Τῌ Λ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου.

Σχετικά έγγραφα
30 ΝΟΕΜΒΡΙΟΤ Σοῦ Ἁγίου καί Ἐνδόξου Ἀποστόλου Ἀνδπέου τοῦ Ππωτοκλήτου.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

30 ΝΟΕΜΒΡΙΟΥ 2012 Παρασκευή Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (29/11/12) ὁ Ἱερεύς: ὁ α χορός: ὁ Ἀναγνώστης: Ψαλμὸς ργ (103)

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

30 ΝΟΕΜΒΡΙΟΥ 2018 Μμήμη τξῦ Ἁγίξυ ἐμδόνξυ καὶ οαμευφήμξυ Ἀοξστόλξυ, Ἀμδπέξυ τξῦ Ππωτξκλήτξυ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

Τῌ Λ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ἔχων ἡμέρας τριάκοντα Η ἡμέρα ἔχει ὥρας 10 καὶ ἡ νὺξ ὥρας 14

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

ει εις πο ο ολ λα α α α ε ε ε ε ε ε σπο ο τα α α α

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

16 ΝΟΕΜΒΡΙΟΥ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ει εις πο ο ολ λα α α α Μ ε ε ε ε ε ε σπο ο τα α α α

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

ἔχων ἡμέρας τριάκοντα μίαν Η ἡμέρα ἔχει ὥρας 14 καὶ ἡ νὺξ ὥρας 10

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΟΚΤΩΒΡΙΟΥ Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (17/10/12)

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΟΚΤΩΒΡΙΟΥ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master. Noun: Neuter, ἔργον - D2.2 Meaning: work

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΗ (Ϛ ΛΟΥΚΑ) Ἰακώβου ἀποστόλου τοῦ ἀδελφοθέου ( 63). Ἦχος α. Ἑωθινὸν ζ.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

Ἦχος βαρύς. Ἑωθινὸν ε.

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

Ἦχος πλ. α. Ἑωθινὸν η. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

29 ΔΕΚΕΜΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 1 ΙΑΝΟΥΑΡΙΟΥ

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

26 ΣΕΠΤΕΜΒΡΙΟΥ Μετάστασις τοῦ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου Θεολόγου * * * * *

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Τῌ ΚΑ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Η ΕΝ Τῼ ΝΑῼ ΕΙΣΟΔΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

26 ΙΟΥΝΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Δαυῒδ ὁσίου τοῦ ἐν Θεσσαλονίκῃ ( 540). Ἰωάννου ἐπισκόπου Γοτθίας.

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

ἔχων ἡμέρας τριάκοντα Η ἡμέρα ἔχει ὥρας 15 καὶ ἡ νὺξ ὥρας 9 Απόστολος: ἡμέρας, Τετ. ζ ἑβδ. Πράξ. (Πρξ. κγ 1-11) Εὐαγγέλιον:

27 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΖ (Α ΛΟΥΚΑ) Καλλιστράτου µάρτυρος ( 304) Ἀριστάρχου ἀποστόλου, Ἀκυλίνης νεοµάρτυρος ( 1764). Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

Novus Testamentum - Epistola Beati Petri Apostoli Prima

26 ΙΟΥΝΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Δαυῒδ ὁσίου τοῦ ἐν Θεσσαλονίκῃ ( 540). Ἰωάννου ἐπισκόπου Γοτθίας.

20 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ «Μνήμη πάντων τῶν ἀπ αἰῶνος Θεῷ εὐαρεστησάντων

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (2/02/13)

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ Ι ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Α ΕΩΘ. Ι

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

σου δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

Ἑωθινὸν α. Τῇ αὐτῇ Κυριακῇ τῶν ἐκ Σαμοθράκης πέντε νεομαρτύρων

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡ. 5 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ Ἀθανασίου τοῦ ἐν Ἄθω ( 1000) καὶ Λαμπαδοῦ ὁσίων. Ἦχος δ. Ἑωθινὸν ε. ἡμῶν.

Transcript:

Τῌ Λ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου. * * ΤΥΠΙΚΟΝ 1. Ἐν τῷ Ἑσπερινῷ, μετὰ τὸν Προοιμιακὸν ψαλμὸν καὶ τὴν α Στάσιν τοῦ Ψαλτηρίου, εἰς τὸ Κύριε ἐκέκραξα ψάλλομεν τὰ γ ἑσπέρια Προσόμοια. Ὁ τῷ Προδρόμου φωτὶ μεμορφωμένος... εἰς στ. Δόξα... Τὴν τῶν ἰχθύων ἄγραν... Καὶ νῦν... Προεόρτιον Ἡσαΐα χόρευε... Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀ ναγνώσματα. Εἶτα τὰ Ἀπόστιχα. Δόξα... Τὸν συναίμονα Πέτρου... Καὶ νῦν... Προεόρτιον Ἰωσήφ, εἰπὲ ἡμῖν... τὸ Ἀπολυτίκιον Ὡς τῶν Ἀποστόλων πρωτόκλητος... Καὶ νῦν... Τὸ ἀπ αἰῶνος ἀπόκρυφον... καὶ Ἀπόλυσις. 2. Εἰς τὸν Ὄρθρον μετὰ τὸν Ν (50ὸν) ψαλμὸν ἡ Λιτή, εἶτα τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον, καὶ ὁ Ἑξάψαλμος. Εἰς τὸ Θεὸς Κύριος τὸ Ἀπολυτίκιον δὶς καὶ τὸ Θεοτοκίον ἅπαξ, τὸ Ψαλτήριον καὶ ὁ Πολυέλεος, τὰ Καθίσματα κατὰ σειράν, οἱ Ἀναβαθμοί, τὸ Α Ἀντίφωνον τοῦ δ ἤχου, τὸ Προκείμενον Εἰς πᾶσαν τὴν γῆν... τὸ Πᾶσα πνοή... καὶ τὸ Εὐαγγέλιον, ὁ Ν ψαλμὸς χῦμα. Δόξα... Ταῖς τοῦ Ἀποστόλου... Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου... Στίχος Ἐλέησόν με ὁ Θεός... καὶ τὸ Ἰδιόμελον Ὁ πρωτόκλητος μαθητής... (ζήτει εἰς τὴν Λιτήν). Ὁ Κανὼν τῆς Θεοτόκου, ὁ τοῦ Μηναίου καὶ ὁ τοῦ Ἀποστόλου Τὴν τεθολωμένην μου ψυχήν. Ἀπὸ γ ᾨδῆς τὸ Κάθισμα καὶ τὸ Θεοτοκίον. Ἀφ στ τὸ Κοντάκιον, ὁ Οἶκος καὶ τὸ Μηνολόγιον. Αἱ Καταβασίαι Χριστὸς γεννᾶται... Εἶτα στιχολογοῦμεν Τὴν τιμιωτέραν, τὰ δύο Ἐξαποστειλάρια καὶ τὸ Θεοτοκίον. Εἰς τοὺς Αἴνους τὰ Προσόμοια Βηθσαϊδὰ νῦν ἀγάλλου... εἰς δ Δόξα... Τὸν κήρυκα τῆς πίστεως... Καὶ νῦν... Προεόρτιον, Ὑπόδεξαι Βηθλεέμ... Δοξολογία Μεγάλη καὶ τὸ Ἀπολυτίκιον. 3. Εἰς τὴν Θείαν Λειτουργίαν τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. Τροπάρια ἐκ τῆς γ ᾨδῆς τοῦ α καὶ ἐκ τῆς στ τοῦ β Κανόνος. Μετὰ τὴν Εἴσοδον τὸ Ἀπολυτίκιον τοῦ Ἀποστόλου, τὸ τοῦ ἁγίου τοῦ Ναοῦ καὶ τὸ Κοντάκιον Ἡ Παρθένος σήμερον... Ἀπόστολος καὶ Εὐαγγέλιον τοῦ Ἀποστόλου. Εἰς τὸ «Ἐξαιρέτως» Ἄξιόν ἐστιν... Κοινωνικόν Εἰς πᾶσαν τὴν γῆν... Εἴδομεν τὸ φῶς... Καὶ Ἀ πόλυσις. 4. Εἰ τύχοι ἐν Κυριακῇ, τῷ Σαββάτῳ ἑσπέρας μετὰ τὸν Προοιμιακὸν καὶ τὸ Ψαλτήριον, εἰς τὸ Κύριε ἐκέκραξα ψάλλομεν ἀναστάσιμα Στιχηρὰ στ, καὶ τοῦ Ἀποστόλου δ. Δόξα τοῦ Ἀποστόλου, Καὶ νῦν τὸ α Θεοτοκίον τοῦ Ἤχου. Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον καὶ τὰ Ἀναγνώσματα. Εἰς τὰ Ἀπόστιχα, τὰ ἀναστάσιμα Στιχηρά. Δόξα... Τὸν συναίμονα Πέτρου... Καὶ νῦν... Ἰ ωσὴφ εἰπὲ ἡμῖν... Τὸ ἀναστάσιμον Ἀπολυτίκιον, τοῦ Ἀ ποστόλου, τὸ Θεοτοκίον καὶ Ἀπόλυσις. 5. Εἰς τὸν Ὄρθρον μετὰ τὸν Ν ψαλμόν, ὁ Τριαδικὸς κανών, ἡ Λιτὴ τοῦ Ἀποστόλου καὶ τὰ Τριαδικὰ Ἄξιόν ἐστιν. Εἶτα τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον τοῦ Ἀποστόλου καὶ ὁ Ἑξάψαλμος. Εἰς τὸ Θεὸς Κύριος, τὰ Ἀπολυτίκια ὡς εἰς τὸν Ἑσπερινόν, εἶτα τὸ Ψαλτήριον καὶ ὁ Πολυέλεος, τὰ Καθίσματα ἀνὰ ἓν Ἀναστάσιμον καὶ ἓν τοῦ Ἀποστόλου μετὰ τοῦ Θεοτοκίου, ἐν δὲ τῇ γ Στιχολογίᾳ, τὸ τοῦ Ἀποστόλου καὶ τὸ Θεοτοκίον, τὰ Εὐλογητάρια, ἡ Ὑπακοή, οἱ Ἀναβαθμοὶ τοῦ Ἤχου καὶ τὸ Προκείμενον. Κανόνες ὁ Ἀναστάσιμος καὶ ὁ α τοῦ Ἀποστόλου Τὴν τεθολωμένην μου ψυχήν. Ἀπὸ γ ᾨδῆς τὸ ἀναστάσιμον Κοντάκιον μετὰ τοῦ Οἴκου χῦμα καὶ τὸ Κάθισμα τοῦ Ἀποστόλου καὶ τὸ Θεοτοκίον. Ἀφ στ Καταβασίαι, Χριστὸς γεννᾶται... καὶ ἅπασα ἡ τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου. Εἶτα στιχολογοῦμεν Τὴν τιμιωτέραν, Ἐξαποστειλάρια τὸ Ἀναστάσιμον, τοῦ Ἀποστόλου καὶ τὸ Θεοτοκίον. Εἰς τοὺς Αἴνους Ἀναστάσιμα δ, καὶ τοῦ Ἀποστόλου δ. Δόξα..., ἀντὶ τοῦ Ἑωθινοῦ, λέγεται τὸ τοῦ Ἀποστόλου, Καὶ νῦν... Ὑπερευλογημένη... Δοξολογία Μεγάλη καὶ τὸ Σήμερον σωτηρία... 6. Εἰς τὴν Θείαν Λειτουργίαν τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοὶ τοῦ Ἤχου εἰς δ, καὶ δ ἐκ τῆς στ ᾨδῆς τοῦ β Κανόνος τοῦ Ἀποστόλου. Μετὰ τὴν εἴσοδον τὸ ἀναστάσιμον Ἀπολυτίκιον, τὸ τοῦ Ἀποστόλου, τοῦ ἁγίου τοῦ Ναοῦ καὶ τὸ Κοντάκιον Ἡ παρθένος σήμερον... Ὁ Ἀ πόστολος καὶ τὸ Εὐαγγέλιον τοῦ Ἀποστόλου. Εἰς τὸ «Ἐξαιρέτως» Ἄξιόν ἐστιν... Κοινωνικόν Εἰς πᾶσαν τὴν γῆν... Εἴδομεν τὸ φῶς... καὶ Ἀπόλυσις. * * ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Μετὰ τὸν Προοιμιακὸν ψαλμόν, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου, καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι πρέπει σοι πᾶσα δόξα Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α στάσιν. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους Ϛ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τὰ παρόντα τρία, δευτεροῦντες αὐτά. Ἦχος δ. Ὁ ἐξ Ὑψίστου κληθείς. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ στιν. Ὁ τῷ Προδρόμου φωτὶ μεμορφωμένος, ὅτε τὸ ἀπαύγασμα τὸ ἐνυπόστατον, τῆς πατρικῆς δόξης ἔφανεν, ἀνθρώπων γένος, δι εὐσπλαγχνίαν σῶσαι βουλόμενος, τότε πρῶτος ἔνδοξε, τούτῳ προσέδραμες, καταυγασθεὶς τὴν διάνοιαν, τελειοτάτῃ, μαρμαρυγῇ αὐτοῦ 1

τῆς Θεότητος ὅθεν καὶ κῆρυξ καὶ Ἀπόστολος, χρηματίζεις Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ὁ τῷ Προδρόμου φωτὶ μεμορφωμένος,... Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὁ τῆς Προδρόμου φωνῆς ἐνηχημένος, ὅτε ὁ πανάγιος Λόγος σεσάρκωται, ζωὴν ἡμῖν παρεχόμενος, καὶ σωτηρίαν, τοῖς ἐπὶ γῆς εὐαγγελιζόμενος, τότε τούτῳ πάνσοφε, κατηκολούθησας, καὶ σεαυτὸν ἀκροθίνιον, καὶ παναγίαν, ὡς ἀπαρχὴν αὐτῷ καθιέρωσας ὃν καὶ ἐπέγνως καὶ ἐμήνυσας, τῷ συγγόνῳ τῷ σῷ τὸν Θεὸν ἡμῶν ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Ὁ τῆς Προδρόμου φωνῆς ἐνηχημένος,... Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ παινέσατε αὐτόν, πάντες οἱ λαοί. Ὁ τῷ ἐκ στείρας βλαστήσαντι φοιτήσας, ὅτε ὁ Παρθένιος τόκος ἀνέτειλε, τῆς εὐσεβείας Διδάσκαλος, καὶ σωφροσύνης, ὑποδεικνύων τὴν καθαρότητα, τότε σὺ θερμότατος, τῆς ἀ ρετῆς ἐραστής, Ἀνδρέα μάκαρ γεγένησαι, τὰς ἀναβάσεις, ἐν σῇ καρδίᾳ διατιθέμενος καὶ ἀ πὸ δόξης πρὸς τὴν ἄφραστον, ἤρθης δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ ἡ μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ὁ τῷ ἐκ στείρας βλαστήσαντι φοιτήσας,... Δόξα. Ἦχος δ. Ἀνατολίου. Τὴν τῶν ἰχθύων ἄγραν, καταλιπὼν Ἀπόστολε, ἀνθρώπους σαγηνεύεις, καλάμῳ τοῦ κηρύγματος, χαλῶν ὥσπερ ἄγκιστρον, τῆς εὐσεβείας τὸ δέλεαρ, καὶ ἀνάγων ἐκ τοῦ βυθοῦ τῆς πλάνης, τὰ ἔθνη ἅπαντα. Ἀνδρέα Ἀπόστολε, τοῦ Κορυφαίου ὁμαίμων, καὶ τῆς οἰκουμένης ὑφηγητὰ διαπρύσιε, πρεσβεύων μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ εὐφημούντων πανεύφημε, τὴν ἀεισέβαστον μνήμην σου. Καὶ νῦν. Ἦχος ὁ αὐτός. Ἡσαΐα χόρευε, λόγον Θεοῦ ὑπόδεξαι προφήτευσον τῇ κόρῃ Μαριάμ, βάτον καταφλέγεσθαι, καὶ πυρὶ μὴ καίεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος. Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον ὃν ἀστὴρ ἐ μήνυσεν, ἐπάνω τοῦ σπηλαίου, ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν. Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι καιροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς * διὸ ὁ κόσμος σὲ δοξάζει. Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας. Τῇ Τρίτῃ ἑσπέρας. Ἦχος α. Ψαλμὸς κβ. Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. (κβ 6) Στίχ. α. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑ στερήσει εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν. (κβ 12) Στίχ. β. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ ἑμοῦ εἶ. (κβ 4) 2

Καὶ τὰ ἀναγνώσματα τοῦ ἀποστόλου. Καθολικῆς Α Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (α 1 25, β 1 6). Πέτρος Ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Ἀγαπητοί, περὶ τῆς σωτηρίας τῶν ψυχῶν ὑ μῶν ἐξεζήτησαν καὶ ἐξηρεύνησαν Προφῆται, οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες ἐρευνῶντες εἰς τίνα, ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρούμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας οἷς ἀπεκαλύφθη, ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν, διὰ τὸν εὐαγγελισάμενον ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι. Διὸ ἀ ναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις ἀλλά, κατὰ τὸν καλέσαντα ὑμᾶς Ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε διότι γέγραπται Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Καὶ εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀ προσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς τῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀ σπίλου, Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ ἐ σχάτων τῶν χρόνων δι ὑμᾶς, τοὺς δι αὐτοῦ πιστεύοντας εἰς Θεόν, τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν, καὶ δόξαν αὐτῷ δόντα, ὥς τε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος, εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀ γαπήσατε ἐκτενῶς. Ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλ ἀφθάρτου, διὰ λόγου Θεοῦ ζῶντος καὶ μένοντος εἰς τὸν αἰῶνα διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. Τοῦτο δέ ἐστι τὸ ῥῆμα, τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν, καὶ πάντα δόλον, καὶ ὑποκρίσεις, καὶ φθόνους, καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη, τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικός, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας, εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. Διὸ καὶ περιέχει ἐν τῇ Γραφῇ Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον καὶ ὁ πιστεύων ἐπ αὐτὸν οὐ μὴ καταισχυνθῇ. Καθολικῆς Α Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (β 21 25, γ 1 9). Ἀγαπητοί, Χριστὸς ὑπὲρ ἡμῶν ἔπαθεν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ ὃς ἁμαρτίαν οὐκ ἐ ποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε. Ἦτε γὰρ ὡς πρόβατα πλανώμενα ἀλλ ἐπεστράφητε νῦν ἐπὶ τὸν Ποιμένα καὶ Ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα, καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡ 3

συχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. Οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες, αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεόν, ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν ὡς Σάῤῥα ὑπήκουσε τῷ Ἀβραάμ, Κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι, καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀ πονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες. Μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δέ, εὐλογοῦντες εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε. Καθολικῆς Α Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (δ 1 11). Ἀγαπητοί, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε ὅτι ὁ παθὼν ἐν σαρκί, πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. Ἀρκετὸς γὰρ ὑμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου, τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις. Ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι. Πάντων δὲ τὸ τέλος ἤγγικε. Σωφρονήσατε οὖν, καὶ νήψατε εἰς προσευχάς. Πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες ὅ τι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν. Φιλόξενοι εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν. Ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ἧς χορηγεῖ ὁ Θεός ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἐκτενής, τό Καταξίωσον, Πληρωτικά, Κεφαλοκλισία. Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α. Ἀνδρέου Ἱεροσολυμίτου. Ὁ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοι Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῷ ἀγκίστρῳ τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι. Ταῖς πρεσβείαις αὐτοῦ ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Ὁ αὐτός. Ὑμνήσωμεν οἱ πιστοί, Πέτρου τὸν σύγγονον, Ἀνδρέαν τὸν Χριστοῦ μαθητήν οὗτος γὰρ τὴν θάλασσαν, δικτύοις ἐρευνήσας ποτέ, ἰ χθύας ἐζώγρησε νῦν δὲ τὴν οἰκουμένην, τῷ καλάμῳ σαγηνεύει τοῦ Σταυροῦ, καὶ τὰ ἔθνη ἐκ πλάνης ἐπιστρέφει τῷ Βαπτίσματι καὶ Χριστῷ παριστάμενος, αἰτεῖται τὴν εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ὁ αὐτός. Τὸ πῦρ τὸ νοερόν, τὸ φωτίζον διανοίας, καὶ φλογίζον ἁμαρτίας, ἔνδον λαβὼν ἐν καρδίᾳ, ὁ Ἀπόστολος Χριστοῦ καὶ μαθητής, λάμπει μὲν ταῖς μυστικαῖς ἀκτῖσι τῶν διδαχῶν, ἐν ταῖς τῶν ἐθνῶν ἀφωτίστοις καρδίαις φλέγει δὲ πάλιν, τὰς φρυγανώδεις τῶν ἀσεβῶν μυθουργίας τὸ πῦρ γὰρ τοῦ Πνεύματος, τοιαύτην ἔχει τὴν ἐνέργειαν. Ὢ θαῦμα ξένον καὶ φοβερόν! ἡ πηλώδης γλῶσσα, ἡ πηλίνη φύσις, τὸ σῶμα τὸ χοϊκόν, τὴν νοερὰν καὶ ἄυλον ὑπεδέξατο γνῶσιν. Ἀλλ ὦ μύστα τῶν ἀῤῥήτων, καὶ θεωρὲ τῶν οὐρανίων, ἱκέτευε καταυγασθῆναι τὰς ψυχὰς ἡμῶν. Ἦχος πλ. δ. Τὸν ποθούμενον Θεόν, ἐν σαρκὶ κατιδὼν ἐπὶ γῆς βαδίζοντα, θεόπτα Πρωτόκλητε, τῷ μὲν 4

ὁμαίμονι ἐβόας ἀγαλλόμενος Εὑρήκαμεν ὦ Σίμων τὸν ποθούμενον τῷ δὲ Σωτῆρι δαυϊτικῶς ἐκραύγαζες Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ Χριστὲ ὁ Θεός. Ὅθεν καὶ πόθῳ πόθον προσθείς, διὰ σταυροῦ διαβαίνεις, πρὸς ὃν ἐπόθησας, ὡς ἀληθὴς Μαθητής, καὶ σοφὸς μιμητὴς γενόμενος, τοῦ διὰ Σταυροῦ αὐτοῦ πάθους διὸ καὶ τῆς δόξης κοινωνὸς αὐτῷ γενόμενος, ἐκτενῶς ἱκέτευε, ὑ πὲρ τῶν ψυχῶν ἡμῶν. Δόξα. Ἦχος πλ. δ. Ἀνδρέου Ἱεροσολυμίτου οἱ δέ, Ἀνατολίου. Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν οὗτος γὰρ τοὺς ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου, τὸν Σταυρὸν ἐν ταῖς χερσὶ διακρατῶν καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐ πανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐ χθροῦ, καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον. Ἀεὶ τοῦτον πιστοί, σὺν τῇ χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵ να πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν. Χαίροις ὁ λογικὸς οὐρανός, δόξαν Θεοῦ διὰ παντὸς διηγούμενος ὁ πρῶτος Χριστῷ καλοῦντι, καθυπακούσας θερμῶς, καὶ ἀμέσως τούτῳ συγγενόμενος ὑφ οὗ πυρσευόμενος, καθωράθης φῶς δεύτερον, καὶ τοὺς ἐν σκότει, ἀστραπαῖς σου ἐφώτισας, ἀγαθότητα, τὴν αὐτοῦ ἐκμιμούμενος. Ὅθεν τὴν παναγίαν σου, τελοῦμεν πανήγυριν, καὶ τῶν λειψάνων τὴν θήκην, περιχαρῶς ἀσπαζόμεθα, ἐξ ἧς ἀ ναβλύζεις, σωτηρίαν τοῖς αἰτοῦσι, καὶ μέγα ἔ λεος. Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Πρῶτον τῶν ὀρεκτῶν εὑρηκώς, δι εὐσπλαγχνίαν, τὴν ἡμῶν περικείμενον, Ἀνδρέα θεόφρον φύσιν, συνανεκράθης αὐτῷ, διαπύρῳ πόθῳ τῷ συναίμονι, βοῶν, Ὃν ἐκήρυξαν, οἱ Προφῆται ἐν Πνεύματι, εὕρομεν δεῦρο, ταῖς αὐτοῦ ὡραιότησι, καταθέλξωμεν, καὶ ψυχὴν καὶ διάνοιαν ὅπως φωταγωγούμενοι, αὐτοῦ ταῖς λαμπρότησι, νύκτα τῆς πλάνης καὶ σκότος, τῆς ἀγνωσίας διώξωμεν, Χριστὸν εὐλογοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἔθνη τὰ μὴ εἰδότα Θεόν, ὡς ἐκ βυθοῦ τῆς ἀ γνωσίας ἐζώγρησας, σαγήνῃ τῶν σῶν λογίων, καὶ συνταράσσεις σαφῶς, ἁλμυρὰς θαλάσσας, ἵππος ἄριστος, ὀφθεὶς τοῦ Δεσπόζοντος, τῆς θαλάσσης ἀοίδιμε καὶ σηπεδόνα, ἀθεΐας ἐξήρανας, ἅλας τίμιον, ἐμβαλὼν τὴν σοφίαν σου ἥν περ καὶ κατεπλάγησαν, Ἀπόστολε ἔνδοξε, τῆς μωρανθείσης σοφίας, οἱ ἀ ναιδῶς ἀντεχόμενοι, Χριστὸν μὴ εἰδότες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Δόξα. Ἦχος γ. Γερμανοῦ. Τὸν συναίμονα Πέτρου, καὶ Χριστοῦ μαθητήν, τῶν ἰχθύων ἀγρευτήν, καὶ ἁλιέα τῶν ἀνθρώπων, ἐν ὕμνοις τιμήσωμεν, Ἀνδρέαν τὸν Ἀπόστολον τοῦ γὰρ Ἰησοῦ τὰ διδάγματα, πάντας ἐξεπαίδευσε τοῖς δόγμασι καὶ ὡς δέλεαρ ἰχθύσι, τὰς σάρκας τοῖς ἀνόμοις παρέδωκε, καὶ τούτους ἐσαγήνευσεν. Αὐτοῦ ταῖς ἱ κεσίαις Χριστέ, παράσχου τῷ λαῷ σου εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Καὶ νῦν. Ἦχος ὁ αὐτός. Ἰωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τῶν Ἁγίων, ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐ γώ, φησί, τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει, ἡ Μαρία ἀνερμηνεύτως οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι, σὺν 5

δώροις τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι ἡμᾶς, Κύριε, δόξα σοι. Τό, Νῦν ἀπολύεις... τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ. Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅ λων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔ λεος. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ μῶν καταδεξάμενος δι οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Καὶ Ἀπόλυσις. * * ΜΕΣΟΝΥΚΤΙΚΟΝ Μετὰ τὸν ν ψαλμόν, τὰ διὰ τὴν λιτὴν ἰδιόμελα, τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον τοῦ ἀποστόλου. Καὶ Ἀπόλυσις. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τοῦ Ἀποστόλου. Ἦχος δ. Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅ λων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔ λεος. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ μῶν καταδεξάμενος δι οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ὡς θεῖον μαθητήν, καὶ Πρωτόκλητον πάντων, Χριστοῦ τῶν Μαθητῶν, εὐφημοῦμέν σε πόθῳ, Ἀνδρέα Ἀπόστολε, καὶ πιστῶς ἐκβοῶμέν σοι Ῥῦσαι ποίμνην σου, ἣν ἐκ Θεοῦ ἐπιστεύθης, πάσης θλίψεως, καὶ ἀναγκῶν καὶ σκανδάλων, καὶ πάσης κακώσεως. Δόξα. Πάλιν τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Τὰς χεῖράς σου σεμνή, νῦν ἐκτείνασα οἴκτῳ, βοήθειαν ἡμῖν, ἐξ Ἁγίου παράσχου, καὶ δίδου ἀκίνδυνον, τὴν ζωὴν διανύσασθαι, τοὺς δοξάζοντας, τὸν σὸν πανάγιον Τόκον, καὶ σὲ Δέσποινα, ἐπιγραφομένους Κόρη, ἐλπίδα καὶ καύχημα. 6

Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος γ. Θείας πίστεως. Πρῶτον εὗρέ σε, Χριστὸς μολοῦντα, μύστην ἄριστον, Ἀνδρέα μάκαρ, καὶ τὰ προστάγματα αὐτοῦ τομῶς διαγγέλλοντα, τῇ οἰκουμένῃ καθάπερ ὑπόπτερον, καταφωτίζοντα ἐθνῶν τὰ συστήματα. Αὐτὸν ὡς Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Πάλιν τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Θεοκυῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑ περάρασα τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὸν Ἀπόστολον πάντες ἀνευφημήσωμεν, ὡς αὐτόπτην τοῦ Λόγου καὶ θεῖον κήρυκα, καὶ ἐ θνῶν πνευματικόν, σαγηνευτὴν ἀληθῶς ὅτι προσήγαγεν ἡμᾶς, εἰς ἐπίγνωσιν Χριστοῦ, Ἀνδρέας ὁ θεηγόρος καὶ νῦν πρεσβεύει ἀδιαλείπτως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τῶν ἐν σοὶ τὰς ἐλπίδας Παρθένε ἄχραντε, ἀ νενδοιάστως ἐχόντων σκέπη ὑπάρχουσα, ἐκ ποικίλων πειρασμῶν καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον ἡμᾶς, πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, καὶ σῶσον πάντας τοὺς ἀνυμνοῦντάς σε. ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Ἀντίφωνον Α. Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη * ἀλλ αὐτὸς ἀντιλαβοῦ, * καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου * ὡς χόρτος γάρ, πυρὶ * ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται, * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται, * τῇ τριαδικῇ μονάδι * ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα, * ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. (Ψαλμὸς ιη ). Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΟΡΘΡΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. 7

Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου. Ἐκ τοῦ κατὰ Ματθαῖον (δ 18 23). (Ζήτει τῇ Κυριακῇ τῆς β ἑβδομ. τοῦ Ματθαίου) Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν ἦσαν γὰρ ἁλιεῖς. Καὶ λέγει αὐτοῖς Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀ φέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀ φέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν ν ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Εἶθ οὕτω Δόξα. Ἦχος β. Ταῖς τοῦ Ἀποστόλου, πρεσβείαις, Ἐλεῆμον, ἐ ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. 8

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐ ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Εἶτα τὸ Ἰδιόμελον, τὸ ἑξῆς ἐκ τῆς Λιτῆς. Ἦχος α. Ἀνδρέου Ἱεροσολυμίτου. Ὁ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοι Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῷ ἀγκίστρῳ τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι. Ταῖς πρεσβείαις αὐτοῦ ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Μετὰ τοῦτο λέγονται οἱ Κανόνες, ὁ τῆς Θεοτόκου, καὶ τοῦ Ἀποστόλου οἱ δύο. Ὁ Κανὼν τῆς Θεοτόκου. ᾨδὴ α. Ἦχος α. Ὁ εἱρμός. ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ ὅτι δεδόξασται. Τροπάρια. Ὡς μόνη τὸν ἄχρονον, Υἱὸν ἐν χρόνῳ, τεκοῦσα σαρκὶ ἁγνή, Παναγία ἄχραντε, πάντα τὰ χρόνια, τῆς παναθλίας μου ψυχῆς, πάθη θεράπευσον. Τὰ τραύματα Πάναγνε, τὰ τῆς ψυχῆς μου, καρδίας τὴν πώρωσιν, λογισμοῦ τὴν σκότωσιν, καὶ τοῦ νοὸς ἐκτροπάς, ἀφάνισον ὡς συμπαθής, ταῖς σαῖς δεήσεσιν. Τὸ φῶς ἡ κυήσασα, τὸν Λυτρωτήν μου, τοῦ σκότους με λύτρωσαι, καὶ βασάνων Ἄχραντε, τῶν αἰωνίων ἐκεῖ, ὅπως σωζόμενος ὑμνῶ, τὰ μεγαλεῖά σου. Νοός μου Πανάμωμε, τὰς ἀμαυρώσεις, φωτί σου ἀπέλασον, ἡ τὸ φῶς κυήσασα καὶ δώρησαί μοι ἀγαθή, τὸ φῶς προσβλέψαι τὸ ἐκ σοῦ, ἐξανατεῖλαν ἡμῖν. Κανὼν πρῶτος τοῦ Ἀποστόλου. Ποίημα Ἰωάννου Μοναχοῦ. ᾨδὴ α. Ἦχος α. Σοῦ ἡ τροπαιοῦχος δεξιά. Τὴν τεθολωμένην μου ψυχήν, τῶν ἐννοιῶν τε καὶ λόγων ἐκκάθαρον, τῇ ἐνσκηνωσάσῃ σοι κῆρυξ Χριστοῦ, Ἀνδρέα θείᾳ χάριτι, ὅπως καθαρῶς σοι, προσάξω ὕμνον ἐπάξιον. Τίμιον ὁ Πρόδρομος Χριστοῦ, τῶν ἑαυτοῦ μαθητῶν ἀκροθίνιον, ὁ ἐκ στειρευούσης σε βλαστός, τῷ ἐκ Παρθένου φύντι Χριστῷ, τῷ δεδοξασμένῳ, Ἀνδρέα χαίρων προσήγαγεν. Ἔρωτι καὶ πόθῳ ἀκλινεῖ, τῆς ἀρετῆς τῶν βαθμίδων ἀρξάμενος, καὶ τὰς ἀναβάσεις ἀεὶ μελετῶν, ἐξ ἀμυδρᾶς δυνάμεως, πρὸς τὴν ἀκροτάτην, Ἀνδρέα δύναμιν ἔφθασας. Θεοτοκίον. Χαῖρε ἡ τῆς χάριτος πηγή. Χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος. Χαῖρε ἡ λυχνία, καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα. Κανὼν δεύτερος τοῦ Ἀποστόλου. ᾨδὴ α. Ἦχος α. Ὁ διὰ στύλου πυρός. Τῷ καλάμῳ τοῦ Εὐαγγελίου, ἐκ τοῦ βυθοῦ τῆς πλάνης ἀνελών, Ἀνδρέα πολυύμνητε, σὺ ἐζώγρησας λαούς, ὡς ἐπηγγείλατο Χριστός, ὁ σαγηνεύειν διδάξας σε, ἀνθρώπους ὡς ἰχθύας ζωγρεῖν. 9

Ὁ τῆς πίστεως στῦλος, ἡ ἕδρα τῶν ἀληθινῶν δογμάτων τοῦ Χριστοῦ, Ἀνδρέας ὁ θεόπνευστος, πάντα σήμερον καλεῖ, τῆς γῆς τὰ πέρατα, ἑορτὴν ἐτήσιον συστήσασθαι συνέλθωμεν οὖν πάντες πιστοί. Τὸ θαλάσσιον κύτος, δικτύοις ἐρευνῶν, τῇ τέχνῃ ἁλιεύς, σαγήνῃ τῇ τοῦ Πνεύματος, ἔθνη φῦλα καὶ λαούς, ζωγρεῖς ἐν Πνεύματι, καὶ τὸν ἄνω βυθὸν πολυθαύμαστε, σαφῶς ἀνακαλύπτεις ἡμῖν. Μυστοπόλε αὐτόπτα καὶ ῥῆτορ, τῆς ἀποῤῥήτου γνώσεως Χριστοῦ, ὁ δεξάμενος ἄνωθεν Πνεῦμα Ἅγιον, λαλοῦν ἐν γλώσσαις καθήμενον, τῷ πυρὶ διαιροῦν τὰ χαρίσματα, ἱκέτευε σωθῆναι ἡμᾶς. Δόξα. Προανάρχου Τριάδος, Μονάδα ὑπερουσίως πίστει προσκυνῶ, οὐ τέμνων τὴν Θεότητα ἔ στι γὰρ ἑνοειδής, ἁπλῆ ἀμέριστος συνάπτω δὲ αὐτήν, οὐσιότητι προσώπων, καὶ πιστῶς διαιρῶ. Καὶ νῦν. Βρεφουργεῖται Θεὸς ἐκ Παρθένου, καὶ νεουργεῖ τοὺς φθαρέντας ἐξ Ἀδάμ, καὶ λύει τὸ μεσότοιχον, καὶ τῆς ἔχθρας τὸν φραγμόν, ἐν τῇ σαρκὶ αὐτοῦ, κατάραν εὐλογεῖ τῆς Προμήτορος, ἐξ ἀχράντου Μητρὸς προελθών. Καταβασία. Χριστὸς γεννᾶται. Τῆς Θεοτόκου. ᾨδὴ γ. Ἦχος α. Ὁ Εἱρμός. Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ ὑδάτων οὐρανόν, στερε ώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε. Τροπάρια. Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον, καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ βοήθεια. Ῥῦσαί με πάσης κατακρίσεως, καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως, τοῦ αἰωνίζοντος πυρός, καὶ τοῦ σκότους Πανάμωμε, ἡ τὸ φῶς ἀ ποκυήσασα, ἡμῖν τὸ ἀνέσπερον. Τὸ ἀπαραίτητον κριτήριον, καὶ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον, καὶ τὴν ἀπόφασιν Ἁγνή, τὴν φρικτὴν ὅλως δέδοικα σπεῦσον σῶσον πρὸ τοῦ τέλους, ἀγαθὴ τὸν οἰκέτην σου. Εὐλογημένος τῆς κοιλίας σου, ὁ καρπὸς Παρθένε πανύμνητε τοὺς γὰρ φθαρέντας τῷ καρπῷ, διὰ ξύλου Σταυροῦ αὐτοῦ, ἀφθαρτίσας κατεστήσατο, κοινωνοὺς θείας χάριτος. Τοῦ Ἀποστόλου. ᾨδὴ γ. Ἦχος α. Ὁ μόνος εἰδώς. Προσέδραμες δίψει οὐ κληθείς, Ἀνδρέα ἀλλ αὐθαίρετος, τῇ τῆς ζωῆς πηγῇ ὥσπερ ἔλαφος καὶ πᾶσι ταύτην εὑρὼν ἐκήρυξας, καὶ πιὼν ἐ πότισας, ἀφθαρσίας νάματα, κεκμηκότα τῇ δίψει τὰ πέρατα. Ἐπέγνως τῆς φύσεως θεσμούς, Ἀνδρέα ἀξιάγαστε, καὶ κοινωνὸν τὸν σύγγονον εἴληφας, βοῶν Εὑρήκαμεν τὸν ποθούμενον καὶ ὁδοποιήσαντι, τῆς σαρκὸς τὴν γέννησιν, καθηγήσω τὴν γνῶσιν τοῦ πνεύματος. Σαγήνῃ τοῦ λόγου ἐκ βυθοῦ, ἀπάτης ἐσαγήνευσας, τοὺς λογικοὺς ἰχθύας Ἀπόστολε, καὶ τῇ τραπέζῃ Χριστοῦ ὀψώνιον, καθαρὸν προ 10

σήγαγες, λαμπρυνθέντας χάριτι, τοῦ φανέντος σαρκὸς ὁμοιώματι. Θεοτοκίον. Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ Παναγίου ἔμεινας ἄφλεκτος ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσεῖ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τὴν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον. Ἕτερος. ᾨδὴ γ. Ἦχος α. Στερεωθήτω ἡ καρδία μου. Λόγῳ καλοῦντι Δεῦρ ὀπίσω μου, τῷ Χριστῷ εὐθὺς ἠκολούθησε, σὴν τῷ Ἀνδρέᾳ καὶ Κηφᾶς, τὸν γενέτην ἐάσαντες, καὶ τὸ σκάφος καὶ τὰ δίκτυα, ὡς πίστεως πρόβολοι. Τὰ εἰδωλεῖα μετεποίησας, εἰς ναοὺς Θεοῦ πανσεβάσμιε, καθιερώσας ἐν αὐτοῖς, τοὺς υἱοὺς τοῦ Βαπτίσματος, οὓς ἡ χάρις ἀνεκαίνισε, δι ὕδατος Πνεύματι. Τὸν μαργαρίτην τὸν πολύτιμον, μυστικῶς τῷ κόσμῳ προεύρηκας, τῷ τῆς καρδίας σου ἀ γρῷ, κεκρυμμένον Ἀπόστολε, ὃν τῇ πίστει ἐ θησαύρισαν, τὰ ἔθνη εὑράμενα. Ὡς θησαυρὸν τὸ Εὐαγγέλιον, ἐν χερσὶ λαβὼν πολυύμνητε, πᾶσαν ἐπλούτισας τὴν γῆν, τοῦ ἐνθέου κηρύγματος διό σου τὰ μνημόσυνα, τιμᾷ σὺν τοῖς ἄθλοις σου. Δόξα. Τὴν ἐν Τριάδι μίαν δύναμιν, ὀρθοδόξως πάντες ὑμνήσωμεν, ἄναρχον ἄκτιστον Θεόν, ὁ μοούσιον σύνθρονον, τρισυπόστατον τρισήλιον, αὐτὴν ἀναμέλποντες. Καὶ νῦν. Πᾶσα μὲν μήτηρ γόνον τίκτουσα, παρθενεύειν ἔτι οὐ δύναται σὺ δὲ τεκοῦσα τὸν Χριστόν, Μητροπάρθενος πέφηνας, γαλουχοῦσα τὴν ζωὴν ἡμῶν, ἁγνὴ διαμένουσα. Καταβασία. Τῷ πρὸ τῶν αἰώνων. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισμα. Τοῦ Ἀποστόλου. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Ὡς πρωτόκλητον πάντων τῶν Μαθητῶν, καὶ αὐτόπτην τοῦ Λόγου καὶ ὑπουργόν, Ἀνδρέα Ἀπόστολε, κατὰ χρέος τιμῶμέν σε τῷ γὰρ Ἀ μνῷ τῷ αἴροντι, τοῦ κόσμου τὰ πταίσματα, ἀ διστάκτῳ πόθῳ, θερμῶς ἠκολούθησας ὅθεν καὶ τοῦ πάθους, κοινωνὸς ἀνεδείχθης, σαρκὶ ὑπομείναντος, ἑκουσίως τὸν θάνατον. Διὰ τοῦτο βοῶμέν σοι Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑ ορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Ἕτερον, ὅμοιον. Τῶν εἰδώλων τὰ θράση καταβαλών, τοῦ Σωτῆρος τὰ πάθη ἐπιποθῶν, Ἀνδρέα μακάριε, ἀ νεδείχθης Ἀπόστολος, οὐρανόθεν πᾶσι, πηγάζων τὰ θαύματα, καὶ ἐθνῶν ἐγένου, παμμάκαρ Διδάσκαλος ὅθεν σου τὴν μνήμην, ἐ παξίως τιμῶντες, ἐν ὕμνοις δοξάζομεν, καὶ πιστῶς μεγαλύνομεν, τοῦ Κυρίου Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν. Θεοτοκίον. Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ. Χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα. Χαῖρε ἔνδοξε Νύμφη 11

ἡλιοστάλακτε. Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια. Τῆς Θεοτόκου. ᾨδὴ δ. Ἦχος α. Ὁ Εἱρμός. Ἐν Πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε. Τροπάρια. Παρθένε Παναγία, ἀμόλυντε σκηνή, μολυνθέντα πταίσμασι, καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν σου ῥανίσι καθαρωτάταις, καὶ δός μοι χεῖρα βοηθείας, ἵνα κράζω Δόξα σοι Ἁ γνὴ θεοδόξαστε. Ναὸς ἡγιασμένος, ἐδείχθης τοῦ Θεοῦ, τοῦ ἐν σοὶ οἰκήσαντος, Παρθένε ὑπὲρ νοῦν αὐτὸν δυσώπει, ἁμαρτιῶν ἡμᾶς ῥύπου ἀποκαθάραι, ὅπως οἶκος γνωρισθῶμεν, καὶ κατοικητήριον Πνεύματος. Ἐλέησόν με μόνη, ἐλέους ἡ πηγήν, Θεοτόκε τέξασα, καὶ λῦσον τὴν δεινήν, τὴν τῆς ψυχῆς μου νόσον, καὶ πώρωσιν τῆς καρδίας, δακρύων ῥεῖθρα καὶ κατάνυξιν πρὸ τέλους, θείαν δωρουμένη πρεσβείαις σου. Νοήσας ὁ Προφήτης, ἐν Πνεύματι Θεοῦ, Ὄ ρος σε προέγραψε, κατάσκιον Ἁγνή, τοὺς γὰρ φλογμῷ τῶν ἐγκλημάτων ἐκτακέντας, ἀποκαθαίρεις μεσιτείαις σου Παρθένε, μόνη τῶν βροτῶν ἡ ἀνόρθωσις. Τοῦ Ἀποστόλου. ᾨδὴ δ. Ἦχος α. Ὄρος σε τῇ χάριτι τῇ θείᾳ. Ἡ θεία ἐξαναλωτική τε τοῦ χείρονος, τοῦ παντουργοῦ καὶ φωταυγοῦς, Πνεύματος δύναμις ἐν σοί, Ἀνδρέα οἰκήσασα, θεοπρεπῶς πυρίνης γλώττης ἐν σχήματι, τῶν ἀποῤῥήτων ἀνέδειξε Κήρυκα. Οὐχ ὅπλα πρὸς ἄμυναν, ἀνείλετο σάρκινα, καὶ πρὸς καθαίρεσιν δεινῶν, ὀχυρωμάτων τοῦ ἐχθροῦ, Ἀνδρέας ὁ πάντιμος, ἀλλὰ Χριστῷ φραξάμενος προσενήνοχεν, αἰχμαλωτίσας τὰ ἔθνη ὑπήκοα. Τοὺς πόθῳ τελοῦντάς σου, τὴν μνήμην ᾄσμασιν, ἐκ τῆς ἀφθόνου δωρεᾶς, τοῦ Διδασκάλου σου Χριστοῦ, Ἀνδρέα πανόλβιε, πνευματικῆς ἀγαλλιάσεως νάματα, ἀναπιμπλῶν μὴ ἐλλίπῃς πρεσβείαις σου. Θεοτοκίον. Ὑμνοῦμεν τὸ μέγα, καὶ φρικτόν σου μυστήριον ὑπερκοσμίους γὰρ λαθών, ταξιαρχίας ἐπὶ σέ, ὁ ὢν καταβέβηκεν, ὡς ὑετὸς ὁ ἐπὶ πόκον Πανύμνητε, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Ἕτερος. ᾨδὴ δ. Ἦχος α. Ἐν Πνεύματι προβλέπων. Τὰ δίκτυά σου ῥίψας, καὶ ἄρας τὸν σταυρόν, δρόμῳ ἠκολούθησας, καλοῦντι τῷ Χριστῷ καὶ τὴν σαγήνην τοῦ Πνεύματος ὑφαπλώσας, ἀντὶ ἰχθύων τοὺς ἀνθρώπους σαγηνεύεις. Δόξα τῷ δοθέντι σοι Πνεύματι. Τοῦ Πνεύματος τὴν φλόγα, τῇ γλώσσῃ προσλαβών, γέγονας Ἀπόστολε, θεόληπτος ἀνήρ, τῶν οὐρανίων τὰ κάλλη περιπολεύων, καὶ τὰ ἐν τούτοις νοητὰ καταμανθάνων, κάλλη καὶ ἡμῖν ἐκκαλύπτων αὐτά. 12

Τὴν ἔρημον διψῶσαν, ἐπότισας σοφέ, τοῖς ἐνθέοις λόγοις σου, καὶ ἔδειξας αὐτήν, πολυγονοῦσαν τὰ τέκνα τῆς Ἐκκλησίας, καρποφοροῦντα τοῦ κηρύγματος τὸν σπόρον. Δόξα τῷ δοθέντι σοι Πνεύματι. Τὸ ἄφραστόν σου κάλλος, Ἀνδρέας προϊδών, Ἰησοῦ τὸν σύγγονον, ἐφώνησε λαμπρῶς Πέτρε ὁμαῖμον, εὑρήκαμεν τὸν Μεσσίαν, τὸν ἐν τῷ νόμῳ καὶ Προφήταις κηρυχθέντα δεῦρο κολληθῶμεν τῇ ὄντως ζωῇ. Δόξα. Τριάδα ἐν Μονάδι, ὑμνήσωμεν πιστοί, ἐν μιᾷ Θεότητι, Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Θεῖον οὐσίαν μίαν καὶ φύσιν, ἀδιαιρέτως ἀχωρίστως ἀμερίστως εἷς γὰρ ἐν Τριάδι προσώπων Θεός. Καὶ νῦν. Τὸν ἕνα τῆς Τριάδος, ἀφράστως ἐν γαστρί, συλλαβοῦσα τέτοκας, ἀφθόρως ὡς Υἱόν καὶ ἡ Τριὰς μὲν προσθήκην ὅλως οὐκ ἔσχε, ἡ δὲ ἁγνεία, ὥσπερ ἦν καὶ πρὸ τοῦ τόκου, σῴα Θεομῆτορ διέμεινεν. Καταβασία. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί. Τῆς Θεοτόκου. ᾨδὴ ε. Ἦχος α. Ὁ Εἱρμός. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις. Τροπάρια. Τὰς κόρας τῆς καρδίας μου, διάνοιξον Ἁγνή, βλέπειν με τρανῶς, τὴν θείαν λαμπρότητα, καὶ τὴν σὴν δόξαν τὴν ἀνέκφραστον, ὅπως ἐ λέους τύχω, καὶ αἰωνίου δόξης. Ἐν δύο ταῖς θελήσεσι, τὸν ἕνα τῆς σεπτῆς, τέτοκας Τριάδος Πανάχραντε, φέροντα μίαν τὴν ὑπόστασιν ὃν ἐκτενῶς δυσώπει, πάντας ἡμᾶς σωθῆναι. Πανάχραντε ὡς τέξασα, Σωτῆρα καὶ Θεόν, πρέσβευε ἐκ πάσης με θλίψεως, καὶ νοσημάτων καὶ κακώσεως, σῶον συντηρηθῆναι, τὸν σὸν ἀχρεῖον δοῦλον. Δυσώπησον ὃν ἔτεκες, Παρθένε ὑπὲρ νοῦν, σώζεσθαι τοὺς πίστει σοι κράζοντας Χαῖρε Παρθένε παναμώμητε, εὐλογημένη μόνη, τοῦ κόσμου προστασία. Τοῦ Ἀποστόλου. ᾨδὴ ε. Ἦχος α. Ὁ φωτίσας τῇ ἐλλάμψει. Ἀπείληφας ὃν ἐπόθεις, Ἀνδρέα Ἀπόστολε, ἐν ἀφθάρτοις σὺν αὐτῷ καταλύσας σκηνώμασι, καὶ τῶν πόνων δράγματα, τῶν σῶν δρεψάμενος ἀξίως ὅθεν σε ὕμνοις δοξάζομεν. Ἐπόθησας τὸν Δεσπότην, καὶ τοῦτον ἐδίωξας, τοῖς ἴχνεσι τοῖς αὐτοῦ πρὸς ζωὴν ποδηγούμενος, καὶ τὰ τούτου πάθη, ἀψευδῶς ὑ πέρτιμε Ἀνδρέα, μέχρι θανάτου μιμούμενος. Ἐντείνας σε δυνατόν, ὥσπερ βέλος μακάριε, ἐπαφῆκεν εἰς τὸν σύμπαντα κόσμον ὁ Κύριος, τραυματίζων Δαίμονας, καὶ δυσσεβείᾳ τοὺς ἀνθρώπους, τραυματισθέντας ἰώμενος. Θεοτοκίον. Εὐφραίνονται οὐρανῶν, αἱ δυνάμεις ὁρῶσαί σε, ἀγάλλονται σὺν αὐτοῖς τῶν βροτῶν τὰ συστήματα τῷ γὰρ τόκῳ ἥνωνται τῷ σῷ, Παρθένε Θεοτόκε, σὲ ἐπαξίως δοξάζοντα. 13

Ἕτερος. ᾨδὴ ε. Ἦχος α. Καταύγασον ἡμῶν τὸν νοῦν ὁ Θεός. Ποθήσας τὸν σταυρὸν Χριστοῦ Μαθητά, ἐπορίσω τῷ σταυρῷ σου, τὴν ἀκήρατον βασιλείαν, ἣν ὁ πάντας ἑλκύσας Σταυρῷ τοὺς θεομύστας, κληροδοτήσει ὑμῖν, τοῖς θεολόγοις αὐτοῦ. Ἐζήτησας Χριστὸν τὴν ὄντως ζωήν, καὶ ζητήσας πρῶτος εὗρες καὶ εὑρὼν μυστικῶς ἐδράξω, καὶ ἔλαβες αὐτὴν ἐν αὐτῷ τῷ δεδωκότι, καὶ γέγονας θησαυρός, ζωῆς ἀκαταλύτου. Τὰ ῥήματα τῶν σῶν ἐνθέων βροντῶν, διηχήθη ἐν τῷ κόσμῳ, καὶ ἀπ ἄκρων εἰς ἄκρα γῆς ἦλθεν ἐκύκλωσαν γὰρ ὥσπερ τροχός, καὶ ἔ φανάν σου αἱ ἀστραπαί, ὥς φησι Δαυῒδ τῇ οἰκουμένῃ. Μνημόνευε ἡμῶν Χριστοῦ Μαθητά, τῶν τελούντων σου τὴν μνήμην, καὶ τιμώντων τὰ λείψανά σου δεήθητι ἀεὶ ἐκτενῶς περὶ τῆς Ποίμνης, ἧς γέγονας ἀπ ἀρχῆς, φύλαξ καὶ σωτηρία. Δόξα. Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Θεόν, ἀδιαίρετον Τριάδα, Τρισυπόστατον Βασιλείαν, δοξάσωμεν συμφώνως πιστοί, ἀκαταπαύστοις θεολογίαις, αὐτὴν πιστῶς ὑμνολογοῦντες. Καὶ νῦν. Ἐγέννησας τὸ φῶς, μὴ γνοῦσα τὸ πῶς, ἡ ὁλόφωτος λυχνία, τοῦ ἡλίου λαμπαδηφόρε, καὶ γέγονας ἀΰλου φωτὸς καινὸν δοχεῖον, πηγάζον πάσῃ τῇ γῇ, θεογνωσίας αὐγάς. Καταβασία. Θεὸς ὢν εἰρήνης. Τῆς Θεοτόκου. ᾨδὴ στ. Ἦχος α. Ὁ Εἱρμός. Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ Τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα Δόξα σοι. Τροπάρια. Μολυνθέντα με πολλαῖς, ἁμαρτίαις δυσωπῶ, σὲ τὴν ὄντως ἀγαθήν, καὶ ἀμόλυντον σκηνήν Ἀπόπλυνον, παντοίου ῥύπου, τῇ μεσιτεί ᾳ σου. Κυβερνήτης μοι γενοῦ, θαλαττεύοντι ἀεί, ἐν πελάγει τῶν δεινῶν, τῶν τοῦ βίου πειρασμῶν καὶ σῶσόν με, πρὸς σωτηρίας, ὅρμον ἰ θύνασα. Τρικυμίαι λογισμῶν, καὶ παθῶν ἐπαγωγαί, καὶ βυθὸς ἁμαρτιῶν, τὴν ἀθλίαν μου ψυχήν, χειμάζουσι βοήθησόν μοι, ἁγία Δέσποινα. Μεγαλεῖά σοι ἀεί, ἐποιήσατο Χριστός ὃν ἱκέτευε ἀεί, μεγαλῦναι ἐπ ἐμοί, τὰ πλούσια, αὑτοῦ ἐλέη, Θεοχαρίτωτε. Τοῦ Ἀποστόλου. ᾨδὴ στ. Ἦχος α. Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη. Τὴν θάλασσαν τοῦ βίου περαιούμενος, ἐν σκάφει τῷ τοῦ σώματος, τὸν τὰ σύμπαντα δι έποντα Χριστόν, εὗρες κυβερνήτην παμμακάριστε, καὶ πρὸς αὐτὸν μάκαρ Ἀνδρέα, χαίρων προσήνεξαι. Τὰ πνεύματα τῷ λόγῳ φυγαδεύονται, αἱ νόσοι δραπετεύονται, ψυχικῶν τε παθημάτων ὁ ἑσμός, πόῤῥω τῶν νοσούντων ἀπελαύνονται, τῇ ἐκ Θεοῦ σοι δεδομένῃ, Ἀνδρέα χάριτι. 14

Ὡς κῦμα γαληνὸν πραέῳ πνεύματι, κινούμενον μακάριε, ἀπεξήρανας θαλάσσας πονηράς, τῆς πολυθεΐας θείοις ρεύμασι, καὶ ποταμοὺς θεογνωσίας, πᾶσιν ἐξέβλυσας. Θεοτοκίον. Εὐφραίνονται ἐν σοὶ Παρθένε ἄχραντε, τοῦ γένους οἱ Προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν σὺ γὰρ Ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν. Ἕτερος. ᾨδὴ στ. Ἦχος α. Τὸν προφήτην Ἰωνᾶν. Ὁ ἐκ τῆς Βηθσαϊδά, καταγόμενος ἡμᾶς, ἑορτάσαι συγκαλεῖ, τὴν πανήγυριν αὑτοῦ, προθεὶς ἡμῖν, τὰς ἀριστείας, τῶν παλαισμάτων αὑτοῦ. Ὁ τῇ τέχνῃ ἁλιεύς, καὶ τῇ πίστει μαθητής, ὡς βυθὸν διερευνῶν, τὰς καρδίας τῶν πιστῶν, τὸ ἄγκιστρον, χαλᾷ τοῦ λόγου, καὶ σαγηνεύει ἡ μᾶς. Τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐν καρδίᾳ σου τὸ πῦρ, περιφέρων Μαθητά, κατεβόας τῶν ἐ θνῶν Ἡ φλὸξ ὑμῶν, ἐσβέσθη ὄντως, ἐπιφανέντος Χριστοῦ. Οἱ τῷ ἅλατι τὸν νοῦν, ἀρτυθέντες τοῦ Χριστοῦ, τὰ ὀψώνια ἡμῶν, κατεγλύκαναν ἡμῖν, τὰ δόγματα, τῆς οὐρανίου, καὶ ἀκηράτου τρυφῆς. Δόξα. Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, προσκυνήσωμεν πιστοί, τρισυπόστατον φύσιν, ἀμέριστον, βοῶντες Δόξα, τῷ ἐν Τριάδι Θεῷ. Καὶ νῦν. Εὐδοκίᾳ τοῦ Πατρός, ἐσαρκώθη ὁ Υἱός, διὰ Πνεύματος Θεοῦ, ἐν τῇ μήτρᾳ σου Ἁγνή, καὶ ἔσωσε, τὴν πρὶν εἰκόνα, Θεοκυῆτορ σαφῶς. Καταβασία. Σπλάγχνων Ἰωνᾶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον. Ἦχος β. Τὴν ἐν πρεσβείαις. Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, καὶ Μαθητῶν τὸν πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον εὐφημήσωμεν ὅτι ὡς πάλαι τούτῳ, καὶ νῦν ἡμῖν ἐκέκραγεν Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον. Ὁ Οἶκος. Ἄνωθεν μὲν Δαυῒδ ἀναστέλλει ἁμαρτωλόν, ὡς ἐμέ, διηγεῖσθαι Θεοῦ εὐλόγως τὰ δικαιώματα ὅμως πρὸς πίστιν διδάσκει πάλιν, καὶ ἐν δάκρυσι πλείστοις ἐξαγορεύει Σήμερον γὰρ τῆς φωνῆς αὐτοῦ ἐὰν ἀκούσητε, καρδίας μὴ σκληρυνθῆτε, ὥς ποτε Ἰσραὴλ παρεπίκρανεν. Ἐπάγει οὖν τῷ ἑξῆς Ψαλμῷ Τῷ Κυρίῳ ἡ σύμπασα γῆ ᾄσατε Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον. Συναξάριον. Τῇ Λ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου. Στίχ. Ἀντίστροφον σταύρωσιν Ἀνδρέας φέρει, Φανεὶς ἀληθῶς οὐ σκιώδης ἀντίπους. Σταυρὸν κἀκκεφαλῆς τριακοστῇ Ἀνδρέας ἔτλη. Ὃς ὑπῆρχεν ἐκ πόλεως Βηθσαϊδά, υἱὸς μὲν Ἰωνᾶ τινος Ἑβραίου, ἀδελφὸς δὲ Πέτρου τοῦ Ἀποστόλου, καὶ κορυφαίου τῶν μαθητῶν τοῦ Χριστοῦ. Οὗτος πρότερον τῷ Προδρόμῳ καὶ Βαπτιστῇ Ἰωάννῃ μαθητεύεται ἔ πειτα τό, Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρὰ τοῦ Διδασκάλου 15

ἀκούσας, δακτυλοδεικτοῦντος τὸν Ἰησοῦν, καταλιπὼν αὐτόν, ἠκολούθησε τῷ Χριστῷ. Καὶ τῷ Πέτρῳ τό, Εὑρήκαμεν Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, εἰπών, ἐπεσπάσατο πρὸς τὸν τοῦ Χριστοῦ ἔρωτα. Καὶ ἕτερα πολλά ἐστιν ἐν τῇ θεοπνεύστῳ Γραφῇ κείμενα περὶ αὐτοῦ. Οὗτος τοίνυν οὕτω τῷ Χριστῷ ἠκολούθησε. Μετὰ δὲ τὴν Ἀνάληψιν αὐτοῦ, ἄλλῳ μὲν Ἀποστόλῳ ἄλλη τις ἐκληρώθη χώρα τῷ Πρωτοκλήτῳ δὲ ἥ τε Βιθυνῶν καὶ ὁ Εὔξεινος Πόντος, τῆς Προποντίδος τὰ μέρη, σὺν Χαλκηδόνι καὶ Βυζαντίῳ καὶ Θράκῃ καὶ Μακεδονίᾳ καὶ τὰ ἕως Ἴστρου φθάνοντα, Θεσσαλία τε καὶ Ἑλλὰς καὶ τὰ μέρη Ἀχαΐας. Ἀλλὰ καὶ Ἀμινσὸς καὶ Τραπεζοῦς καὶ Ἡράκλεια καὶ Ἄμαστρις. Ταύτας δέ, οὐχ ὥσπερ ὁ λόγος διέρχεται, οὕτω κἀκεῖνος διῆλθεν, ἀλλ ἐν ἑκάστῃ πόλει πολλὰ τὰ ἀντιπίπτοντα ὑποστάς, πολλαῖς τε πραγμάτων δυσχερείαις ὡμιληκώς, εἰ καὶ ῥοπῇ Χριστοῦ καὶ βοηθείᾳ πάντων ἐκράτει ἐξ ὧν μιᾶς πόλεως ἐπιμνησθείς, τὰς λοιπὰς τοῖς εἰδόσιν ἐάσω. Οὗτος τῇ Σινωπέων ἐπιδημήσας καὶ τὸν λόγον καταγγείλας, πολλαῖς θλίψεσι καθυποβάλλεται κατὰ γῆς γὰρ αὐτὸν ἐῤῥίπτουν, καὶ χειρῶν καὶ ποδῶν λαβόμενοι εἷλκον, καὶ τοῖς ὀδοῦσιν ἐσπάραττον, καὶ ξύλοις ἔπαιον καὶ λίθοις ἔβαλλον καὶ μακρὰν τῆς πόλεως ἀπεῤῥίπτουν, ὅτε καὶ τὸν δάκτυλον ὀδοῦσιν ἔκοψαν. Ἀλλ αὐτὸς αὖθις ὑπὸ τοῦ Σωτῆρος καὶ Διδασκάλου ἄρτιος καὶ ὑγιὴς ἀπὸ τῶν πληγῶν ἐφάνη. Ἐκεῖθέν τε ἀναστάς, ἤ μειψε πλείστας πόλεις καὶ χώρας, τήν τε Νεοκαισάρειαν, τὰ Σαμόσατα, Ἀλανοὺς (ἢ Ἀγαυούς), Ἀβασγούς, Ζήκχους, Βοσπορίνους καὶ Χερσωνίτας. Εἶτα διαπλεύσας εἰς τὸ Βυζάντιον, καὶ Στάχυν Ἐπίσκοπον χειροτονήσας, καὶ τὰς λοιπὰς χώρας διελθών, πρὸς τὴν περιφανῆ Πελοπόννησον ἔρχεται. Καὶ ξενισθεὶς παρὰ Σωσίῳ, χαλεπῶς ἀσθενοῦντι, ἰάσατο αὐτόν. Καὶ παραυτίκα, πᾶσα ἡ πόλις ἐκείνη τῶν Πατρῶν προσῆλθε τῷ Χριστῷ ὅτε καὶ ἡ ἀνθυπάτου γυνὴ Μαξιμίλλα, τῶν χαλεπῶν λυθεῖσα τῆς νόσου δεσμῶν καὶ ταχείας τυχοῦσα θεραπείας, ἐπίστευσε. Καὶ Στρατοκλῆς ὁ σοφώτατος, ὁ τοῦ ἀνθυπάτου Αἰγεάτου αὐτάδελφος, καὶ ἕτεροι πολλοί, νόσους ἔχοντες ποικίλας, ὑ γιώθησαν διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ Ἀποστόλου. Διὰ ταῦτα, μανίᾳ περιπεσὼν ὁ Αἰγεάτης καὶ σταυρῷ προσηλώσας τὸν Ἀπόστολον, τῆς παρούσης ζωῆς ἐξιστᾷ. Αὐτὸς δέ, ἀπό τινος μετεώρου κρημνοῦ εἰς γῆν ἑ αυτὸν καταβεβληκώς, συνετρίβη. Τοῦ δὲ Ἀποστόλου τὸ λείψανον, μετὰ πολὺν χρόνον, μετετέθη ἐν Κωνσταντινουπόλει, ἐπὶ τῆς βασιλείας Κωνσταντίου, τῇ τούτου κελεύσει, παρὰ Ἀρτεμίου τοῦ Μάρτυρος καὶ κατετέθη μετὰ Λουκᾶ καὶ Τιμοθέου ἐν τῷ τῶν ἁγίων Ἀποστόλων περιβλέπτῳ τεμένει. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡ μῶν Φρουμεντίου, Ἐπισκόπου Ἰνδίας (Ἀβησσυνίας). Στίχ. Φρουρούμενος χάριτι σεπτῆς Τριάδος, Φρουμέντιος δέδειχε φροῦδον τὴν πλάνην. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἀλεξάνδρου, Ἐπισκόπου Μηθύμνης. Στίχ. Τριάδος κῆρυξ καὶ φύλαξ παρθενίας, Ἔγνωσται Ἀλέξανδρος ποιμὴν Μηθύμνης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Βαχτὰγκ Γκοργκασάλι, ἤτοι Λέοντος, βασιλέως τῆς Γεωργίας. Στίχ. Πολλὰ τιμήσας Χριστὸν τὸν Βασιλέα, Βαχτὰνγκ βασιλεὺς Αὐτῷ συμβασιλεύει. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Πέτρου καὶ Σαμουήλ, τῶν πρώτων Καθολικῶν, ἤτοι Ἀρχιεπισκόπων Γεωργίας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πέτρου, Ἐπισκόπου Ραβέννης, τοῦ Χρυσολόγου. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Τῆς Θεοτόκου. ᾨδὴ ζ. Ἦχος α. Ὁ Εἱρμός. Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τροπάρια. Τὴν μιανθεῖσαν ἄχραντε ψυχήν, ἁγίασον, πάντοτε τοῦ δούλου σου Ἁγνή, καὶ τοῦ νοὸς δεινὰς αἰχμαλωσίας, καὶ καρδίας πώρωσιν, καὶ τῶν δαιμόνων ὁρμάς, τάχος ἀφάνισον. Νενεκρωμένον πάθεσι σαρκός, Πανάμωμε, ζώωσον τὸν νοῦν μου καὶ Θεῷ, τὰ ἀρεστὰ ἐ πιτελεῖν ἐνίσχυσόν με ἵνα μεγαλύνω σε, ἵνα δοξάζω ἀεί, τὴν ἀγαθότητά σου. 16

Νέκρωσόν μου Δέσποινα ἁγνή, τὰ τῆς σαρκὸς πάθη, καὶ ψυχῆς μου ταπεινῆς ῥύπον, δεινὸν ἐναποσμήχουσα Παρθένε, καὶ λογοθεσίου με τῶν ἀοράτων ἐχθρῶν, ῥῦσαι καὶ σῶσόν με. Σοὶ Παναγία ἄχραντε ἁγνή, οἱ δοῦλοί σου, πάντοτε ἡμέρας καὶ νυκτός, προσπίπτομεν συντετριμμένῃ διανοίᾳ, δυσωποῦντες λύτρωσιν, ἁμαρτημάτων εὑρεῖν, ταῖς ἱκεσίαις ταῖς σαῖς. Τοῦ Ἀποστόλου. ᾨδὴ ζ. Ἦχος α. Σὲ νοητὴν Θεοτόκε. Ἡ ἀψευδής, ἐμφανῶς πεπλήρωται, ἐπαγγελία σου Χριστέ τῷ γὰρ σάλῳ ὁ φοιτητής, σοῦ ὁ ἐνθεώτατος, λόγῳ ἐμβριμώμενος, πρὸς ἱλαρὰν γαλήνην μετέβαλεν, Ὁ αἰνετὸς ἀναμέλπων, Θεὸς καὶ ὑπερένδοξος. Τῷ νοητῷ, τῆς Σιὼν Ἀπόστολε, προσβῆναι ὄ ρει κελευσθείς, σωτηρίου τε εἰληφώς, χαίρων τὸ ποτήριον, ἔβης πορθμευόμενος, διὰ θανάτου πρὸς θείαν ζωήν, ἔνθα Χριστὸς τῶν ἁ πάντων, Θεὸς καὶ ὑπερένδοξος. Σὺ γηγενής, πεφυκὼς Ἀπόστολε, ὑπερφυῶς τερατουργεῖς δι ἀγάπης γὰρ συγκραθείς, τούτῳ ἠκολούθησας, Χριστῷ τῷ σὲ ἀγαπήσαντι, Ὁ αἰνετὸς ἀναμέλπων, Θεὸς καὶ ὑπερένδοξος. Θεοτοκίον. Χαῖρε σεμνή, τοῦ Ἀδὰμ τὸ κώδιον, ἐξ οὗ προ ῆλθεν ὁ Ποιμήν, ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Ἕτερος. ᾨδὴ ζ. Ἦχος α. Τοὺς ἐν καμίνῳ Παῖδάς σου. Τοῦ Παναγίου Πνεύματος τὸ πῦρ, σπασάμενος, ἄνωθεν Ἀπόστολε Χριστοῦ, γλώσσαις καιναῖς, αἷς μηδαμοῦ ἐφθέγξω, τοῖς τοῦ κόσμου πέρασι, διεκελεύσθης λαλεῖν τὰ μεγαλεῖα αὐτοῦ. Ὑπερεκπλήττει πάντα λογισμόν, τὸ κήρυγμα, ὅπερ ἐσαλπίσατε τῇ γῇ, μύσται Χριστοῦ, καὶ θεωροὶ τῶν ἄνω ὅτι μόνοι δώδεκα, τὰς μυριάδας τῆς γῆς κατεφωτίσατε. Ἐθαυμαστώθη Δέσποτα Χριστέ, ἡ χάρις σου, ἐν τοῖς θεοσόφοις Μαθηταῖς ὅτι μικροὶ καὶ ἰ διῶται ὄντες, πᾶσαν γῆν διέδραμον, ἀπὸ τῶν ἄκρων αὐτῆς ἕως περάτων αὐτῆς. Τί τὸ διδάξαν οὕτω σε λαλεῖν, Ἀπόστολε; τί τὸ καταλάμψαν σου τὸν νοῦν, βλέπειν τρανῶς, τῆς ἀπροσίτου δόξης, τὴν αὐγὴν τὴν λάμψασαν, τῆς ἀληθείας τὸ φῶς ἐν ταῖς καρδίαις ἡμῶν; Δόξα. Τριαδικῶς ὑμνήσωμεν πιστοί, δοξάζοντες, ἄ ναρχον Πατέρα καὶ Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν οὐσίαν μίαν ἣν τρισσῶς ὑμνήσωμεν Ἅγιος, ἅγιος, ἅγιος εἶ, εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ νῦν. Ὡς τῆς Τριάδος ἕνα σε Χριστέ, δοξάζομεν ὅτι ἐκ Παρθένου σαρκωθείς, δίχα τροπῆς, ἀνθρωπικῶς πάντα ἠνέσχου, μὴ ἐκστὰς τῆς φύσεως, τῆς πατρικῆς Ἰησοῦ, εἰ καὶ ἡνώθης ἡ μῖν. 17

Καταβασία. Οἱ Παῖδες εὐσεβείᾳ. Τῆς Θεοτόκου. ᾨδὴ η. Ἦχος α. Ὁ Εἱρμός. Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς, δοξάσατε παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Σαρκοῦται ὁ ἄσαρκος, ἐκ σοῦ θεοπρεπῶς ὃν αἴτησαι Πάναγνε, τὰ πάθη τῆς ἐμῆς, ψυχῆς θανατῶσαι, καὶ ζωῶσαι αὐτήν, νεκρωθεῖσαν πάλαι, κακίστῃ ἁμαρτίᾳ. Ἰάσω τὸ σύντριμμα, Ἀδὰμ τοῦ χοϊκοῦ, Σωτῆρα κυήσασα, Πανάχραντε Θεόν αὐτὸν ἐκδυσώπει, τὰς πληγὰς τῆς ἐμῆς, ψυχῆς θεραπεῦσαι, ἀνίατα νοσούσης. Ἀνάστησον κείμενον, εἰς βάθη με κακῶν τοὺς νῦν πολεμοῦντάς με, πολέμησον ἐ χθρούς τρωθέντα ἀτόποις, ἡδοναῖς τὴν ψυχήν, Ἁγνὴ μὴ παρίδῃς, ἀλλ οἴκτειρον καὶ σῶσον. Ἰάτρευσον ἄχραντε, τὰ πάθη τῆς ἐμῆς, καρδίας κυήσασα, τὸν πάντων Ἰατρόν καὶ τῆς τῶν Δικαίων δεῖξον μέτοχον, Παρθένε μερίδος, Χριστὸν ἐκδυσωποῦσα. Τοῦ Ἀποστόλου. ᾨδὴ η. Ἦχος α. Ἐν καμίνῳ Παῖδες. Φωτοφόρος καὶ εὐφραντική, ἀκτῖνας ἰαμάτων, Ἀνδρέα Χριστοῦ Ἀπόστολε, ἐκλάμπουσα ἡμῖν ἡ ἔνθεος μνήμη σου, τοῖς βοῶσι Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἀνθρωπίνης φύσεως λαχών, τοὺς ταύτης ὑ περέβης, θεσμοὺς καὶ πρὸς τὴν Ἀγγέλων, μεταβέβηκας σκηνήν, Ἀνδρέα Ἀπόστολε, καὶ κραυγάζεις Πάντα τὰ ἔργα Κυρίου, τὸν Κὺριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἡ ἐξ ὕψους Πνεύματος Θεοῦ, πνοή σε προεκπυρώσασα, Ῥήτορα θεηγόρε, ἀναδείκνυσι θερμόν, βοῶντα Ἀπόστολε τῷ Χριστῷ σου Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Φεγγοβόλος ὥσπερ ἀστραπή, εἰς φῶς ἐθνῶν ἐξῆλθες, τὸ σκότος τῆς ἀγνωσίας, ἐκδιώκων καὶ πιστούς, φωτίζων κραυγάζοντας Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑ μνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον. Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν ἅπαντες ἐκβο ῶντες Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑ μνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἕτερος. ᾨδῆ η. Ἦχος α. Τὸν ἐν Σινᾷ τὴν βάτον. Τῇ τέχνῃ τῆς ἁλείας, ἐκ θαλάσσης ἤγρευσας ἰχθύας πάνσοφε νῦν δὲ τῇ πίστει, ἀνθρώπους σαγηνεύεις Χριστῷ, ἐκ πλάνης τοῦ ἐ χθροῦ βυθὸς γὰρ ἦν ἡ πλάνη ποτέ, βυθίζων τὰ ἔθνη, τῇ ζάλῃ τῆς ἀγνοίας. 18

Τὸν νοητὸν τοῦ βίου, ἀκυμάντως ἔπλευσας βυθὸν Ἀπόστολε, διαπετάσας, τὸ ἱστίον τοῦ Πνεύματος, τῇ πίστει τοῦ Χριστοῦ διὸ καὶ εἰς λιμένα ζωῆς, κατήντησας χαίρων, εἰς πάντας τοὺς αἰῶνας. Τοῦ νοητοῦ Ἡλίου, ἐπὶ ξύλου δύναντος αὐτεξουσίῳ βουλῇ, ὁ τοῦ ἡλίου, φωστὴρ συναναλῦσαι ζητῶν, καὶ δύναι εἰς Χριστόν, ἐν ξύλῳ ἐκρεμάσθη σταυροῦ, Ἀνδρέας ὁ μέγας, λαμπτὴρ τῆς Ἐκκλησίας. Ὦ μαθητὰ καὶ φίλε, τοῦ Χριστοῦ καὶ σύμψηφε τῶν Ἀποστόλων αὐτοῦ, ὅταν ἐν θρόνῳ, κάθηται Κριτὴς σὺν ὑμῖν, τοῖς δώδεκα κρῖναι, ὡς ἡ ἐπαγγελία φησί, γένοισθε τότε ἡμῖν, φιλανθρωπίας τεῖχος. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Τρισσοφαῆ Μονάδα, καὶ Τριάδα σύνθρονον δοξολογήσωμεν, οὐ διαιροῦντες, ἑνοῦντες δὲ αὐτὴν συμφυῶς, ὡς μίαν ἀληθῶς, οὐσίαν ἡ νωμένην, ἐν προσώποις τρισίν, οὐ συναλειφομένην. Καὶ νῦν. Τὸν τῆς Τριάδος ἕνα, συλλαβοῦσα τέτοκας σεσαρκωμένον ἐκ σοῦ, καινοτομοῦντα, τοὺς νόμους τοὺς τῆς φύσεως, τῷ τόκῳ σου Ἁγνή. Αὐτὸν ὑπὲρ ἡμῶν ὡς Θεόν, ἀεὶ δυσωποῦσα, μὴ παύσῃ Θεοτόκε. Καταβασία. Θαύματος ὑπερφυοῦς. ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Χριστοῦ Γεννήσεως. (Ψάλλονται ἀπὸ 21ης Νοεμβρίου μέχρις 24ης Δεκεμβρίου μόναι αἱ πεζαί). ᾨδὴ α. Ἦχος α. Χριστὸς γεννᾶται δοξάσατε * Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε * Χριστὸς ἐπὶ γῆς ὑψώθητε. * ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, * καὶ ἐν εὐφροσύνῃ * ἀνυμνήσατε, λαοί, * ὅτι δεδόξασται. ᾨδὴ γ. Τῷ πρὸ τῶν αἰώνων * ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ * καὶ ἐπ ἐσχάτων ἐκ Παρθένου * σαρκωθέντι ἀσπόρως * Χριστῷ τῷ Θεῷ βοήσωμεν * Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν * ἅ γιος εἶ, Κύριε. ᾨδὴ δ. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ * καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, * ἐκ τῆς Παρθένου ἀνεβλάστησας, * ἐξ ὄρους ὁ αἰνετὸς * κατασκίου δασέος * ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου * ὁ ἄυλος καὶ Θεός. * Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Θεὸς ὢν εἰρήνης, * Πατὴρ οἰκτιρμῶν, * τῆς μεγάλης βουλῆς σου τὸν ἄγγελον, * εἰρήνην παρεχόμενον, * ἀπέστειλας ἡμῖν * ὅθεν θεογνωσίας * πρὸς φῶς ὁδηγηθέντες, * ἐκ νυκτὸς ὀρθρίζοντες, * δοξολογοῦμέν σε, φιλάνθρωπε. ᾨδὴ στ. Σπλάγχνων Ἰωνᾶν * ἔμβρυον ἀπήμεσεν * ἐ νάλιος θήρ, * οἷον ἐδέξατο * τῇ Παρθένῳ δὲ * ἐνοικήσας ὁ Λόγος * καὶ σάρκα λαβών, * διελήλυθε φυλάξας ἀδιάφθορον * ἧς γὰρ οὐχ ὑ πέστη ῥεύσεως, * τὴν τεκοῦσαν κατέσχεν ἀ πήμαντον. ᾨδὴ ζ. Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες, * δυσσεβοῦς προστάγματος καταφρονήσαντες, * πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, * ἀλλ ἐν μέσῳ τῆς φλογὸς * ἑστῶτες ἔψαλλον * Ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ. 19