ὁ β χορὸς Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ὁ α χορὸς Στίχ, β'.



Σχετικά έγγραφα
Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

1 ΙΟΥΛΙΟΥ 2015 ΤΕΤΑΡΤΗ +Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. ( 284).

7 ΙΟΥΛΙΟΥ 2007 Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Κυριακῆς.

3 ΝΟΕΜΒΡΙΟΥ 2012 Σάββατον.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

13 ΝΟΕΜΒΡΙΟΥ 2015 Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ( 407)

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

26 ΙΟΥΛΙΟΥ 2018 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

ὁ β χορός Δόξα Πατρί...

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

2 ΟΚΣΩΒΡΙΟΤ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου.

20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

25 ΙΟΥΛΙΟΥ Μνήμη τῆσ Κοιμήςεωσ τῆσ Ἁγίασ Ἄννησ, μητρὸσ τῆσ Ὑπεραγίασ Θεοτόκου.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

27 ΙΟΥΛΙΟΥ 2012 Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ. ἰαματικοῦ Παντελεήμονος. ΚΑΘΙΣΜΑΤΑ

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

26 ΟΚΤΩΒΡΙΟΥ Τοῦ Αγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου. Ανάμνησις τοῦ γεγονότος σεισμοῦ ( 740 ).

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΣΑΒΒΑΤΟΝ +Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

18 ΟΚΤΩΒΡΙΟΥ 2017 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς ὁ β χορὸς τίχ,.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

4 ΔΕΚΕΜΒΡΙΟΥ Βαρβάρας μεγαλομάρτυρος ( 306), Ιωάννου ὁσίου τοῦ Δαμασκηνοῦ ( 760). Σεραφεὶμ Φαναρίου ἱερομ. ( 1601).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

26 ΙΟΥΛΙΟΥ Μμήμη τῆς Ἁγίας Ὁσιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς καὶ μμήμη τῶμ Ἁγίωμ Ἱερομαρτύρωμ. Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

σξῦ ἐμ Ιψαμμίμξιρ ( 1838).

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

12 ΔΕΚΕΜΒΡΙΟΥ 2011 Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σπυρίδωνος, Επισκόπου Τριμυθοῦντος τοῦ Θαυματουργοῦ.

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2012 Παρασκευὴ τῆς τυρινῆς. Ιωάμμου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ἐπὶ τῇ μμείᾳ τῆς α καὶ β εὑρέσεως τῆς τιμίας κεφαλῆς αὐτοῦ (452).

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

17 ΙΟΥΛΙΟΥ 2018 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

25 ΜΑΡΤΙΟΥ 2016 Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.

19 ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

1 ΙΟΥΛΙΟΥ Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

18 ΟΚΤΩΒΡΙΟΥ 2012 Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ..

2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

18 ΙΑΝΟΥΑΡΙΟΥ 2012 Αθαμαςίξτ ( 373) καὶ Κτπίλλξτ ( 444) οασπιαπφῶμ Αλεναμδπείαρ.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

18 ΙΑΝΟΥΑΡΙΟΥ Μμήμη τῶμ ἐμ ἁγίξις Πατέρωμ ἡμῶμ Ἀθαμασίξυ καὶ Κυρίλλξυ, Πατριαρχῶμ Ἀλεναμδρείας.

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

22 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ H Ματθαίου Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς, Μαρκέλλης Παρθενομάρτυρος ἐν Χίῳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

25 ΜΑΡΣΙΟΤ Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

Ηχος πλ. δ, ἑωθινὸν θ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

17 ΝΟΕΜΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΚΑ (Θ ΛΟΥΚΑ). Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας ( 270). Γενναδίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ( 471).

24 ΜΑΡΤΙΟΥ 2018 Σάββατον τοῦ Ἀκαθίστου Ὕμνου. Προεόρτια τοῦ Εὐαγγελισμοῦ τῆς Ὑπεραγίας Θεοτόκου.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

Transcript:

11 ΙΟΥΛΙΟΥ 2015 + Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας, ἥτις τόν τόμον τῆς ἐν Χαλκηδόνι Δ Οἰκουμενικῆς Συνόδου ἐκύρωσεν. Τῆς Ἁγίας Ὄλγας τῆς Ἰσαποστόλου καί τοῦ Ἁγίου Ὁσιομάρτυρος Νεκταρίου τοῦ ἐκ Βρυούλων. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 1

Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον Ἦχος γ' Θείας πίστεως Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε, τῆς γὰρ τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα Πατρί... Λίαν εὔφρανας τοὺς ὀρθοδόξους,... Καὶ νῦν... Θεοτοκίον Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α' Στιχολογίαν Ἦχος α' Τὸν τάφον σου Σωτὴρ Ἡ νύμφη καὶ ἀμνάς, τετρωμένη τῷ πόθῳ, Χριστὲ τοῦ ἑαυτῆς, οὐρανίου νυμφίου, ὀπίσω σου ἔδραμε, τὴν λαμπάδα κατέχουσα, τὴν δι' ἔλαιον, τῶν ἀρετῶν ἀνημμένην. Ταύτης ἅπαντας, ῥῦσαι παντοίων κινδύνων, πρεσβείαις ὡς εὔσπλαγχνος. Δόξα Πατρὶ... Καὶ νῦν...θεοτοκίον Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ ἀεὶ σε δοξάζουσι. Μετὰ τὴν β' Στιχολογίαν Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ Κατῃσχύνθησαν αἰσχρῶς, αἱρετιζόντων ἡ πληθύς, καὶ τὰ πρόσωπα αὐτῶν, ὕβρεως πέπλησται πολλῆς, ὅτε ἑώρων ποσί σου κατεῤῥιμμένον, τὸν τόμον ἑαυτῶν, τὸν δὲ ἡμέτερον, τιμίαις σου 2

χερσί, κατεχόμενον, κατηγοροῦντα ἄνοιαν ἐνδίκως, τῶν κακοδόξων, καὶ κράζοντα, Χριστὸς ἐτέχθη, διπλοῦς τῇ φύσει, διπλοῦς δὲ καὶ ταῖς θελήσεσι. Δόξα Πατρὶ... Καὶ νῦν...θεοτοκίον Κατεπλάγη, Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρί, ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε, Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος. Μετὰ τὸν Πολυέλεον Ἦχος πλ. δ' Τὸ προσταχθὲν μυστικῶς Ἐν τῇ εὐσήμῳ ἑορτῇ τῆς Πανευφήμου, μετ' ἐγκωμίων ψαλμικῶς πιστῶν ὁ δῆμος, εὐφημήσωμεν πόθῳ Χριστοῦ τὴν παρθένον, δογμάτων γὰρ ἀνεδείχθη τῶν πατρικῶν, προστάτις, καὶ μετὰ τέλος θαῦμα φρικτόν! Εὐτυχῆ καὶ Διόσκορον, ἐλέγξασα τοὺς κακῶς, νοσήσαντας εἰς δόγμα Χριστοῦ, ὃν ὑμνοῦντες δοξάζομεν. Δόξα Πατρὶ... Καὶ νῦν...θεοτοκίον Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν Ἁγνὴ καὶ προσκυνοῦμεν ἀνυμνοῦντες τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως, σῷσον ἡμᾶς, Παρθένε παντελεῆμον, ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου. Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δόξα Πατρί... Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν... Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον Ἦχος δ' Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου. 3

Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου. Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου. Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν. ὁ α χορὸς Κύριε ἐλέησον. ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,... ὁ α χορὸς Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ α χορὸς Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς... Κύριε, ἐλέησον (γ'). ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. ὁ β Χορὸς Καὶ τῷ Πνεύματί σου. ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Μάρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. ὁ Διάκονος: Πρόσχωμεν. ὁ α χορὸς Δόξα Σοι Κύριε, δόξα Σοι. ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν καὶ δαπανήσασα τὰ παρ ἑαυτῆς πάντα καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα ἀκούσασα περὶ τοῦ Ιησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο; καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ θύγατερ, ἡ πίστις σου σέσωκέ σε ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. ὁ α χορὸς Δόξα Σοι Κύριε, δόξα Σοι. Ὁ Ν' ψαλμὸς χύμα ὁ α χορὸς Δόξα Πατρὶ... Ἦχος β Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. ὁ β χορὸς Καὶ νῦν... 4

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Στιχηρὸν ἰδιόμελον Ἦχος πλ. β' Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένῃ ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα, Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε, Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρμοῖς... ΚΑΝΟΝΕΣ Ὁ Κανὼν τῆς Θεοτόκου ᾠδὴ α' Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,... Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν. Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον. Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε. Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια. Καὶ τῆς Ἁγίας, ὁ παρών. ᾠδὴ α' Ἦχος δ' Ἀνοίξω τὸ στόμα μου Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ ᾄσω μελῴδημα, τῇ Ἀθληφόρῳ Χριστοῦ, καὶ ὀφθήσομαι, φαιδρῶς ἀνακηρύττων, τοὺς πόνους οὓς ἤνεγκε, καὶ τὰ παλαίσματα. 5

Ἰάσεων ἄφθονα, ἡμῖν προχέεις χαρίσματα, τοῖς πίστει προστρέχουσιν, ἐν τῷ ναῷ σου Σεμνή, καὶ αἰτοῦσί σε, ἐκ βάθους καρδίας, καὶ πόθῳ τὴν μνήμην σου, πανηγυρίζουσι. Δόξα Πατρί... Ναὸς ἐχρημάτισας, κατὰ τὸν θεῖον Ἀπόστολον, ἐν ᾧ περ ηὐδόκησε, Χριστὸς ὁ Κύριος, ἐνοικῆσαί τε, καὶ ἐμπεριπατῆσαι, ψυχῆς καθαρότητι, Μάρτυς πολύαθλε. Καὶ νῦν...θεοτοκίον Οὐ κρύπτομεν Δέσποινα, τοῦ σοῦ ἐλέους τὴν ἄβυσσον, καὶ βρύσιν τὴν ἄφθονον, τῶν τεραστίων σου, καὶ τὸ πέλαγος, τῶν εὐεργεσιῶν σου, ὧν πᾶσι δι' ἔλεον πολύν ἐξέχεας. ᾠδὴ γ' Ὁ Εἱρμὸς Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. Οὐρανίας ἁψῖδος,... Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε. Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε. Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε. Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον. ᾠδὴ γ' Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε Ὢ! πῶς ἐν τῷ μέσῳ τοῦ σταδίου, ἀθλοῦσα ἡ Μάρτυς τοῦ Χριστοῦ, τὸν τύραννον ἐξέστησε, δι' ἄκραν καρτερότητα, ἀνδρείως γὰρ ὑπήνεγκε, τὰ τῶν δεινῶν κολαστήρια. Πανεύφημε μάρτυς Εὐφημία, εὐφήμοις ἐν ᾄσμασιν ἀεί, σὴν μνήμην σου γεραίρομεν, τὴν σὴν πλουτοῦντες λάρνακα, τὸ λείψανόν σου φέρουσαν, τὸ ἱερὸν καὶ σεβάσμιον. Δόξα Πατρὶ... 6

Ἀνδρείως κατέβαλες τὸν ὄφιν, τὸν μέγαν Σεμνὴ τὸν νοητόν, δυναμωθεῖσα χάριτι, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, τῆς ἀσυγχύτου φύσεως, καὶ τρισηλίου θεότητος. Καὶ νῦν...θεοτοκίον Ὑμνήσωμεν πάντες κατὰ χρέος, Μαρίαν τὴν Δέσποιναν ἁγνήν, τὴν μόνην ἀειπάρθενον, αὕτη γὰρ τὸ κεφάλαιον, τῆς σωτηρίας γέγονεν, ἡμῶν δι' ἄκραν καθαρότητα. Κάθισμα Ἦχος δ' Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,... Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε, ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, στέφος τῆς ἀθλήσεως, παρ αὐτοῦ δεξαμένη. Ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου. Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα. ᾠδὴ δ' Ὁ Εἱρμὸς Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. Εἰσακήκοα, Κύριε,... Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε. Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα. Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. Ἦχος δ' 7

Τὴν ἀνεξιχνίαστον Ὄλβον ἐθησαύρισας τὸν ἀληθῆ, ὃν περ σὴς καὶ βρῶσις οὐ δύναται, ἐξαφανίσαι, Καλλιπάρθενε σεμνή, οὐ γὰρ ἐν γῇ κατέκρυψας, τοῖς δεομένοις δὲ ἐσκόρπισας. Θάμβους ἐπληρώθησαν καὶ χαρμονῆς, ὄντως τῶν Πατέρων ὁ σύλλογος, ἐν ταῖς χερσί σου, καθορῶντες ὢ Σεμνή, τὸν τόμον τὸν ὀρθόδοξον, ἐν δὲ τοῖς ποσὶ τὸν ἀλλότριον. Δόξα Πατρὶ... Ὕβρεως ἐπλήσθησαν σφόδρα πολλῆς, οἱ περὶ Διόσκορον ἅπαντες, καί, Εὐτυχέα, οἱ νοσήσαντες κακῶς, οὓς ἐπὶ τέλους ᾔσχυνας, μάρτυς Εὐφημία πανεύφημε. Καὶ νῦν...θεοτοκίον Νόες ἐπουράνιοι τὸ ἐπὶ σοί, ὄντως Θεοτόκε μυστήριον, κατανοοῦντες, ἐξεπλάγησαν, διό, ἰλιγγιῶσι Δέσποινα,......ὕμνον κατ' ἀξίαν προσφέρειν σοι. ᾠδὴ ε' Ὁ Εἱρμὸς Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε. Φώτισον ἡμᾶς,... Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν. Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον. Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι. ᾠδὴ ε' 8

Ἐξέστη τὰ σύμπαντα Μερίδα Πανεύφημε, τὴν ἀγαθὴν προέκρινας, πάντα παριδοῦσα τὰ τοῦ βίου, δόξαν καὶ πλοῦτον, ἑνὸς γὰρ χρεία ἐστί, μέριμναν καὶ τύρβην τῶν πολλῶν, σὺ ἀπεσκοράκισας, τὴν Μαρίαν ζηλώσασα. Ὢ ξένον τεράστιον! νεκρὰ μὲν ἐν τῷ μνήματι, θαύματα τελεῖ δ' ὥσπερ τις ζῶσα, κρείττονα λίαν ἢ κατὰ ἄνθρωπον, αἱμάτων ἐκβλύζουσα κρουνούς, εἰς ἔνδειξιν μείζονα, ὅτι ζῶσιν οἱ δίκαιοι. Δόξα Πατρί... Συνοῦσα τῷ Κτίστη σου, ἐν οὐρανοῖς πανεύφημε, ἔντευξιν ποιοῦ ὑπὲρ τῶν πίστει, ἀνευφημούντων τὴν θείαν μνήμην σου, μάρτυς Εὐφημία τοῦ Χριστοῦ, ὑπὲρ οὗ τὸ αἷμά σου, ὥσπερ θῦμα ἐξέχεας. Καὶ νῦν...θεοτοκίον Ἀνύμφευτε Δέσποινα, τῶν Προφητῶν ἡ πρόῤῥησις, ὄντως ἐπὶ σοὶ πέρας λαμβάνει, καὶ γὰρ συνέλαβες ἐν τῇ μήτρᾳ τῇ σῇ, τὸν Λόγον τὸν ἄναρχον Πατρός, ὡς ὁ θεῖος σύλλογος,......τουτωνὶ προεκήρυξε. ᾠδὴ ς' Ὁ Εἱρμὸς Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,... Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με. Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον. 9

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον. ᾠδὴ ς' Τὴν θείαν ταύτην Ὡς ἄνθος χόρτου ἡ πάνσεμνος, ὁρῶσα Εὐφημία ῥεόμενα, πάντα τὰ γήϊνα, δίκην σκυβάλων κατέπτυσεν, ἵνα Χριστὸν κερδήσῃ, ὃν περ ἐπόθησε. Καθεῖλες κόρη τὸν δράκοντα, τὸν μέγαν καὶ πολλὰ ἐπαιρόμενον, καὶ κατεβύθισας, ἐν τοῖς κρουνοῖς τῶν αἱμάτων σου, τὸν καθ' ἡμῶν δολίως μηχανευόμενον. Δόξα Πατρὶ... Ὁρῶντες Μάρτυς ὡς ἥδυσμα, ἐν μέσῳ σου τὸ λείψανον κείμενον, τὸ ἱερώτατον, πνευματικῶς εὐωχούμεθα, ἁγιασμὸν καὶ ῥῶσιν ἀπαρυόμενοι. Καὶ νῦν...θεοτοκίον Ξενίζεις πάντας τῷ τόκῳ σου, Παρθένε Παναγία Θεόνυμφε, ὢ! πῶς ἀπείρανδρος, οὖσα πρὸ τόκου γεγέννηκας, καὶ μετὰ τόκον πάλιν ἔμεινας ἄφθορος. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Κοντάκιον Ἦχος β' Ἀγῶνας ἐν ἀθλήσει, ἀγῶνας ἐν τῇ πίστει κατεβάλου θερμῶς ὑπὲρ Χριστοῦ τοῦ νυμφίου σου, ἀλλὰ καὶ νῦν, ὡς τὰς αἱρέσεις, καὶ τῶν ἐχθρῶν τὸ φρύαγμα, ἐν τοῖς ποσὶ τῶν βασιλέων ἡμῶν ὑποταγῆναι πρέσβευε διὰ τῆς Θεοτόκου, ἡ ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων Ὅρον λαβοῦσα, καὶ φυλάττουσα πανεύφημε. Ὁ Οἶκος Τί τῶν σῶν ἀθλημάτων, ἢ τί τῶν σῶν κατορθωμάτων, ἢ τί τῆς σῆς παρθενίας, ἢ τοῦ βίου τοῦ ἀμέμπτου σου θαυμάσειέ τις πρότερον; σὺ γὰρ εὔφρανας τὸν Πατέρα, ὡς τῶ Υἱῶ νυμφευθεῖσα, τῷ Πνεύματι τῷ Ἁγίῳ σαυτὴν κατακοσμήσασα, Τίς ἱκανοὶ πρὸς ταῦτα, τίς λέγειν νῦν ἰσχύσειεν, ὅσαι σε περιλάμπουσιν ἀρεταὶ μὴ ὑποδύουσαι; ὡς ἐξ ἀνατολῆς γὰρ ἐκ τάφου ἀνατέλλουσα, παντὶ φαίνεις, καὶ ἀκτινοβολεῖς ἐν γῇ καὶ θαλάσσῃ, καὶ ἐπὶ πᾶσαν ἤπειρον ἁγιάζεις καὶ μυρίζεις τὰ πέρατα, διὸ Τόμον πεπίστευσαι, ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων Ὅρον λαβοῦσα, καὶ φυλάττουσα Πανεύφημε. Συναξάριον Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας. Στίχοι Δίκαζε μάρτυς τοῖς ὅροις, καὶ κειμένη, Κυροῦσα πίστιν, ἧς ἐνήθλησας πόθῳ. Θέσκελον ἑνδεκάτῃ Ὅρον ἐμπεδοῖ Εὐφημίῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Κινδέου τοῦ πρεσβυτέρου. 10

Ὁ ὅσιος Λέων, ὁ ἐν τῇ μάνδρᾳ, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι μάρτυρες Μαρκιανὸς καὶ Μαρτυροκλῆς ὁ μὲν μαχαίρᾳ, ὁ δὲ τοξευθεὶς τελειοῦνται. Ὁ ὅσιος Νικόδημος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Βατοπεδίου Ἱερᾶς μονῆς ἀσκήσας, καὶ διδάσκαλος τοῦ θείου Γρηγορίου τοῦ Παλαμᾶ χρηματίσας, διὰ τῆς κατὰ Χριστόν φιλοσοφίας ἐν εἰρήνῃ τελειοῦται. Καὶ μνήμη τῆς ἁγίας ἰσαποστόλου βασιλίσσης Ὄλγας Στίχοι Ἄνθραξ νοητὸς ἡ Ὄλγα ἐν Ῥωσίᾳ Ὤφθη τοῖς ὕστερον φλογὸς ζωηφόρου. Ταῖς αὐτῶν πρεσβείαις, Χριστέ ὁ Θεὸς, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ Ἦχος δ. ᾨδὴ α Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. ᾨδὴ γ Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου......στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε. ᾨδὴ ε Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. ᾨδὴ ς Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον 11

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ ) Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιμιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... Καταβασία ᾠδὴ θ. Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος γ Ἐπεσκέψατο ἡμᾶς Καὶ θανοῦσα ζωηρόν, αἱμάτων μύρον ἔβλυσας, ὡς ἐν Θεῷ ζῶντι ζῶσα, καὶ τῶν δογμάτων τοῦ Χριστοῦ, τὰς πλάκας ταῖς ἀγκάλαις σου, Εὐφημία κατέχεις, διὸ εὐφημοῦμέν σε. Θεοτοκίον 12

Ὁ Θεὸς ἡμῶν Ἁγνή, καταφυγὴν καὶ δύναμιν, καὶ βοηθὸν σε παρέσχεν, ἐν ταῖς θλίψεσιν ἡμῶν, καὶ ἐν ταῖς περιστάσεσι, πάντας οὖν ἡμᾶς ῥῦσαι, ἐκ τῶν ἀναγκῶν ἡμῶν. ΑΙΝΟΙ Ἦχος πλ. α' Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Χαίροις ἀσκητικῶν ἀληθῶς Χαίροις παρθενομάρτυς Χριστοῦ, ἡ ἐξ Ἑῴας ὡς ἀστὴρ ἀνατείλασα, καὶ πᾶσαν τὴν οἰκουμένην φωταγωγοῦσα φαιδρῶς, ψυχῆς διαυγείᾳ καὶ φαιδρότητι, δι' ἧς θεῖον θέσπισμα, τῶν Πατέρων κεκύρωται, καὶ κατηργήθη, Εὐτυχοῦς γλῶσσα βλάσφημος Διοσκόρου τε, τοῦ δεινοῦ καὶ παράφρονος, Χαίροις ἡ ἀποστάζουσα, κρουνοὺς τῶν αἱμάτων σου, καθαρτικοὺς μολυσμάτων, ἐκ τῶν ἁγίων λειψάνων σου, Χριστοῦ τῇ δυνάμει, τοῦ παρέχοντος τῷ κόσμω, τὸ μέγα ἔλεος. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Χαίροις παρθενομάρτυς Χριστοῦ... Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Δεῦτε τῆς Ἀθλοφόρου Χριστοῦ, μετ' ἐγκωμίων τελουμένην πανήγυριν, ὁρῶντες συνευφρανθῶμεν, πνευματικῶς ἐν χαρᾷ, καὶ πανευφροσύνως ἑορτάσωμεν, αὐτὴ γὰρ κατέβαλε, τὸ ἀγέρωχον φρόνημα, τῶν τυραννούντων, τῇ δυνάμει τοῦ Πνεύματος, ὅθεν ἤρατο, κατ' αὐτῶν μέγα τρόπαιον, Ταύτην γοῦν εὐφημήσωμεν, εὐφήμοις ἐν ᾄσμασι, τήν καλλιπάρθενον κόρην, τῆς εὐφημίας φερώνυμον, Χριστὸν δυσωποῦντες, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὅρους παραλαβοῦσα σεμνή, ἔνδον τοῦ τάφου, εὐσεβῶν κακοδόξων τε, κατεῖχες ἐν ταῖς χερσί σου, ὃν οἱ Πατέρες καλῶς, ἄνωθεν πνευσθέντες συνεξέθεντο, τὸν δὲ κατεπάτησας, ὡς ψευδῆ καὶ ἀντίθεον, τῶν κακοδόξων, οὓς εἰς τέλος κατῄσχυνας, ὅθεν ἅπαντες, εὐσεβῶς εὐφημοῦμέν σε, χαίροντες ἐν τῇ μνήμῃ σου, οὓς μάρτυς ὁ πρόεδρος, ὁ Ἱερὸς Βυζαντίων, ἐπισυνήγαγε σήμερον, διὸ τὸν Σωτῆρα, ἐκδυσώπησον δοθῆναι, τὸ μέγα ἔλεος. Δόξα Πατρί... Ἦχος πλ. δ' Πᾶσα γλῶσσα κινείσθω πρὸς εὐφημίαν, τῆς πανευφήμου Εὐφημίας, ἅπαν γένος καὶ ἡλικία πᾶσα, νεανίσκοι καὶ παρθένοι, τὴν Χριστοῦ παρθενομάρτυρα, ἐγκωμίοις καταστέψωμεν, νομίμως γὰρ ἀνδρισαμένη, καὶ τὸ χαῦνον τοῦ θήλεος ἀποῤῥίψασα, δι' ἀθλητικῶν πόνων, τὸν τύραννον ἐχθρὸν καταβέβληκεν, οὐρανίῳ δὲ καὶ θείῳ στέφει κοσμηθεῖσα, αἰτεῖται τῷ νυμφίῳ καὶ Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος. 13

Καὶ νῦν... Θεοτοκίον Ἦχος πλ. δ' Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Δοξολογία Μεγάλη εἰς ἦχον πλ. δ ( Ἀργή ἢ σύντομος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. 14

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς τὸ Ἀπολυτίκιον Ἦχος γ' Θείας πίστεως Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε, τῆς γὰρ τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον Α' Ἦχος β. Στίχ. α'. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β'. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ γ Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 15

Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... Ἀντίφωνον Β' Ἦχος πλ. α' Στίχ. α', Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. β', Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. γ', Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. δ. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Δόξα Πατρί... Καὶ νῦν... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ' Στίχ. α. Υπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου. Ἀπολυτίκιον Ἦχος γ' Θείας πίστεως Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε, τῆς γὰρ τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Στίχ. β. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατηύθυνεν τά διαβήματά μου. Λίαν εὔφρανας τοὺς ὀρθοδόξους,... Εἰσοδικὸν 16

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς......ψάλλοντάς σοι Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος γ' - Θείας πίστεως Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε, τῆς γὰρ τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ἀπολυτίκιον Τῆς ἁγίας Ὄλγας Ἦχος γ' - Θείας πίστεως Θείας πίστεως, ἀρχή ἁγία,ἀναδέδειξαι, ἐν τῇ Ρωσία, προσελθοῦσα τοῦ Σωτῆρος τῇ χάριτι, καί ἐν αὐτῇ τόν λαόν σου προσήγαγες, ὡς ἀληθής βασιλίς καί θεόληπτος. Ὄλγα ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος. Ἀπολυτίκιον Ἦχος δ. Ταχὺ προκατάλαβε. Βρυούλλων ἀγλάισμα καὶ ἀντιλήπτωρ θερμός, ἐδείχθης Νεκτάριε, ὡς Ἀθλητὴς τοῦ Χριστοῦ, ἐσχάτοις ἐν ἔτεσι, σὺ γὰρ καλῶς ἀσκήσας, ἐν τῷ δρεῖ τοῦ Ἄθω, ἤθλησας θεοφρόνως καὶ καθεῖλες τὸν ὄφιν διὸ σὲ Ὁσιομάρτυς, πόθω γεραίρομεν Τοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Ἦχος β' Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. Τρισάγιον. Ἀπόστολος (Β Κορ. ς 1-10) Προκείμενον. Ἦχος δ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. Πρὸς Κορινθίους Β Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα Ἀδελφοί, συνεργοῦντες παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς- λέγει γάρ, «Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι» ἰδοὺ νῦν «καιρὸς εὐπρόσδεκτος», ἰδοὺ νῦν «ἡμέρα σωτηρίας»- μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν 17

Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες. Ἀλληλούϊα ( γ ) Ἦχος δ Ὑπομένων ὑπέμεινα τὸν Κύριον. Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου. Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν (Λουκ. ζ 36-50) Τῷ καιρῷ ἐκείνῳ, ἠρώτα τις τῶν Φαρισαίων τὸν Ἰησοῦν, ἵνα φάγῃ μετ' αὐτοῦ καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου ἀνεκλίθη. Καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. Καὶ ἀποκριθεὶς ὁ Ιησοῦς εἶπεν πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ φησίν, Διδάσκαλε, εἰπέ,. Δύο χρεοφειλέται ἦσαν δανειστῇ τινι ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτόν ἀγαπήσει; Ἀποκριθεὶς δὲ ὁ Σίμων, εἶπεν Υπολαμβάνω, ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ Ορθῶς ἔκρινας. Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ πόδας μου οὐκ ἔδωκας αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμαξεν. Φίλημά μοι οὐκ ἔδωκας αὕτη δὲ ἀφ ἧς εἰσῆλθον οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου. Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπε δὲ αὐτῇ, Αφέωνταί σου αἱ ἁμαρτίαι. Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; Εἶπε δὲ πρὸς τὴν γυναῖκα Η πίστις σου σέσωκέ σε πορεύου εἰς εἰρήνην. ὁ α χορὸς Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό, Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικὸν Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. ἦχος β 18

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. ἦχος πλ. α Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα. ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). Ἀπόλυσις «...Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...» https://agioskosmasoaitolos.wordpress.com 19