14 ΙΑΝΟΥΑΡΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Σχετικά έγγραφα
14 ΙΑΝΟΥΑΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

14 ΙΑΝΟΤΑΡΙΟΤ 2017 ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΣΩΝ ΘΕΟΥΑΝΕΙΩΝ

14 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Πέμπτη. Ἀπόδοσις τῶν Θεοφανείων. Τῶν ἐν Σινὰ καὶ Ραϊθὼ ἀναιρεθέντων πατέρων.

6 ΙΑΝΟΥΑΡΙΟΥ 2017 ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Πολυέλεος] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος

6 ΙΑΝΟΥΑΡΙΟΥ 2012 ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

14 ΙΑΝΟΥΑΡΙΟΥ 2017 Σάββατον μετὰ τὰ Φῶτα. Ἀπόδοσις τῶν Θεοφανείων. Τῶν ἐν Σινὰ καὶ Ῥαϊθὼ ἀναιρεθέντων πατέρων.

14 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ μετὰ τὰ Φῶτα καὶ Ἀπόδοσις τῆς Ἑορτῆς τῶν Θεοφανείων τῶν ἐν Σινᾷ καὶ Ῥαϊθὼ ἀναιρεθέντων πατέρων, Νίνας Ἰσαποστόλου

6 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

07 ΙΑΝΟΥΑΡΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Πολυέλεος] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος

ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΟΡΘΡΟΣ ΘΕΟΦΑΝΕΙΩΝ & ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣ

6 ΙΑΝΟΥΑΡΙΟΥ Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

Ἦχος β. Ἰωάννου Μοναχοῦ. Στίχ. α. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός

+ΚΤΡΙΑΚΗ ΜΕΣΑ ΣΑ ΥΩΣΑ (ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΘΕΟΥΑΝΕΙΩΝ)

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

07 ΙΑΝΟΥΑΡΙΟΥ 2018 Τιμίου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου Σύναξις. Ἦχος πλ. β. Ἑωθινὸν Θ.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Τῌ ΙΑ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Τῌ ΙΑ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου.

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

06 ΙΑΝΟΥΑΡΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

08 ΙΑΝΟΥΑΡΙΟΥ 2017 Κυριακὴ μετὰ τὰ Φῶτα Γεωργίου τοῦ Χοζεβίτου, Δομνίκης ὁσίας, Κύρου καὶ Ἀττικοῦ πατριαρχῶν Κωνσταντινουπόλεως. Ἦχος δ. Ἑωθινὸν Ζ.

06 ΙΑΝΟΥΑΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

10 ΙΑΝΟΥΑΡΙΟΥ Ηχος βαρύς, ἑωθινὸν ι.

τοῦ βίου διαπερῶμεν διάβασιν. Χριστός ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Τῌ ΙΑ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου.

8 ΙΑΝΟΥΑΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γεωργίου τοῦ Χοζεβίτου, Δομνίκης ὁσίας Κύρου καὶ Ἀττικοῦ πατριαρχῶν Κωνσταντινουπόλεως.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

11 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Θεοδοσίου ὁσίου τοῦ κοινοβιάρχου ( 529). Ἦχος πλ. β. Ἑωθινὸν θ.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

3 ΙΑΝΟΥΑΡΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

σου δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

9 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Σάββατον μετὰ τὰ Φῶτα.

4 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ πρὸ τῶν Φώτων. Σύναξις τῶν ἁγίων 70 ἀποστόλων, Θεοκτίστου ὁσίου. Ηχος πλ. α ἑωθινὸν η

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

11 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Θεοδοσίου ὁσίου τοῦ κοινοβιάρχου ( 529). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

ΠΕΜΠΤΗ, 31 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Ἀπόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων. Μελάνης ὁσίας τῆς Ῥωμαίας ( 449), Ζωτικοῦ ὀρφανοτρόφου (δ αἰ.).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

20 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ «Μνήμη πάντων τῶν ἀπ αἰῶνος Θεῷ εὐαρεστησάντων

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

29 ΔΕΚΕΜΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 10 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Η Λουκᾶ Ὀλυμπᾶ, Τερτίου Ἀποστ, Ὀρέστου Μάρτ, Ἀρσενίου Ὁσ.

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

09 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Ι Λουκᾶ. Ἦχος γ. Ἑωθινὸν Ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

22 ΟΚΤΩΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Transcript:

14 ΙΑΝΟΥΑΡΙΟΥ 2017 Ἀπόδοσις τῆς Ἑορτῆς τῶν Θεοφανείων * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ τῆς Ἑορτῆς. Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. (ἐκ γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος γ. Τὴν ὡραιότητα. Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν Δόξα Θεῷ τῷ ἐν Τριάδι. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὴν β Στιχολογίαν Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἰορδάνη ποταμέ, τί ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε καὶ συνεστάλη θάλασσα, καὶ πάντα τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰ ορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Αὖθις ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης ἀναγινώσκει τὸν Ν ψαλμόν. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 1

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. ΟΙ ΚΑΝΟΝΕΣ Κανὼν τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ ἀκροστιχίς Βάπτισμα ῥῦψις γηγενῶν ἁμαρτάδος. ᾨδὴ α. Ἦχος β. Ὁ Εἱρμός. Εἱρμολογικῶς. Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιὸς ἐν πολέμοις Κύριος ὅτι δεδόξασται. Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος ὅτι δεδόξασται. Πυρὶ τῆς Θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος ὅτι δεδόξασται. Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος ὅτι δεδόξασται. 2

Ἕτερος Κανὼν Ἰαμβικός, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ οὗ ἡ ἀκροστιχὶς διὰ Στίχων Ἡρωελεγείων. Σήμερον ἀχράντοιο βαλὼν Θεοφεγγέϊ πυρσῷ Πνεύματος, ἐνθάπτει νάμασιν ἀμπλακίην, Φλέξας Παμμεδέοντος ἐὓς Πάϊς Ἠπιόων δέ, Ὑμνηταῖς μελέων τῶν δε δίδωσι χάριν. Ἦχος β. Ὁ Εἱρμός.» Στείβει θαλάσσης, κυματούμενον σάλον,» Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.» Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,» Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,» Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου. (δίς) Δόξα. Ὄρθρου φανέντος, τοῖς βροτοῖς σελασφόρου, Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου. Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα, Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι, Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν. Καὶ νῦν. Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε, Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ, Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος, Ὄπα κρατίστην Οὗτος ἠγαπημένος, Ἶσός τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν. ᾨδὴ γ. Κανὼν ὁ πεζός Ἦχος β. Ὁ Εἱρμός. Εἱρμολογικῶς. Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὑτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται μολεῖ δὲ πρὸς τὸ Βάπτισμα διὸ πιστοὶ βοήσωμεν Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε. (δίς) Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία δι ὕδατος καὶ Πνεύματος, υἱοὶ γάρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε. Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡ μῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε. Κανὼν Ἰαμβικός Ἦχος β. Ὁ Εἱρμός.» Ὅσοι παλαιῶν, ἐκλελύμεθα, βρόχων,» Βορῶν λεόντων, συντεθλασμένων μύλας,» Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,» Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,» ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων. (δίς) 3

Δόξα. Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει, Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν, Ἐπισκοτεῖται, σαρκικῇ παρουσίᾳ. Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ, Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν. Καὶ νῦν. Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν, Γαστρὸς τυράννου, συγκεχωσμένην ὅροις Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει. Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσύύ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισμα τῆς Ἑορτῆς Ἦχος δ. Ταχὺ προκατάλαβε. Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνεια τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος διό σε ἱκετεύομεν Σῶσον τὸν κόσμον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσύύ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος δ. Αὐτόμελον. Ρωμανοῦ τοῦ Μελωδοῦ. Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ ἡμᾶς, ἐν ἐπιγνώσει ὑ μνοῦντάς σε Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον. ὁ Οἶκος Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ, καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ Προφήτης, φῶς μέγα ἔλαμψε Χριστός τοῖς ἐσκοτισμένοις φαεινὴ ὤφθη αὐγή, ἐν Βηθλεὲμ ἀστράπτουσα μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τῇ οἰκουμένῃ ἀνατέλλει τὰς ἀκτῖνας, ὁ Ἥλιος τῆς Δικαιοσύνης. Διὸ οἱ ἐξ Ἀδὰμ γυμνοί, δεῦτε πάντες ὑποδύωμεν αὐτόν, ἵνα θαλφθῶμεν σκέπη γὰρ γυμνῶν, καὶ αἴγλη ἐσκοτισμένων, ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον. Συναξάριον Τῇ ΙΔ τοῦ αὐτοῦ μηνός, ἡ Ἀπόδοσις τελεῖται τῆς Δεσποτικῆς καὶ λαμπρᾶς Ἑορτῆς τῶν Θεοφανείων. Τὸ καινὸν Βάπτισμα λαβοῦσα, ψυχή μου, Καινὴν βιοτὴν ἐσαεὶ θεοπρεπῶς τήρει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τριάκοντα καὶ ὀκτὼ Ἀββάδων, τῶν ἐν Σινᾷ ὄρει ἀναιρεθέντων. Σπάθαι τὸ πρᾶξαν ᾧδε τοὺς πολλοὺς φόνους 4

Τὸ δ αὖ πεπονθός, ἄνδρες ἀρετῆς φίλοι. Ἀββάδας ἀμφὶ τετάρτῃ καὶ δεκάτῃ κτάνε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Πατέρων, τῶν ἐν τῇ Ῥαϊθῷ ἀναιρεθέντων. Ὡς πρὶν Ῥαχὴλ τὰ τέκνα, νῦν τοὺς Ἀββάδας, Κλαίει Ῥαϊθώ, συγκεκομμένους σπάθαις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδούλου τοῦ Σιναΐτου, υἱοῦ τοῦ Ὁσίου Νείλου τοῦ σοφοῦ. Ὁ Θεόδουλος ἀρεταῖς ὤφθη μέγας, Μιμούμενος μάλιστα πατρὸς τὸν βίον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου, τοῦ κτίσαντος τὴν Μονὴν τοῦ Χηνολάκκου. Τῷ Χηνολάκκου τὴν Μονὴν δειμαμένῳ, Θείῳ Στεφάνῳ, λάκκος ὠρύχθη τάφου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Μάρτυς Ἁγνή, ἐν σκοτεινῇ φρουρᾷ βληθεῖσα, τελειοῦται. Ἁγνὴν ἄναγνοι θέντες εἰς οἶκον σκότους, Πάμφωτον αὐτῇ προὐξένησαν οἰκίαν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σάββα, πρώτου Ἀρχιεπισκόπου καὶ Φωτιστοῦ τῆς Σερβίας, κτίτορος δὲ καὶ τῆς ἐν Ἄθω ἱερᾶς Μονῆς τοῦ Χιλανδαρίου. Φωστὴρ ἐδείχθης φωτίσας τὴν Σερβίαν, Ἔργοις λόγοις τε, Σάββα τῶν Σέρβων κλέος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Νίνας τῆς Ἰσαποστόλου καὶ φωτιστρίας τῆς Γεωργίας. Ἡ Νίνα ὤφθη νυμφαγωγὸς ἀρίστη, Συνάψασα Κυρίῳ τὴν Γεωργίαν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μελετίου, Ἐπισκόπου Ῥυαζάν, φωτιστοῦ τῆς φυλῆς τῶν Γιακούτων τῆς Σιβηρίας. Μιμηθεὶς Μελέτιος τοὺς Ἀποστόλους, Πρὸς πίστιν Χριστοῦ ἤγαγε Γιακούτους. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῶν Θεοφανείων πεζαὶ καὶ ἰαμβικαί ᾨδὴ α. Ἦχος β. Βυθοῦ ἀνεκάλυψε πυθμένα καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιὸς ἐν πολέμοις Κύριος ὅτι δεδόξασται. Στείβει θαλάσσης κυματούμενον σάλον, Ἤπειρον αὖθις, Ἰσραήλ, δεδειγμένον. Μέλας δὲ πόντος τριστάτας Αἰγυπτίων Ἔκρυψεν ἄρδην ὑδατόστρωτος τάφος Ῥώμῃ κραταιᾷ δεξιᾶς τοῦ Δεσπότου. 5

ᾨδὴ γ. Ἰσχὺν ὁ διδοὺς τοῖς βασιλεῦσιν ἡμῶν Κύριος καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ βάπτισμα διό, πιστοί, βοήσωμεν Οὐκ ἔστιν ἅγιος ὡς ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστι δίκαιος πλήν σου, Κύριε. Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων, Βορῶν λεόντων συντεθλασμένων μύλας, Ἀγαλλιῶμεν καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς....ἥδεται δωρημάτων. ᾨδὴ δ. Ἀκήκοε, Κύριε, φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ ὅλος γεγονὼς τοῦ παρόντος Πνεύματος δὲ ἐβόησε Σύ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις. Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας, Ὑμνῶν προφήτης τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου, ᾯ τῶν δυναστῶν....τὰ κράτη συνετρίβη. ᾨδὴ ε. Ἰησοῦς, ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει Ἀδὰμ τοῦ πρωτοπλάστου καθαρσίων δὲ ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν εἰρήνην χαρίζεται. Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου, Ἰὸν καθάρσει Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν, Μόνοις προσιτήν,.... οἷς Θεὸς κατηλλάγη. ᾨδὴ στ. Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος. Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο. Ναί, φησίν, οὗτος συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους, Λόγος τέ μου ζῶν.... καὶ βροτὸς προμηθείᾳ. 6

ᾨδὴ ζ. Νέους εὐσεβεῖς καμίνῳ πυρὸς προσομιλήσαντας διασυρίζον πνεῦμα δρόσου ἀβλαβεῖς διεφύλαξε καὶ θείου ἀγγέλου συγκατάβασις ὅθεν ἐν φλογὶ δροσιζόμενοι εὐχαρίστως ἀνέμελπον Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ. Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας, Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας Ὅλην πλύνει δέ.... τῇ δρόσῳ τοῦ Πνεύματος. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Μυστήριον παράδοξον ἡ Βαβυλῶνος ἔδειξε κάμινος πηγάσασα δρόσον ὅτι ῥείθροις ἔμελλεν ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκὶ βαπτιζόμενον τὸν Κτίστην ὃν εὐλογοῦσι λαοὶ καὶ ὑπερυψοῦσιν εἰς πάντας τοὺς αἰῶνας. Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται Υἱοὶ δὲ φωτὸς οἱ πρὶν ἐσκοτισμένοι. Μόνος στενάζει τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον Ἡ πρὶν τάλαινα τῶν ἐθνῶν παγκληρία. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η Θ ῼΔΗ ἡ Τιμιωτέρα οὐ στιχολογεῖται. Ἀντ αὐτῆς, ψάλλεται ἡ θ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων τοῦ Μηναίου μετὰ τῶν μεγαλυναρίων, καὶ ἐν τέλει οἱ δύο εἱρμοὶ τῆς θ ᾠδῆς. ᾨδὴ θ. Μεγαλυνάρια ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ Ἦχος β. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων. (δίς) Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἰορδάνῃ, ἐλθόντα βαπτισθῆναι. Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Προδρόμου, τὸ βάπτισμα λαβόντα. Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς πατρῴας, φωνῆς μαρτυρηθέντα. Μεγάλυνον ψυχή μου, τὸν ἕνα τῆς Τριάδος, κλίναντα τὸν αὐχένα, καὶ βάπτισμα λαβόντα. Προφῆτα, δεῦρο πρός με, ἔκτεινον τὴν χεῖρα, καὶ βάπτισόν με τάχος. Προφῆτα, ἄφες ἄρτι, καὶ βάπτισόν με θέλων πληρῶσαι καὶ γὰρ ἦλθον, πᾶσαν δικαιοσύνην. Ἕτερα εἰς τὸν Ἰαμβικὸν Κανόνα Σήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα, χειρὶ τῇ τοῦ Προδρόμου. Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην, ἐν ῥείθροις Ἰορδάνου. Σήμερον ὁ Δεσπότης, νάμασιν ἐνθάπτει, βροτῶν τὴν ἁμαρτίαν. Σήμερον ὁ Δεσπότης, ἄνωθεν μαρτυρεῖται, Υἱὸς ἠγαπημένος. Σήμερον ὁ Δεσπότης, ἦλθεν ἁγιάσαι, τὴν φύσιν τῶν ὑδάτων. 7

Σήμερον ὁ Δεσπότης, τὸ βάπτισμα λαμβάνει, ὑπὸ χειρὸς Προδρόμου. Δόξα. Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. Καὶ νῦν. Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. ὁ Εἱρμός. Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτοκε ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν. Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις Νῦν προσέλθετε, ᾄδε, πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει καὶ γὰρ αὐτοῦ εἰσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν. Ὁ Ἡσαΐας Λούσασθε, καὶ καθάρθητε φάσκει τὰς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι. Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης, οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον. Εἱρμὸς ἄλλος.»ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!» Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη» Δι ἧς τυχόντες παντελοῦς σωτηρίας,» Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,» Δῶρον φέροντες ὕμνουν εὐχαριστίας. (δίς) Ἴδμεν τὰ Μωσεῖ, τῇ βάτῳ δεδειγμένα, Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος, Σελασφόρον τεκοῦσα, τὸν εὐεργέτην, Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα. Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν, Ἄναξ ἄναρχε, Πνεύματος κοινωνίᾳ, Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους, Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην, Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον. Εἶτα οἱ δύο εἱρμοὶ τῆς θ ᾠδῆς. Ἦχος β. Μεγάλυνον, ψυχή μου, τὴν Τιμιωτέραν καὶ Ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτοκε ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν. Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.»ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!» Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη 8

» Δι ἧς τυχόντες παντελοῦς σωτηρίας,» Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,» Δῶρον φέροντες ὕμνουν εὐχαριστίας. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ τῆς ἑορτῆς. Ἦχος γ. Ἐπεσκέψατο ἡμᾶς. Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον. (ἐκ γ ) ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Ἰδιόμελα. Γερμανοῦ Πατριάρχου Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός τοῦτον λαοὶ προσκυνήσωμεν. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι πάντας ἡμᾶς ἀνεκαίνισας. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Σύ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται Βαπτίζεται Χριστὸς μεθ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον διὰ λουτροῦ σωτηρία, δι ὕ δατος τὸ Πνεῦμα διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται Θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι. Ἕτερον. Ἦχος ὀ αὐτός. Ἀνδρέου Ἱεροσολυμίτου Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 9

Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνεια καὶ τὴν ἐ μὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός πρὸς ὃν βοήσωμεν Ὁ ἐ πιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δόξα. Ἦχος πλ. β. Ἀνατολίου Νάματα Ἰορδάνεια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Ἦχος β. Ἀνατολίου Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν Καὶ εὐθὺς ψάλλεται εἰς τὸν αὐτὸν ἦχον Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. 10

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. (ἅπαξ) ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ τὰ Ἀντίφωνα τῆς Ἑορτῆς Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς ριγ (113) Στίχ. α. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. (ριγ 1 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. (ριγ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σοί, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; (ριγ 5) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. (ριγ 7) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς ριδ (114) Στίχ. α. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. (ριδ 1) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. (ριδ 2) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, Στίχ. γ. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. (ριδ 3) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, Στίχ. δ. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. (ριδ 5) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας Εἷς Ὣν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ψαλμός ριζ (117) τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ 1) 11

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Στίχ. β. Εἰπάτω δὴ οἶκος Ἰσραὴλ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ 2) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε... Στίχ. γ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ 4) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε... ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ. Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. (ριζ 26 27) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς,....ψάλλοντάς σοι, Ἀλληλούϊα. τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Κοντάκιον τῆς Ἑορτῆς. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον, καὶ δὴ ἀμοιβαδὸν μετὰ τῶν Ἱεροψαλτῶν) Ἦχος δ. Αὐτόμελον. Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου, Κύριε, ἐσημειώθη ἐφ ἡμᾶς, ἐν ἐπιγνώσει ὑ μνοῦντάς σε Ἦλθες, ἐφάνης, τὸ φῶς τὸ ἀπρόσιτον. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Προκείμενον καὶ Ἀλληλούϊα τοῦ Σαββάτου μετὰ τὴν Ἑορτήν Προκείμενον. Ἦχος πλ. β. (Ψαλμὸς λα ) Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε δίκαιοι. Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (ς 10 17) Ἀδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθεί 12

ᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Ἀλληλούϊα. (γ ) Ἦχος πλ. β. (Ψαλμὸς ξδ ) Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ματθαῖον (δ 1 11) Τῷ καιρῷ ἐκείνῳ, ἀνήχθη ὁ Ιησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε. Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ ἀποκριθεὶς εἶπε Γέγραπται, Οὐκ ἐπ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ λέγει αὐτῷ Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἔφη αὐτῷ ὁ Ιησοῦς Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, καὶ λέγει αὐτῷ Ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς Ὕπαγε, ὀπίσω μου, Σατανᾶ γέγραπται γάρ Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Εἱρμὸς τῆς θ ᾠδῆς τοῦ α κανόνος. Ἦχος β. Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν τῶν ἄνω στρατευμάτων. Ἀπορεῖ πᾶσα γλῶσσα εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος ὑμνεῖν σε, Θεοτόκε ὅμως, ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας τὸν ἔνθεον ἡμῶν σὺ γὰρ Χριστιανῶν εἶ προστάτις σὲ μεγαλύνομεν. Κοινωνικόν. (Τίτ. β 11) Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν, ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν 13

τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἐἐνν ἸἸοορρ δδάάννῃῃ ὑὑππὸὸ ἸἸωάάννννοουυ ββαα ππττι ιισσθθῆῆννααι κκααττααδδεε ξξάάμμεε ννοοςς δδι ιι ὰὰ ττὴὴνν ἡἡμμῶνν σσωττηηρρί ίίαανν ΧΧρρι ιισσττὸὸςς ὁὁ ἀἀ λληηθθι ιιννὸὸςς Θεε ὸὸςς ἡἡμμῶνν....... Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἀπολυτίκιον τῶν Ὁσιομαρτύρων. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὡς ἁγιόλεκτος τοῦ Λόγου χορεία, ἐν Σινᾷ καὶ Ῥαϊθῷ οἱ Ἀββάδες, ἀγγελικῶς ἠρίστευσαν ἀγῶσιν ἱεροῖς ἱδρῶσι γὰρ ἀσκήσεως τῶν αἱμάτων τοὺς ὄμβρους, μυστικῶς κεράσαντες, χαρισμάτων κρατῆρα, πνευματικῶς προτίθενται ἡμῖν, ἐξ οὗ τρυφῶντες αὐτοὺς μακαρίσωμεν. Ἀπολυτίκιον τοῦ Ὁσίου Σάββα. Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. Ἀρετῶν ταῖς ἀκτῖσι καταλαμπόμενος, Ἀρχιερεὺς θεοφόρος ὤφθης καὶ θεῖος ποιμήν, τῆς Σερβίας ὁ φωστὴρ Σάββα μακάριε, καὶ Ἀποστόλων μιμητής, γεγονὼς ὡς ἀληθῶς, στηρίζεις τὴν Ἐκκλησίαν, καὶ τῷ Σωτῆρι πρεσβεύεις, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Ἀπολυτίκιον τῆς Ἁγίας Νίνας. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ὡς ὡραῖοι οἱ πόδες σου οἱ ζηλώσαντες, ἀκολουθῆσαι ταῖς τρίβοις τῶν ἀποστόλων Χριστοῦ, Νίνα, σκεῦος Παρακλήτου παμφαέστατον ὅθεν τιμῶντές σε πιστῶς, Γεωργίας φρυκτωρὲ φωτόλαμπρε, σὲ αἰτοῦμεν ἡμῶν τὰ σκότη λιταῖς σου τῆς ἀγνωσίας πόῤῥῳ σκέδασον. 14