02 ΑΥΓΟΥΣΤΟΥ 2015 Κυριακὴ Θ Ματθαίου Ἀνακομιδή Πρωτομ.Στεφάνου Ἦχος πλ. δ. Ἑωθινὸν Θ. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος πλ. δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ. Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι. Δόξα. Ἀπολυτίκιον τοῦ Πρωτομάρτυρος. Ἦχος δ. Ταχὺ προκατάλαβε. Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ᾄ θλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, μαρτύρων πρωτόαθλε Στέφανε σύ γὰρ τὴν Ἰ ουδαίων ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ μῶν καταδεξάμενος δι οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἀναστάσιμα. Ἦχος πλ. δ. Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς γυναιξὶν ἐβόα Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε κράξατε ἀνυμνοῦσαι Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Δόξα. Τὴν Σοφίαν καὶ Λόγον. Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενα καὶ πιστεύσας ἐβόησε Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σώζεις ἅπαντας Σωτὴρ ἡμῶν τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀ παύγασμα. Καὶ νῦν. Θεοτοκίον. Ὁ δι ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. Μετὰ τὴν β Στιχολογίαν Ἦχος πλ. δ. Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο, τοῖς Μαθηταῖς σου ἐν Σιών Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁ πάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι. Δόξα. Τὰ μύρα τῆς ταφῆς, αἱ γυναῖκες κομίσασαι, φωνῆς ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον Παύ 1
σασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θε ός, τὸ γένος τῶν ἀνθρώπων. Καὶ νῦν. Θεοτοκίον. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα ἐξ ἧς Θεὸς ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐ ποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα σοι. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰσχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀ δὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν, ὦ μαθήτριαι, κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος προσεφθέγγετο ταῖς μυροφόροις Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε ὁ Σωτὴρ γὰρ ἐ ξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι ἀλλ ἐπέστη πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε Θρήνου ὁ καιρὸς πέπαυται μὴ κλαίετε τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο ἀγγέλου πρὸς αὐτὰς φθεγγομένου Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος. Δόξα. Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν. Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ηηὐὐλλόόγγηηττααί ίί Σοουυ....... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος πλ. δ. Αἱ Μυροφόροι τοῦ ζωοδότου, ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον Ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. οἱ Ἀναβαθμοί. Ἦχος πλ. δ. Ἀντίφωνον Α. Ἐκ νεότητός μου, ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε, τροποῦμαι τοῦτον. Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων. Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ. Ἀντίφωνον Β. Ἡ καρδία μου, τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον. Ἐπὶ τὸν Κύριον, ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα, κρινεῖ καὶ κολάσει. Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θε ὸν μέλπων εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον. Ἀντίφωνον Γ. 2
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀ πὸ τῶν ἐνθένδε. Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων. Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν. Ἀντίφωνον Δ. Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν. Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν. Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως. Προκείμενον. Ψαλμὸς ρβ (102). Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν. (δίς) Στίχ. Αἴνει ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡμμῶνν ἱἱκκεεττεεύύσσω ἱ μμεενν... Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσω μμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ ἸἸωάάννννηηνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον Ἑῳθινὸν Εὐαγγέλιον Ἑωθινὸν Θ Ἐκ τοῦ κατὰ Ἰωάννην (κ 19 31) Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς Λάβετε Πνεῦμα Ἅγιον ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔ σω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς Ὅτι ἑώρακάς με, πεπίστευκας μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐ κτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀ νομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν ἰ δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤ λεσεν. οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 3
Ἦχος β. Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, ἐλεῆμον, ἐ ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τοῦ Ἁγίου ᾨδὴ α. ὁ Ἀναστάσιμος εἰς δ (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) Ἦχος πλ. δ. Ὁ Εἱρμός. Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θε ῷ ἀναμέλποντα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν! ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 4
Ὡς εὐπρεπὴς ταῖς γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κράζει Ἐξηγέρθη ὁ Κύριος. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θε ὸν προστασίαν ἡμῶν. καὶ τοῦ Ἁγίου, ὁ παρών, οὗ ἡ ἀκροστιχίς Ἄσματι τὸν πρῶτον τῶν μαρτύρων εὖ στεφανώσω. Θεοφάνους. Ἦχος πλ. δ. Ἁρματηλάτην Φαραώ. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀκτινοβόλοις ἀστραπαῖς τοῦ Πνεύματος καταλαμπόμενος, ὑπερφυῶν ᾄθλων, καὶ στεῤ ῥᾶς ἀθλήσεως τοὺς σὲ ὑμνοῦντας φώτισον, παρεστὼς τῷ Δεσπότῃ στεφανηφόρος παν όλβιε, Στέφανε Μαρτύρων στεφάνωμα. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Σταδιοδρόμων ἀπαρχὴ γενόμενος, καὶ ἀκροθίνιον, μαρτυρικοῦ στέφους, καθορᾶν ἠξίωσαι, τὸν ἀθλοθέτην ἔνδοξε, δεξιᾷ ζωηφόρῳ, θεόπλοκόν σοι προτείνοντα, στέφανον θεσπέσιε Στέφανε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Μόνος ὑπάρχων θησαυρὸς χρηστότητος, Σῶτερ ἀνέδειξας, ἐκ τῶν τῆς γῆς κόλπων, θησαυρὸν πολύτιμον, πλοῦτον μὴ δαπανώμενον, ἀναφαίρετον ὄλβον, περιουσίαν ἀνώλεθρον, Στέφανον τὸν σὸν Πρωτομάρτυρα. Δόξα. Ἀγγελομόρφῳ προφανῶς λαμπρότητι, καταυγαζόμενος, Ἀγγελικοῖς ὕμνοις, Πρωτομάρτυς Στέφανε, καὶ Διακόνων πρόκριτε, κεκρυμμένος ὡς ὤφθης, ἀξίως ὄντως τετίμησαι, ἔνδοξε Μαρτύρων ἀγλάϊσμα. Καὶ νῦν. Θεοτοκίον Σωματωθέντα δι ἡμᾶς Πανάμωμε, τὸν πρὶν ἀσώματον, θεαρχικὸν Λόγον, τοῦ Πατρὸς γεγέννηκας, ὡς παρθενίας σκήνωμα, καὶ δοχεῖον ἁγνείας, καὶ τέμενος καθαρότητος,.....δέσποινα τοῦ κόσμου Θεόνυμφε. ᾨδὴ γ. ὁ Ἀναστάσιμος Ἦχος πλ. δ. Ὁ Εἱρμός. Ὁ στερεώσας κατ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῆς Ἐκκλησίας στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὑτοῦ θεότητι, τὸν ἰ σχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ Ἀμόλυντε διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν. καὶ τοῦ Ἁγίου Ἦχος πλ. δ. Ὁ στερεώσας κατ ἀρχάς. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἱερολόγος ἱερός, καὶ θεολόγος ἐδείχθης, συμπλεκόμενος Ἑβραίων τοῖς δήμοις, διελέγχων ἀσφαλῶς, τὴν τούτων ἀθεότητα, καὶ θεομάχον γνώμην, Στέφανε μάρτυς πανάριστε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὸν Πρωτομάρτυρα Χριστοῦ, καὶ Διακόνων τὸν πρῶτον, τὸν τοῖς Μάρτυσι τοῦ δρόμου τὴν νύσσαν, ὑποδείξαντα λαμπρῶς, Ἀγγέλων τὸν συνόμιλον, δεῦτε συμφώνως πάντες ὕ μνοις, ἐνθέως τιμήσωμεν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ κεκρυμμένος θησαυρός, ὑπὸ τὴν γῆν φανεροῦται, καὶ τὸν κόσμον εὐωδίας ἐνθέου, καὶ πλουσίων δωρεῶν, τὴν οἰκουμένην ἔπλησεν, ὁ τῶν Μαρτύρων πρῶτος, καὶ Διακόνων ὁ πρόκριτος. 5
Δόξα. Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, διὰ σοῦ τῆς κηρυχθείσης ἐμφρόνως, ἐξανάστησον ὑμνεῖν, τὴν σὴν σεπτὴν πανήγυριν, καὶ σοῦ κατ ἴχνος βαίνειν, Στέφανε μάκαρ ἀξίωσον. Καὶ νῦν. Θεοτοκίον Πύλη ἐδείχθης νοητή, ἀνατολῆς τῆς ἐξ ὕ ψους, τῆς ἐν γῇ φανερωθείσης Παρθένε διὰ σοῦ γὰρ πρὸς ἡμᾶς, ὁ Λόγος εἰσελήλυθεν, ἐπὶ τὸ σῶσαι πάντας,....τῆς ἀλογίας Πανάχραντε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον τοῦ Ἁγίου. Ἦχος πλ. δ. Πρῶτος ἐσπάρης ἐπὶ γῆς ὑπὸ τοῦ οὐρανίου Γεωργοῦ πανεύφημε πρῶτος τὸ αἷμα ἐπὶ γῆς διὰ Χριστὸν ἐξέχεας μακάριε πρῶτος ὑπ αὐτοῦ τὸν τῆς νίκης στέφανον ἀνεδήσω ἐν οὐρανῷ, ὡς Ἀθλητῶν προοίμιον, στεφανῖτα τῶν Μαρτύρων ὁ Πρώταθλος. Μεσῴδιον Κάθισμα τοῦ Ἁγίου Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, καὶ τῇ ὄντως σοφίᾳ συνανυψούμενος, τῶν Ἰουδαίων τὴν ἀχλὺν ἀπημαύρωσας, καὶ ἐν σταδίῳ τὸν ἐχθρόν, ἀθλητικῶς καταβαλών, Μαρτύρων στέφανος ὤφθης. Ἀλλὰ πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον Ἡ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία, καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι, ἀειπάρθενε Ἁγνή, τὸν Υἱόν σου καὶ Θεὸν ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ καὶ σωτηρίαν καὶ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Τὸ Ἀναστάσιμον Κοντάκιον μετὰ τοῦ Οἴκου. Κοντάκιον. Ἦχος πλ. δ. Ὡς ἀπαρχὰς τῆς φύσεως. Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤ γειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας καὶ ἡ Εὔα χορεύει, ἐν τῇ σῇ ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε. ὁ Οἶκος Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης χαρὰν κομισάμενος καὶ Ἀποστόλοις σου ἐμήνυσας, τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας Φιλάνθρωπε διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε. Συναξάριον Τῇ Β τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἀνακομιδῆς τοῦ ἱεροῦ Λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου Στεφάνου, ἐν ἔ τει τετρακοσιοστῷ δεκάτῳ καὶ πέμπτῳ (415) τελεσθείσης. Ἔχεις Σιὼν πάμπολλα θεῖα καὶ ξένα. Νεκρὸν Στεφάνους δὸς πόλει Κωνσταντίνου. Δευτερίῃ νέκυος Στεφάνου γένετ Ἀνακομιδή. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Ἐνδοξων τοῦ Χριστοῦ Μαρτύρων Μαξίμου, Δάδα καὶ Κυντιλιανοῦ των εν Δοροστόλω μαρτυρησάντων. Μετηνέχθησαν δὲ ταῦτα εἰς τὸν οἶκον τῆς Ὑπεραγίας Θεοτόκου, εἰς τόπον λεγόμενον τοῦ Bιγλεντίου, ὅπου καὶ ἡ τούτων τελεῖται Σύναξις. Τρεῖς ἐκφέρουσα γῆ νεκροὺς ζωηφόρους, Πόλῳ λέγειν ἔοικε Σὺ κρύψας ἔχε. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἐγκαινίων τοῦ θείου Ναοῦ τοῦ Ἁγίου Ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, Ἰωάννου τοῦ Θεολόγου, πλησίον τῆς ἁγιωτάτης μεγάλης Ἐκκλησίας. Σὸν Ναὸν σῇ χάριτι καθιεροῦμεν, Ἰωάννη πάνσοφε ἠγαπημένε. 6
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐνδόξου Μάρτυρος Φωκᾶ. Φωκᾶς ὁ μάρτυς ἐκλιπὼν γῆς χωρίον, Νῦν εγκατοικεῖ τῆς τρυφῆς τῷ χωρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένου Βασιλέως Ἰουστινιανοῦ ἐν τοῖς ἁγίοις Ἀποστόλοις. (+565) Οὐκ ἐκποδών σοι σκῆπτρον ὤφθη ὦ ἄναξ, Σὺ γὰρ κατοικεῖς Βασιλείαν τὴν ἄνω. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡ μῶν Φωτεινῆς τῆς Καρπασίτιδος, τῆς ἐπιλεγομένης ἁγίας Φωτοῦς, τῆς θαυματουργοῦ Κυπρίας, τῆς ἐκ Ριζοκαρπάσου μὲν καταγομένης, ἐν σπηλαίῳ δὲ παρὰ τὸ χωρίον Ἅγιος Ἀνδρόνικος Κανακαρίας ἀσκησάσης, ὅπου καὶ προσκύνημα αὐτῆς μετὰ ἁγιάσματος, θεραπεύοντος ὀφθαλμικὰς παθήσεις. Ἡ Φωτεινὴ φαίνουσα ἐν γῇ αὐγάζει, Οὐρανοῖς ἐνδημοῦσα καθισταμένη. Ἐκφωτίζουσα τοὺς πίστει προσελθόντας, Θυμὸν ἀποπνέει Φωτεινὴ δευτέρῃ ἠοῖ. Ἀσκήσεως φάει Φωτεινὴ ἀόκνῳ, Σκοτεινῷ ἐν ἄντρῳ ἐφώτισας Κύπρον. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Νεομάρτυρος Θεοδώρου, τοῦ ἐν Δαρδανελίοις (Τσανὰκ Καλέ), τοῦ Σαμολαδᾶ, ἐν ἔτει χιλιοστῷ ἑξακοσιοστῷ καὶ ἐννενηκοστῷ (1690) τὴν κεφαλὴν τμηθέντος καὶ τελειωθέντος. Ἡ δὲ τιμία αὐτοῦ Κάρα διαφυλάσσεται εὐλαβῶς ἐν τῷ Ναῷ τῆς Ὁσίας Ξένης ἐν Νικαίᾳ Πειραιῶς. Θεῷ δωρεῖσαι νεότητα καὶ κάλλος, Ἀθλήσας, Θεόδωρε, ἐλέγχῳ πλάνης. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου καὶ Περιδόξου Πατρὸς ἡμῶν Βασιλείου τοῦ διὰ Χριστὸν Σαλοῦ ἐν Μόσχᾳ Ρώσου τοῦ Θαυματουργοῦ, ἐν ἔτει χιλιοστῷ πεντακοσιοστῷ πεντηκοστῷ καὶ ἑβδόμῳ (1557) τελειωθέντος, εἰς ἡλικίαν ὀγδοήκοντα καὶ ὀκτὼ ἐτῶν ἐν ἐκστάσει πνεύματος καὶ ἐν αἴγλῃ ἀκτίστου φωτός. Ὁ δὲ Καθεδρικὸς Ναὸς τοῦ Κρεμλίνου εἰς τοῦτον τὸν Ἅγιον Βασίλειον ἐστὶν ἀφιερωμένος. Ὁ Βασίλειος σαλότητι βιώσας, Βασιλικὴν προφύραν ἐπενεδύθη. Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ Αὐγούστου, Σύναξιν ἐπιτελοῦμεν πάντων τῶν προστατῶν, ἐφόρων καὶ φρυκτωρῶν Ἁγίων τῆς Θεοφρουρήτου Ἀκριτικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας τῆς Νήσου Σάμου. Τοὺς ὀκτὼ εὐκλεεῖς προστάτας Σάμου Καὶ ᾧδ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῆς Μεταμορφώσεως ᾨδὴ α. Ἦχος δ. Χοροὶ Ἰσραὴλ ἀνίκμοις ποσὶ πόντον Ἐρυθρὸν καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον ᾌσωμεν τῷ Θε ῷ ἡμῶν, ὅτι δεδόξασται. ᾨδὴ γ. Τόξον δυνατῶν ἠσθένησε καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν διὰ τοῦτο ἐστερεώθη..... ἐν Κυρίῳ ἡ καρδία μου. ᾨδὴ δ. Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου, Χριστὲ ὁ Θεός ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε, Χριστέ, τὸν δημιουργόν, ἐν τῷ φωτί σου τὰς ὁδοὺς ἡμῶν εὔθυνον. ᾨδὴ στ. Ἐν τῷ θλίβεσθαί με ἐβόησα πρὸς Κύριον, καὶ ἐπήκουσέ μου ὁ Θεὸς τῆς σωτηρίας μου. ᾨδὴ ζ. Ἀβραμιαῖοί ποτε ἐν Βαβυλῶνι παῖδες καμίνου φλόγα κατεπάτησαν ἐν ὕμνοις κραυγάζοντες Ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 7
Οἱ ἐν Βαβυλῶνι παῖδες τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλὴν ἀνδρείως κατεπάτησαν καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ ψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ὁ τόκος σου ἄφθορος ἐδείχθη Θεὸς ἐκ λαγόνων σου προῆλθε σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς καὶ τοῖς ἀνθρώποις συνανεστράφη σέ, Θεοτόκε, διὸ πάντες μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Θ. Συγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας καὶ ὀκτὼ μεθ ἡμέρας, τὴν σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας, μεθ οὗ βοῶμεν Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις. καὶ τοῦ Μηναίου Ἦχος β. Τῶν Μαθητῶν ὁρώντων. Ὁ πρῶτος τῶν Μαρτύρων τρίβους ἀνύσας, καὶ Διακόνων πρόκριτος χρηματίσας, Στέφανος, ὁ χάριτος πεπλησμένος, ἰδοὺ ἀνακομίζεται, πρὸς τὴν Βασίλειον πόλιν, θαυμάτων βρύων τὴν χάριν. Θεοτοκίον Ὅν περ αἱ ἄνω τάξεις πολλῷ σὺν τρόμῳ, παρίστανται μὴ φέρουσαι κατοπτεῦσαι, αἴγλην τῆς ἀῤῥήτου αὐτοῦ οὐσίας, Χριστὸν γαστρὶ ἐ χώρησας, λαβόντα σάρκα Παρθένε, ἐκ σῶν τιμίων αἱμάτων. ΑΙΝΟΙ Ἦχος πλ. δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. δ. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 8
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ ὡς βασιλέα ὑπνοῦντα στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγίδι ἐσφραγίσαντο ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡ μῶν. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ, καὶ θάνατον κατήργησε διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναια ἐφώνησε λέγων Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεὸς ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο. καὶ τοῦ Ἁγίου, γ εἰς δ. Ἦχος δ. Ἔδωκας σημείωσιν. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἄγγελος ἐπίγειος, ὁ πρωτομάρτυς γενόμενος, πρὸς οὐρανοὺς ἀνερχόμενος, ἐπήρθη μετάρσιος, καὶ τὴν θείαν εἶδεν, ὡς ἐχώρει δόξαν, τῆς ἀπροσίτου μυηθείς, καὶ ὑπὲρ νοῦν Τριάδος μυστήρια διὸ τὴν ἀκατάληπτον, ἀνακηρύττει σου δύναμιν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἄγγελος ἐπίγειος,.. Στίχ. ζ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Ὡραῖος ἐπέφανας, τῇ ἐπανόδῳ σου Στέφανε, Πρωτομάρτυς πανένδοξε, ἀκτῖσι κοσμούμενος, χαρισμάτων θείων, καὶ τῶν ἰαμάτων διὸ καὶ πάντας τοὺς πιστούς, καταφαιδρύνεις, τοῖς θαυμασίοις σου, ἐν πίστει τὸν Φιλάνθρωπον, ὑμνολογοῦντας καὶ λέγοντας Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Στίχ. η. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει. Κάλαμος ὑπέρτιμος, ὀξυγραφῶν τὴν εὐσέβειαν, ἀνεδείχθη ἡ γλῶσσά σου, δι ἧς κατεφώτισας, Πρωτομάρτυς πάντας, ταῖς διδασκαλίαις, καὶ ἐπανήγαγες ἡμᾶς, ἐξ ἀγνωσίας πρὸς τὴν εὐσέβειαν διό σου τὴν ἐτήσιον, ἐπιτελοῦντες πανήγυριν, ἀνυμνοῦμεν γεραίροντες, τοὺς ἀγῶνάς σου Στέφανε. Δόξα. Ἑωθινὸν Θ. Ἦχος πλ. α. Ὡς ἐπ ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου ἀνάστασιν ἀλλ ἔπλησας χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐ ξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες, τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡ μῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν διὸ ἀνυμνοῦντες βοῶμεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. 9
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐ λέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ ῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡ μῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀ ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β. Ἀναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾅδου, ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα καὶ δι αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε. ἢ τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῶν Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. 10
Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος πλ. δ. (Ψαλμὸς ριζ ) Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. δ. Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι. Στίχ. β. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Στίχ. γ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. δ. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι. Ἀπολυτίκιον τοῦ Πρωτομάρτυρος. Ἦχος δ. Ταχὺ προκατάλαβε. Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ᾄ θλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, μαρτύρων πρωτόαθλε Στέφανε σύ γὰρ τὴν Ἰ ουδαίων ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἀπολυτίκιον τῆς Ἀνακομιδῆς. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὡς πλοῦτος ἀκένωτος, τῆς ἀθανάτου ζωῆς, τὸ θεῖον σου Λείψανον, ἐκ τῶν λαγόνων τῆς γῆς, τῇ κτίσει ἀνέτειλεν ὅθεν ἡ Ἐκκλησία, θείαν χάριν τρυγῶσα, Στέφανε Πρωτομάρτυς, κατὰ χρέος τιμᾷ σε ἣν φύλαττε πρεσβείαις σου, ἐκ πάσης αἱρέσεως. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Μεταμορφώσεως. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἦχος βαρύς. Αὐτόμελον. Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καί, ὡς ἐχώρουν, οἱ μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεός, ἐθεάσαντο ἵνα, ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς τοῦ Πατρὸς τὸ ἀπαύγασμα. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Κυριακῆς τῆς Θ Ἑβδομάδος Προκείμενον. Ἦχος πλ. δ. (Ψαλμὸς οε ) Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Πρὸς Κορινθίους Α Ἐπιστολῆς Παύλου τὸ Ἀ νάγνωσμα. 11
(γ 9 17) Ἀδελφοί, Θεοῦ ἐσμεν συνεργοί Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τις ἐ ποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅ γιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. Ἀλληλούϊα. (γ ) Ἦχος πλ. δ. (Ψαλμὸς δ ) Στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς Θ Ματθαίου Ἐκ τοῦ κατὰ Ματθαῖον (ιδ 22 34) Τῷ καιρῷ ἐκείνῳ ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων Θαρσεῖτε, ἐγώ εἰμι μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα Ὁ δὲ εἶπεν Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ Ὀλιγόπιστε! εἰς τί ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. Οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες Ἀληθῶς Θεοῦ υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡ μῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀἀνναασσττὰὰςς ἐἐκκ ννεεκκρρῶνν....... Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 12
Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἀπολυτίκιον τῆς Ἀνακομιδῆς. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὡς πλοῦτος ἀκένωτος, τῆς ἀθανάτου ζωῆς, τὸ θεῖον σου Λείψανον, ἐκ τῶν λαγόνων τῆς γῆς, τῇ κτίσει ἀνέτειλεν ὅθεν ἡ Ἐκκλησία, θείαν χάριν τρυγῶσα, Στέφανε Πρωτομάρτυς, κατὰ χρέος τιμᾷ σε ἣν φύλαττε πρεσβείαις σου, ἐκ πάσης αἱρέσεως. Ἀπολυτίκιον τῆς Ὁσίας Φωτεινῆς. (παλαιόν) Ἦχος α. Τῆς Συνόδου τῆς πρώτης. Καρπασέων τὸ κλέος καὶ Κυπρίων ἀγλάϊσμα, καὶ τῶν ἀσθενούντων ἡ ῥῶσις, τῶν πεπηρωμένων ἀνάβλεψις, τῶν πρὸς σὲ πιστῶς προστρεχόντων ἐν τῷ θείῳ ναῷ σου, πανένδοξε, τὰς ἰάσεις παράσχου τοῖς δούλοις σου πάντοτε, ἵνα εὐχαρίστως κράζωμεν, Φωτεινὴ Ὁσία, νύμφη Χριστοῦ καλλιπάρθενε Δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Ἕτερον Ἀπολυτίκιον τῆς Ὁσίας Φωτεινῆς. (βελτιωμένον ἐν τοῖς Κυπρίοις Μηναίοις) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Καρπασέων τὸ κλέος καὶ Κυπρίων ἀγλάϊσμα, καὶ τῶν ἀσθενούντων ἡ ῥῶσις, τῶν πεπηρωμένων ἀνάβλεψις, τῶν πίστει προστρεχόντων σοι θερμῇ, θεόπνευστε Ὁσία Φωτεινή ἐν σπηλαίῳ, ἀγρυπνίαις καὶ προσευχαῖς τὸν Κύριον ἱλέωσας Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Ἕτερον Ἀπολυτίκιον τῆς Ὁσίας Φωτεινῆς. Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. Τὴν φωτώνυμον πάντες ἐγκωμιάσωμεν, τῆς Καρπασίας ἀμνάδα, θεοειδῆ Φωτεινήν, τὴν ἀσκήσεως φωτίσασαν πυρσεύμασι, καὶ θαυμασίων ἀστραπαῖς, νῆσον Κύπρον εὐσεβῶς, βοῶντες μὴ διαλίπῃς, Χριστῷ πρεσβεύουσα πέμψαι ἡμῖν ὑψόθεν μέγα ἔλεος. Ἀπολυτίκιον Νεομ. Θεοδώρου. (ὑπὸ διδασκάλου ἀομάτου Χίου) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ὀφρυνίου τὸ κλέος, καὶ Τρωάδος τὸ βλάστημα, καὶ τῆς Ἑλλησπόντου τὸ θρέμμα, καὶ προστάτην καὶ πρόμαχον, Θεόδωρον τὸν νέον οἱ πιστοί, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, ὡς τὴν πλάνην τῶν ἀπίστων Ἀγαρηνῶν, αἰσχύναντα κατὰ κράτος. Καὶ νῦν παριστάμενος τῷ Χριστῷ, πρεσβεύει εἰς τὸ σωθῆναι πάντας ἡμᾶς. Ἕτερον Ἀπολυτίκιον Νεομ. Θεοδώρου. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ὀφρυνίου τὸν γόνον, Ἑλλησπόντου τὸ καύχημα, τῶν Δαρδανελλίων τὸ κλέος, καὶ Μαρτύρων τὸν σύναθλον, Θεόδωρον τὸν νέον ἀ θλητήν, τιμήσωμεν συμφώνως οἱ πιστοί δωρεαῖς γὰρ καταυγάζει ταῖς θεϊκαῖς, τοὺς πρὸς αὐτὸν κραυγάζοντας δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σε στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Ἕτερον Ἀπολυτίκιον. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῶν οὐρανίων δωρεῶν ἀπολαύων, ὡς Ἀθλητὴς περιφανὴς τοῦ Σωτῆρος, ταῖς σαῖς πρεσβείαις λύτρωσαι δεόμεθα, Ἅγιε Θεόδωρε, Νεομάρτυς Κυρίου, πάσης περιστάσεως καὶ παθῶν καὶ κινδύνων, καὶ συνοχῆς παντοίων πειρασμῶν, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι. Ἀπολυτίκιον Ὁσίου Βασιλειου Μόσχας. (ἐκ Κώδικος τῆς Μονῆς Δουσίκου) Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὑπόδειγμα ἄριστον τῆς εὐποιΐας σοφέ, ἐδείχθης Βασίλειε καὶ ὑπηρέτης Χριστοῦ, ἀσθενούντων ἐπίσκεψις, σὺ γὰρ ἐν Θεοδωροπόλει, βιοτεύσας ὁσίως, γέγονας ποδηγέτης, τοῦ λαοῦ καὶ ἀρχόντων, διό σε ἐπαξίως οἱ πάντες δοξάζουσι. 13