Κανών παρακλητικός ψαλλόμενος εν τω Σπηλαίω των Μάγων της Ιεράς Μονής Αββά Θεοδωσίου του Κοινοβιάρχου

Σχετικά έγγραφα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Matthew 2. LGNT -May 26, 2019 Page 1. Book Chapter Verse. Word # in Matt. Interlinear English. Numeric value. # of words. # of letters.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

Κανών Παρακλητικός εἰς τοὐς αὐταδέλφους ὁσίους ΠΑΡΘΕΝΙΟΝ καί ΕΥΜΕΝΙΟΝ

1-7 Ιανουαρίου 2018 Θεός

Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα)

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΞΕΝΙΑΝ ΤΗΝ ΕΚ ΚΑΛΑΜΩΝ

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον

Προσκυνούμεν Σου τα Πάθη Χριστέ

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

Iohannes Damascenus - De theologia

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Οι Άγιοι της Θεσσαλονίκης.

Παρακλητικός Κανών εις τον Όσιον Ακάκιον του εν τη Κλιμάκι

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Cirillus Alexandrinus - De synagogae defectu

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

Origenes - Adnotationes in Numeros

Αριστειδης Μαρτυς ΠΑΡΑΚΛΗΣΙΣ

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ 2019

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β

ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΜΑΡΤΙΟΣ 2019

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

Transcript:

[1]

Κανών παρακλητικός ψαλλόμενος εν τω Σπηλαίω των Μάγων της Ιεράς Μονής Αββά Θεοδωσίου του Κοινοβιάρχου (Χ. Μπούσια) Εὐλογήσαντος τοῦ Ἱερέως, λέγομεν τὸν ψαλμὸν ΡΜΒ (142) Εὐθύς, τὸ Θεός Κύριος, ὡς συνῄθως, καὶ τὸ ἑξῆς: Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ἐν τῷ σπηλαίῳ τῆς πανσέπτου μονῆς σου, κοινοβιάρχα Θεοδόσιε θεῖε, ἐν ᾧ διενυκτέρευσαν μετὰ τὴν Χριστοῦ, εὐλαβῆ προσκύνησιν οἱ τρεῖς Μάγοι τοὺς τάφους, πίστει ἀσπαζόμενοι ἀσκητῶν θεοφίλων, ἀναβοῶμεν σὺν αὐτοῖς Χριστόν, δυσώπει σῶσαι ἡμᾶς Πάτερ Ὅσιε. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Οὐ σιωπήσομέν ποτε Θεοτόκε Εἶτα ὁ Ν Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: «ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ, ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ, Χ.» ᾨδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Ἁγίων τὰ μνήματα τὰ σεπτά, ἐν ἄντρῳ τῶν Μάγων ἀσπαζόμενοι τῆς μονῆς, ὁσίου Θεοδοσίου πόθῳ, αὐτῶν λιτὰς πρὸς Θεὸν ἐξαιτούμεθα. [2]

Γηθόμενοι πόνους ἀσκητικούς, οὓς ἔτλης ὑμνοῦμεν Θεοδόσιε πρὸς κοινόν, ἀζύγων ἐν μάνδραις βίον δεῖξον, ἡμῖν βοῶμεν ὁδοὺς ταπεινώσεως. Ἰδεῖν Θεοδόσιε τὸν Θεόν, βλεφάροις ἰδίοις, καταξίωσον τοὺς πιστῶς, τὸ ἄντρον τῶν Μάγων προσκυνοῦντας, προσκυνησάντων ὡς βρέφος τὸν Κύριον. Θεοτοκίον. Ὁδήγησον πάντας τοὺς γηγενεῖς, πρὸς τρίβους εὐθείας, Θεομῆτορ τοὺς εὐλαβῶς, σπηλαίου τῶν Μάγων τὰς βαθμίδας, κατερχομένους ψυχῆς πρὸς ἀνάτασιν. Ωδὴ γ. Οὐρανίας ἁψῖδος. Ἰταμῶς ἐν τῇ μάνδρᾳ, χερσὶν ἐχθρῶν πίστεως, ταύτῃ κατεσφάγῃτε θεῖοι, Ὁσιομάρτυρες, οἱ δυσωποῦντες Χριστόν, ὑπὲρ τῶν νῦν προσκυνούντων, τὰ ὑμῶν ὑπέρτιμα, πάνσεπτοι λείψανα. Τῶν κλεινῶν Ἀναργύρων, μητρὸς σεπτὸν ἅπαντες, νῆμα Θεοδότης τῆς πάνυ κατασπαζόμενοι, ἀναβοῶμεν ἐχθροῦ, ἐπιβουλῆς ἡμᾶς ῥῦσαι, Μῆτερ ταῖς πρὸς Κύριον, θείαις πρεσβείαις σου. Οὐρανίων χαρίτων, προσκυνητὰς ἔμπλησον, τάφου Εὐλογία σοῦ θείου, μῆτερ θεόφιλε, Θεοδοσίου κλεινοῦ, κοινοβιάρχου καὶ ταύτης, τῆς μονῆς δομήτορος, σαῖς παρακλήσεσι. Θεοτοκίον. [3]

Ὑπερύμνητε Κόρη, σὺν τῷ σεπτῷ Τόκῳ Σου, Μάγων τῶν τριῶν δεξαμένη, θείαν προσκύνησιν, προσκυνητῶν εὐλαβῶν, τῆς κρύπτης ταύτης δεήσεις, δέξαι καὶ ἀπάλλαξον, πάντας κακώσεων. Διάσωσον, Κοινοβιάρχα σὺν δήμῳ κλεινῶν Ἁγίων, ὧν τὰ μνήματα τὰ σεπτὰ αὐτὸ κρύπτει σπήλαιον, ἡμᾶς ἐκ τοῦ πλάνου δεινῆς μανίας. Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Χριστὸν τὸν Θεὸν δυσώπει Θεοδόσιε, σὺν δήμοις σεπτῶν Ἁγίων ὧν τὰ μνήματα, τῆς μονῆς σου τὸ σπήλαιον, τὸ σεπτὸν ἀεὶ ὡραΐζουσιν, ἡμῖν διδόναι, πρόσφυξι τοῖς σοῖς, εἰρήνην ψυχῆς καὶ ῥώμην πάντοτε. Ωδὴ δ. Εἰσακήκοα, Κύριε. Θεοδόσιε Ὅσιε, τὸν Χριστὸν δυσώπει σὺν τῷ στεῥῥόφρονι, Ἰωάννῃ Μόσχῳ ἅπασι, δοῦναι ἄμφω ῥώμην καὶ ὑγίειαν. Ἐκ μυχίων καρδίας μου, Ξενοφῶντος σύνευνε ἱκετεύω σε, τοῦ ὁσίου θεοτίμητε νήψεως ὁδόν, Μαρία δεῖξόν μοι. [4]

Ὁδηγὸς γενηθήτω μοι, πρὸς σοφίας κτῆσιν Σοφία πάγκαλε, ἡ τὸν Σάββα τὸν θεόφρονα, καὶ ἡγιασμένον ἐκβλαστήσασα. Θεοτοκίον. Ὑμνωδίαις ἑκάστοτε, στέφομέν σε Μῆτερ Χριστοῦ ἀπείρανδρε, σὸν Υἱὸν τὸν θεῖον σπεύσαντας, Μάγους προσκυνῆσαι τὴν ξενίσασαν. Ωδὴ ε. Φώτισον ἡμᾶς. Πάτερ ἱερέ, Θεοδόσιε κατάστειλον, τὰς ἀτάκτους τοῦ σαρκίου μου ὁρμάς, ὁ ἀσκήσει καταστείλας πάθη βρότεια. Ῥύπον βδελυρόν, ἁμαρτάδων μου ἀπόπλυνον, Θεοδότη Ἀναργύρων ἀγλαή ῥίζα ταῖς πρὸς τὸν παντάνακτα πρεσβείαις σου. Ἔμπλησον ἡμᾶς, εὐλογίας θείας πάνσεμνε, Εὐλογία εὐθαλέστατον βλαστόν, Θεοδόσιον τὸν μέγαν ἡ ἀνθίσασα. Θεοτοκίον. Σὲ τὸν νεογνόν, Ἰησοῦν χερσὶ βαστάσασαν, Ὃν οἱ Μάγοι προσεκύνησαν οἱ τρεῖς, Θεοτόκε, δυσωπῶ κακίας ῥῦσαί με. Ωδὴ στ. Τὴν δέησιν, ἐκχεῶ. Βοήθησον, τοῖς πιστῶς προστρέχουσι, Θεοδόσιε μονῇ σου τῇ θείᾳ, ἐν ταῖς ἑκάστοτε μάχαις τοῦ βίου, καὶ πειρασμῶν κατωδύνων ἀπάλλαξον, τοὺς [5]

προσκυνοῦντας εὐλαβῶς, τὴν σεπτὴν καὶ πανίερον κρύπτην σου. Ἐπίβλεψον, οὐρανόθεν πάντιμε, Ἀρκαδίου καὶ σεπτοῦ Ἰωάννου, τροφεῦ καὶ μῆτερ ὁσία, Μαρία καὶ ζοφερῶν ἀλγηδόνων, ἐκλύτρωσαι τοὺς ἀνυμνοῦντας ἐν χορῷ, τῆς ἀσκήσεως πόνους τοὺς θείους σου. Ὑπέστητε, ἀπηνῶς μαρτύριον, ὁσιώτατοι τῆς μάνδρας πατέρες, Θεοδοσίου τοῦ θείου ἐν πόλῳ, οἱ σὺν ὁσίοις καὶ μάρτυσι χαίροντες, νῦν καὶ πρεσβεύοντες Χριστῷ, πέμψαι πᾶσι χαρὰν ἀστασίαστον. Θεοτοκίον. Συνεῖναί σοι, ἐν Ἐδὲμ εὐδόκησον, τοὺς σοὺς δούλους Θεοτόκε Μαρία, ἡ τὴν ἐπίσκεψιν Μάγων δεχθεῖσα, τὸν σὸν Υἱὸν προσκυνῆσαι Θεάνθρωπον, ἐλθόντων ἐξ Ἀνατολῶν, ὁδηγίᾳ ἀστέρος Πανάχραντε. Διάσωσον, Κοινοβιάρχα σὺν δήμῳ κλεινῶν Ἁγίων, ὧν τὰ μνήματα τὰ σεπτὰ αὐτὸ κρύπτει σπήλαιον, ᾑμᾶς ἐκ τοῦ πλάνου δεινῇς μανίας. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Αἴτησις καὶ τὸ Κοντἁκιον. Ἦχος β. Ταῖς τῶν αἱμάτων σου. Κοινοβιάρχα σεπτὲ Θεοδόσιε, σὺν τοῖς Ἁγίοις ὧν τάφοι καλύπτουσι, τὴν κρύπτην μονῆς σου τὴν πάνσεπτον, [6]

Περσίδος Μάγων τριάδα ξενίσασαν, Χριστὸν ὑπὲρ πάντων ἱκέτευε. Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ Θεός. Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα θελήματα αὐτοῦ ἐν αὐτοῖς. Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (β 1-12). Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες ποῦ ἐστιν ὁ τεχθεῖς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται, Οἱ δὲ εἶπον αὐτῷ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Τότε Ἡρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν καὶ ἰδοὺ ὁ ἀστῂρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ [7]

προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εὗρον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, Καὶ χρηματισθέντες κατ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Δόξα: Ταῖς τῶν σῶν Ἁγίων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Μάκαρ Θεοδόσιε, τοῦ σοῦ σπηλαίου βαθμίδας, πίστει κατερχόμενοι, ὅπερ ἁγιάζουσι τάφοι πάνσεπτοι εὐκλεῶν πίστεως καὶ σεμνῶν Ἁγίων, ἐκβοῶμεν ἱκετεύσατε τὸν Πανοικτίρμονα, Μάγοι Ὃν οἱ τρεῖς προσεκύνησαν, διδόναι ἡμῖν ἅπασιν, ἀρετῶν τὴν κλίμακα δύναμιν ἀνελθεῖν, φωσφόροι, Μητέρες καὶ Πατέρες ἀγλαοί, γνωστοὶ ἡμῖν καὶ ἀνώνυμοι, οὐρανῶν λευκάνθεμα. Ὁ Ἱερεύς: Σῶσον, ὁ Θεός, τὸν λαόν Σου [8]

Ωδὴ ζ. Οἱ ἐκ τῆς Ιουδαίας. Ἀσκητῶν ὡραιότης, Θεοδόσιε μάκαρ ἐρήμου κλέϊσμα, ὑπὲρ τῶν προσκυνούντων, μονῄν σου τὴν ἁγίαν, τὸν Χριστὸν καθικέτευε, καὶ τῶν ὑμνούντων φαιδρῶς ἀσκητικούς σου πόνους. Τὰς λιτὰς ἐκζητοῦμεν Εὐλογίας μητρός σου, ὦ Θεοδόσιε, Σοφίας, Θεοδότης, Μαρίας, Ἰωάννου, καὶ μαρτύρων τῆς μάνδρας σου, ἵνα τοῦ βίου καλῶς, ἀνύσωμεν τὰς τρίβους. Εὐσπλαγχνίας χειμάῤῥους, Ξενοφῶντος ὁσίου, συμβία, πέφηνας διό σε δυσωποῦμεν, Μαρία, σὺν τῷ οἴκῳ, τῷ ἁγίῳ σου πρόσδεξαι, τὰς ἱκεσίας ἡμῶν, σὸν τάφον προσκυνούντων. Θεοτοκίον. Ὑπερόπτας προσύλων, τοὺς οἰκέτας σου δεῖξον, Θεογεννήτρια, Χριστὸν ἡ ἐν ἀγκάλαις, βαστάσασα, τῶν Μάγων, τῆς Περσίδος προσκύνησιν, δεχθέντα, τὸν ἐν χερσὶ, βαστάζοντα τὴν κτίσιν. Ωδὴ η. Τὸν Βασιλέα. Παράσχου πᾶσιν, ἡμῖν ἰσχὺν ἐδαφίσαι, τὴν ὀφρύν, Θεοδόσιε πάτερ, τοῦ δεινοῦ Βελίαρ, ἐρήμου φοῖνιξ θεῖε. Ἐπιταφίους, ὑμῖν προσάγοντες ὕμνους, τὰς ὑμῶν ἐκζητοῦμεν πρεσβείας, Ἅγιοι ταφέντες, ἐν τῷ σπηλαίῳ τῷδε. Ῥείθροις χαρίτων, ὑμῶν Μητέρες Ἁγίων, τὰς καρδίας δροσίσατε πάντων τῶν ἀσπαζομένων, ὑμῶν τοὺς θείους τάφους. [9]

Θεοτοκίον. Ἡ ἐν σπηλαίῳ, τὸν Βασιλέα τεκοῦσα, πάσης κτίσεως, ᾯ δῶρα μάγοι ἤνεγκον Περσίδος, ἁγίασον σοὺς δούλους. Ωδὴ θ. Κυρίως Θεοτόκον. Μονῇ σου τῇ ἁγίᾳ τοὺς ἐν εὐλαβείᾳ προσερχομένους, σοφὲ Θεοδόσιε, δυσχερειῶν καὶ ἀνάγκης παντοίας λύτρωσαι. Ὡς εὐκλεῶν Ἁγίων εὐλαβεῖς Μητέρες, ὑπὲρ ἡμῶν δυσωπεῖται τὸν Κύριον, τῶν προσκυνούντων τοὺς τάφους ὑμῶν, πανεύφημοι. Νῦν προσκυνοῦντες τάφους ἐν σπηλαίῳ τούτῳ, ὑμῶν βοῶμεν ἀνώνυμοι Ἅγιοι, σὺν ἐπωνύμοις εἰρήνην ἡμῖν βραβεύσατε. Θεοτοκίον Χαρᾶς αἰτία κόσμου, Μῆτερ τοῦ Ὑψίστου, Ὃν προσεκύνησαν Μάγοι ἐρχόμενοι, ἐκ τῆς Ἑῴας, τὰς θλίψεις ἡμῶν ἐκδίωξον. Τὸ Ἄξιόν ἐστι, καὶ τὰ παρόντα Μεγαλυνάρια,. Δόξα Σοι, βοῶμεν, Παμβασιλεῦ, τῷ προσκυνηθέντι, ὑπὸ Μάγων ἐν Βῃθλεὲμ, ἀκολουθησάντων, τὸ ἄστρον τὸ πυρφόρον, τῷ κόσμῷ τῷ μηνύσαν, Σὴν ἐνανθρώπησιν. [10]

Ἔδειξε τὸν δρόμον ἐπιστροφῆς εἰς τὴν γῆν Χαλδαίων, Μάγοις Ἄγγελος τοῦ Θεοῦ, ἐν σπηλαίῳ τῷδε, ἐπαναπαυομένοις, μετὰ τὴν τοῦ Κυρίου, θείαν προσκύνησιν. Τοὺς προσερχομένους πανευλαβῶς, κρύπτην προσκυνῆσαι, Θεοδόσιε, σῆς μονῆς, τάφοις ἐπωνύμων, καὶ ἀφανῶν Ἁγίων, τὴν καθαγιασθεῖσαν, ῥῦσαι κακώσεων. Τῶν ἀναιρεθέντων ἀνηλεῶς ξίφει ἀλλοπίστων, ἐκζητήσωμεν τὰς εὐχὰς ὁσιομαρτύρων, μονῆς Θεοδοσίου, τοῦ θείου ἐπαινοῦντες τούτων τὰ σκάμματα. Δεῦται, προσκυνήσωμεν εὐλαβῶς τάφους τῶν Μητέρων, τῶν Ἁγίων τῶν εὐκλεῶν, Θεοδότης θείας, Μαρίας, Εὐλογίας, καὶ τῆς Σοφίας, ταύτας ἐγκωμιάζοντες. Σκέπε, Θεοδόσιε, τοὺς πιστῶς κρύπτην προσκυνοῦντας, ἐν ἐρήμῳ σῆς ἱερᾶς, μάνδρας μετὰ πάντων, τῶν ἐν αὐτῇ ταφέντων, Ἁγίων, ὧν πρεσβείας, ἀπεκδεχόμεθα. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς. Τρισάγιον Ἀπολυτίκιον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. [11]

Ἀρετῶν τὰς βαθμίδας ἡμᾶς ἀνέρχεσθαι τοὺς καταβαίνοντας πόθῳ, βαθμίδας κρύπτης τῆς σῆς, Θεοδόσιε, ἐν ᾗ διενυκτέρευσαν, Μάγοι ἐκ τῆς Ἀνατολῆς, προσκυνήσαντες Χριστὸν, ὡς βρέφος, καὶ ἣ κοσμεῖται, πληθύος τάφων Ἁγίων, κοινοβιάρχα, καταξίωσον. Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ ἣν ψάλλομεν τὸ ἑξῆς: Ἦχος β. Οτε ἐκ τοῦ ξύλου. Νέφος τῶν Ἁγίων ἱερὸν ἐπωνύμων καὶ ἀνωνύμων, ἀνδρῶν τε καὶ γυναικῶν, ὧν καθαγιάζουσιν, οἱ τάφοι σπήλαιον, τὸ ξενίσαν τοὺς ἄρχοντας τοὺς τρεῖς τῆς Περσίδος μετὰ τὴν προσκύνησιν, τοῦ νηπιάσαντος, Κτίστου δι ἡμᾶς, τοῦ σεμνείου τοῦ Θεοδοσίου τοῦ θείου, ὄμβριζε ἡμῖν ὑψόθεν δύναμιν. Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Δίστιχον Εὐσυμπάθητοι Ἅγιοι, Χαραλάμπει βραβεύσατε ψυχῆς εἴρήνην καὶ ῥώμην. [12]