Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14) ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΜΗΤΕΡΑ ΗΜΩΝ Σ Ο Φ Ι Α Ν

Σχετικά έγγραφα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Iohannes Damascenus - De theologia

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Κανὼν τοῦ Γερασίμου εἰδικὸς ἐπὶ ἐμπρησμοῖς δασῶν. βλ. Θεοτοκάριον Γερασίμου σελ.334

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΜΗΤΕΡΑ ΗΜΩΝ ΜΑΤΡΩΝΑΝ ΤΗΝ ΑΟΜΜΑΤΟΝ ΣΥΓΧΡΟΝΟΝ ΡΩΣΙΔΑ ΑΣΚΗΣΑΣΑΝ ΕΝ ΚΟΣΜΩ

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν).

α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα)

οι οι οι οι οι οι οι οι οι οι οι οι οι τα α α α α α α α α α α α α Χε Δ βι ι ι ι ι ι ιµ µυ Ν ι ι ι ι ι ι ι ι ι ι ι ι ι χι

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Κυριακή 23 Ἰουνίου 2019.

Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).

ΑΚΟΛΟΥΘΙΑ ΕΚΛΑΜΨΑΝΤΟΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ** (12 Ἰουλίου) [ Ποίημα: Δρος Χαραλάμπους Μ. Μπούσια ] Ἀθῆναι 1995

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

Αριστειδης Μαρτυς ΠΑΡΑΚΛΗΣΙΣ

α α α α α α α α ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ & ΩΡΩΠΟΥ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ ΚΑΙ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 2018

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

- 1 / 15 - ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΞΕΝΙΑΝ ΤΗΝ ΕΚ ΚΑΛΑΜΩΝ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Μητροπολίτου Μόρφου Νεοφύτου

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον


Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων

* * * Ὁ πατέρας μου ἀπό τίς ἐπιστολές του

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΑ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΥ.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C).

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

Οι Άγιοι της Θεσσαλονίκης.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Αγιολογία - Εορτολογία

X ΜΑΘΗΜΑ ΑΓΙΟΓΡΑΦΙΑΣ Α

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ

Cirillus Alexandrinus - De synagogae defectu

«Ἁγιογραφικὴ Σύναξις Πατρῶν Α»

Κυριακή 19 Μαΐου 2019.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ)

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Iohannes Damascenus - De azymis

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

Ἀσκητὲς καὶ ἀσκητήρια στὴ νῆσο Σκόπελο

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

Transcript:

38 Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14) Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. 145, 2) ******************************************************************* Δρος Χαραλάμπους Μ. Μπούσια Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΜΗΤΕΡΑ ΗΜΩΝ Σ Ο Φ Ι Α Ν ΤΗΣ ΑΡΤΙ ΕΝ Τῌ ΜΟΝῌ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΠΑΡΑ ΤΗΝ ΚΛΕΙΣΟΥΡΑΝ ΚΑΣΤΟΡΙΑΣ ΑΣΚΗΣΑΣΑΝ * * * * * * * * * Ἀθῆναι 2012

39 ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΜΗΤΕΡΑ ΗΜΩΝ Σ Ο Φ Ι Α Ν ΤΗΣ ΑΡΤΙ ΕΝ Τῌ ΜΟΝῌ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΠΑΡΑ ΤΗΝ ΚΛΕΙΣΟΥΡΑΝ ΚΑΣΤΟΡΙΑΣ ΑΣΚΗΣΑΣΑΝ Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια ************************************************* Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ' ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς Ἦχος πλ. δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ἀσκητριῶν τῶν πάλαι ἄρτι ἐκθύμως ἀκολουθήσασαν ὁδοῖς ἐν Κλεισούρᾳ, Σοφίαν, ἐνδιαίτημα σοφίας Θεοῦ, ὡς καθυπομείνασαν τοῦ χειμῶνος τὸ ψῦχος εὐσθενῶς καὶ τήξασαν χαμευνίᾳ τὴν σάρκα, μελισταγέσι μέλψωμεν ᾠδαῖς λιτὰς πρὸς Κτίστην αὐτῆς ἐξαιτούμενοι. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν. Εἶτα ὁ Ν Ψαλμὸς καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς " Σοφία, Κλεισούρας εὖχος, φρούρει με. Χ. Μ. Μ. " ᾨδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας.

40 Σοφία, σεμνότης ἀσκητριῶν, Μονῆς Παναγίας ἐνδιαίτημα ἱερόν, ἡμῖν καθιλέωσαι τὸν Κτίστην τοῖς ἐκζητοῦσι τὰς θείας πρεσβείας σου. Ὁσίων ἀπαύγασμα νεαυγῶν, Σοφία, λιταῖς σου ἀποδίωξον σκοτασμὸν ἡμῶν τῶν σπευδόντων προσκυνῆσαι λειψάνων θήκην σου τὴν χαριτόβρυτον Φανὲ νεοφώτιστε ἀκραιφνοῦς νηστείας, Σοφία, χαμευνίας καὶ προσευχῆς, φωτὶ σῶν εὐχῶν ἀδιαλείπτων ἡμῶν παθῶν σκοτομήνην ἀπέλασον. Ἰάσεων φρέαρ παντοδαπῶν, ἁγνὴ Θεοτόκε, ἀνεδείχθη ἡ σὴν εἰκών, ἣν ἔχει Κλεισούρα Καστορίας ὡς θησαυρὸν πολυτίμητον, Δέσποινα. ᾨδὴ γ. Οὐρανίας ἁψῖδος. Ἀρετῆς ἐκμαγεῖον, τῶν συμφορῶν πέλαγος βίου σταθηρῶς διελθοῦσα εἰς ὅρμον ἄκλυστον, Σοφία, τῶν οὐρανῶν, ἔφθασας, ἔνθα πρεσβεύεις τῷ Κυρίῳ πέμψαί μοι χάριν καὶ ἔλεος. Κιβωτὸν ὡς σοφίας καὶ ἀρετῆς πάγχρυσον σὲ ὑμνολογοῦντες, Σοφία, πίστει κραυγάζομεν Ἡ Θεοτόκου Μονὴν

41 καθαγιάσασα πόνοις σῆς στεῤῥᾶς ἀσκήσεως, σκέπε σοὺς πρόσφυγας. Λυπηρῶν τῶν ἐν βίῳ ἡμῶν ἀχλὺν δίωξον φέγγει πρεσβειῶν σου, Σοφία, ἡ βίον ἅπαντα τῇ τοῦ Κυρίου Μητρὶ τῇ θαυμαστῇ παραθεῖσα ὁλοθύμως, πάνσοφε ὄντως ἀσκήτρια. Ἐπακούουσα, Μῆτερ τοῦ Λυτρωτοῦ πάναγνε, σοῦ τῶν δεομένων μὴ παύσῃ ἐπισκιάζουσα τοὺς προσκυνοῦντας πιστῶς σὴν παναγίαν εἰκόνα, ἐλεοῦσαν ἅπαντας, Θεογεννήτρια. Διάσωσον, ὥσπερ στρουθὸς ἡ ἀσκήσασα ἐν Κλεισούρᾳ καὶ ἀσκήσει δόξαν Θεοῦ σαφῶς κελαδήσασα, Σοφία, ἡμᾶς ἐκ παντὸς κινδύνου. Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Τὴν προπτωτικὴν κατάστασιν βιώσασαν σὺν τοῖς τοῦ δρυμοῦ θηρίοις καὶ σκηνώσασαν Ἁγίων σὺν τάγμασιν Παναγίας ἐν Μάνδρᾳ τιμήσωμεν,

42 σεπτὴν Σοφίαν, ἥνπερ πρὸς Θεὸν προβάλλομεν πρέσβειραν ἀκοίμητον. ᾨδὴ δ. Εἰσακήκοα, Κύριε. Ἱκετῶν εἰς βοήθειαν σπεῦσον σῶν ἐνθέρμων, Σοφία πάνσεμνε, Πόντου βλάστημα θειότατον καὶ Μακεδονίας σεμνολόγημα. Στερηθεῖσα τοῦ τέκνου σου ἔδραμες βιῶσαι καθάπερ ἄϋλος τέκνα οἰομένη ἅπαντας τοὺς πιστούς, Σοφία ἐγκρατεύτρια. Ὁλικῶς ἀτενίζουσα πρὸς τὸν μόνον σῴζοντα πάντας Κύριον ὡς μωρὰ διῆλθες βίον σου, πρέσβειρα ἡμῶν, Σοφία, ἔνθερμε. Ὑπερόπτας ἀνάδειξον σχέσεων προσύλων τοὺς ἀνυμνοῦντάς σε, Θεοτόκε, παρακλήσεσι τῆς μητρὸς Σοφίας, τῆς θεόφρονος. ᾨδὴ ε. Φώτισον ἡμᾶς. Ῥείθροις σῶν λιτῶν σβέσον πάθη τὰ χαμαίζηλα τῶν σπευδόντων σοι, Σοφία, εὐλαβῶς, καὶ τὴν θήκην προσκυνούντων τῶν λειψάνων σου. Αἴγλῃ θεϊκῇ αὐγασθεῖσα τῶν προσφύγων σου καταφώτισον, Σοφία, τῶν ψυχῶν ζόφον φέγγει τῶν παμφώτων σου δεήσεων. Στήριξον ἡμᾶς ἐν τῇ πίστει, ἡ στηρίξασα

43 τοῖς σοῖς λόγοις τοὺς προστρέχοντας πιστῶς Παναγίας εἰς Μονήν, Σοφία πάνσοφε. Εὔφρανον ἡμᾶς εὐωδίᾳ σῶν δεήσεων πρὸς Υἱόν σου, Μῆτερ, τὸν μονογενῆ, ἀφθαρσίας μύροις πάντας τὸν ἡδύναντα. ᾨδὴ στ. Τὴν δέησιν. Ὑμνοῦντές σε ὡς σοφίας σκήνωμα καὶ ταμεῖον ἀρετῶν ψυχοτρόφων ἐκδυσωποῦμέν σε Μῆτερ Σοφία, Μακεδονίας σεπτὸν ἐνδιαίτημα, ἐθνῶν τοὺς ἄρχοντας λιταῖς τοὺς ἀσόφους ἀόκνοις σου σόφισον. Χρηστότητος βάθρον καὶ συνέσεως ἀδιάσειστον, Σοφία Ὁσία, ἡ τὴν Μονὴν Παναγίας ἀρτίως σῇ ἀγωγῇ τῇ ἐνθέῳ κλεΐσασα, τοὺς σοὺς ἱκέτας σωφρονεῖν καὶ διάγειν σεμνῶς καταξίωσον. Ὁδήγησον εὐσεβεῖς πρὸς θέωσιν τοὺς ὑμνοῦντάς σου τὴν σκληραγωγίαν ἐν τοῦ χειμῶνος δριμύτητι, μῆτερ, καὶ παγετῷ καὶ χιόνι, ἰσάγγελε Σοφία, φλόγα ἐν ψυχῇ ἀνημμένην τῆς πίστεως ἔχουσα. Σκοτόμαιναν πάντων ἀποδίωξον τῶν παθῶν καὶ λογισμῶν τῶν ἀτάκτων, Θεοκυῆτορ, τῶν σοὶ προστρεχόντων καὶ προσκυνούντων τὴν σὴν χαριτόβρυτον εἰκόνα ἐν τῆ ἱερᾷ Γενεθλίου σου Μάνδρα, πανάχραντε.

44 Διάσωσον, ὥσπερ στρουθὸς ἡ ἀσκήσασα ἐν Κλεισούρᾳ καὶ ἀσκήσει δόξαν Θεοῦ σαφῶς κελαδήσασα, Σοφία, ἡμᾶς ἐκ παντὸς κινδύνου. Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β. Τοῖς τῶν αἱμάτων σου. Τὴν ἀρνηθεῖσαν ἀσθένειαν φύσεως καὶ ἀληθῶς ἀνδρικῷ ἐν φρονήματι ἀσκήσασαν πίστει τιμήσωμεν, σεπτὴν Σοφίαν, βοῶντες Ἀξίωσον ἡμᾶς σοφῶς ἐπὶ γῆς πολιτεύεσθαι. Προκείμενον. Ἦχος δ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι. Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου. Εὐαγγέλιον κατὰ Μάρκον (Κεφ. η 34- θ 1). Εἶπεν ὁ Κύριος Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω... Ζήτει τῇ Κυριακῇ μετὰ τὴν Ὕψωσιν τοῦ Τιμίου Σταυροῦ. Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον,... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον,... Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ὄρνις ὡς φιλέρημος ἐν τῇ Μονῇ Θεοτόκου καλιὰν ἀσκήσεως νυχθημέρου ἔπηξας, μῆτερ ἔνδοξε, ἡ ἐκ νεότητος θλίψεις καὶ στερήσεις

45 ὑπομείνασα καὶ δάκρυα πολλὰ ἐκχύσασα, ὥσπερ Παραδείσου ἀπέναντι καθήμενοι προπάτορες, ἔνθεε Σοφία, διδάσκουσα πάντας ὑπομένειν τὰς λύπας καὶ τὰς θλίψεις ἀκλινῶς παρόντος βίου προσβλέποντες χαρμονὴν εἰς ἄληκτον. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Φέγγει πόνων, Σοφία, σῶν ἀόκνων πρὸς κτῆσιν σοφίας ἄνωθεν καὶ ἀρετῆς ἐνθέου φωτίσασα ἀρτίως εὐσεβῶν τὰ συστήματα, φωτὶ ἀΰλῳ τὸν νοῦν ταχὺ καταύγασόν μου. Ῥυπογόνους ἑστίας μολυνούσας καρδίας πιστῶν τοῖς νάμασιν ἀπόπλυνον εὐχῶν σου πρὸς τὸν Χριστόν, Σοφία, παρ' ἑστίαν τὴν αὔλειον ἡ καθημένη σαρκὶ ἀνάπαυσιν διδοῦσα. Οὐρανίων δωμάτων κληρονόμος ἐγένου, Σοφία πάνσεμνε, ἡ σὴν οὐρανοδρόμον τελέσασα πορείαν ἐν Μονῇ Θεομήτορος διὸ τὴν χάριν τὴν σὴν καὶ ἀρωγὴν αἰτοῦμαι.

46 Ὑμνητῶν σου, Παρθένε, ἱκεσίας προσδέχου ὥσπερ θυμίαμα εὐῶδες, οἵα πόνους Σοφίας ἀσκητρίας, καὶ αὐτὰς τῷ Παντάνακτι καὶ σῷ ἀχράντῳ Υἱῷ προσάγαγε καὶ Κτίστῃ. ᾨδὴ η. Τὸν Βασιλέα. Ῥοὰς δακρύων τῶν ἱκετῶν σου, Σοφία, τῶν εὐχῶν σου ἀπόσμηξον μάκτρῳ πρὸς Χριστόν, Οὗ κάλλος ὁρᾷς μορφῆς τὸ θεῖον. Ἐγχειρισθεῖσα ὑπὸ Παρθένου, Σοφία, χάριν εὗρες αὐτῆς συνεργείᾳ ἀπελαύνειν νόσους πιστῶν τὰς ἀνιάτους. Ἰλύος πάσης τῶν μεριμνῶν ὑπερτέρα καθ' ἑκάστην ὀφθεῖσα, Σοφία, κάθαρον ἱκέτας τοὺς σοὺς παθῶν ἰλύος. Μονῆς Κλεισούρας ἀκέστορ καὶ ἀντιλῆπτορ, Θεοτόκε, πρεσβείαις Σοφίας ἀσκητρίας, ῥῦσαι ἡμᾶς ἐχθροῦ παγίδων. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Ἑῴας μυροβόλον λείριον ἀρτίως

47 τὸ ἐξανθήσαν σαλότητος μόχθοις σου, Σοφία, δεῖξόν με σκήνωμα ὁσιότητος. Χαρᾶς, ἧς ἀπολαύεις, ἐν σκηναῖς ἀφθίτοις μέτοχον δεῖξον, Σοφία πανεύφημε, τοὺς μεγαλύνοντας πόνους τῆς σῆς ἀσκήσεως. Μετὰ τῆς Θεοτόκου, ἧς τῷ φερωνύμῳ αὐτῆς Σεμνείῳ καλῶς ὑπηρέτησας, ὑπὲρ ἡμῶν ἐκδυσώπει, Σοφία, Κύριον. Μυράλειπτρον ἁγνείας, Κεχαριτωμένη, σῆς περικλύστου Μονῆς θεῖον κόσμημα, χαρᾶς ἀφθίτου ἐν πόλῳ ἡμᾶς ἀξίωσον. Ἄξιόν ἐστι... καὶ τὰ παρόντα Μεγαλυνάρια. Χαίροις, τῆς Χαλδίας σεπτὸς βλαστός, χαίροις, Πόντου κρίνον μυροβόλον καὶ εὐανθές, χαίροις, τῆς Κλεισούρας κιννάμωμον, Σοφία, ἡ ἀκραιφνεῖ ἀσκήσει κόσμον ἡδύνασα. Πάντας τοὺς προστρέχοντας εὐλαβῶς σαῖς θερμαῖς πρεσβείαις ῥῦσαι βλάβης τοῦ πονηροῦ, ἡ αὐτοῦ ἐνέδρας σαλότητι, Σοφία, Μονῇ ἐν Παναγίας ἄρτι πατήσασα. Χαίροις, καλλικέλαδε ἀηδὼν Πόντου καὶ στρουθίον παρ' ἑστίαν σεπτῆς Μονῆς Παναγίας ἄρτι,

48 Σοφία, ἐν ὑπαίθρῳ τὸ καλιὰν ἀγώνων πῆξαν, πανθαύμαστε. Χαίροις, τῆς Παρθένου θεραπαινίς, ἡ σκληραγωγίᾳ, χαμευνίᾳ καὶ προσευχῇ ἐν ἐσχάτοις χρόνοις ἑλκύσασα τὴν χάριν τοῦ Πνεύματος, Σοφία, θεία ἀσκήτρια. Χάρις ἐπεσκίασε δαψιλῶς Πνεύματος ἁγίου σέ, Σοφία θεοσεβές, καὶ ἀνέδειξέ σε ταμεῖον θαυμασίων καὶ ῥεῖθρον ἰαμάτων καὶ προοράσεως. Δεῦτε, ἀσπασώμεθα εὐλαβῶς θήκην τῶν λειψάνων ἀσκητρίας τῆς θεαυγοῦς Θεοτόκου Μάνδρας, Σοφίας, τῆς ἀρτίως σαλότητι λαμψάσης καὶ ἀγαθότητι. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς. Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἐκ τοῦ Πόντου ἀρτίως ἐξανατείλασαν ὥσπερ νεόφωτον ἄστρον ἀσκητικῆς ἀγωγῆς

49 καὶ Κλεισούραν Καστορίας καταυγάσασαν φέγγει ἀόκνου προσευχῆς, κατατήξεως σαρκὸς ἐμπόνου σκληραγωγίας καὶ θαυμασίων, Σοφίαν, ἡμῶν ὡς πρέσβειραν ὑμνήσωμεν. Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς Ἦχος β. Ὅτε ἐκ τοῦ Ξύλου. Μάνδρας Παναγίας θησαυρὲ ἄσυλε καὶ πάντιμον γέρας ἐνθέων ἀσκητριῶν, ἡ σοφίας ἔμπλεως Θεοῦ καὶ σκήνωμα ἀρετῆς πολυτίμητον, Ὁσία Σοφία, σόφισον τοὺς σπεύδοντας ταῖς ἱκεσίαις σου καὶ ἀνευφημοῦντας ἐκθύμως τῆς σκληραγωγίας σου πόνους πρὸς τὴν ὁλοκλήρωσιν καὶ θέωσιν. Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Δίστιχον. Ἐφραιμίας Συνοδίαν φρούρει, εὖχος Κλεισούρας, Σοφία, βοᾷ Χαραλάμπης. Κ Α Ι Τ Ε Λ Ο Σ Δ Ο Ξ Α Τ ῼ Μ Ο Ν ῼ Α Λ Η Θ Ι Ν ῼ Θ Ε ῼ Η Μ Ω Ν