Κυριακὴ 6 Ἰανουαρίου. Τὰ ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Σχετικά έγγραφα
Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τρίτη 25 Δεκεμβρίου. Ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Κυριακὴ 13 Ἀπριλίου Κυριακὴ τῶν Βαΐων. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Σάββατο 18 Φεβουαρίου Σαββάτῳ πρὸ τῆς Ἀποκρεω. Μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Λέοντος, Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικὴ διάταξις τῆς ἀκολουθίας τοῦ Ἀποδείπνου ἐν τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ

Ἡ νηστεία τῶν Χριστουγέννων καί τῶν ἁγίων Ἀποστόλων

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Δευτέρᾳ μνείαν ποιούμεθα τοῦ μακαρίου Ἰωσὴφ τοῦ Παγκάλου καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταρασθείσης καὶ ξηρανθείσης

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

γέλωτας, τὴν πορφυρᾶν χλαῖναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἥλους, τὴν λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον,

Πράξεις τῶν ἀποστόλων, ἅπτει ὁ κανδηλάπτης πάσας τὰς κανδήλας τοῦ

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν. Εἰκόσι Κόσμος ὁ σύμπας εὐφραίνου Πρὸς τὸ πρωτοτύπον φέρει...

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΑΠΡΙΛΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΜΗΝ ΜΑΪΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΜΗΝ ΑΠΡΙΛΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΜΑΡΤΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΙΕΡΑΣ ΜΟΝΗΣ ΠΑΝΑΓΙΑΣ ΡΕΝΙΑΣ

ΜΗΝ ΜΑΪΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ ἔχων ἡμέρας εἴκοσι ἐννέα

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ ἔχων ἡμέρας εἴκοσι ὀκτὼ

ΜΗΝ ΑΠΡΙΛΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ ἔχων ἡμέρας εἴκοσι ὀκτὼ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΙΕΡΑΣ ΜΟΝΗΣ ΠΑΝΑΓΙΑΣ ΡΕΝΙΑΣ ΑΜΠΕΛΑΚΙΑ - ΣΑΛΑΜΙΝΑΣ ΤΥΠΙΚΟΝ ΤΗΣ ΟΡΘΟ ΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ. (Κατά τό παλαιόν Ἑορτολόγιον) Ἔτος

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΜΗΝ ΜΑΡΤΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Pinaks of possible Panegyrikon Readings according to the Typikon of Saint Saviour

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

27 Φεβρουαρίου 5 Μαρτίου 2017 Ο άνθρωπος

εχων #μ.ερας ΙριακονΙα και μιαν CWδμερα εχει ωρας 10 κα'ι δ vvf ωρας 14

ΜΗΝ ΜΑΡΤΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Ιστορία και τελεσιουργία της Λειτουργίας των

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948


ΜΗΝ ΜΑΡΤΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΙΟΥΛΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΙΟΥΛΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Transcript:

Κυριακὴ 6 Ἰανουαρίου. Τὰ ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν 1. Τῇ πρὸ τῆς Κυριακῆς ταύτης Παρασκευῇ, ἤτοι τῇ δ τοῦ μηνός, μετὰ τήν του ὄρθρου ἐνδιάτακτον ἀκολουθίαν, γίνεται ἀπόλυσις τελεία. Περὶ ὤραν α τῆς ἡμέρας σημαίνει καὶ ψάλλονται αἱ μεγάλαι ὧραι μετὰ τῆς ἀκολουθίας τῶν τυπικῶν οὕτω: Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα τοῦ Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι. Βασιλεῦ οὐράνιε εἶτα τὸ τρισάγιον κλπ., καὶ μετὰ τὸ Ὅτι σοῦ ἐστιν τὸ Κύριε ἐλέησον ιβ. Δόξα Καὶ νῦν,δεῦτε προσκυνήσωμεν γ καὶ στιχολογοῦμεν τοὺς γ ψαλμοὺς τῆς α ὥρας α. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, (ψαλμός ε ), β. Κύριος ποιμαίνει με (ψαλμὸς κβ ), γ. Κύριος φωτισμὸς καὶ Σωτήρ μου (ψαλμὸς κϟ ). Εἶτα Δόξα Καὶ νῦν, Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα σοι ὁ Θεός, ἐκ γ. Κύριε ἐλέησον, γ. Εἶτα, Δόξα τὸ τροπάριον Ἐτοιμάζου Ζαβουλών Καὶ νῦν, τὸ θεοτοκίον Τι σὲ καλέσωμεν Εὐθὺς ψάλλομεν, ἀρχομένου τοῦ δεξιοῦ χοροῦ, τὸ ἰδιόμελον Σήμερον τῶν ὑδάτων δίς, ἄνευ στίχου. Εἶτα ψάλλομεν τὸ ἰδιόμελον Ὡς ἄνθρωπος ἐν ποταμῷ δίς, μετὰ τῶν ἑξῆς β στίχων α. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ β. Εἴδοσαν σὲ ὕδατα ὁ Θεός, εἴδοσαν σὲ ὕδατα καὶ ἐφοβήθησαν. Δόξα, τὸ ἰδιόμελον Πρὸς τὴν φωνὴν τοῦ βοῶντος Καὶ νῦν τὸ αὐτό...εἶτα ὁ ἀναγνώστης ἀναγινώσκει τὸ προκείμενον τῆς προφητείας καὶ τὴν προφητείαν Τάδε λέγει Κύριος (Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα. Κεφ. λε, 1) μετ αὐτὴν δὲ ἄνευ ἑτέρου προκειμένου ἐπισυνάπτει τὸν ἀπόστολον τῆς α ὥρας Ὡς ἐπληροῦ ὁ Ἰωάννης (Πραξ. ιγ, 25), τοῦ διακόνου ἐκφωνοῦντος τὸ Πρόσχωμεν. Καὶ Ἀλληλούϊα μέν οὐ ψάλλομεν, ἀλλ εὐθὺς μετὰ τὴν πληρῶσιν τοῦ ἀποστόλου ὁ διάκονος λέγει τὸ Σοφία, ὀρθοί. Ὁ δὲ ἱερεὺς πρὸ τῆς ὡραίας πύλης ἀναγινώσκει τὸ εὐαγγέλιον τῆς α ὥρας Παραγίνεται Ἰωάννης ὁ Βαπτιστής (Ματθ. Κεφ. γ, 1-6).

ΚΥΡΙΑΚΗ 6 ΙΑΝΟΥΑΡΙΟΥ ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ 2 Μεθ ὃ ὁ μὲν χορὸς λέγει τὸ Δόξα σοι Κύριε δόξα σοι, ὁ δὲ ἀναγνώστης εὐθὺς ἀναγινώσκει Τὰ διαβήματά μου κατεύθυνον Τὸ τρισάγιον. Παναγία Τριάς Πάτερ ἡμῶν Ὅτι σοῦ ἐστιν Καὶ τὸ προεόρτιον κοντάκιον Ἐν τοῖς ῥείθροις σήμερον Τὸ Κύριε ἐλέησον μ. Ὁ ἐν παντὶ καιρῷ Κύριε ἐλέησον γ, Δόξα Καὶ νῦν,τὴν τιμιωτέραν Ἐν ὀνόματι Κυρίου Ὁ ἱερεὺς Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς καὶ ὁ προεστὼς τὴν εὐχὴν Χριστέ, τὸ φῶς τὸ ἀληθινόν Καὶ εὐθὺς ἐν συνεχείᾳ ἡ γ ὥρα οὕτω: Τὸ τρισάγιον. Παναγία Τριάς Πάτερ ἡμῶν Κύριε ἐλέησον ιβ. Δεῦτε προσκυνήσωμεν ἐκ γ, καὶ τοὺς ψαλμοὺς τῆς γ ὥρας α. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ (ψαλμὸς κη, 28), β. Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος (ψαλμὸς μα, 41), γ. Ἐλέησόν με ὁ Θεός (ψαλμὸς μ, 50). Εἶτα Δόξα Δόξα Καὶ νῦν Ἀλληλλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα σοι ὁ Θεός, ἐκ γ. Δόξα, τὸ τροπάριον Ἐτοιμάζου Ζαβουλών Καὶ νῦν, τὸ θεοτοκίον Θεοτόκε σὺ εἶ ἄμπελος ἡ ἀληθινή Εὐθύς, ἀρχομένου τοῦ ἀριστεροῦ χοροῦ, ψάλλομεν τὸ ἰδιόμελον Ἥ τοῦ Προδρόμου καὶ Βαπτιστοῦ δίς, ἄνευ στίχου. Εἶτα ψάλλομεν τὸ ἰδιόμελον Ἡ Τριὰς ὁ Θεὸς ἡμῶν δίς, μετὰ τῶν εἰρημένων στίχων τῆς α ὥρας. Δόξα, τὸ ἰδιόμελον Ἐρχόμενος μετὰ σαρκός Καὶ νῦν τὸ αὐτό Εὐθὺς ἀναγνώστης ἀναγινώσκει τὸ προκείμενον καὶ τὴν προφητείαν Λούσασθε, καὶ καθαροῖ γίνεσθε (Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα. Κεφ. α, 16), εὐθὺς ἀναγινώσκεται ὁ ἀπόστολος τῆς γ ὥρας Ἐγένετο ἐν τῷ τὸν Ἀπόλλὼ (Πραξ. Κεφ. ιθ, 1) καὶ τὸ εὐαγγέλιον αὐτῆς Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ (Μαρκ. Κεφ. α, 1-8), κατὰ τὴν εἰρημένην τάξιν τῆς α ὥρας. Εἶτα ὁ ἀναγνώστης ἀναγινώσκει τὸ Κύριος ὁ Θεὸς εὐλογητός Τὸ τρισάγιον. Παναγία Τριάς Πάτερ ἡμῶν Ὅτι σοῦ ἐ- στιν Καὶ τὸ προεόρτιον κοντάκιον Ἐν τοῖς ῥείθροις σήμερον Τὸ Κύριε ἐλέησον μ. Ὁ ἐν παντὶ καιρῷ Κύριε ἐλέησον γ, Δόξα Καὶ νῦν,τὴν τιμιωτέραν Ἐν ὀνόματι Κυρίου Ὁ ἱερεὺς Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς καὶ ὁ προεστὼς τὴν εὐχὴν Δέσποτα Θεέ

3 ΤΥΠΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ Ἐπισυνάπτομεν δὲ καὶ τὴν Ϟ ὥραν, λέγοντες εὐθὺς τὸ Δεῦτε προσκυνήσωμεν ἐκ γ, καὶ τοὺς ψαλμοὺς γῆς Ϟ ὥρας α. Ἵνα τι, ὁ Θεός, ἀ- πώσω εἰς τέλος; (ψαλμὸς ογ, 73), β. Φωνή μου πρὸς Κύριον ἐκέκραξα (ψαλμὸς οϟ, 76), γ. Ὁ κατοίκων ἐν βοηθείᾳ τοῦ Ὑψίστου (ψαλμὸς 90ος). Εἶτα Δόξα Καὶ νῦν Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, Δόξα σοι ὁ Θεός, ἐκ γ. Εὐθύς, Δόξα τὸ τροπάριον Ἐτοιμάζου Ζαβουλών Καὶ νῦν, τὸ θεοτοκίον Ὅτι οὐκ ἔχομεν παῤῥησίαν Εἶτα, ἀρχομένου τοῦ δεξιοῦ χοροῦ, ψάλλομεν τὸν ἰδιόμελον Τάδε λέγει Κύριος πρὸς Ἰωάννην δὶς ἄνευ στίχου. Εἶτα, τὸ ἰδιόμελον Σήμερον ἡ ψαλμικὴ Προφητεία δίς, μετὰ τῶν εἰρημένων στίχων τῆς α ὥρας. Δόξα, τὸ ἰδιόμελόν Τι ἀναχαιτίζεις σου Καὶ νῦν τὸ αὐτό Εὐθὺς ὁ ἀναγνώστης ἀναγινώσκει τὸ τροπάριον τῆς προφητείας καὶ τὴν προφητείαν Ἀντλήσατε ὕδωρ μετ εὐφροσύνης (Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα. Κεφ. ιβ, 3), εὐθὺς ἀναγινώσκεται ὁ ἀπόστολος τῆς Ϟ ὥρας Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν (Ρωμ. Κεφ. Ϟ, 3) καὶ τὸ εὐαγγέλιον αὐτῆς Ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρέτ (Μαρκ. Κεφ. α, 9-11), κατὰ τὴν εἰρημένην τάξιν τῆς α ὥρας. Εἶτα ὁ ἀναγνώστης ἀναγινώσκει τὸ Ταχὺ προκαταλαβέτωσαν Τὸ τρισάγιον. Παναγία Τριάς Πάτερ ἡμῶν Ὅτι σοῦ ἐστιν Καὶ τὸ προεόρτιον κοντάκιον Ἐν τοῖς ῥείθροις σήμερον Τὸ Κύριε ἐλέησον μ. Ὁ ἐν παντὶ καιρῷ Κύριε ἐλέησον γ, Δόξα Καὶ νῦν,τὴν τιμιωτέραν Ἐν ὀνόματι Κυρίου Ὁ ἱερεὺς Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς καὶ ὁ προεστὼς τὴν εὐχὴν Θεὲ καὶ Κύριε τῶν δυνάμεων Μετὰ δὲ τὸ τέλος τῆς εὐχῆς ἐπισυνάπτομεν καὶ τὴν ἐνάτην ὥραν οὕτω: Τὸ τρισάγιον. Παναγία Τριάς Πάτερ ἡμῶν Ὅτι σοῦ ἐστιν Κύριε ἐλέησον ιβ. Δεῦτε προσκυνήσωμεν ἐκ γ, καὶ τοὺς ψαλμοὺς τῆς θ ὥρας α. Ὁ Κύριος ἐβασίλευσεν (ψαλμὸς 92 ος ), β. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου (Ψαλμὸς ριγ, 113), γ. Κλῖνον, Κύριε, τὸ οὖς σου (ψαλμὸς πε, 85). Εἶτα Δόξα Καὶ νῦν Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, Δόξα σοι ὁ Θεός, ἐκ γ. Εἶτα, Δόξα τὸ τροπάριον Ἐτοιμάζου Ζαβουλών Καὶ νῦν, τὸ θεοτοκίον Ὁ δι ἡμᾶς γεννηθείς Εἶτα, ἀρχομένου τοῦ ἀριστεροῦ

ΚΥΡΙΑΚΗ 6 ΙΑΝΟΥΑΡΙΟΥ ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ 4 χοροῦ, ψάλλομεν τὸ ἰδιόμελον Θάμβος ἦν κατιδεῖν δίς, ἄνευ στίχου. Εὐθὺς τὸ ἰδιόμελον Ὅτε πρὸς αὐτόν δίς, μετὰ τῶν εἰρημένων στίχων τῆς α ὥρας. Τὸ δὲ τέλος Σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι λαμβάνει ὁ ἀριστερὸς χορός. Εἶτα ὁ δεξιὸς χορὸς ψάλλει εἰς ἦχον πλ.α τὸ Δόξα Πατρί καὶ εὐθὺς ὁ ἀριστερὸς χορὸς τὸ Καὶ νῦν Μεθ ὁ κανονάρχης ἱστάμενος ἐν τῷ μέσῳ τοῦ ναοῦ καὶ βλεπῶν πρὸς ἀνατολὰς ἀναγινώσκει κατὰ τὸ ὕφος τοῦ εὐαγγελίου εὐλαβῶς καὶ μεγαλοφώνως τὸ ἰδιόμελον Τὴν χεῖρά σου τὴν ἀψαμένην τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου, ὁ ἐπαναλαμβάνει ἐκ γ, εἶτα ἑξακολουθεῖ Μεθ ἧς καὶ δακτύλῳ αὐτὸν κτλ. Τὸ δὲ Καὶ δεῦρο στῆθι μεθ ἡμῶν, ἐπαναλβάνει ἐπίσης τρις, καὶ εἶτα τὸ Ἐπισφραγίζων τὸν ὕμνον καὶ προεξάρχων τῆς πανηγύρεως, ἅπαξ. Μεθ ὅ, ἀρχομένου τοῦ δεξιοῦ χοροῦ, ψάλλεται ἀργὼς καὶ μετὰ μέλους τὸ αὐτὸ ἰδιόμελον Τὴν χεῖρά σου τὴν ἀψαμένην,ἀμοιβαδὸν κατὰ τὸν στίχον ἀπὸ τῶν δύο χορῶν ἐπαναλαμβάνεται δὲ καὶ νῦν ἐκ γ ὁ στίχος Τὴν χεῖρά σου τὴν ἀψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου, καὶ ὁ στίχος Καὶ δεῦρο στῆθι μεθ ἡμῶν, οἱ δὲ λοιποὶ λέγονται ἅπαξ. Πληρωθέντος δὲ τοῦ ἰδιομέλου, εὐθὺς ὁ ἀναγνώστης ἀναγινώσκει τὸ προκείμενον καὶ τὴν προφητείαν Καιρῷ δεκτῷ ἑπήκουσά σου (Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα. Κεφ. μθ, 8). Εὐθὺς ἀναγινώσκεται ὁ ἀ- πόστολος τῆς θ ὥρας Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τιτ. Κεφ. β, 11) καὶ τὸ εὐαγγέλιον αὐτῆς Ἐν ἔτι πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καισαρος (Λουκ. Κεφ. γ, 1-18), κατὰ τὴν εἰρημένην τάξιν τῆς α ὥρας. Εἶτα ὁ ἀναγνώστης ἀναγινώσκει τὸ Μὴ δὴ παραδώης ἡμᾶς Τὸ τρισάγιον. Παναγία Τριάς Πάτερ ἡμῶν Ὅτι σοῦ ἐστιν Καὶ τὸ προεόρτιον κοντάκιον Ἐν τοῖς ῥείθροις σήμερον Τὸ Κύριε ἐλέησον μ. Ὁ ἐν παντὶ καιρῷ Κύριε ἐλέησον γ, Δόξα Καὶ νῦν,τὴν τιμιωτέραν Ἐν ὀνόματι Κυρίου Ὁ ἱερεὺς Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς καὶ ὁ προεστὼς τὴν εὐχὴν Δέσποτα Κύριε Ιησού Χριστέ Εἶτα ὁ ἀναγνώστης χῦμα τὰ τυπικὰ καὶ τοὺς μακαρισμούς. Εἶτα Δόξα καὶ νῦν Μνήσθητι ἡμῶν Κύριε Μνήσθητι ἡμῶν Δεσπότα Μνήσθητι ἡμῶν ἅγιε Χορὸς ὁ ἐπου-

5 ΤΥΠΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ράνιος Στίχος Προσελθετε πρὸς αὐτόν Χορὸς ὁ ἐπουράνιος Δόξα Χορὸς ἁγίων ἀγγέλων Καὶ νῦν Πιστεύω εἰς ἔναν Θεόν Τὸ Ἄνες, ἄφες, συγχώρησον Πάτερ ἡμῶν Ὅτι σοῦ ἐστιν Τὸ κοντάκιον Ἐν τοῖς ῥείθροις σήμερον Κύριε ἐλέησον ιβ. Εὐθὺς τὸ Εἴη τὸ ὄνομα Κυρίου ἐκ γ, χῦμα. Δόξα Καὶ νῦν τοὺς δύο ψαλμοὺς Εὐλογήσω τὸν Κύριον καὶ Ὑψώσω σὲ ὁ Θεός μου καὶ εἶτα ἡ ἀπόλυσις. Λειτουργία δέ οὐ τελεῖται ἐν τῇ Παρασκευῇ ταύτῃ. Ἱστῶμεν ἐνάτην, εἰσερχόμενοι εἰς τὴν τράπεζαν μόνον μετὰ τήν τοῦ ἐσπερινοῦ ἀπόλυσιν, ὅτε γίνεται κατάλυσις εἰς πάντα, καθόσον ἡ Παρασκευὴ αὐτὴ τυγχάνει ἐντὸς τοῦ δωδεκαημέρου οὖσα. 2. Τῇ ε τοῦ αὐτοῦ μηνός. Προεόρτια τῶν Φώτων καὶ μνήμη τῶν ἁγίων μαρτύρων Θεοπέμπτου καὶ Θεωνᾶ, καὶ τῆς ὁσίας Συγκλητικής. Τῇ Παρασκευῇ ἑσπέρας. Μετὰ τὴν στιχολογίαν τοῦ ιη καθίσματος τοῦ Ψαλτηρίου, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους Ϟ καὶ ψάλλομεν στιχηρὰ προσόμοια τῶν μαρτύρων γ Θεωνὰν καὶ Θεόπεμπτον Τό τοῦ βίου χαμαίζηλον Οἱ τὸν κόσμον μισήσαντες καὶ τῆς ὁσίας γ Τὸ εὐκλεὲς τῶν Πατέρων Ὁ τὸν Ἰὼβ συγχωρήσας Τό τοῦ Νυμφίου ὡραῖον Δόξα καὶ νῦν, τὸ προεόρτιον ἰδιόμελον Ἐτοιμάζου Ἰορδάνη ποταμέ Τὸ Φῶς ἱλαρόν τὸ προκείμενον τῆς ἡμέρας τὸ Κατάξίωσον Εἰς τὸν στίχον, τὰ γ προεόρτια προσόμοια Ἡ γῆ καὶ τὰ ἐπίγεια Φωτὸς ὢν χορηγὸς Ἰησοῦς Φορέσας τήν τοῦ δούλου μορφήν Δόξα Καὶ νῦν, τὸ προεόρτιον ἰδιόμελον Ἀγαλλιάσθω ἡ ἔρημος Τό Νῦν ἀπολύεις Τὸ τρισάγιον καὶ τὸ προεόρτιον ἀπολυτίκιον Ἀπεγράφετο πότε ἐκ γ, ἐκτενὴς καὶ ἀπόλυσις. Ἐν τῷ μικρῷ ἀποδείπνῳ, μετὰ τὸ Πιστεύω ψάλλομεν τὸν κανόνα Κύματι θαλάσσης μετὰ τῶν εἱρμῶν εἰς η τροπάρια καὶ μεθ ἑκάστην ᾠδὴν αὖθις τὸν εἱρμὸν αὐτῆς ἅπαξ. Μετὰ τὸ τρισάγιον τὸ προεόρτιον κοντάκιον Ἐν τοῖς ῥείθροις σήμερον

ΚΥΡΙΑΚΗ 6 ΙΑΝΟΥΑΡΙΟΥ ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ 6 Εἰς τὸν ὄρθρον. Εἰς τὸ Θεὸς Κύριος τὸ προεόρτιον ἀπολυτίκιον Ἀπεγράφετο ποτέ ἐκ γ. Μετὰ α στιχολογίαν τοῦ ιϟ καθίσματος τοῦ ψαλτηρίου, κάθισμα προεόρτιον Εὐφραίνου ποταμέ Δόξα Καὶ νῦν, τὸ ὅμοιον Χειμάῤῥους τῆς τρυφῆς...μετὰ τὴν β στιχολογίαν τοῦ ιζ καθίσματος τοῦ ψαλτηρίου, κάθισμα προεόρτιον Τὸν ἀκατάληπτον Δόξα Καὶ νῦν, τὸ ὅμοιον Ἀδὰμ τὴν γύμνωσιν Ὁ ν χῦμα καὶ οἱ κανόνες Ὁ προεόρτιος, μετὰ τῶν εἱρμῶν, εἰς Ϟ τροπάρια, τῆς ὁσίας, ἄνευ εἱρμῶν, εἰς δ, καὶ τῶν μαρτύρων, ἄνευ εἱρμῶν, εἰς δ τροπάρια. Ἀπὸ γ ᾠδῆς κάθισμα τῆς ὁσίας Ἀσκητῶν ὑπερβᾶσα σὺ τὸ φερέπονον Δόξα, τῶν μαρτύρων Θεόπεμπτος ὀφθείς Καὶ νῦν, τὸ προεόρτιον Ὁ μέγας ὑετός Ἀφ ἕκτης τὸ προεόρτιον κοντάκιον Ἐν τοῖς ῥείθροις σήμερον καὶ ὁ οἶκος Οὐκ ἀπαιτῶ σέ, Βαπτιστά Συναξάριον. Ἡ τιμιωτέρα στιχολογείται. Ἑξαποστειλάριον τῶν μαρτύρων Ἰσχὺς ἐν ταῖς βασάνοις καὶ τὸ προεόρτιον Ὁ ἐκ Παρθένου λάμψας Εἰς τοὺς αἴνους ἱστῶμεν στίχους δ καὶ ψάλλομεν τὰ δ προσόμοια Τι ἀμφιγνοεῖς Αἴρων τὰς ἡμῶν Φύσεως ἐμῆς Ὢ τῆς ὑπὲρν νοῦν Δόξα, τὸ ὅμοιον Τρόμῳ λειτουργῶν Καὶ νῦν, τὸ ὅμοιον Ἄσωμεν λαοί Τό Σοί δόξα πρέπει καὶ ἡ μικρὰ Δοξολογία. Ἐν τοῖς ἀποστίχοις ψάλλομεν τὰ γ προεόρτια προσόμοια Ἲδε ὁ Βασιλεύς Ὦπται τοῖς ἐπὶ γῆς Ὁ λύχνος τὸ Φωτί Δόξα Καὶ νῦν, τὸ προέρτιον ἰδιόμελον Ἰωάννη Βαπτιστά Τὸ Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι Τρισάγιον. Καὶ τὸ προεόρτιον ἀπολυτίκιον Ἀπεγράφετο ποτέ ἐκ γ. Ἐκτενὴς καὶ τελεία ἀπόλυσις. Εὐθὺς ἐπισυνάπτομεν τὴν α ὥραν κατὰ τὴν τάξιν αὐτῆς. Περὶ ὤραν β τῆς ἡμέρας σημαίνει καὶ ἀναγινώσκομεν τὴν τριθέκτην κατὰ τὴν τάξιν αὐτῆς καὶ μετ αὐτὴν ἡ θεία λειτουργία τοῦ Χρυσοστόμου. Ἐν ᾗ τὰ τυπικὰ καὶ ἐν τοῖς μακαρισμοῖς ἡ γ ᾠδὴ καὶ ἡ Ϟ τοῦ προεορτίου κανόνος, ἄνευ εἱρμοῦ, εἰς η τροπάρια. Προκείμενον, ἀλληλουϊάριον τῆς ἡμέρας. Ἀπόστολος καὶ εὐαγγέλιον τοῦ Σαββάτου πρὸ τῶν Φώτων, ἤτοι: Ἀπόστολος Οἱ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς (Τιμ. Κεφ. γ, 13-16, δ, 1-5). Εὐαγγέλιον Παραγίνεται Ἰωάννης ὁ Βα-

7 ΤΥΠΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ πτιστής (Ματθ. Κεφ. γ, 1-6). Εἰς τὸ Ἑξαιρέτως τὸ Ἄξιόν ἐστιν Κοινωνικὸν Μακάριοι οὖς ἐξελέξω Εἴδομεν τὸ φῶς κλπ. Μετὰ τὴν ἀπόλυσιν τῆς λειτουργίας, διακλυόμεθα ἐν τῇ ἐκκλησίᾳ, ἤτοι τράπεζαν οὐχ ἱστῶμεν, ἀλλὰ καθεσθέντες ἐν τῷ νάρθηκι ἐσθίομεν ἀνὰ ἐνὸς τεμαχίου ἄρτου καὶ ὀλίγων ἰσχάδων ἢ φοινίκων καὶ πίνομεν καὶ ἀνὰ ἐνὸς ποτηρίου οἴνου. Εἰθ οὕτω ἀπελθόντες ἐν τοῖς κελλίοις ἢ ἐν τοῖς οἰκείοις ἡμῶν ἰδιάζομεν μέχρι τοῦ ἐσπερινοῦ. Μετὰ δὲ τὸν ἐσπερινὸν καὶ τὸν μέγαν ἁγιασμὸν εἰσερχόμεθα εἰς τὴν τράπεζαν, τυρὸν ἢ ὠὸν ἢ ἰχθὺν οὐκ ἐσθίοντες, εἰμὴ ἔλαιον καὶ οἶνον δοξάζοντες τὸν Θεόν. 3. Τὰ ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῷ Σαββάτῳ ἑσπέρας, περὶ ὤραν ι τῆς ἡμέρας σημαίνει καὶ ἀναγινώσκομεν τὴν θ ὥραν ἐν τῷ νάρθηκι. Εἶτα εἰσερχομένων πάντων ἐν τῷ ναῷ, βάλλει εὐλογητὸν ὁ ἱερεὺς καὶ ἀναγινώσκομεν τὸν προοιμιακόν, μεθ ὃν συναπτή μεγάλη. Καὶ μετὰ ταύτης ἐκφώνησιν, στιχολογοῦμεν τὸ α κάθισμα τοῦ Ψαλτηρίου ὅλον. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η καὶ ψάλλομεν τὰ ἰδιόμελα τῆς ἑορτῆς Τὸν φωτισμὸν ἡμῶν Τοῦ Λυτρωτοῦ ἡμῶν Τὰ Ἰορδάνεια ῥεῖθρα Σώσαι βουλόμενος δευτεροῦντες αὐτά. Δόξα Καὶ νῦν,τὸ ἰδιόμελον τῆς ἑορτῆς Ὑπέκλινας κάραν τῷ Προδρόμῳ Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου. Τὸ Φῶς ἱλαρόν Τὸ προκείμενον Ὁ Κύριος ἐβασίλευσεν μετὰ τῶν στίχων αὐτοῦ. Εὐθὺς τὰ ἀναγνώσματα α. Ἐν ἀρχὴν ἐποίησεν ὁ Θεὸς τὸν οὐρανόν (Γενέσεως τὸ Ἀνάγνωσμα. Κεφ. α, 1), β. Τὶ βοᾷς πρός με; λάλησον τοῖς υἱοῖς (Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα Κεφ. ιδ, 15), γ. Ἐ- ξῆρε Μωϋσῆς τοὺς υἱοὺς Ἰσραήλ (Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα Κεφ. ιε, 22), ἐν οἷς καθήμεθα. Εἶτα, ἀνισταμένων πάντων ψάλλει ὁ δεξιὸς χορὸς τὸ τροπάριον Ἐπεφάνης ἐν τῷ κόσμῳ μεθ ὃ ὁ μὲν ἀναγνώστης ἀναγινώσκει τοὺς στίχους αὐτοῦ. Μεθ ἕκαστον δὲ στίχον, ψάλλουσιν οἱ χοροὶ ἐναλλάξ, ἀρχομένου τοῦ ἀριστεροῦ, τὸ τέλος τοῦ τροπαρίου Ἵνα φωτίσης τοὺς ἐν σκότει καθημένους Φιλάνθρωπε δόξα σοι. Εἶτα τὸ ἀναγνώστης τὸ Δόξα Καὶ νῦν καὶ ὁ ἀριστερὸς χορὸς ψάλλει ὅλον

ΚΥΡΙΑΚΗ 6 ΙΑΝΟΥΑΡΙΟΥ ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ 8 αὖθις τὸ τροπάριον. Εἶτα ὁ ἀναγνώστης ἀναγινώσκει ἕτερα γ ἀναγνώσματα τῆς ἑορτῆς α. Εἶπε Κύριος πρὸς Ἰησοῦν (Ἰησοῦ τοῦ Ναυῆ τὸ Ἀνάγνωσμα. Κεφ. γ, 7), β. Κάθου δὴ ἐνταύθα (Βασιλειῶν τετάρτης τὸ Ἀνάγνωσμα. Κεφ. β, 6), γ. Παρεγένετο Νεεμάν, Ἄρχων Βασιλέως (Βασιλειῶν τετάρτης τὸ Ἀνάγνωσμα. Κεφ. ε, 9). Εἶτα ἀνισταμένων πάντων, ψάλλει ὁ ἀριστερὸς χορὸς τὸ τροπάριον Ἁμαρτωλοῖς καὶ τελώναις Μεθ ὁ ὁ ἀναγνώστης λέγει τοὺς στίχους αὐτοῦ. Μεθ ἕ- καστον δὲ στίχον ψάλλουσιν ἐναλλὰξ οἱ χοροί, ἀρχομένου τοῦ δεξιοῦ, τὸ τέλος τοῦ τροπαρίου Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι. Καὶ εἶτα ὁ ἀναγνώστης τὸ Δόξα Καὶ νῦν καὶ ὁ δεξιὸς χορὸς ψάλλει ὅλον πάλιν τὸ τροπάριον. Εἶτα ὁ ἀναγνώστης ἀναγινώσκει τὰ ἐπίλοιπα ζ ἀναγνώσματα τῆς ἑορτῆς α. Λούσασθε, καὶ καθαροῖ γίνεσθε (Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα. Κεφ. α, 16), β. Ἀναβλέψας Ἰακώβ (Γενέσεως τὸ Ἀνάγνωσμα. Κεφ. λβ, 1), γ. Κατέβη ἡ θυγάτηρ Φαραώ (Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα. Κεφ. β, 5), δ. Εἰ σῴζεις ἐν τῇ χειρί μου τὸν Ἰσραήλ (Κριτῶν τὸ Ἀνάγνωσμα. Κεφ. Ϟ 36), ε. Προσαγάγετε πρός με (Βασιλειῶν Τρίτης τὸ Ἀνάγνωσμα. Κεφ. ιη, 30), στ. Ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ταύτης (Βασιλειῶν Τετάρτης τὸ Ἀνάγνωσμα. Κεφ. β, 19), ζ. Καιρῷ δεκτῷ ἑπήκουσά σου (Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα. Κεφ. μθ, 8). Εὐθὺς ὁ ἀναγνώστης ἐπισυνάπτει τὸ προκείμενον τοῦ ἀποστόλου καὶ τὸν ἀπόστολον Ἐλεύθερος ὢν ἐκ πάντων (Κορ. Κεφ. θ, 19), μεθ ὃν τὸ ἀλληλουϊάριον, ὁ δὲ διάκονος ἢ ὁ ἱερεὺς τὸ εὐαγγέλιον Ἐν ἔτει πεντεκαιδεκάτῳ (Λουκ. Κεφ. γ, 1-18). Εὐθὺς ἡ ἐκτενὴς τοῦ ἐσπερινοῦ, τὸ Κατάξίωσον μεθ ὃ, τὸ Πληρώσωμεν τὴν ἐσπερινήν ἡ εὐχὴ τῆς κεφαλοκλισίας καὶ μετὰ τὴν ἐκφώνησιν Εἴη τὸ κράτος ἐξελθόντων ἡμῶν ἐν τῇ κολυμβήθρᾳ καὶ ψαλλόντων τὰ τροπάρια Φωνὴ Κυρίου Σήμερον τῶν ὑδάτων Ὡς ἄνθρωπος ἐν ποταμῷ Δόξα Καὶ νῦν, τὸ ἰδιόμελον Πρὸς τὴν φωνὴν τοῦ βοῶντος γίνεται ὁ ἁγιασμὸς οὕτω: Εὐθὺς μετὰ τὴν ψαλμώδησιν τῶν ἰδιομέλων ἀναγινώσκομεν τὰ γ ἀναγνώσματα α. Εὐφράνθητι ἔρημος διψῶσα (Προφητείας Ἠσαΐου τὸ ἀναγνωσμα.

9 ΤΥΠΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ Κεφ. λε, 1), β. Οἱ διψῶντες, πορεύεσθε ἐφ ὕδωρ (Προφητείας Ἠ- σαΐου τὸ Ἀνάγνωσμα. Κεφ. νε, 1), γ. Ἀντλήσατε ὕδωρ μετ εὐφροσύνης (Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα. Κεφ. ιβ, 3). Μεθ ἃ, ἐκφωνοῦντος τοῦ διακόνου Πρόσχωμεν λέγει ὁ ἀναγνώστης τὸ προκείμενον τοῦ ἀποστόλου καὶ τὸν ἀπόστολον Οὐ θέλω ὑμᾶς ἀγνοεῖν (Κορ. Κεφ. ι, 1), μεθ ὃν ψάλλομεν τὸ ἀλληλουϊάριον ὁ δὲ ἱερεὺς λέγει τὸ εὐαγγέλιον τοῦ ἁγιασμοῦ Ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρέτ (Μαρκ. Κεφ. α, 9), οὗτινος λεγομένου δίδονται κηρία τοῖς ἀδελφοῖς. Εὐθὺς ὁ διάκονος τὰ εἰρηνικά. Ἐν ὅσῳ δὲ λέγονται ταῦτα ὑπὸ τοῦ διακόνου, ὁ ἱερεὺς λέγει μυστικὼς τὴν εὐχὴν Κύριε Ἰησοῦ Χριστέ Καὶ εἰπὼν καθ ἐαυτὸν τὸ Ἀμήν, τοῦ διακόνου ἤδη πεπληρωκότος τὴν συναπτήν, ἄρχεται ὁ ἱερεὺς μεγαλοφώνως τῆς εὐχῆς Τριὰς ὑπερούσιε, ὑπεραγαθέ καὶ μετὰ τὴν συμπληρῶσιν αὐτῆς λέγει γεγονωτέρα τῇ φωνῇ Μέγας εἶ, Κύριε καὶ θαυμαστὰ τὰ ἔργα σου καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου, ἐκ γ, ὁ δὲ χορὸς μεθ ἕκαστον λέγει Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι, καὶ καθεξῆς ὁ ἱερεὺς τὴν εὐχήν. Μετὰ δὲ τὴν συμπληρῶσιν τῆς εὐχῆς αὐτῆς λέγει ὁ ἱερεὺς τὸ Εἰρήνη πᾶσι. Ὁ διάκονος Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε, καὶ μυστικὼς ὁ ἱερεὺς τὴν εὐχὴν Κλῖνον Κύριε, τὸ οὖς σου μεθ ἢν ἐκφωνεῖ Σὺ γὰρ εἰ ὁ ἁ- γιασμός Καὶ εὐθὺς εὐλόγων τὰ ὕδατα σταυροειδῶς, βαπτίζει τὸν τιμιον Σταυρόν, ὄρθιον αὐτὸν κατάγων ἐν τῷ ὕδατι καὶ ἀνάγων ψάλλων καὶ τὸ πάρον τροπάριον, εἰς ἦχον α τρὶς Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε Καὶ ῥαντίζει πάντας διὰ τοῦ ὕδατος. Εἰσερχόμενοι δὲ ἐν τῷ ναῷ ψάλλομεν τὸ ἰδιόμελον Ἀνυμνήσωμεν οἱ πιστοί καὶ γίνεται παρὰ τοῦ ἱερέως ἐκτενὴς καὶ ἀπόλυσις τελεία μετὰ τοῦ Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος Χριστὸς ὁ ἀληθινός Τὸ δὲ Εὐλογήσω τὸν Κύριον καὶ Ὑψώσω σὲ ὁ Θεός μου οὐ λέγομεν, διὰ τὸ προλεχθῆναι ἐν τῇ λειτουργίᾳ τῷ πρωῒ. Μετὰ τὴν ἀπόλυσιν εἰσερχόμεθα εἰς τὴν τράπεζαν, τυρὸν ἢ ὠόν, ἢ ἰχθὺν οὐκ ἐσθίοντες, εἰμὴ ἔλαιον καὶ οἶνον, δοξάζοντες τὸν Θεόν.

ΚΥΡΙΑΚΗ 6 ΙΑΝΟΥΑΡΙΟΥ ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ 10 4. Περὶ δὲ ὤραν β τῆς νυκτὸς σημαίνει καὶ συναχθέντων ἡμῶν ἐν τῇ ἐκκλησίᾳ, ἀρχόμεθα κατὰ τὴν συνήθειαν τοῦ μικροῦ ἀποδείπνου. Μετὰ δὲ τὸ Δόξα ἐν ὑψίστοις Θεῷ ἐξερχόμεθα εἰς τὸν νάρθηκα ποιοῦντες τὴν συνήθη λιτὴν ψάλλοντες τά ε ἰδιόμελα τῆς ἑορτῆς Ὁ ἀ- ναβαλλόμενος φῶς ὡς ἱμάτιον Σὲ τὸν ἐν Πνεύματι καὶ πυρί Δεῦτε μιμησώμεθα τὰς φρονίμους Παρθένους Βαπτίζεται Χριστός Ἔτρεμεν ἡ χεὶρ τοῦ Βαπτιστοῦ Δόξα τὸ ἰδιόμελον Κύριε, πληρώσαι βουλόμενος Καὶ νῦν τὸ ἰδιόμελον Σήμερον ἡ κτίσις φωτίζεται Εἶτα λέγονται οἱ συνήθεις δεήσεις τῆς λιτῆς. Εὐθὺς εἰσερχόμενοι εἰς τὸν ναόν, ψάλλομεν τὰ ἀποστιχα ἰδιόμελα τῆς ἑορτῆς Ἐν Ἰορδάνῃ ποταμῷ Εἴδοσαν σὲ ὕδατα ὁ Θεός Σήμερον ὁ οὐρανοῦ καὶ γῆς Ποιητής Δόξα Καὶ νῦν τὸ ἰδιόμελον Τὸν ἐκ Παρθένου Ἥλιον Τό Νῦν ἀπολύεις Τρισάγιον καὶ τὸ ἀπολυτίκιον Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε ἐκ γ. Ἡ συνήθης εὐλόγησις τῶν ἄρτων, ἐξ ὢν μεταλαμβάνομεν πάντες οἱ ἀδελφοί, εἰς ἁγιασμὸν ψυχῆς καὶ σώματος. Καὶ τίθεται ἀνάγνωσις μεγάλη ἐκ τῶν πανηγυρικῶν λόγων τῆς ἑορτῆς. Μετὰ τὴν ἀνάγνωσιν ὁ ἑξάψαλμος. Εἰς τὸ Θεὸς Κύριος τὸ ἀπολυτίκιον τῆς ἑορτῆς Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε ἐκ γ. Εὐθὺς ἡ στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀναγνώστης Κύριε, ἐλέησον γ, Δόξα, καὶ νῦν Καὶ ἀναγινώσκει τὸ Β κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς μικρὰ συναπτή καί Ὅτι σὸν τὸ κράτος Ὁ χορός Ἀμήν, καὶ ψάλλεται τὸ Κάθισμα τῆς ἑορτῆς Ἐπιφανέντος σου Δόξα Καὶ νῦν τὸ αὐτό Εἶτα ὁ ἀναγνώστης Κύριε, ἐλέησον γ, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ Γ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς μικρὰ συναπτή καί Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Ὁ χοῥός Ἀμήν, καὶ ψάλλεται τὸ Κάθισμα τῆς ἑορτῆς Ἰορδάνη ποταμὲ Δόξα Καὶ νῦν τὸ αὐτό Εὐθὺς ὁ πολυέλεος, μεθ ὃν τὸ Κά-

11 ΤΥΠΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ θισμα τῆς ἑορτῆς Τὰ ῥεῖθρα ἡγίασας Οἱ ἀναβαθμοί, τὸ α ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον Ἡ θάλασσα εἶδε καὶ ἔφυγε, ὁ Ἰορδάνης ἐ- στράφη εἰς τὰ ὀπίσω. Στίχος Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες καὶ σὺ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω. Τὸ Πᾶσα πνοή καὶ τὸ εὐαγγέλιον τοῦ ὄρθρου Ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας (Μαρκ. Κεφ. α, 9-11). Εὐθὺς ψάλλεται ὁ ν καὶ γίνεται ὁ ἀσπασμὸς τοῦ Εὐαγγελίου. Δόξα Τὰ σύμπαντα σήμερον Καὶ νῦν τὸ αὐτό Εἰς τὸν στίχον, τὸ ἰδιόμελον Θεὸς λόγος ἐπεφάνη ἐν σαρκὶ Εὐθὺς οἱ κανόνες ὁ πρῶτος μετὰ τῶν εἱρμῶν εἰς η τροπάρια καὶ ὁ δεύτερος μετὰ τῶν εἱρμῶν εἰς Ϟ τροπάρια. Καὶ οἱ μὲν εἱρμοὶ ἄνευ στίχου, τὰ δὲ τροπάρια μετὰ τοῦ στίχου Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι, εἰς δὲ τὰ δύο τελευταῖα τὸ Δόξα καὶ τὸ Καὶ νῦν Μεθ ἕκαστην ᾠδὴν κατάβασίαι διπλαῖ, ἀμφότεροι οἱ εἱρμοὶ τῆς ᾠδῆς. Ἀπὸ γ ᾠδῆς ἡ ὑπακοὴ Ὅτε τῇ Ἐπιφανείᾳ σου Ἀφ ἕκτης τὸ κοντάκιον τῆς ἑορτῆς Ἐπεφάνη σήμερον τῇ οἰκουμένῃ καὶ ὁ οἶκος Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν Τὸ συναξάριον. Ἡ τιμιωτέρα οὐ στιχολογείται ἀλλὰ ψάλλεται μόνη ἡ θ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων μετὰ τῶν μεγαλυναρίων αὐτῶν. Ἑξαποστειλάριον τῆς ἑορτῆς Ἐπεφάνη ὁ Σωτήρ ἐκ γ. Εἰς τοὺς αἴνους, ἱστῶμεν στίχους Ϟ καὶ ψάλλομεν στιχηρὰ ἰδιόμελα τῆς ἑορτῆς ε Φῶς ἐκ φωτός Πὼς σὲ Χριστέ Σῦ ἐν Ἰορδάνῃ Τὸ ἀληθινὸν φῶς ἐπεφάνη Ὁ περιβάλλων τὸν οὐρανόν δευτεροῦντες τὸ α. Δόξα, τὸ ἰδιόμελον τῆς ἑορτῆς Νάματα Ἰορδάνεια Καὶ νῦν, τὸ ἰδιόμελον Σήμερον ὁ Χριστός Δοξολογία μεγάλη, τὸ ἀπολυτίκιον τῆς ἑορτῆς Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε ἅπαξ, ἐκτενὴς καὶ ἀπόλυσις. Εἶτά τοῦ ἱερέως τὴν ἱερατικὴν στολὴν ἐνδεδυμένου, καὶ ἐπιφερομένου τὸ τίμιον ξύλον ἀνὰ χεῖρας, προπορευομένου τε τοῦ θυμιατοῦ καὶ τῶν λαμπάδων, ἐξερχόμεθα τοῦ ναοῦ, καὶ ἀπερχόμεθα ἐν τῇ βρύσει, ἡ ἐν τῇ πηγῇ τοῦ ὕδατος, ψάλλοντες τὰ τροπάρια τοῦ ἁγιασμοῦ. Καὶ ἐκτελείται καθεξῆς ἐκείσε ἡ του ἁγιασμοῦ ἀκολουθία ἤγουν, αἱ προφητεῖαι, ὁ ἀπόστολος, τὸ εὐαγγέλιον καὶ αἱ εὐχαί, ὡς προείρηνται.

ΚΥΡΙΑΚΗ 6 ΙΑΝΟΥΑΡΙΟΥ ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ 12 Καὶ μετὰ τὸ ῥαντισθῆναι πάντας ἐκ τοῦ ἁγιασθέντος ὕδατος, ψάλλομεν τὸ ἀπολυτίκιον καὶ τὸ κοντάκιον τῆς ἑορτῆς. Ὑποστρέφοντες δέ, εἰσερχόμεθα ἐν τῷ ναῷ καὶ δοξάζοντες ψάλλομεν τὸ τροπάριον τῆς θ ᾠδῆς Τριάδος ἡ φανέρωσις Εἶτα, γενομένης ἐκτενοῦς ὑπὸ τοῦ ἱερέως, ἀσπαζόμεθα τὸ τίμιον ξύλον τοῦ Σταυροῦ, καὶ γίνεται ἀπόλυσις. Μεθ ἢν ἡ α ὥρα ἐν τῷ νάρθηκι καὶ ἀπόλυσις τελεία. 5. Ἐν ταῖς ὥραις, Δόξα τὸ ἀπολυτίκιον τῆς ἑορτῆς Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε Καὶ νῦν τὸ θετοτοκίον τῶν ὡρῶν. Εἰς τὸ τρισάγιον, τὸ κοντάκιον τῆς ἑορτῆς Ἐπεφάνη σήμερον 6. Μετὰ τὴν τριθέκτην, τελεῖται ἡ θεία λειτουργία. Σημαίνει δὲ ταχύτερον διὰ τὸν κόπον τῆς ἀγρυπνίας. Καὶ ψάλλομεν ἀντὶ τῶν τυπικῶν τὰ ἀντίφωνα τῆς ἑορτῆς. Εἰς τὸ β ἀντίφωνον Σῶσον ἡμᾶς ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς Εἰσοδικὸν τὸ Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι Ἀλληλούϊα. Εἶτα ἀπολυτίκιον τῆς ἑορτῆς Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε Δόξα Καὶ νῦν τὸ κοντάκιον τῆς ἑορτῆς Ἐπεφάνη σήμερον Ἀντὶ Τρισαγίου τὸ Ὅσοι εἰς Χριστόν Προκείμενον, ἀπόστολος, ἀλληλουϊάριον καὶ εὐαγγέλιον τῆς ἑορτῆς, ἤτοι: Ἀπόστολος Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τιτ. Κεφ. β, 11-14, γ, 4-7). Εὐαγγέλιον Παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας (Ματθ. Κεφ. γ, 13-17). Καὶ καθεξῆς ἡ λειτουργία τοῦ Μ.Βασιλείου, ἐπεὶ οὒκ ἐγένετο τὴν παραμονήν διὸ εἰς τὸ Ἑξαιρέτως τὸ Ἐπὶ σοὶ χαίρει Κοινωνικὸν Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ Ἀντὶ τοῦ Εἴδομεν τὸ Φῶς τὸ ἀπολυτίκιον τῆς ἑορτῆς Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε Πληρωθήτω Εἴη τὸ ὄνομα Κυρίου ἐκ γ, Δόξα Kαὶ νῦν οἱ δύο ψαλμοὶ Εὐλογήσω τὸν Κύριον Ὑψώσω σὲ ὁ Θεός μου καὶ ἡ ἀπόλυσις.