σκλαβαίνοις ἔνθα ἄρτι ἐμφανισθεὶς τὸν τάφον τούτου ἔδειξε. Χαίροις ἱερομάρτυς τοῦ Χριστοῦ, χαίροις βλαστὲ τῆς πίστεως, χαίροις ὁ θαυμαστώσας ἐπὶ γῆς Θεοῦ τὸ μέγα Ὄνομα. Ἀπολυτίκιον Ἦχος γ. Μέγαν εὕρατο. Νέος ἥλιος, ἡμῖν ἐφάνης, εἰ καὶ ἤθλησας, τοῖς πάλαι χρόνοις, τῇ φανερώσει τῶν θείων λειψάνων σου, ἱερομάρτυς Πατήρ ἡμῶν Βλάσιε, καὶ καταυγάζεις ἡμᾶς θείαις χάρισιν ὅθεν πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ἕτερον Ἀπολυτίκιον Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ἐν Σκλαβαίνοις ποιοῦντες, ἑορτὴν μεγαλύνωμεν, ὕμνους Ἀκαρνᾶνος Βλασίου, τῶν Λειψάνων τὴν εὕρεσιν Ὁσίων τε τῶν Πέντε σὺν αὐτῷ, τῶν Παίδων καὶ τοῦ πλήθους Λαϊκῶν, οὓς τὸ ξίφος ὠμοτάτων Ἀγαρηνῶν, ὡς στάχυας ἀπέτεμεν. Χαίρετε στρατιῶται τοῦ Χριστοῦ, χαίρετε στῦλοι πίστεως χαίρετε οἱ προέχοντες πιστοῖς, τὴν χάριν τῶν ἰάσεων. Ἀπολυτίκιον Ὁσίας Κυριακῆς τῆς Νέας. (Καθηγουμένου Πορφυρίου Μπατσαρᾶ) Ἦχος γ. Μέγαν εὕρατο. 18

Τὴν αὐτάδελφον Διονυσίου τοῦ θείου, καὶ ὁμότροπον αὐτοῦ ἐν βίῳ, Κυριακὴν θαυμαστικῶς τιμήσωμεν λέγοντες Χαίροις, ἀξιάγαστε, μοναζουσῶν ἡ εὐπρέπεια, χαίροις θεοδόξαστε τῆς Μονῆς σου διδάσκαλε, καὶ πρέσβευε Χριστῷ τῷ Θεῷ ἡμῶν κραταιωθῆναι, Ὁσία, τὴν μάνδραν σου. Ἀπολυτίκιον τῶν Νεομαρτύρων. Ἦχος γ. Θείας πίστεως. Νέοι Μάρτυρες, παλαιὰν πλάνην, καταστρέψαντες, ὕψωσαν πίστιν, τῶν Ὀρθοδόξων, καὶ στεῤ ῥῶς ἠγωνίσθησαν τὴν γὰρ ἀνόμων θρησκείαν ἐλέγξαντες, ἐν παῤῥησίᾳ Χριστὸν ἀνεκήρυξαν, Θεὸν τέλειον. Καὶ νῦν ἀπαύστως πρεσβεύουσι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Τῶν Ἁγιορειτῶν Ὁσιομαρτύρων. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τοὺς ἐλέγξαντας ζήλῳ τοὺς λατινόφρονας, ὡς ἐχθροὺς τοῦ Υἱοῦ σου καὶ σοῦ πανάχραντε, ἐν τῷ κλήρῳ σου σεπτοὺς ὁσιομάρτυρας, εὐφημήσωμεν λαμπρῶς, δυσωποῦντες ἐκτενῶς, ὑπὲρ ἡμῶν ἱ κετεύειν, ἐκ πάσης βλάβης ῥυσθῆναι, καὶ τῆς ἀλήκτου ἀξιωθῆναι χαρᾶς. Τῶν Διονυσιατῶν Ἁγίων, τὸ παλαιόν. Ἦχος α. Τοὺς τρεῖς μεγίστους φωστῆρας. Τῆς εὐσεβείας τοὺς πύργους, Μονῆς Προδρόμου τὰ θρέμματα, τοὺς τῆς Ἐκκλησίας ὁπλίτας, τοῦ ὀροὺς Ἄθω σεμνώματα Νήφωνα θεῖον, Διονύσιον, Παῦλον, σὺν τῷ Χριστοφόρῳ τε Ἰωάσαφ, σοφὸν αὖθις Μακάριον, Φιλόθεον τὸν μέγαν καὶ πνευματοφόρον Δομέτιον, σὺν τῷ κλεινῷ Λεοντί ῳ, Ἰωσήφ τε καὶ Γεννάδιον, πάντες οἱ ἐν ταύτῃ τῇ θείᾳ Μονῇ ἐνασκούμενοι, ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι. Τῶν Ἐσφιγμενιτῶν Ἁγίων. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ἐννεάριθμον δῆμον τῶν Ἁγίων τιμήσωμεν, τῆς Μονῆς Ἐσφιγμένου τοὺς θερμοὺς ἀντιλήπτορας, καὶ Μάρτυρας Χριστοῦ πανευκλεεῖς, δι αὐτῶν γὰρ πᾶσαν χάριν ἀπὸ Θεοῦ, λαμβάνομεν κραυγάζοντες δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ ἐνεργοῦντι δι ὑμῶν, πᾶσιν ἰάματα. 19