Bijlage VWO 2015 tijdvak 2 Grieks Tekstboekje VW-1011-a-15-2-b
Tekst 1 Patroclus gewond 816 817 818 819 820 821 822 823 824 825 826 827 828 829 830 831 832 833 834 835 836 837 838 839 840 841 842 843 844 Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ ἀλεείνων. Ἕκτωρ δ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον ἂψ ἀναχαζόμενον, βεβλημένον ὀξέϊ χαλκῷ, ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ νείατον ἐς κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσε δούπησεν δὲ πεσών, μέγα δ ἤκαχε λαὸν Ἀχαιῶν ὡς δ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ, ὥ τ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον πίδακος ἀμφ ὀλίγης ἐθέλουσι δὲ πιέμεν ἄμφω πολλὰ δέ τ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα, καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα Πάτροκλ, ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν, Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν, νήπιε τάων δὲ πρόσθ Ἕκτορος ὠκέες ἵπποι ποσσὶν ὀρωρέχαται πολεμίζειν ἔγχεϊ δ αὐτὸς Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω ἦμαρ ἀναγκαῖον σὲ δέ τ ἐνθάδε γῦπες ἔδονται. Ἆ δείλ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς, ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ ἰόντι Μή μοι πρὶν ἰέναι, Πατρόκλεες ἱπποκέλευθε, νῆας ἔπι γλαφυράς, πρὶν Ἕκτορος ἀνδροφόνοιο αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι. Ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε. Τὸν δ ὀλιγοδρανέων προσέφης, Πατρόκλεες ἱππεῦ Ἤδη νῦν, Ἕκτορ, μεγάλ εὔχεο σοὶ γὰρ ἔδωκε VW-1011-a-15-2-b 2 / 7 lees verder
845 846 847 848 849 850 851 852 853 854 855 856 857 νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν ῥηιδίως αὐτοὶ γὰρ ἀπ ὤμων τεύχε ἕλοντο. Τοιοῦτοι δ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν, πάντες κ αὐτόθ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες. Ἀλλά με μοῖρ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός, ἀνδρῶν δ Εὔφορβος σὺ δέ με τρίτος ἐξεναρίζεις. Ἄλλο δέ τοι ἐρέω, σὺ δ ἐνὶ φρεσὶ βάλλεο σῇσιν οὔ θην οὐδ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή, χερσὶ δαμέντ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο. Ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε ψυχὴ δ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει, ὃν πότμον γοόωσα, λιποῦσ ἀνδροτῆτα καὶ ἥβην. Homerus, Ilias 16.816-857 Aantekeningen regel 821 ὁ κενεών, -ῶνος (het weke van het) onderlijf διαπρό er dwars doorheen regel 825 ἡ πῖδαξ, -ακος bron regel 826 ἀσθμαίνω hijgen regel 830 κεραΐζω verwoesten regel 836 ὁ γύψ, γυπός gier regel 839 ἱπποκέλευθος de weg in een wagen afleggend regel 843 ὀλιγοδρανέω zwak zijn regel 852 βέῃ jij zult leven regel 856 τὸ ῥέθος lid regel 857 ἡ ἀνδροτής, -ῆτος mannelijke kracht Tekst 2 Iris, bode van Zeus, is naar Priamus gekomen om hem te vertellen dat hij naar Achilles moet gaan om het lichaam van Hector los te kopen. Zij spreekt als volgt tegen hem: 181 182 183 184 U hoeft geen angst voor de dood of vrees voor iets anders te hebben. Hermes, de doder van Argos, geven wij mee als geleide, die u tot vlak bij Achilles zal brengen. Wanneer hij u eenmaal in het verblijf van de zoon van Peleus gebracht heeft, zal deze VW-1011-a-15-2-b 3 / 7 lees verder
185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 zelf u niet doden en ook alle anderen daarvan weerhouden. Want hij is niet onberaden of zonder verstand of misdadig, maar wie als smekeling komt, zal hij minzaam ontvangen en sparen. Ἡ μὲν ἄρ ὣς εἰποῦσ ἀπέβη πόδας ὠκέα Ἶρις, αὐτὰρ ὅ γ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ αὐτῆς. Αὐτὸς δ ἐς θάλαμον κατεβήσετο κηώεντα κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει ἐς δ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε Δαιμονίη, Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε λύσασθαι φίλον υἱὸν ἰόντ ἐπὶ νῆας Ἀχαιῶν, δῶρα δ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ. Ἀλλ ἄγε μοι τόδε εἰπέ, τί τοι φρεσὶν εἴδεται εἶναι; Αἰνῶς γάρ μ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε κεῖσ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν. Ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ Ὤ μοι, πῇ δή τοι φρένες οἴχονθ, ᾗς τὸ πάρος περ ἔκλε ἐπ ἀνθρώπους ξείνους ἠδ οἷσιν ἀνάσσεις; Πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος, ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς υἱέας ἐξενάριξε σιδήρειόν νύ τοι ἦτορ. Εἰ γάρ σ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν, ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε, οὔ σ ἐλεήσει, οὐδέ τί σ αἰδέσεται. Νῦν δὲ κλαίωμεν ἄνευθεν ἥμενοι ἐν μεγάρῳ τῷ δ ὥς ποθι Μοῖρα κραταιὴ γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων, ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι ἐσθέμεναι προσφῦσα τότ ἂν τιτὰ ἔργα γένοιτο παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων ἑσταότ, οὔτε φόβου μεμνημένον οὔτ ἀλεωρῆς. VW-1011-a-15-2-b 4 / 7 lees verder
217 218 219 220 221 222 223 224 225 226 227 Τὴν δ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής Μή μ ἐθέλοντ ἰέναι κατερύκανε, μηδέ μοι αὐτὴ ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ οὐδέ με πείσεις. Εἰ μὲν γάρ τίς μ ἄλλος ἐπιχθονίων ἐκέλευεν, ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες, ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον νῦν δ αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην, εἶμι, καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. Εἰ δέ μοι αἶσα τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων, βούλομαι αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς ἀγκὰς ἑλόντ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην. Homerus, Ilias 24.181-227 Aantekeningen regel 189 ἐΰτροχος met goede wielen ἡμιόνειος met muildieren regel 190 ἡ πείρινς, -ινθος bagagemand regel 191 κηώεις, -εντος geurig regel 192 κέδρινος van cederhout τὸ γλῆνος kostbaarheid regel 202 κλέομαι beroemd zijn regel 207 ὠμηστής bloeddorstig regel 210 ἐπινέω toespinnen regel 211 ἀργίπους, -ποδος met snel bewegende poten regel 213 προσφύομαι zich vastbijten in τιτὰ ἔργα daden van vergelding regel 214 κακίζομαι zich laf gedragen regel 215 βαθύκολπος met diep over de gordel in plooien hangend kleed regel 216 ἡ ἀλεωρή het ontwijken regel 218 κατερυκάνω = κατερύκω regel 221 θυoσκόος offerschouwend regel 223 ἐσέδρακον aoristus van ἐσδέρκομαι kijken naar ἄντην in het gezicht regel 227 ἀγκάς in de armen VW-1011-a-15-2-b 5 / 7 lees verder
Tekst 3 Onderstaande regels vormen de eerste strofe van een gedicht met als titel No second Troy van J.P. Rawie: 1 2 3 4 Ik heb een vrouw bemind, die best een tweede Troje zou verdienen, en die door drank en heroïne onder mijn ogen werd verpest. Tekst 4 Menelaus is in het gevecht gewond geraakt door een pijl. Agamemnon is bang dat Menelaus zal sterven, maar Menelaus heeft gezegd dat de verwonding meevalt. In de onderstaande tekst reageert Agamemnon hierop. 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 Τὸν δ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων Αἲ γὰρ δὴ οὕτως εἴη, φίλος ὦ Μενέλαε ἕλκος δ ἰητὴρ ἐπιμάσσεται ἠδ ἐπιθήσει φάρμαχ, ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων. Ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα Ταλθύβι, ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον, φῶτ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος, ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς Τρώων ἢ Λυκίων τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. Ὣς ἔφατ, οὐδ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, βῆ δ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων παπταίνων ἥρωα Μαχάονα. Τὸν δὲ νόησεν ἑσταότ ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο. Ἀγχοῦ δ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα Ὄρσ, Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων, ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν. Homerus, Ilias 4.188-205 VW-1011-a-15-2-b 6 / 7 lees verder
Aantekeningen regel 189 Αἲ γὰρ Ach φίλος vocativus regel 191 φάρμαχ = φάρμακα παύσῃσι = παύσῃ 3e persoon enkelvoud; vul aan: σε regel 192 Ἦ Zo sprak hij regel 193 Μαχάων, -ονος Machaon (een arts van de Grieken en tevens legeraanvoerder) regel 194 φῶτ Onvertaald laten regel 195 ἀρήϊος dapper Ἀτρέος = Ἀτρῆος regel 196 τις Verbind met Τρώων ἢ Λυκίων (regel 197) τόξων object bij ἐῢ εἰδὼς regel 197 τῷ voor hem κλέος Vul aan: ἐστί regel 199 βῆ δ ἰέναι κατὰ hij begaf zich onder regel 201 ἑσταότ = ἑστῶτα regel 202 ἡ Τρίκη Trike (een stad in Thessalië) regel 204 Ὄρσ = Ὄρσο Ἀσκληπιάδη vocativus van Ἀσκληπιάδης zoon van Asclepius καλέει Vul aan: σε regel 205 ἀρήϊος dapper einde VW-1011-a-15-2-b 7 / 7 lees verder