Griego III Lic. Sandra Torres Requisitos para examen extraordinario Indicaciones: -Será obligación del alumno informarle a la profesora que se ha registrado en el examen extraordinario de esta materia. -Estos requisitos deberán ser entregados por el alumno en limpio (no en hojas de reciclaje) y con letra legible en la fecha dispuesta por Servicios Escolares. -El alumno que no entregue los requisitos aquí señalados no tendrá derecho a presentar el examen. -En ningún caso se dará prórroga en la fecha de entrega. I. Analiza morfológicamente las siguientes formas. Forma Persona Numero Tiempo Voz Modo Verbo Traducción ἐκέρδανε ἀποστελεῖτε ὡµίλεις κρινοῦντι πίµπλαται στελοῖεν ἐφοβούµεθα βαλοῦνται γελασθήσονται κερδανθείς ἀγγείλαιεν γράψει φθαρκείµην ἀπεκτείναµεν στάλκὼς εἴην βλάψαιµι διέφθαρσαι ἐστείλατε ἀκολουθῆσαν ἐκερδανεῖς ἐτετίµετο ἐπερανάµην ἐφανήτε πεπορευµένος τετόλµηκας ἐτεθεώρετο ἔσπαρσο δραµουµένη
θανεῖται τεθησοίµην φροντιεῖς ἤχθη ἦλθε ἔθηκας φαγόντα ἔλαθον τέθναµεν γεγόνατε τεθήκοιεν λέλοιπα II. Conjuga los siguientes verbos en el tiempo que se te indica. τίθηµι ἄγω en perfecto. λανθάνω en aoristo. βάλλω en futuro. ἀποθνῄσκω en presente. III. Traduce uno de los siguientes textos. a) Orphica, Argonautica, 1-117 ὈΡΦΕΩΣ ἈΡΓΟΝΑΥΤΙΚΑ Ὦναξ Πυθῶνος µεδέων, ἑκατηβόλε, µάντι, ὃς λάχες ἠλιβάτου κορυφῆς Παρνασσίδα πέτρην σὴν ἀρετὴν ὑµνῶ σὺ δέ µοι κλέος ἐσθλὸν ὀπάσσαις πέµπε δ' ἐπὶ πραπίδεσσιν ἐµαῖς ἐτυµηγόρον αὐδήν 5 ὄφρα πολυσπερέεσσι βρότοις λιγύφωνον ἀοιδήν ἠπύσω Μούσης ἐφετµαῖς καὶ πηκτίδι πυκνῇ. Νῦν γάρ σοι, λυροεργὲ, φίλον µέλος ἀείδοντι θυµὸς ἐποτρύνει λέξαι τάπερ οὔποτε πρόσθεν ἔφρασ' ὅταν Βακχοῖο καὶ Ἀπόλλωνος ἄνακτος 10 κέντρῳ ἐλαυνόµενος, φρικώδεα κῆλ' ἐπίφαυσκον θνητοῖς ἀνθρώποισιν ἄκη µετὰ δ' ὅρκια µύσταις ἀρχαίου µὲν πρῶτα χάους ἀµέγαρτον ἀνάγκην καὶ Κρόνον ὃς ἐλόχευσεν ἀπειρεσίοισιν ὑφ' ὁλκοῖς Αἰθέρα καὶ διφυῆ περιωπέα κυδρὸν Ἔρωτα 15 Νυκτὸς ἀειγνήτης πατέρα κλυτόν ὃν ῥα Φάνητα ὁπλότεροι καλέουσι βροτοί πρῶτος γὰρ ἐφάνθη Βριµοῦς τ' εὐδυνάτοιο γονὰς, ἠδ' ἔργ' ἀΐδηλα
Γηγενέων, οἳ λυγρὸν ἀπ' οὐρανοῦ ἐστάξαντο σπέρµα γονῆς, τὸ πρόσθεν ὅθεν γένος ἐξεγένοντο 20 θνητῶν, οἳ κατὰ γαῖαν ἀπείριτον ἀιὲν ἔασι θητείαν τε Ζηνὸς, ὀρεσσιδρόµου τε λατρείαν µητρὸς ἅτ' ἐν Κυβέλοις ὄρεσιν µητίσατο κούρην Φερσεφόνην περὶ πατρὸς ἀµαιµακέτου Κρονίωνος εὐµήλου θ' Ἡρακλῆος περίφηµον ἄµυξιν 25 ὅρκιά τ' Ἰδαίων, Κορυβάντων τ' ἄπλετον ἰσχύν. Δήµητρός τε πλάνην, καὶ Φερσεφόνης µέγα πένθος, θεσµοφόρος θ' ὡς ἦν ἠδ' ἀγλαὰ δῶρα Καβείρων, χρησµούς τ' ἀρρήτους Νυκτὸς περὶ Βάκχου ἄνακτος, Λῆµνόν τε ζαθέην ἠδ' εἰναλίην Σαµοθράκην, 30 αἰπεινήν τε Κύπρον, καὶ Ἀδωναίην Ἀφροδίτην ὄργια Πραξιδίκης, καὶ ἀρείνης νυκτὸς Ἀθήνης θρήνους τ' Αἰγυπτίων καὶ Ὀσίριδος ἱερὰ χύτλα. Ἀµφὶ δὲ µαντείης ἐδάης πολυπείρονας οἴµους θηρῶν οἰωνῶν τε καὶ ἣ σπλάγχνων θέσις ἐστίν 35 ἠδ' ὅσα θεσπίζουσιν ὀνειροπόλοισιν ἀταρποῖς ψυχαὶ ἐφηµερίων, ὕπνῳ βεβοληµέναι ἦτορ σηµείων τεράτων τε λύσεις, ἄστρων τε πορείας ἁγνοπόλον τε καθαρµὸν ἐπιχθονίοις µέγ' ὄνειαρ ἱλασµούς τε θεῶν, φθιµένων τ' ἐπινήχυτα δῶρα. 40 Ἄλλα δέ σοι κατέλεξ' ἅπερ εἴσιδον ἠδ' ἐνόησα, Ταίναρον ἡνίκ' ἔβην σκοτίην ὁδὸν, Ἄϊδος εἴσω, ἡµετέρῃ πίσυνος κιθάρῃ δι' ἔρωτ' ἀλόχοιο ἠδ' ὅσον Αἰγυπτίων ἰερὸν λόγον ἐξελόχευσα, Μέµφιν ἐς ἠγαθέην περάσας, ἱεράς τε πόληας 45 Ἄπιδος ἃς πέρι Νεῖλος ἀγάρροος ἐστεφάνωται πάντα µάλ' ἀτρεκέως ἀπ' ἐµῶν στέρνων δεδάηκας. Νῦν δ' ἐπεὶ ἀερόφοιτος ἀπέπτατο δήϊος οἶστρος, ἡµέτερον δέµας ἐκπρολιπὼν εἰς οὐρανὸν εὐρύν, πεύσῃ ἀφ' ἡµετέρης ἐνοπῆς ὅσσα πρὶν ἔκευθον. 50 Ὥς ποτε Πιερίην Λειβήθρων τ' ἄκρα κάρηνα (ἡρώωντε καὶ ἡµιθέων πρόµος ἐξεπέρησε) λισσόµενός µ' ἐπίκουρον ἑοῦ νόστοιο γενέσθαι ποντοπόρῳ σὺν νηῒ πρὸς ἄξενα φῦλ' ἀνθρώπων, ἔθνος ἐς ἀφνειὸν καὶ ἀτάσθαλον ᾧ ἐνὶ κραῖνεν 55 Αἰήτης υἱὸς φαεσιµβρότου ἠελίοιο. Θέσφατα γὰρ Πελίας δειδίσσετο µή οἱ ὄπισθεν χειρὸς ὕπ' Αἰσονίδα καθέλῃ βασιλήϊον ἀρχήν. Καί οἱ ὑπὸ πραπίδεσσι δόλου τρίβον ἠπερόπευε τάσσε γὰρ ἐκ Κόλχων χρύσειον κῶας ἐνεῖκαι 60 Θεσσαλίην εὔπωλον. Ὁ δ' ὡς κλύεν ἔκνοµον αὐδήν χεῖρας ἐπαντείνας ἐπεκέκλετο πότνιαν Ἥρην τήνδε γὰρ ἐκ µακάρων περιώσια κυδαίνεσκεν. Ἡ δὲ παρ' εὐχωλῇσιν ἐφέσπετο κηδοµένη περ ἔξοχα γὰρ µερόπων ἠγάζετο καὶ φιλέεσκεν
65 δεινοβίην ἥρωα, περικλυτὸν Αἴσονος υἷα, καί ῥα καλεσσαµένη ἐπετέλλετο Τριτογενείη. Καί οἱ φηγινέην πρῶτον τεκτήνατο νῆα, ἣ καὶ ὑπ' εἰλατίνοις ἐρετµοῖς ἁλιµυρέα βένθη πρώτην ὑπεξεπέρησε, τρίβον δ' ἤνυσσε θαλάσσης. 70 Ἀλλ' ὅτε δὴ συνάγειρεν ἀγακλειτοὺς βασιλῆας, Θρῄκην εἰς εὔπωλον ἐπείγετο δῖος Ἰήσων, καί µ' ἔκιχεν κιθάρην πολυδαίδαλον ἐντύνοντα, ὄφρα κέ σοι µέλπων προχέω µελίγηρυν ἀοιδήν, κηλήσω δέ τε θῆρας ἰδ' ἑρπετὰ καὶ πετεηνά. 75 Ἡνίκα δ' εἰς ἄντρον πολυήρατον εἰσεπέρησε, µείλιχον ἐκ λασίων στέρνων ἀνενείκατο φωνήν»ὀρφεῦ Καλλιόπης τε καὶ Οἰάγρου φίλε κοῦρε, Βιστονίῃ Κικόνεσσι πολυρρήνοισιν ἀνάσσων χαῖρ' ἐπεὶ Αἱµονίους ὀχεὰς πρώτιστον ἱκάνω, 80 Στρυµονίους τε ῥοὰς, Ῥοδόπης τ' αἰπεινὰ πρὸς ἄγκη. Εἰµὶ δ' ἐγὼ Μινύαισι πανέξοχον αἷµα λελογχώς Θεσσαλὸς Αἰσονίδης ξεῖνος δέ τοι εὔχοµαι εἶναι. Ἀλλὰ, φίλος, πρόφρων µ' ὑποδέχνυσο καὶ κλύε µῦθον µειλιχίαις ἀκοαῖς, καὶ λισσοµένῳ ὑπάκουσον 85 Ἀξείνου Πόντοιο µυχοὺς καὶ Φᾶσιν ἐρυµνόν νηῒ σὺν Ἀργῴῃ πελάσαι δεῖξαί τε θαλάσσης παρθενίης ἀτραποὺς, ἐπιήρατον ἡρώεσσιν, οἵ ῥα τεὴν µίµνουσι χέλυν καὶ θέσφατον ὀµφήν ἐλπόµενοι ξυνὸν πελάγει ἐπαρηγόνα µόχθων. 90 Οὐ γὰρ δὴ πλῶσαι πρὸς βάρβαρα φῦλα µέδονται νόσφι σέθεν καὶ γάρ ῥα ποτὶ ζόφον ἠερόεντα νείατον εἰς κευθµῶνα, λιτῆς εἰς πυθµένα γαίης, µοῦνον ἀπ' ἀνθρώπων πελάσαι καὶ νόστον ἀνευρεῖν ὧν ἕνεκεν ξυνήν τε δύην Μινύαισιν ἀρέσθαι 95 καὶ κλέος ἀνθρώποισιν ἐπ' ἐσσοµένοισι πυθέσθαι.» Τὸν µὲν ἐγὼ µύθοισιν ἀµειβόµενος προσέειπον»αἰσονίδη, τί µε ταῦτα παραιφάµενος ἐρεείνεις, ὄφρα κεν ἐς Κόλχους Μινύαις ἐπιήρανος ἔλθω, νηῒ σὺν εὐσέλµῳ πλεύσας ἐπὶ οἴνοπα πόντον; 100 ἤδη γάρ µοι ἅλις καµάτων, ἅλις ἔπλετο µόχθων, ὧν ἱκόµην ἐπὶ γαῖαν ἀπείριτον ἠδὲ πόληας Αἰγύπτῳ Λιβύῃ τε βροτοῖς ἀνὰ θέσφατα φαίνων. Καί µε ἀλητείης τε καὶ ἐξ οἴστρου ἐσάωσε µήτηρ ἡµετέρη καί ῥ' εἰς δόµον ἤγαγεν ἄλλον 105 ὄφρα τέλος θανάτοιο κίχω µετὰ γήραϊ λυγρῷ. Ἀλλ' οὐκ ἔσθ' ὑπαλύξαι ἃ δὴ πεπρωµένα κεῖται. Μοιρῶν ἐννεσίῃσιν ἐπείγοµαι οὐ γὰρ ἄτιµοι ἱκεσίου Ζηνὸς κοῦραι Λιταί ἵξοµαι ἤδη ὁπλοτέροις βασιλεῦσι καὶ ἡµιθέοις ἐνάριθµος.» 110 Καὶ τότε δὴ λίπον ἄντρον ἐπήρατον ἠδ' ἐπέρησα αὐτῇ σὺν φόρµιγγι καὶ εἰς Μινύας ἀφίκανον
λαιψηροῖσι πόδεσσιν, ὑπὲρ Παγασηΐδας ἀκτάς. Ἔνθα δ' ἀριστήων Μινυῶν λόχος ἠγερέθοντο στεῖνον δὴ ψαµάθους ὁµάδῳ, ῥηγµῖνα τ' Ἀναύρου. 115 Ἀλλ' ὅτε δή µ' ἐνόησαν ἀταρπιτὸν ἐξανύοντα, ἀσπασίως ἤγερθεν ἐγήθεε δ' ἦτορ ἑκάστῳ αὐτὰρ ἐµυθεόµην, ἐρεείνων ἄνδρας ἀρίστους. b) Publius Aelius Phlegon Paradox, De mirabilibus, 2. ΦΛΕΓΟΝΤΟΞ ΤΡΑΛΛΙΑΝΟΥ ΠΕΡΙ ΘΑΥΜΑΞΙΩΝ 1. Ἱστορεῖ δὲ καὶ Ἱέρων ὁ Ἀλεξανδρεὺς ἢ Ἐφέσιος καὶ ἐν Αἰτωλίᾳ φάσµα γενέσθαι. 2. Πολύκριτος γάρ τις τῶν πολιτῶν ἐχειροτονήθη ὑπὸ τοῦ δήµου Αἰτωλάρχης, ἐπὶ τρία ἔτη τῶν πολιτῶν αὐτὸν ἀξιωσάντων διὰ τὴν ὑπάρχουσαν ἐκ προγόνων καλοκαγαθίαν. ὢν δὲ ἐν τῇ ἀρχῇ ταύτῃ ἄγεται γυναῖκα Λοκρίδα, καὶ συγκοιµηθεὶς τρισὶν νυξὶ τῇ τετάρτῃ τὸν βίον ἐξέλιπεν. 3. ἡ δὲ ἄνθρωπος ἔµενεν ἐν τῇ οἰκίᾳ χηρεύουσα, ἡνίκα δὲ ὁ τοκετὸς ἤπειγεν, τίκτει παιδίον αἰδοῖα ἔχον δύο, ἀνδρεῖόν τε καὶ γυναικεῖον, καὶ τὴν φύσιν θαυµαστῶς διηλλαγµένον τὰ µὲν ἄνω τοῦ αἰδοίου ὅλως σκληρά τε καὶ ἀνδρώδη ἦν, τὰ δὲ περὶ τοὺς µηροὺς γυναικεῖα καὶ ἁπαλώτερα. 4. ἐφ' ᾧ καταπλαγέντες οἱ συγγενεῖς ἀπήνεγκαν εἰς τὴν ἀγορὰν τὸ παιδίον καὶ συναγαγόντες ἐκκλησίαν ἐβουλεύοντο περὶ αὐτοῦ, θύτας τε καὶ τερατοσκόπους συγκαλέσαντες. τῶν δὲ οἱ µὲν ἀπεφήναντο διάστασίν τινα τῶν Αἰτωλῶν καὶ Λοκρῶν ἔσεσθαι κεχωρίσθαι γὰρ ἀπὸ µητρὸς οὔσης Λοκρίδος καὶ πατρὸς Αἰτωλοῦ οἱ δὲ δεῖν ᾤοντο τὸ παιδίον καὶ τὴν µητέρα ἀπενέγκοντας εἰς τὴν ὑπερορίαν κατακαῦσαι. 5. ταῦτα δὲ αὐτῶν βουλευοµένων ἐξαίφνης φαίνεται ὁ Πολύκριτος ὁ προτεθνηκὼς ἐν τῇ ἐκκλησίᾳ πλησίον τοῦ τέκνου ἔχων ἐσθῆτα µέλαιναν. 6. τῶν δὲ πολιτῶν καταπλαγέντων ἐπὶ τῇ φαντασίᾳ καὶ πολλῶν εἰς φυγὴν τραποµένων παρεκάλεσε τοὺς πολίτας θαρρεῖν καὶ µὴ ταράττεσθαι ἐπὶ τῷ γεγονότι φάσµατι. ἐπεὶ δὲ ἔληξε τὸ πλέον τοῦ θορύβου καὶ τῆς ταραχῆς, ἐφθέγξατο λεπτῇ τῇ φωνῇ τάδε «ἐγὼ, ἄνδρες πολῖται, τῷ µὲν σώµατι τέθνηκα, τῇ δὲ εὐνοίᾳ καὶ τῇ χάριτι <τῇ> πρὸς ὑµᾶς ζῶ. καὶ νῦν πάρειµι <ὑµῖν> παραιτησάµενος τοὺς κυριεύοντας τῶν κατὰ γῆν ἐπὶ τῷ συµφέροντι τῷ ὑµετέρῳ. παρακαλῶ τοίνυν ὑµᾶς πολίτας ὄντας ἐµαυτοῦ µὴ ταράττεσθαι µηδὲ δυσχεραίνειν ἐπὶ τῷ παραδόξῳ γεγονότι φάσµατι. δέοµαι δὲ ὑµῶν ἁπάντων, κατευχόµενος πρὸς τῆς ἐκάστου σωτηρίας, ἀποδοῦναί µοι τὸ παιδίον τὸ ἐξ ἐµοῦ γεγεννηµένον, ὅπως µηδὲν βίαιον γένηται ἄλλο τι βουλευσαµένων ὑµῶν, µηδ' ἀρχὴ πραγµάτων δυσχερῶν καὶ χαλεπῶν διὰ τὴν πρὸς ἐµὲ φιλονεικίαν ὑµῖν γένηται. οὐ γὰρ ἐνδέχεταί µοι περιιδεῖν κατακαυθὲν τὸ παιδίον ὑφ' ὑµῶν διὰ τὴν τῶν ἐξαγγελλόντων ὑµῖν µάντεων ἀποπληξίαν. συγγνώµην µὲν οὖν ὑµῖν ἔχω, ὅτι τοιαύτην ὄψιν ἀπροσδόκητον ἑωρακότες ἀπορεῖτε πῶς ποτε τοῖς παροῦσι πράγµασιν ὀρθῶς χρήσεσθε. εἰ µὲν οὖν ἐµοὶ πεισθήσεσθε ἀδεῶς, τῶν παρόντων φόβων καὶ τῶν ἐπερχοµένων κακῶν ἔσεσθε ἀπηλλαγµένοι. εἰ δὲ ἄλλως πως τῇ γνώµῃ προσπεσεῖσθε, φοβοῦµαι περὶ ὑµῶν µήποτε εἰς ἀνηκέστους συµφορὰς ἀπειθοῦντες ἡµῖν ἐµπέσητε. ἐγὼ µὲν οὖν διὰ τὴν
ὑπάρχουσαν εὔνοιαν ὅτ' ἔζων καὶ νῦν ἀπροσδοκήτως παρὼν προείρηκα τὸ συµφέρον ὑµῖν. ταῦτ' οὖν ὑµᾶς ἀξιῶ µὴ πλείω µε χρόνον παρέλκειν, ἀλλὰ βουλευσαµένους ὀρθῶς καὶ πεισθέντας τοῖς εἰρηµένοις ὑπ' ἐµοῦ δοῦναί µοι µετ' εὐφηµίας τὸ παιδίον. οὐ γὰρ ἐνδέχεταί µοι πλείονα µηκύνειν χρόνον διὰ τοὺς κατὰ γῆν ὑπάρχοντας δεσπότας.» 7. ταῦτα δὲ εἰπὼν ἡσυχίαν ἔσχεν ἐπ' ὀλίγον, καραδοκῶν ποίαν ποτὲ ἐξοίσουσιν αὐτῷ γνώµην περὶ τῶν ἀξιουµένων. τινὲς µὲν οὗν ᾤοντο δεῖν ἀποδοῦναι τὸ παιδίον καὶ ἀφοσιώσασθαι τό τε φάσµα καὶ τὸν ἐπιστάντα δαίµονα, οἱ δὲ πλεῖστοι ἀντέλεγον, µετὰ ἀνέσεως δεῖν βουλεύσασθαι φάσκοντες, ὡς ὄντος µεγάλου τοῦ πράγµατος καὶ οὐ τῆς τυχούσης αὐτοῖς ἀπορίας. 8. συνιδὼν δὲ αὐτοὺς οὐ προςέχοντας, ἀλλ' ἐµποδίζοντας αὐτοῦ τὴν βούλησιν, ἐφθέγξατο αὖθις τάδε «ἀλλ' οὖν γε, ὦ ἄνδρες πολῖται, ἐὰν ὑµῖν συµβαίνῃ τι τῶν δυσχερεστέρων διὰ τὴν ἀβουλίαν, µὴ ἐµὲ αἰτιᾶσθε, ἀλλὰ τὴν τύχην τὴν οὕτως ἐπὶ τὸ χεῖρον ὑµᾶς ποδηγοῦσαν, ἥτις ἐναντιουµένη κἀµοὶ παρανοµεῖν ἀναγκάζει µε εἰς τὸ ἴδιον τέκνον.» 9. τοῦ δὲ ὄχλου συνδραµόντος καὶ ἔριν περὶ [τὴν ἄρσιν] τοῦ τέρατος ἔχοντος, ἐπιλαβόµενος τοῦ παιδίου καὶ τοὺς πλείστους αὐτῶν ἀνείρξας ἰταµώτερον διέσπασέ τε αὐτὸ καὶ ἤσθιε. 10. κραυγῆς δὲ γενοµένης καὶ λίθων ἐπ' αὐτὸν ἐκριπτοµένων ὑπελάµβανον τροπὴν αὐτοῦ ποιήσασθαι. ὁ δὲ ἄπληκτος ὢν ὑπὸ τῶν λίθων τὸ σῶµα πᾶν παιδίου κατανάλωσε πλὴν τῆς κεφαλῆς καὶ αὐτίκα ἀφανὴς ἐγένετο. 11. δυσφορούντων δ' αὐτῶν ἐπὶ τοῖς γενοµένοις καὶ ἐν ἀπορίᾳ καθεστηκότων οὐ τῇ τυχούσῃ, βουλοµένων τε ἀποστεῖλαι εἰς Δελφούς, φθέγγεται ἡ κεφαλὴ τοῦ παιδίου ἐπὶ τοῦ ἐδάφους κειµένη καὶ λέγει χρησµῷ τὰ ἀποβησόµενα ὦ πολυύµνητον ναίων χθόνα λαὸς ἀπείρων, µὴ στεῖχ' ἐς Φοίβου τέµενος ναόν τε θυώδη οὐ γάρ σοι καθαραὶ χέρες αἵµατος αἰθέρ' ἔχουσιν, ἀλλὰ µύσος προπάροιθε ποδῶν ἔντοσθε κελεύθου. 5 φράζεο δ' ἐξ ἐµέθεν, τρίποδος δ' ἀπόειπε κέλευθον µαντοσύνης πᾶσαν γὰρ ἐφετµήν σοι καταλέξω. ἤµατι γὰρ τούτῳ περιτελλοµένου ἐνιαυτοῦ ὥρισται πᾶσιν θάνατος, ψυχαὶ δὲ βίονται Λοκρῶν Αἰτωλῶν τ' ἀναµὶξ βουλῇσιν Ἀθήνης. 10 οὐδ' ἀναπαύλησις κακοῦ ἔσσεται οὐδ' ἠβαιόν ἤδη γὰρ ψακάδες φόνιαι κατὰ κρᾶτα κέχυνται, νὺξ δ' ἐπὶ πάντα κέκευθε, µέλας δ' ἐπιδέδροµεν αἴθρη. αὐτίκα νὺξ δ' ἔρεβος πᾶσαν κατὰ γαῖαν ὄρωρεν, χῆροι δ' οἴκοι πάντες ἐπ' οὔδεϊ γυῖα κλινοῦσιν, 15 οὐδὲ γυνὴ πένθος ποτὲ λείψεται, οὐδέ νυ παῖδες ἃν µεγάροις γοόωσι, φίλους πατέρας περιφύντες τοῖον γὰρ τόδε κῦµα κατέδραµε πᾶσι κατ' ἄκρης. αἲ αἲ πατρίδ' ἐµὴν αἰεὶ στένω αἰνὰ παθοῦσαν µητέρα τ' αἰνοτάτην, ἣν ὕστερον ἔκλυσεν αἰών. 20 νώνυµνόν τε θεοὶ γένεσιν θήσουσιν ἅπαντες
Λοκρῶν τ' Αἰτωλῶν θ' ὅ τί που καὶ σπέρµα λίποιτο, οὕνεκ' ἐµὴν κεφαλὴν λίποι αἰών, οὐδέ νυ πάντα σώµατος ἠφάνικεν µέλε' ἄκριτα, λεῖπε δὲ γαῖαν. ἀλλ' ἄγ' ἐµὴν κεφαλὴν θέµεν' ἠοῖ φαινοµένῃφι, 25 µηδέ θ' ὑπὸ ζοφερὴν γαῖαν κατακρυπτέµεν ἔνδον αὐτοὺς δὲ προλιπόντας ἑὸν χῶρον µετόπισθεν στείχειν εἰς ἄλλον χῶρον καὶ λαὸν Ἀθήνης, εἴ τινά που θανάτοιο λύσιν κατὰ µοῖραν ἕλησθε. 12. ἀκούσαντες δὲ οἱ Αἰτωλοὶ τοῦ χρησµοῦ, γυναῖκας µὲν καὶ τὰ νήπια τέκνα τούς τε ὑπεργήρως ὑπεξέθεντο οὗ ἕκαστος ἐδύνατο, αὐτοὶ δὲ ἔµενον καραδοκοῦντες τὸ ἀποβησόµενον. καὶ συνέβη τῷ ἑξῆς ἔτει Αἰτωλοῖς καὶ Ἀκαρνᾶσι συστῆναι πόλεµον καὶ φθορὰν πολλὴν ἑκατέρων γενέσθαι.