Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ



Σχετικά έγγραφα
Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ. ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος 4 καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

Κανὼν τοῦ Γερασίμου εἰδικὸς ἐπὶ ἐμπρησμοῖς δασῶν. βλ. Θεοτοκάριον Γερασίμου σελ.334

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

- 1 / 15 - ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

5 ΑΥΓΟΥΣΤΟΥ 2013 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΜΙΚΡΟΣ ΑΓΙΑΣΜΟΣ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΙΕΡΕΥΣ

Κυριακή 28 Ὀκτωβρίου 2018

5 ΑΥΓΟΥΣΤΟΥ 2015 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

1 ΙΟΥΛΙΟΥ 2015 ΤΕΤΑΡΤΗ +Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. ( 284).

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Προέδρου τῆς Ιερᾶς Συνόδου τῶν Ενισταμένων. Μικρὸ Προσευχητάρι. Εκδοσις δ βελτιωμένη καὶ ἐπηυξημένη

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

Ὁ Μικρὸς Παρακλητικὸς Κανόνας. Οἱ Χαιρετισμοὶ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΤΩΝ ΝΕΟΦΑΝΩΝ ΕΝΔΟΞΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟΥ ΚΑΙ ΕΙΡΗΝΗΣ

Παρακλητικός κανών καί Χαιρετισμοί εἰς τόν Τίμιον Σταυρόν

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

13 ΝΟΕΜΒΡΙΟΥ 2015 Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ( 407)

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

Μεγαλο Αποδειπνο. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

13 ΑΥΓΟΥΣΤΟΥ 2019 Τῌ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ (12/8/19)

18 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ ΠΑΡΑΣΚΕΥΗ. Μνήμη του Οσίου Παϊσίου του Αγιορείτου. Β ΗΧΟΣ. ΕΣΠΕΡΙΝΟΣ

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ

20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

Παρακλητικός Κανών στον Άγιο Κοσμά τον Αιτωλό

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, Πολλοῖς συνεχόμενος πειρασμοῖς, Παθῶν με ταράττουσι προσβολαί, Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν,

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

1 ΙΟΥΛΙΟΥ Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

10 ΜΑΡΣΙΟΤ 2017 Σῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος ἑσπέρας ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Β τάσεως τῶν Χαιρετισμῶν

6 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Νικολάου ἀρχιεπισκόπου Μύρωμ τῆς Λυκίας τοῦ θαυματουργοῦ ( 330).

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΚΥΡΙΑΚΗ Ε' ΤΩΝ ΝΗΣΤΕΙΩΝ Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεὼν τοῦ ἐν Περσίδι, καὶ τῶν σὺν αὐτῷ. ΚΥΡΙΑΚΗ ΠΛ Α' ΗΧΟΣ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

23 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΜΙΚΡΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Α τάσεως τῶν Χαιρετισμῶν

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΣΑΒΒΑΤΟΝ +Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

12 ΔΕΚΕΜΒΡΙΟΥ 2011 Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σπυρίδωνος, Επισκόπου Τριμυθοῦντος τοῦ Θαυματουργοῦ.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

1 ΙΟΥΛΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 1. Δευτερα

2 ΟΚΣΩΒΡΙΟΤ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ὁ β χορός Δόξα Πατρί...Καὶ νῦν... Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς,

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

24 ΑΠΡΙΛΙΟΥ 2016 Τῼ ΣΑΒΒΑΤῼ ΤΟΥ ΛΑΖΑΡΟΥ ΕΣΠΕΡΑΣ

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2012 Αθαμαςίξτ ( 373) καὶ Κτπίλλξτ ( 444) οασπιαπφῶμ Αλεναμδπείαρ.

18 ΙΑΝΟΥΑΡΙΟΥ Μμήμη τῶμ ἐμ ἁγίξις Πατέρωμ ἡμῶμ Ἀθαμασίξυ καὶ Κυρίλλξυ, Πατριαρχῶμ Ἀλεναμδρείας.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

ΜΙΚΡΑ ΠΑΡΑΚΛΗΣΙΣ. Ψαλμός ρμβ. (142)

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

\ ΚΥΡΙΑΚΗ ΙΔ ( Α ΛΟΥΚΑ ). \ Μνήμη Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β

σξῦ ἐμ Ιψαμμίμξιρ ( 1838).

Τῌ Ϛ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ

ΤΡΙΩΔΙΟΝ Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Τῌ ΚΥΡΙΑΚΗ Δ' ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΕΤΑΡΤῌ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

Τῌ Α ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας. ΤΥΠΙΚΟΝ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

24 ΙΑΝΟΥΑΡΙΟΥ Ἀπολυτίκιον ἦχος β. Σάββατον.

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Transcript:

Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ Α Ρ Χ Ι Ε Π Ι Σ Κ Ο Π Ο Ν Φ Α Ν Α Ρ Ι Ο Υ Κ Α Ι Ν Ε Ο Χ Ω Ρ Ι Ο Υ Τ Ο Ν Θ Α Υ Μ Α Τ Ο Υ Ρ Γ Ο Ν (Ποίημα Διονυσίου Ἱερομονάχου τοῦ Γορδίου)

Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν. Ὁ Προεστὼς Ψαλμὸς ρμβ (142) Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου, ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωί τὸ ἔλεός Σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι. Καὶ εὐθὺς τό Θεὸς Κύριος, ἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἑξῆς: Ἦχος δ. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν

Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν Ἦχος δ. Ὁσίως τὸν βίον σου διεκπεράσας σοφέ, ποδήρει κεκόσμησαι ἱερωσύνης φαιδρῷ, Σεραφεὶμ ἀξιάγαστε ὅθεν δικαιοσύνης τὸν χιτῶνα φορέσας, νῦν ἐν ἀγαλλιάσει, τῷ Χριστῷ συναγάλλῃ, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν τῶν εὐφημούντων σε. Τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος α. Τῆς Ἐρήμου πολίτης. Τῶν Ἀγράφων τὸν γόνον, Φαναρίου τὸν Πρόεδρον, καὶ Μονῆς Κορώνης τὸ κλέος, Σεραφεὶμ εὐφημήσωμεν ἀθλήσας γὰρ λαμπρῶς ὑπὲρ Χριστοῦ, θαυμάτων ἐπομβρίζει δωρεάς, καὶ λυτροῦται νοσημάτων φθοροποιῶν, τοὺς πίστει ἀνακράζοντας δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. Καὶ νῦν... Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ὁ Προεστὼς Ψαλμὸς ν (50) Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Εἶτα ψάλλομεν τὸν κανόνα. Ἦχος πλ. δ. Ὠδὴ α. Ὑγρὰν διοδεύσας. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ ταὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ἄσωμεν. Πολλοῖς συνεχόμενον πειρασμοῖς, καὶ σοὶ προσδραμόντα, ἐλευθέρωσον, ἀθλητά, ἐμὲ τὸν ἱκέτην σου τῆς τούτων, ἐκδυσωπῶ τυραννίδος, ὦ Σεραφείμ. Παθῶν με ἐκύκλωσαν προσβολαί, ὦ Ἱερομάρτυς, καὶ κινδύνων ἐπαγωγαί, λύτρωσαί με τούτων τάχος κράζω, σαῖς πρὸς Θεὸν εὐπροσδέκτοις δεήσεσι. Νοσοῦντά με πάθεσι χαλεποῖς, ὦ Σεραφεὶμ μάρτυς, τῷ φαρμάκῳ σῶν πρεσβειῶν, ἴασαι τὸν ἄθλιον νοσοῦντα, ὁ ἰατρός, δυσωπῶ, ὁ ὀξύτατος.

Καὶ νῦν καὶ ἀεί... Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν σοὶ γὰρ νῦν προσφεύγων, ἀνατείνω καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. Ὠδὴ γ. Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. Προστασίαις σου θείαις, ὦ Σεραφείμ, ρῦσαί με, κείμενον ἐν νόσοις καὶ παντοίαις κακώσεσι, καὶ γὰρ σε κέκτημαι μετὰ Θεὸν σωτηρίαν, ὁ θερμῶς τῇ σκέπῃ σου προστρέχων πάντοτε. Ἱκετεύω σε πόθῳ, τὴν ψυχικὴν κάκωσιν, καὶ τὰς τῆς σαρκὸς ἀσθενείας μου ἐξιάσασθαι σὺ γὰρ τὸν ἄραντα, τὰς ἀσθενείας τοῦ κόσμου, Σεραφεὶμ ἐκήρυξας, Χριστὸν φιλάνθρωπον. Χαλεπαῖς ἀῤῥωστίαις, καὶ λυπηροῖς πάθεσιν, ὅλον με κακῶς, ἀθλοφόρε, κατατρυχόμενον, ταῖς πρὸς τὸν Κύριον, ταῖς ἀκοιμήτοις πρεσβείαις, Σεραφείμ, θεράπευσον, ὅπως γεραίρω σε. Καὶ νῦν καὶ ἀεί... Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύι, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε. Διάσωσον ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, ὡς μέγιστον, Σεραφείμ, πρὸς Θεὸν ἡμῶν πρέσβυν. Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Εἶτα μνημονεύει ὁ Ἱερεὺς Καὶ εὐθὺς λέγομεν. Ἦχος β.

Προστάτης θερμὸς, φρουρὸς τε ἀκαταίσχυντος, ὑπάρχων πατήρ, τῶν πίστει ἀνυμνούντων σε ἐκ ψυχῆς βοῶμέν σοι Σεραφεὶμ μακάριε, τάχυνον καὶ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς πόθῳ περιπτυσσομένους τὴν θείαν Κάραν σου. Ὠδὴ δ Εἱρμός. Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα. Τῶν παθῶν μου τὸν βόρβορον, καὶ κηλίδας πάσας νῦν εὐωδίασον, θεραπεύσας ταῖς πρὸς Κύριον, ἱερομάρτυς, ἱκεσίαις σου. Ἀπολαύοντες πάντοτε, τῶν θαυμάτων, μάρτυς, τῶν ἐκ τῆς Κάρας σου, προϊόντων τὸν χαρίσμασι ταύτην στέψαντα μεγαλύνομεν. Ἐπὶ κλίνης με κείμενον, συμφορῶν παντοίων, Σεραφείμ, ἔγειρον, ταῖς πρὸς Κύριον πρεσβείαις σου, τεταρταῖον Λάζαρον τὸν ἐγείραντα. Καὶ νῦν καὶ ἀεί... Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ σωτῆρα πάντων τῶν ὑμνούντων σε. Ὠδὴ ε. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε. Ἔμπλησον ἡμῶν, τὰς καρδίας θείας χάριτος, ταῖς πρὸς τὸν Κτίστην ἱκεσίαις σου, τῶν προσιόντων τῇ Κάρᾳ σου, ἀξιάγαστε. Λύτρωσαι ἡμᾶς, Σεραφείμ, ταῖς ἱκεσίαις σου, λοιμοῦ, λιμοῦ, παντοίας θλίψεως, καὶ ἀρρωστίας, ὅπως πίστει εὐφημῶμέν σε. Ἴασαι ψυχῶν, καὶ σωμάτων πάθη πάμπολλα, ὦ Σεραφεὶμ ἀξιοθαύμαστε, τῶν νῦν προσελθόντων τῇ σεπτῇ σου Κάρᾳ μετὰ πίστεως.

Καὶ νῦν καὶ ἀεί... Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα τὸ θεῖον καὶ προαιώνιον. Ὠδὴ ς. Ὁ Εἱρμός. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ἅδῃ προσήγγισε καὶ δέομαι ὡς Ἰωνᾶς Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. Θανάτου, καὶ συμφορῶν ἀπάλλαξον, κοσμικῶν καὶ ἀλγηδόνος παντοίας, ὦ Σεραφείμ, τοὺς τῇ θείᾳ σου Κάρᾳ, ἐν κατανύξει ψυχῆς προσιόντας νῦν, ἐκ πάσης νόσου χαλεπῆς, καὶ δεινῶν συνεχῶν περιστάσεων. Ὡς ὅπλον ἐν πειρασμοῖς ἀήττητον, τὴν πρεσβείαν σου πλουτοῦντες τὴν θείαν, τῶν λυπηρῶν ἐκλυτρούμεθα τάχος, καὶ σὲ σωτῆρα καὶ ῥύστην ἀκοίμητον, μετὰ Θεόν, ὦ Σεραφείμ, ἐκ ψυχῆς ὀνομάζομεν μέγιστον. Ἐν κλίνῃ τῶν νοσημάτων πάντοτε, κατακείμενος, ὦ ἱερομάρτυς, ἀντιβολῶ, Σεραφείμ, τὴν σεπτήν σου, μὴ ἀντανέλῃς ἀπ ἐμοῦ ἀντίληψιν ἀλλ οἴκτειρόν με συμπαθῶς, καὶ λοιμώδους νοσήματος λύτρωσαι. Καὶ νῦν καὶ ἀεί... Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν καὶ δέομαι διὰ παντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με. Διάσωσον ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, ὡς μέγιστον, Σεραφείμ, πρὸς Θεὸν ἡμῶν πρέσβυν. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Εἶτα μνημονεύει ὁ Ἱερεύς Μετὰ δὲ τὴν Ἐκφώνησιν

Κοντάκιον. Ἦχος β. Προστασία τῶν πιστῶν ἑτοιμότατος, ἱκεσία πρὸς Θεὸν ἀκαταίσχυντος, μὴ παρίδῃς δέησιν τῶν δούλων σου οἰκτράν, ἀλλὰ πρόφθασον ὡς συμπαθής, πρὸς ἐξιλέωσιν Θεοῦ, τοῖς πιστῶς περιπτύσσουσι, Κάραν σου τὴν ἁγίαν, τὴν πάντιμόν τε καὶ θείαν σὺ γὰρ προστάτης ἡμῶν, Σεραφείμ, τῶν τιμώντων σε. Καὶ εὐθὺς τὸ Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ (δίς). Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Ὁ Ἱερεύς Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Ὁ Χορός Κύριε, ἐλέησον. (ἐκ γ ) Ὁ Ἱερεύς Σοφία ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι. Χορὸς Καὶ τῷ Πνεύματί σου. Ὁ Ἱερεύς Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν. Χορὸς Δόξα σοι, Κύριε, δόξα σοι. Ἱερεύς (Ματθ. ι 1-9) Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ πορευόμενοι δὲ κηρύττετε, λέγοντες ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν οὐρανῶν ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ὁ Χορός Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ εἶτα:

Ἦχος β. Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν καὶ ἀεί... Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. τὸ ἰδιόμελον. Ἦχος πλ. β. Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπό σοῦ ἐκπορεύεται, Σεραφεὶμ ἀθλοφόρε ἀλλ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, παρὰ Θεοῦ ταῖς ἱκεσίαις σου. Ὁ Ἱερεύς Σῶσον, ὁ Θεός Καὶ ἡμεῖς τό Κύριε, ἐλέησον (12άκις). Ὁ Ἱερεύς Ἐλέει καὶ οἰκτιρμοῖς Ὁ Χορός Ἀμήν. Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς Ὠδὰς τοῦ Κανόνος. Ὠδή ζ. Εἰρμός. Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Τροπαρια Τὴν ὀργὴν τοῦ Ὑψίστου, εἰς γαλήνην, Παμμάκαρ, σὺ μεταποίησον, πρεσβείᾳ σου τῇ θείᾳ, αὐτὸν καθιλαρύνων, ὑπὲρ ἡμῶν τοῖς βοῶσιν αὐτῷ εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Θελητὴν τοῦ ἐλέους, ἐν σταδίῳ τυράννων ἐκήρυξας, Ἅγιε, Χριστὸν τὸν ζωοδότην, ᾧ πάντων ὑπερεύχου, τῶν ἐν πίστει βοώντων σοι ἐξ ἀναγκῶν χαλεπῶν ῥῦσαι ἡμᾶς, Σεραφείμ. Σωμάτων ἰατῆρα, καὶ ψυχῶν σε σωτῆρα πάντες κεκτήμεθα, σοφὲ Ἱερομάρτυς, διάσωσον οὖν πάντας, Σεραφείμ, τοὺς κραυγάζοντας ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Καὶ νῦν καὶ ἀεί... Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ. Ὠδή η. Εἰρμός Τὸν Βασιλέα τῶν Οὐρανῶν, ὅν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τοὺς προσφοιτῶντας τῇ πανσέπτῳ σου νῦν Κάρᾳ, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσου τε παντοίας, σοφὲ Ἱερομάρτυς. Τῶν πειρασμῶν, τῶν πολυειδῶν λύτρωσαί με, σαῖς πρεσβείαις πρὸς τὸν πάντων Δεσπότην, σὺ τῶν ἀθλοφόρων, ὦ Σεραφείμ, ἡ δόξα. Τῶν νοσημάτων, σὺ ἰατρεία τελεία, ἀνεδείχθης, μάρτυς, τοῖς ὑμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας. Καὶ νῦν καὶ ἀεί... Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σὲ δοξάζω τὴν κεχαριτωμένην. Ὠδή θ. Εἰρμός Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε, ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες. Ῥοήν μου τῶν δακρύων, πρόσδεξαι ἐκ πόθου, ἐκπεμπομένην, καὶ πάντα τὸν βόρβορον, τῶν νοσημάτων μου πλῦνον, Σεραφεὶμ μέγιστε. Χαρᾶς αἰωνιζούσης, Μάρτυς, σὺν Ἀγγέλοις, ἐπαπολαύων νυνὶ διασκέδασον, τὴν ἀθυμίαν τῶν νόσων ἡμῶν καὶ θλίψεων.

Ἡ σεπτή σου Κάρα, ἰατρεῖον πέλει, Σεραφείμ ἐν αὐτῇ γὰρ προσφεύγοντες, τῶν ψυχικῶν ἀλγηδόνων ἀπολυτρούμεθα. Καὶ νῦν καὶ ἀεί... Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον σὲ καταγγέλλοντας. Καὶ εὐθύς, τό Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, καὶ τὸν τῶν Ἀγράφων ἀπροσμάχητον βοηθόν, φύλακα καὶ ῥύστην τῶν ἐπικαλουμένων, τὸν Σεραφεὶμ τὸν θεῖον, ὕμνοις τιμήσωμεν. Τὸν Φωστῆρα πάντες τὸν φαεινόν, τὸν ἐκ τῶν Ἀγράφων, ἀπαστράψαντα νοητῶς, Ποιμένων τὴν δόξαν, καὶ τῶν Μαρτύρων κλέος, τὸν Σεραφεὶμ τὸν θεῖον ὕμνοις τιμήσωμεν. Δέησιν προσάγαγε τῷ Θεῷ, Σεραφεὶμ Τρισμάκαρ, ὑπὲρ ποίμνης τῆς σῆς Σοφέ, τῆς κεκακωμένης ὑπὸ τῶν ἀσεβούντων, τῶν σὲ μαρτυρησάντων, καὶ ταύτην λύτρωσαι. Τοῖς ἱερομάρτυσι καὶ σεπτοῖς, θείοις Ἱεράρχαις, συγχορεύων ἐν οὐρανοῖς, Σεραφεὶμ παμμάκαρ, ὁσίοις καὶ δικαίοις, καὶ πᾶσι τοῖς ἁγίοις, ἡμῶν μνημόνευε. Πᾶς ὁ τῶν Μαρτύρων θεῖος χορός, καὶ Ἀρχιερέων, ἡ ὁμήγυρις Σεραφείμ, θεῖε σοῦ τὸ πνεῦμα, ἐδέξαντο σὺν πάσῃ, χαρᾷ ἐν τοῖς ὑψίστοις, ὡς τούτων σύσκηνον. Σεραφεὶμ τοῖς ἄνω συμπαρεστώς, θρόνῳ τῆς Τριάδος, καὶ σὺν Θρόνοις καὶ Χερουβείμ, Σεραφεὶμ παμμάκαρ, ἡμῶν τῶν ἐκτελούντων, σοῦ μνήμην τὴν ἁγίαν, πρόστηθι πάντοτε.

Λοιμῷ τηκομένους φθοροποιῷ, καὶ σοῦ τὴν τιμίαν, εὑρηκότας Κάραν σοφέ, Σεραφεὶμ τρισμάκαρ, βοήθειαν μεγίστην, ταῖς σαῖς πρεσβείαις τάχος ἡμᾶς διάσωσον. Κάραν σου τὴν θείαν ὡς θησαυρόν, ἄσυλον πλουτοῦσα, Θεομήτορος ἡ Μονή, ῥύεται ποικίλων, νόσων καὶ πάσης βλάβης ταύτῃ οὖν καυχωμένη, χαίρει τιμῶσά σε. Δεῦτε ἀσπασώμεθα οἱ πιστοί, Κάραν τὴν Ἁγίαν, τοῦ τρισμάκαρος Σεραφείμ, τὴν τῶν ὀλεθρίων παντοίων νοσημάτων, ἐκ τῶν προσερχομένων ὀσμὴν διώκουσαν. Ὦ Τριὰς Ἁγία σῶσον ἡμᾶς, τοὺς πίστει τιμῶντας, τὴν σεβάσμιον Κεφαλήν, τὴν ἀποτμηθεῖσαν, ὑπὸ τῶν ἀλλοφύλων, τοῦ Σεραφεὶμ τοῦ θείου, τοῦ σὲ δοξάσαντος. Δέσποινα δυσώπει τὸν σὸν Υἱόν, ἀξίους γενέσθαι, βασιλείας τῶν Οὐρανῶν, τοὺς πίστει τιμῶντας τὴν σεβάσμιον Κάραν, τοῦ Σεραφεὶμ τοῦ θείου, τοῦ σοῦ θεράποντος. Εἶτα τὸ Μεγαλυνάριο τῆς Ἱερᾶς Μονῆς. Εἰς τὸ Γενέθλιον τῆς Θεοτόκου Σήμερον γεννᾶται περιφανῶς, ἐξ ἐπαγγελίας, ἡ Θεόνυμφος Μαριάμ, ἡ προορισθεῖσα, τῷ Λόγῳ πρό αἰώνων ὑμνήσωμεν οὖν πάντες ταύτης τήν γέννησιν. Καὶ τέλος τό Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς. Ὁ Ἀναγνώστης τὸ Τρισάγιον Ὁ Ἱερεύς Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία Οἱ Ψάλται τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς. Δόξα Πατρί... Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα. Καὶ νῦν καὶ ἀεί... Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσαιμεν ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν. Ὁ Ἱερεύς Ἐλέησον ἡμᾶς ὁ Θεός καὶ τέλος ποιεῖ μικρὰν Ἀπόλυσιν Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι Ὁ χορός Δόξα, καὶ νῦν, Κύριε, ἐλέησον (γ ), Πάτερ ἅγιε, εὐλόγησον. Ὁ χορός Ἦχος β Ὅτε ἐκ τοῦ ξύλου. Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ πρὸς Θεὸν ἱκεσίᾳ, καὶ ἀντιλήψει θερμῇ, Σεραφεὶμ μακάριε, Ἱερομάρτυς Χριστοῦ, πάσης θλίψεως λύτρωσαι, καὶ πόνων καὶ νόσων, πᾶσι παρεχόμενος, τὴν εὐλογίαν σου λύσιν δὲ πταισμάτων ἐξαίτει, καὶ πειρατηρίων παντοίων, τοῖς εἰλικρινῶς σε μακαρίζουσι. Ἦχος πλ. δ. Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Ἦχος β. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Καὶ στρεφόμενος πρὸς ἀνατολὰς ὁ Ἱερεύς λέγει τό Δι εὐχῶν Ὁ χορός Ἀμήν.