1 METRA RÓŻNE SAFONA ποικιλόθρον' ἀθανάτἀφρόδιτα, παῖ Δίος δολόπλοκε, λίσσομαί σε, μή μ' ἄσαισι μηδ' ὀνίαισι δάμνα, πότνια, θῦμον, ἀλλὰ τυίδ' ἔλθ', αἴ ποτα κἀτέρωτα τὰς ἔμας αὔδας ἀίοισα πήλοι ἔκλυες, πάτρο[ς δὲ δόμον λίποισα χρύσιον ἦλθες ἄρμ' ὐπασδεύξαισα κάλοι δέ σ' ἆγον ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας πύκνα δίν[νεντες πτέρ' ἀπ' ὠράνωἴθερος διὰ μέσσω αἶψα δ' ἐξίκοντο σὺ δ', ὦ μάκαιρα, μειδιαίσαισ' ἀθανάτωι προσώπωι ἤρε' ὄττι δηὖτε πέπονθα κὤττι δηὖτε κάλημμι, κὤττι μοι μάλιστα θέλω γένεσθαι μαινόλαι [θύμωι τίνα δηὖτε πείθω ἄψ σ ἄγην ἐς σὰν φιλότατα; τίς σ', ὦ Ψάπφ', ἀδικήει; καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει, αἰ δὲ δῶρα μὴ δέκετ', ἀλλὰ δώσει, αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει κωὐκ ἐθέλοισα. ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
2 ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι θῦμος ἰμέρρει, τέλεσον, σὺ δ' αὔτα σύμμαχος ἔσσο. φαίνεταί μοι κῆνος ἴσος θέοισιν ἔμμεν' ὤνηρ, ὄττις ἐνάντιός τοι ἰσδάνει καὶ πλάσιον ἆδυ φωνείσας ὐπακούει καὶ γελαίσας ἰμέροεν, τό μ' ἦ μὰν καρδίαν ἐν στήθεσιν ἐπτόαισεν, ὠς γὰρ ἔς σ' ἴδω βρόχε' ὤς με φώναισ' οὐδ' ἒν ἔτ' εἴκει, ἀλλ' ἄκαν μὲν γλῶσσα μ ἔαγε λέπτον δ' αὔτικα χρῶι πῦρ ὐπαδεδρόμηκεν, ὀππάτεσσι δ' οὐδ' ἒν ὄρημμ', ἐπιρρόμβεισι δ' ἄκουαι, κάδ δέ μ ἴδρως ψῦχρος κακχέεται τρόμος δὲ παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας ἔμμι, τεθνάκην δ' ὀλίγω 'πιδεύης φαίνομ' ἔμ' αὔται ALKAIOS δεῦτέ μοι νᾶ]σον Πέλοπος λίποντε[ς παῖδες ἴφθι μοι Δίος ἠδὲ Λήδας εὐνόω]ι θύ[μ]ωι προ[φά]νητε, Κάστορ καὶ Πολύδε[υ]κες, οἲ κὰτ εὔρηαν χ[θόνα] καὶ θάλασσαν
3 παῖσαν ἔρχεσθ' ὠ[κυπό]δων ἐπ' ἴππων, ῤήα δ' ἀνθρώποι[ς] θα[ν]άτω ῤύεσθε ζακρυόεντος εὐσ δ[ύγ]ων θρώισκοντ[ες ἐπ ] ἄκρα νάων π]ήλοθεν λάμπροι πρό [τον ὀντρέχο]ντες, ἀργαλέα δ' ἐν νύκτι φ[άος φέ]ροντες νᾶϊ μ[ε]λαίναι Ἀσυνέτημι τῶν ἀνέμων στάσιν τὸ μὲν γὰρ ἔνθεν κῦμα κυλίνδεται, τὸ δ' ἔνθεν ἄμμες δ' ἂν τὸ μέσσον νᾶι φορήμεθα σὺν μελαίνᾳ, χείμωνι μοχθεῦντες μεγάλῳ μάλα περ μὲν γὰρ ἄντλος ἱστοπέδαν ἔχει, λαῖφος δὲ πᾶν ζάδηλον ἤδη καὶ λάκιδες μεγάλαι κατ' αὖτο χόλαισι δ' ἄγκυραι.... δρά]σαντας αἰσχυν[νον]τα τὰ μἤνδικα,...]ην δὲ περβάλοντ' [ἀν]άγκα αὔ]χενι λα[β]ολίωι π.[..]αν ἦ μάν κ ] Ἀχαίοισ' ἦς πόλυ βέλτερον αἰ τὸν θεοβλ]άβη ν τ α κατέκτανον οὔτω κε π]α ρ π λ έοντες Αἴγαις πραϋτέρα]σ ἔτυχον θαλάσσας ἀλλ' ἀ μ]ὲν ἐν ναύωι Πριάμω πάις ἄγαλμ'] Ἀθανάας πολυλάιδος
4 ἀμπῆχ'] ἐπαππένα γενήω, δυσμέ]νεες δὲ πόλη ἔπηπον...]...[..].ας Δαΐφοβόν τ' ἄμα ἔπεφν]ον, οἰμώγα δ' [ἀπ]ὺ τείχεος ὄρωρε, κα]ὶ παίδων ἀύτα Δαρδάνι]ον πέδιον κατῆχε Αἴας δὲ λ]ύσσαν ἦλθ' ὀλόαν ἔχων ἐς ναῦο]ν ἄγνας Πάλλαδος, ἀ θέων θνάτοι]σι θεοσύλαισι πάντων αἰνο]τάτα μακάρων πέφυκε χέρρες]σι δ' ἄμφοιν παρθενίκαν ἔλων σέμνωι] παρεστάκοισαν ἀγάλματι ὔβρισσ'] ὀ Λ[ό]κρος, οὐδ' ἔδεισε παῖδα Δ]ίος πολέμω δότε[ρ]ραν γόργωπι]ν ἀ δὲ δεῖνον ὐπ' [ὄ]φρυσιν σμ[ ]π[ε]λ[ι]δνώθεισα κὰτ οἴνοπα ἄϊξ[ε πόν]το[ν], ἐκ δ' ἀφάντοι[ς ἐξαπ[ίν]ασ ἐκύκα θυέλλαις... ANACREON ET ANACREONTEA ὦναξ, ᾧ δαμάλης Ἔρως καὶ Νύμφαι κυανώπιδες πορφυρέη τ' Ἀφροδίτη συμπαίζουσιν, ἐπιστρέφεαι δ' ὑψηλὰς ὀρέων κορυφάς, γουνοῦμαί σε, σὺ δ' εὐμενὴς ἔλθ ἡμίν, κεχαρισμένης δ' εὐχωλῆς ἐπακούειν Κλευβούλῳ δ' ἀγαθὸς γένεο
5 σύμβουλος, τὸν ἐμὸν δ' ἔρω- τ', ὦ Δεόνυσε, δέχεσθαι. σφαίρηι δηὖτέ με πορφυρῆι βάλλων χρυσοκόμης Ἔρως νήνι ποικιλοσαμβάλωι συμπαίζειν προκαλεῖται ἡ δ', ἐστὶν γὰρ ἀπ' εὐκτίτου Λέσβου, τὴν μὲν ἐμὴν κόμην, λευκὴ γάρ, καταμέμφεται, πρὸς δ' ἄλλην τινὰ χάσκει. πολιοὶ μὲν ἡμὶν ἤδη κρόταφοι κάρη τε λευκόν, χαρίεσσα δ' οὐκέτ' ἥβη πάρα, γηραλέοι δ' ὀδόντες, γλυκεροῦ δ' οὐκέτι πολλὸς βιότου χρόνος λέλειπται διὰ ταῦτ' ἀνασταλύζω θαμὰ Τάρταρον δεδοικώς Ἀίδεω γάρ ἐστι δεινὸς μυχός, ἀργαλῆ δ' ἐς αὐτὸν κάτοδος καὶ γὰρ ἑτοῖμον καταβάντι μὴ ἀναβῆναι. Ἀνακρέων ἰδών με ὁ Τήϊος μελωιδός (ὄναρ λέγω) προσεῖπεν κἀγὼ δραμὼν πρὸς αὐτόν περιπλάκην φιλήσας. γέρων μὲν ἦν, καλὸς δέ, καλὸς δὲ καὶ φίλευνος τὸ χεῖλος ὦζεν οἴνου
6 τρέμοντα δ' αὐτὸν ἤδη Ἔρως ἐχειραγώγει. ὃ δ' ἐξελὼν καρήνου ἐμοὶ στέφος δίδωσι τὸ δ' ὦζ' Ἀνακρέοντος. ἐγὼ δ' ὁ μωρὸς ἄρας ἐδησάμην μετώπωι καὶ δῆθεν ἄχρι καὶ νῦν ἔρωτος οὐ πέπαυμαι. Δότε μοι λύρην Ὁμήρου φονίης ἄνευθε χορδῆς φέρε μοι κύπελλα θεσμῶν, φέρε μοι νόμους κεράσσας, μεθύων ὅπως χορεύσω, ὑπὸ σώφρονος δὲ λύσσης μετὰ βαρβίτων ἀείδων τὸ παροίνιον βοήσω δότε μοι λύρην Ὁμήρου φονίης ἄνευθε χορδῆς. Ἄγε, ζωγράφων ἄριστε, λυρικῆς ἄκουε Μούσης γράφε τὰς πόλεις τὸ πρῶτον ἱλαράς τε καὶ γελώσας φιλοπαίγμονες δὲ Βάκχαι ἑτεροπνόους ἐναύλους ὁ δὲ κηρὸς ἂν δύναιτο, γράφε καὶ νόμους φιλούντων.