Παρακλησις κοινή εις τον Ιωάννη Προδρομο, Αικατερίνη κ Αγαθής μαρτύρων

Σχετικά έγγραφα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΜΑΡΤΥΡΑ ΑΣΤΕΡΙΟΝ ΚΑΙ ΤΟΥΣ ΑΔΕΛΦΟΥΣ ΑΥΤΟΥ. (Γερασίμου Μοναχού του Μικραγιαννανίτου)

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον

Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Παρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Παρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Κυριακή 19 Μαΐου 2019.

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

Κανών Παρακλητικός. εις τους Οσίους και Θεοφόρους Πατέρας ημών. Διονύσιον τον Ρήτορα και Μητροφάνην

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Παρακλητικός Κανών του Αγίου Μάρτυρος Νέστωρ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Iohannes Damascenus - De theologia

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ. Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου. Ωδή α. Ηχος β. Εν βυθώ κατέστρωσε.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

Παράκλησις Παναγίας ΣΟΥΜΕΛΑ

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Ὁ Ἱερεύς: Ὁ Ἀναγνώστης: Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ἀναγνωστικό Κατήχησης

Η εκπύρωσις της γής(β Πε 3, 5-13)

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ & ΩΡΩΠΟΥ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ ΚΑΙ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 2018

Cirillus Alexandrinus - De synagogae defectu

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ»

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς

Οι Άγιοι της Θεσσαλονίκης.

1-7 Ιανουαρίου 2018 Θεός

Iohannes Damascenus - De azymis

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΞΕΝΙΑΝ ΤΗΝ ΕΚ ΚΑΛΑΜΩΝ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Κυριακή 23 Ἰουνίου 2019.

Παράκλησις ἁγ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Transcript:

Παρακλησις κοινή εις τον Ιωάννη Προδρομο, Αικατερίνη κ Αγαθής μαρτύρων (Ὑπὸ Γερασίμου μοναχοῦ Μικραγιαννανίτου) (Ἱ. Μ. Ἁγ. Αἰκατερίνης Αἰγίνης (πλησίον νέου Ἱ. Ν. Ἱ. Μ. Ἁγ. Νεκταρίου), 19883) Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ ΡΜΒ ψαλμός, τὸ ὁ Θεὸς Κύριος, καὶ τὰ ἑξῆς: Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ. Ταῖς τῶν τριῶν σου θεραπόντων πρεσβείαις, τοῦ Βαπτιστοῦ καὶ Προφήτου Προδρόμου, Αἰκατέρινης Δέσποτα τῆς νύμφης σου, καὶ Ἀγάθης Κύριε, τῆς στεῤῥᾶς Ἀθληφόρου, δίδου ταῖς ψυχαῖς ἡμῶν, φωτισμὸν καὶ εἰρήνην, καὶ τὴν παροῦσαν φύλαττε Μονήν, ἐκ πάσης ζάλης, ἀεὶ ἀκλυδώνιστον. Δόξα. Καὶ νῦν. Οὐ σιωπήσομέν ποτε Θεοτόκε... Ὁ Ν ψαλμός, καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Τῆς δὲ Μονῆς εἶτε Ἅγιοι σκέπη. Γερασίμου. Ωδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Τὸν πάντων Δεσπότην καὶ Ποιητήν, ὡς Πρόδρομος τούτου, Ἰωάννη καὶ Βαπτιστά, ἀπαύστως δυσώπει οἰκτειρῆσαι, τοὺς εὐλαβῶς προσιόντας τῇ σκέπῃ σου. Ἡ νύμφη Κυρίου ἡ παγκαλής, Χριστὸν ἐκδυσώπει τὸν Νυμφίον σου ἐκτενῶς, ῥυσθῆναι ἡμᾶς πᾶσης ἀνάγκης, Αἰκατερίνα τοὺς σὲ μακαρίζοντας. [1]

Στενώσεως πάσης ῥῦσαι ἡμᾶς, Ἀγάθη θεόφρον παῤῥησία σου πρὸς Χριστόν, καὶ αἴτει ἡμὶν πταισμάτων λύσιν, καὶ πολυπλόκων σκανδάλων ἐκλύτρωσιν. Δυνάμωσον Κόρη τὸ ἀσθενές, τῇ σῇ δυναστείᾳ τῆς ψυχῆς μου τῆς ταπεινῆς, ὡς ἄν περιγένωμαι Παρθένε, τῆς τοῦ ἐχθροῦ ὀλεθρίου δυνάμεως. Ωδὴ γ. Οὐρανίας ἀψίδος. Ἐν τῇ σῇ προστασίᾳ καὶ δαψιλεῖ χάριτι, Πρόδρομε Χριστοῦ Ἰωάννη ἀεὶ καυχώμενοι, ἐχθροῦ ἐκτρέπομεν, τὰς καθ ἡμῶν ἐπιθέσεις, καὶ τὴν σὴν κηρύττομεν θερμὴν ἀντίληψιν. Μὴ ἐλλείπῃς φρουροῦσα τὴν σὴν Μονὴν πάνσοφε, πάσης τοῦ ἐχθροῦ ἐπηρείας καὶ χαλεπότητος, τῇ ἐπισκέψει σοι, Αἰκατερίνα θεόφρον, ὡς ἄν βίον ἥσυχον πολιτευώμεθα. Οὐρανόθεν Ἀγάθη δίδου τὴν σὴν εὔνοιαν, καὶ τῆς πρὸς Θεόν σου πρεσβείας τὴν ἀγαθότητα, ἡμῖν ἑκάστοτε, τοῖς ἐκ ψυχῆς ἀφορῶσι, πρὸς τὴν ὀξυτάτην σου Μάρτυς βοήθειαν. Νομοδότην τεκοῦσα νόμων ἐκτὸς φύσεως, Κεχαριτωμένη Παρθένε Χριστὸν τὸν Κύριον, τῆς ἀνομίας με, τῶν προσκλυζόντων χειμάῤῥων, λύτρωσαι καὶ δίδου μοι θείαν κατάνυξιν. Διάσωσον, Τριὰς Ἁγίων ἐκ πάσης ἡμᾶς ἀνάγκης, ὦ Ἰωάννη Αἰκατερίνα τε πάνσοφε, σὺν τῇ Ἀγάθῃ ἁγίαις ἠμῶν πρεσβείαις. Ἐπίβλεψον... Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. [2]

Προστάται ἡμῶν, ὦ Ἰωάννη Πρόδρομε, καὶ Νύμφη Χριστοῦ Αἰκατερίνα πάνσοφε, Ἀγάθη τε θεόνυμφε, προστατεύειν μὴ παύσησθε Ἅγιοι, ταύτης ὑμῶν τῆς Μονῆς τῆς σεπτῆς ἀεὶ προσκειμένης ταῖς εὐχαῖς ἡμῶn. Ωδὴ δ. Εἰσακήκοα Κύριε. Ἡ πρεσβεία σου Πρόδρομε, τεῖχος ἡμῖν γένοιτο ἀῤῥαγέστατον, τοῦ ἐχθροῦ τὰ μηχανήματα, καθ ἡμῶν ἀπείργουσα δεόμεθα. Σκέπη ἔσο καὶ ἔφορος, καὶ παραμυθία καὶ καταφύγιον, τῆς Μονῆς σου ταύτης πάνσοφε, τῆς Αἰκατερίνα εὐφημούσης σε. Ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, πληρωτὰς Ἀγάθη ἡμᾶς ἀνάδειξον, κατευθύνουσα ἑκάστοτε, πρὸς ὁδοὺς ζωῆς τοὺς σὲ γεραίροντας. Ἴθυνόν μου Πανάμωμε, τῆς ψυχῆς τοὺς πόδας πρὸς τὰ θελήματα, τοῦ τεχθέντος ἐκ νηδύος σου, ἵνα κληρονόμος τούτου γένωμαι. Ωδὴ ε. Φώτισον ἡμᾶς. Τίς σου τὰς πολλάς, Βαπτιστὰ ἐξείπει χάριτας; Σὺ γὰρ μέγιστος ἐδόθης βοηθός, τοῖς προστρέχουσι τῇ θείᾳ ἀντιλήψει σου. Ἔχουσα πολλήν, παῤῥησίαν πρὸς τὸν Κύριον, Αὐτῷ πρέσβευε θερμῶς ὑπὲρ ἡμῶν, θαυμαστὴ Αἰκατερίνα μεγαλώνυμε. Ἅγνισον ἡμῶν, τὴν ψυχὴν καὶ τὴν διάνοιαν, τῇ θερμῇ σου ἱκεσίᾳ πρὸς Χριστόν, ἀγαθώνυμε Ἀγάθη δυσωποῦμέν σε. Γέφυρα σὺ εἶ, τὸν Σωτῆρα σωματώσασα, ἀναφέρουσα ἐκ γῆς πρὸς οὐρανόν, Θεοτόκε τοὺς δοξάζοντας τὸν τόκον Σου. [3]

Ωδὴ στ. Τὴν δέησιν ἐκχεῶ. Ἰάσεις, τοῖς προσιοῦσι πηγάζων, Ἰωάννη Βαπτιστὰ τοῦ Σωτῆρος, παῦσον ἡμῶν τῆς ψυχῆς καὶ τὴν ὀδύνην, καὶ τὴν τοῦ σώματος ἴασαι κάκωσιν, καὶ μετανοίας πρὸς ὁδούς, καθοδήγει ἡμᾶς τοὺς τιμῶντάς σε. Ὁ Λόγος, ὥσπερ οἰκείαν σὲ νύμφην, καλλιπάρθενε προσήκατο κόρη, Αἰκατερίνα Μαρτύρων ἡ δόξα, ὅθεν Αὐτὸν ἐκτενῶς καθικέτευε, ἐξ ἀλογίας τῶν παθῶν, ἐκλυτροῦσθαι τοὺς σὲ μακαρίζοντας. Ἰλύος, φθοροποιῶν παθημάτων, καὶ κινδύνων καὶ πικρῶν νοσημάτων, καὶ χαλεπῶν τοῦ Βελίαρ σκανδάλων, Παρθενομάρτυς Ἀγάθη ἀπάλλαξον, πρεσβείαις σου πρὸς τὸν Χριστόν, τοὺς ὑμνοῦντας τὴν θείαν σου ἄθλησιν. Σωτῆρα, καὶ εὐεργέτην τεκοῦσα, σωτηρίας με ἀξίωσον Κόρη, τῆς τοῦ ἐχθροῦ ῥυομένη με πλάνης, καὶ τυραννίδος πικρᾶς καὶ χειρώσεως. Σὺ γὰρ ἐλπίς μου κραταιά, καὶ ἐν Σοὶ τοῦ Βελίαρ ῥυσθήσομαι. Διάσωσον, Τριὰς Ἁγίων ἐκ πάσης ἡμᾶς ἀνάγκης, ὦ Ἰωάννη Αἰκατερίνα τε πάνσοφε, σὺν τῇ Ἀγάθῃ ἁγίαις ἠμῶν πρεσβείαις. Ἄχραντε... Κοντάκιον. Ἦχος β. Τοῖς τῶν αἱμάτων σου. Τῇ κραταιᾷ ὑμῶν σκέπῃ προστρέχοντες, ὦ Ἰωάννη Προφῆτα καὶ Πρόδρομε, Αἰκατερίνα Μαρτύρων ἀγλάϊσμα, σὺν τῇ Ἀγάθῃ ἁπάσης λυτρούμεθα, μανίας ἐχθροῦ τοῦ ἀλάστορος. Προκείμενον: Θαυμαστὸς ὁ Θεός... Στ.: Τοῖς Ἁγίοις, τοῖς ἐν τῇ γῇ Αὐτοῦ... [4]

Εὐαγγέλιον κατὰ Ματθαῖον: Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Ἰησοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ, εἶπεν Αὐτῷ Σὺ εἶ ὁ ἐρχόμενος, ἤ ἕτερον προσδοκῶμεν; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς Πορευθέντες, ἀπαγγείλατε Ἰωάννῃ ἅ ἀκούετε καὶ βλέπετε. Τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται. Καὶ μακάριός ἐστιν, ὅς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου. Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι, ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Πάντες γὰρ οἱ Προφῆται καὶ ὁ νόμος, ἕως Ἰωάννου προεφήτευσαν. Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας, ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Δόξα: Ταῖς τῶν Σῶν Ἁγίων... Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου... Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Πρόδρομε πανεύφημε, Αἰκατερίνα θεόφρον, καὶ Ἀγάθη πάνσεμνε, ἡμῶν ἀντιλήπτορες ἐνθεώτατοι, τῷ Χριστῷ πάντοτε, ποιεῖτε πρεσβείαν, λυτρωθῆναι πάσης θλίψεως καὶ ἐπιθέσεων, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, τὴν δὲ Μονὴν δεόμεθα, τὴν [5]

ἀνακειμένην μακάριοι, ὑμῶν ἐν τη σκέπῃ, καὶ δίδοσθε αὐτῇ παρὰ Θεοῦ, εἰρήνην θείαν καὶ ἔλεος, καὶ πταισμάτων ἄφεσιν. Ωδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Καθ ἑκάστην ἡμέραν, τῆς θερμῆς ἀρωγῆς σου δίδου τὰς χάριτας, καὶ φῶς καὶ σωτηρίαν, καὶ ῥῶσιν καὶ ὑγείαν, θεοδόξαστε Πρόδρομε, τοῖς προσιοῦσι πιστῶς τῇ θείᾳ σου πρεσβείᾳ. Ἐκλεκτὴ τοῦ Σωτῆρος, καὶ περίδοξος Νύμφη ὤφθης πανεύφημε. Αὐτὸν οὖν ἐκδυσώπει σοφὴ Αἰκατερίνα, καταπέμψαι τῇ ποίμνῃ σου, τῶν θεϊκῶν οἰκτιρμῶν, τὴν θείαν χορηγίαν. Πειρασμῶν τὰς ἐφόδους, καὶ παθῶν τὰς ὀδύνας Ἀγάθη ἔνδοξε, ἀπέλασον ἐν τάχει, ἐκ τῆς παρούσης Μάνδρας, καὶ πᾶν σκάνδαλον νέκρωσον, ὡς παῤῥησίαν πολλήν, πρὸς τὸν Χριστὸν πλουτοῦσα. Ἡλιόμορφε Κόρη, Ἀειπάρθενε μόνη Θεοχαρίτωτε, ἡ τέξασα ἀφράστως, Χριστὸν τὸν Βασιλέα, κληρονόμους ἀνάδειξον, τῆς βασιλείας Αὐτοῦ, τοὺς Σὲ δοξολογοῦντας. Ωδὴ η. Τὸν Βασιλέα. Γενοῦ Προφῆτα, καὶ Βαπτιστὰ Ἰωάννη, τεῖχος ἄῤῥηκτον κατὰ τῶν ἐναντίων, τοῖς ἐπιζητοῦσι, τὴν σὴν ἐπιστασίαν. Ἐν τῇ σῇ κλήσει, Αἰκατερίνα καυχᾶται, ἡ παροῦσά σου Μονὴ Μεγαλομάρτυς, ἥν σκέπε ἀοράτως, ἐκ πάσης δυσχερείας. Ῥυσθῆναι πάσης, ἐπιβουλῆς τοῦ δολίου, καθικέτευε Ἀγάθη τὸν Σωτῆρα, τοὺς ὑμνολογοῦντας, τὴν ἄθλησίν σου Μάρτυς. [6]

Ἄχραντε Κόρη, Εὐλογημένη Μαρία, εὐλογίαις με στεφάνωσον ταῖς θείαις, ἵνα παθημάτων, ῥυσθῶ τῶν ψυχοφθόρων. Ωδὴ θ. Κυρίως Θεοτόκον. Σαρκὸς ἐπαναστάσεις, νέκρωσον Προφῆτα, καὶ τῶν πταισμάτων τὴν ἄφεσιν αἴτησαι, τοῖς ἀδιστάκτῳ καρδίᾳ σὲ μεγαλύνουσι. Ισχὺν ἡμῖν παράσχου, κατὰ τοῦ Βελίαρ, Αἰκατερίνα σοφὴ καλλιπάρθενε, τοῖς τῷ ἁγίῳ ναῷ σου θερμῶς προστρέχουσι. Μαρτύρων ὡραιότης, ἔνδοξε Ἀγάθη, τὸν ἀγαθόδωρον Λόγον καὶ Κύριον, ὑπὲρ ἡμῶν ἐκδυσώπει τῶν εὐφημούντων σε. Οἱ τρεῖς ἡμῶν προστάται, Πρόδρομε Κυρίου, Αἰκατερίνα σοφὴ καλλιπάρθενε, σὺν τῇ Ἀγάθῃ φρουρεῖτε ἡμᾶς ἑκάστοτε. Ὑπέρτερόν με δεῖξον, τῶν χαμαὶ κειμένων, καὶ τῆς ψυχῆς μου τὴν ἔφεσιν ὕψωσον, Εὐλογημένη Παρθένε πρὸς θεῖον ἔρωτα. Τὸ Ἄξιόν ἐστι, καὶ τὰ Μεγαλυνάρια. Πρόδρομε Κυρίου καὶ Βαπτιστά, καὶ Αἰκατερίνα, νύμφη ἄφθορε τοῦ Χριστοῦ, καὶ σεμνὴ Ἀγάθη, τὴν δὲ ἁγίαν Μάνδραν, ὑμῶν τῇ προστασίᾳ σκέπετε πάντοτε. Μέγας ὦν Προφῆτα καὶ Βαπτιστά, μεγάλων κινδύνων, τῇ μεγίστῃ σου πρὸς Χριστόν, λύτρωσαι πρεσβείᾳ, τοὺς σὲ θερμὸν προστάτην, ἐν πᾶσι κεκτημένους, καὶ μεγαλύνοντας. Ἤνοιξας τὸ στόμα σου ὦ σεμνή, μέσον τοῦ σταδίου, καὶ κατήσχυνας τὸν ἐχθρόν, τῇ πολλῇ σοφίᾳ, σοφὴ Αἰκατερίνα, καὶ [7]

ἤθλησας ἀνδρείως, Χριστοῦ τῷ ἔρωτι. Πάντα ὑπερεῖδες τὰ γεηρά, Ἀγάθη θεόφρον, καὶ νενύμφευσαι τῷ Χριστῷ, καὶ θαυμαστωθεῖσα, ἀγῶσι μαρτυρίου, ἐπήρθης πρὸς νυμφῶνα, τὸν ὑπερκόσμιον. Ὑμῶν τῇ πρεσβείᾳ πίστει θερμῇ, ἠ παροῦσα Μάνδρα, καταφεύγει καὶ ἐκβοᾷ θεῖε Ἰωάννη, σοφὴ Αἰκατερίνα, καὶ ἔνδοξε Ἀγάθη, ἡμῶν στηρίγματα. Πᾶσαι τῶν Ἀγγέλων... Τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ ἥν τὸ ἑξῆς: Ἦχος β. Ὅτε ἐκ τοῦ Ξύλου. Πάντας, τοὺς προσπίπτοντας πιστῶς, ὑμῶν τῇ σεπτῇ προστασίᾳ, ἔνδοξε Πρόδρομε, Ἰωάννη μέγιστε, Αἰκατερίνα σοφή, καὶ Ἀγάθη θεόληπτε, ἐκ πάσης ἀνάγκης καὶ πάσης στενώσεως, ἀπολυτρώσασθε, νέμοντες ἡμῖν οὐρανόθεν, τὰ τῆς θεϊκῆς εὐσπλαγχνίας, θείας διαδόσεις ἀξιάγαστοι. Δέσποινα πρόσδεξαι... Τὴν πᾶσαν ἐλπίδα μου... Ἀπόλυσις. [8]