Τῌ Η ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ ἡ Σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῶν λοιπῶν θείων, ἀΰλων, νοερῶν Δυνάμεων Ἀσωμάτων καὶ οὐρανίων Ταγμάτων. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον τῶν Ἀρχαγγέλων. Ἦχος δ. Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων. Δόξα. Τὸ αὐτό. Τὸ ἀπ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ μῶν καταδεξάμενος δι οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῶν ἀσωμάτων λειτουργῶν Ἀρχιστράτηγε, ὁ κατ ἐνώπιον Θεοῦ παριστάμενος, καὶ ταῖς ἐ κεῖθεν λάμψεσι λαμπόμενος, φαίδρυνον, ἁγίασον, τοὺς πιστῶς σε ὑμνοῦντας, πάσης ἀπολύτρωσαι, τοῦ ἐχθροῦ τυραννίδος, καὶ εἰρηναίαν αἴτησαι ζωήν, τοῖς βασιλεῦσι καὶ πᾶσι τοῖς πέρασι. Δόξα. Τὸ αὐτό. Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί σου, κράζοντες καὶ λέγοντες Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐ 1
χθρῶν ἀοράτων, καὶ ὁρατῶν καὶ πάσης ἀπειλῆς, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Μετὰ τὴν β Στιχολογίαν Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τὰ Χερουβὶμ καὶ Σεραφὶμ πολυόμματα, τῶν Ἀρχαγγέλων λειτουργῶν τὰ στρατεύματα, σὺν Ἐξουσίαις Θρόνοι, Κυριότητες, Ἄγγελοι Δυνάμεις τε, καὶ Ἀρχαὶ δυσωποῦσι, Σέ τὸν Ποιητὴν ἡμῶν, καὶ Θεὸν καὶ Δεσπότην. Μὴ ὑπερίδῃς δέησιν λαοῦ, ἡμαρτηκότος, Χριστὲ πολυέλεε. Δόξα. Τὸ αὐτό. Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰ σχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Μετὰ τὸν Πολυέλεον Ἦχος πλ. δ. Τὸ προσταχθέν. Τῶν οὐρανίων ἀρχηγοὶ καὶ πρωτοστάται, τῶν ὑψιθρόνων καὶ φρικτῶν τῆς θείας δόξης, Μιχαὴλ καὶ Γαβριὴλ Ἀρχιστράτηγοι, σὺν πᾶσι τοῖς ἀσωμάτοις ὦ Λειτουργοί, Δεσπότου ὑπὲρ τοῦ κόσμου διαπαντός, πρεσβεύοντες αἰτήσασθε τὴν ἄφεσιν, τῶν ἐπταισμένων ἡμῖν, καὶ ἔλεος καὶ χάριν εὑρεῖν, ἐν ἡμέρᾳ τῆς Κρίσεως. Δόξα. Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄ νω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος. ΟΙ ΑΝΑΒΑΘΜΟΙ ΚΑΙ ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ τὸ α Ἀντίφωνον τοῦ δ ἤχου Ἀντίφωνον Α. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη ἀλλ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ Μονάδι ἱεροκρυφίως. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. Ψαλμὸς ργ. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. (δίς) Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεὸς μου ἐμεγαλύνθης σφόδρα. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 2
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡμμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσω μμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ Μααττθθααῖ ῖῖοονν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου Εὐαγγέλιον τῆς Ἑορτῆς Κατὰ Ματθαῖον (Ματθ. ιη 10 20) Εἶπεν ὁ Κύριος Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχί, ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη πορευθεὶς, ζητεῖ τὸ πλανώμενον; Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων. Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν Ν ψαλμόν, χύμα Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐ μοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. 3
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ταῖς τῶν Ἀσωμάτων, Οἰκτίρμον, προστασίαις, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ ξάλειψον τὸ ἀνόμημά μου. Τῷ ἀΰλῳ θρόνῳ περικυκλοῦντες, νοεραὶ οὐσίαι θεῖοι Ἀσώματοι, τὴν τρισάγιον ᾠδήν, τῷ πρυτάνει Θεῷ, φλογεροῖς τοῖς χείλεσιν ᾄδετε Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ ἄναρχος, Ἅγιος ἰσχυρός, ὁ Υἱὸς ὁ συνάναρχος, Ἅγιος ἀθάνατος, τὸ ὁμοούσιον Πνεῦμα, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συνδοξαζόμενον. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ᾨδὴ α. ὁ Κανὼν τῆς Θεοτόκου Ἦχος πλ. δ. Ὁ Εἱρμός. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. (δίς) Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον. Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε. Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια. Κανὼν πρῶτος τῶν Ἀσωμάτων ποίημα Ἰωάννου Μοναχοῦ Ἦχος πλ. δ. ᾎσμα ἀναπέμψωμεν λαοί. Πάντες ἀνυμνήσωμεν πιστοί, τὴν πάσας διευθύνουσαν, τὰς ἀΰλους τῶν ἄνω, χορῶν ταξιαρχίας, Τριάδα τὴν ἄκτιστον, ἐκβοῶντες Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ. Ἔθου τῶν κτισμάτων σου ἀρχήν, οὐσίαν τὴν ἀσώματον, Ποιητὰ τῶν Ἀγγέλων, τὸν ἄχραντόν σου θρόνον, κυκλοῦσαν κραυγάζειν σοι Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ. Χαίροις Γαβριὴλ μυσταγωγέ, τῆς τοῦ Θεοῦ σαρκώσεως, Μιχαήλ τε ταγμάτων, ἀΰλων πρωτοστάτα, ἀπαύστως κραυγάζοντες Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ. Εὔα ἡ προμήτωρ τῇ ἀρᾷ, τὸ γένος καθυπέβαλε, τῇ παραβάσει ποτέ, τὸ τῶν ἀνθρώπων σὺ δὲ Παρθένε Θεόνυμφε, ὅλον πρὸς εὐλογίαν, μετηγάγου τὸν Κτίστην τεκοῦσα. 4
Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχίς Τοῖς Ταξιάρχαις τῶν Ἀσωμάτων Νόων. Ἐν δὲ τοῖς Θεοτοκίοις Κλήμεντος Ἦχος πλ. δ. Ἁρματηλάτην Φαραώ. Τοὺς νοεροὺς τῶν ἀσωμάτων τάξεων, χοροὺς ἐν ᾄσμασιν, ὡς Λειτουργοὺς θείους, δεῦτε εὐφημήσωμεν, χορείαν συγκροτήσαντες, τὴν ἡμῶν σωτηρίαν, ἀδιαλείπτως πρεσβεύοντας, καὶ τῇ μετανοίᾳ συγχαίροντας. Οἱ τῶν Ἀγγέλων ἀρχηγοὶ καὶ πρόκριτοι, καὶ ταξιάρχαι φαιδροί, τοὺς ἀσωμάτους Νόας, σήμερον ἐγείρουσι, πρὸς τελετὴν ἑόρτιον, τῆς αὐτῶν λαμπρᾶς μνήμης, μεθ ὧν συγχαίρουσιν ἄνθρωποι, ὕμνον τῇ Τριάδι προσάγοντες. Δόξα. Συνευφρανθῶμεν τοῖς Ἀγγέλοις ἄνθρωποι, πνευματικῶς ἐν χαρᾷ ὁ Γαβριὴλ αὖθις, νῦν εὐαγγελίζεται, Ἐκκλησιῶν τὴν ἕνωσιν, καὶ καθαίρεσιν πάσης, τῆς ἐναντίας αἱρέσεως, ἐν τῇ παρουσίᾳ τῆς μνήμης αὐτῶν. Κυοφορεῖς τὸν ὑπὲρ φύσιν Ἄχραντε, ἐν σοὶ σκηνώσαντα, τοῦ Πατρὸς Λόγον, ἐν Ἁγίῳ Πνεύματι δυσὶ μὲν ἐν ταῖς φύσεσι, καὶ θελήσεσιν ὄντα, ἐν ὑποστάσει δ ἀτρέπτως μιᾷ, ἧς καὶ τὴν μορφὴν ἀσπαζομεθα. ᾨδὴ γ. ὁ Κανὼν τῆς Θεοτόκου Ἦχος πλ. δ. Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας Δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε. (δίς) Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη Πανύμνητε. Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη Πανάχραντε. Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε. Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον. Ἦχος πλ. δ. Τὸν φόβον σου Κύριε. Ἰσχύϊ κατέστησας Ἀθάνατε, δυνατοὺς ἐξανύοντας, τὸ πανάγιόν σου θέλημα, τοὺς σοὶ ἐν τοῖς ὑψίστοις, ἀεὶ παρεστῶτας. Τοὺς μύστας τῆς σῆς ἐνανθρωπήσεως, τῆς σεπτῆς τε ἐγέρσεως, τῶν Ἀγγέλων τοὺς ἐξάρχους Χριστέ, ὑπὲρ ἡμῶν προσδέχου, ἐπικαλουμένους. Ἀγγέλους ἐπέστησας φύλακας, τοῖς ἀνθρώποις ὡς εὔσπλαγχνος, διακόνους τε ἀνέδειξας Χριστέ, τῆς σωτηρίας τῶν σῶν θεραπόντων. 5
Ἀῤῥήτως συνέλαβες τὸν Κύριον, Σωτῆρα Θεόνυμφε, τὸν λυτρούμενον ἡμᾶς τῶν δεινῶν, τοὺς σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένους. Κανὼν δεύτερος Ἦχος πλ. δ. Σύ εἶ τὸ στερέωμα. Τῶν Ἀγγέλων πρώτιστος, καὶ τῆς Τριάδος φῶς δεύτερον, ὤφθης ἡμῖν, Μιχαὴλ ὁ ἄρχων, τοῖς πιστῶς εὐφημοῦσί σε. Αἴγλῃ θείας χάριτος, ὁ Γαβριὴλ πιστῶς ἔπληξε, πᾶσαν τὴν γῆν, τοῦ Θεοῦ κηρύξας, τὴν ἐν σώματι κάθοδον. Δόξα. Ξυνωρὶς ἀοίδιμε, καὶ φωταυγὴς δυὰς ἄϋλε, φῶτα Θεοῦ, τοὺς πιστῶς τελοῦντας, τὴν ὑ μῶν μνήμην δείξατε. ᾞσεν Ἡσαΐας, σοῦ τὴν ὑπὲρ νοῦν Ἁγνὴ κύησιν ᾄδω κἀγώ, ἵνα τῆς ἐκείνου, ἐπιτύχω καθάρσεως. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Ἦχος πλ. δ. Τὸ προσταχθέν. Τῶν ἀσωμάτων τοὺς χοροὺς ἐφιέμενοι, ἀνευφημεῖν οἱ ἐπὶ γῆς μιμησώμεθα, ὡς ἐφικτὸν τούτων τὴν ἁγιότητα, νεκροῦντες πάντα τὰ μέλη τὰ τῆς σαρκός, αἰτοῦντες, ὡς ὑπερμάχους τε καὶ φρουρούς, πάσης πλάνης λυτρώσασθαι, τοῦ ἀοράτου ἐχθροῦ, ἡμᾶς τοὺς ἀνυμνοῦντας αὐτούς, ὅπως εὕρωμεν ἔλεος. Δόξα. Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν Ἁγνὴ καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου Κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως Σῶσον ἡμᾶς, Παρθένε παντελεῆμον ὡς ἀ γαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον. Ἦχος β. Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι. ὁ Οἶκος Ἔφης φιλάνθρωπε ἐν Γραφαῖς σου, πλήθη χαίρειν Ἀγγέλων ἐν οὐρανῷ, ἐπ ἀνθρώπω ἑνὶ μετανοοῦντι, Ἀθάνατε. Ὅθεν ἡμεῖς οἱ ἐν ἀνομίαις, Ἀναμάρτητε, μόνε Καρδιογνῶστα, Σέ δυσωπεῖν καθ ἑκάστην τολμῶμεν ὡς Εὔσπλαγχνον, οἰκτεῖραι καὶ καταπέμψαι ἀναξίοις κατάνυξιν, Δέσποτα, παρέχων ἡμῖν συγχώρησιν. Ὑπὲρ πάντων γὰρ ἡμῶν πρεσβεύουσιν, οἱ τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι. 6
Συναξάριον Τῇ Η τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἀρχιστρατήγων, Παμμεγίστων δὲ Ταξιαρχῶν Μιχαὴλ καὶ Γαβριήλ, μετὰ καὶ τῶν λοιπῶν πασῶν θείων, ἀΰλων, νοερῶν Δυνάμεων Ἀσωμάτων καὶ ἐ πουρανίων Ταγμάτων, ἤτοι Σεραφίμ, Χερουβίμ, Θρόνων, Κυριοτήτων, Ἐξουσιῶν, Ἀρχῶν, Δυνάμεων, Ἀρχαγγέλων καὶ Ἀγγέλων. Τελοῦσι δὲ Προστάται καὶ Πολιοῦχοι Μανδαμάδου καὶ Σύμης, ἔτι δὲ καὶ τῆς περιπύστου τῶν Ἀθηνῶν Μονῆς Πετράκη, ὡς καὶ τῆς ἐν Αἰγιαλείᾳ Μονῆς τοῦ Ὁσίου Λεοντίου. Οἱ δὲ Παμμέγιστοι Ταξιάρχαι ἀποτελοῦν σκέπην καὶ πολιούχους προστάτας τῆς Πολεμικῆς Ἀεροπορίας τῆς Πατρίδος ἡμῶν. Στίχοι Ἐβουλόμην σοι, Μιχαήλ, ᾆσμα πρέπον ᾌσαι πρεπόντως, ἀλλ ἄϋλον, οὐκ ἔχω. Ὁ τῇ Παρθένῳ χαιρετισμὸν κομίσας, Χαῖρε ἄκουε, Γαβριὴλ θεῖε νόε. Ὀγδόῃ οὐρανίης κυδαίνει τάξιος Ἀρχούς. Εἰς τὴν Σύναξιν τῶν ἐννέα Ταγμάτων, Σεραφίμ, Χερουβίμ, Θρόνων, Κυριοτήτων, Ἐξουσιῶν, Ἀρχῶν, Δυνάμεων, Ἀρχαγγέλων καὶ Ἀγγέλων. Ἐπάξιόν τι Ταγμάτων τῶν ἐννέα, Τὶς ἂν γόνος φθέγξαιτο μηνῶν ἐννέα; Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης, τῆς ἐκ Πελοποννήσου, ἐν Κωνσταντινουπόλει διαλαμψάσης, ἐν ἔτει δὲ ἐννεακοσιοστῷ καὶ τεσσαρακοστῷ (940) ἀπὸ Χριστοῦ κοιμηθείσης. Στίχοι Τὴν φθαρτὴν μισήσασα τιμὴν καὶ δόξαν, Νῦν τρυφᾷς τὴν ἄληκτον, ὦ Νέα Εὐφροσύνη. Εὐφραίνου ἐν Ἐδέμ, Εὐφροσύνη μῆτερ, Μισθὸν λαβοῦσα ἀσκήσεως ἀξίως. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρός ἡμῶν Μάρθας, Πριγκηπίσσης τοῦ Πσκόβ, ἐν ἔτει χιλιοστῷ καὶ τριακοσιοστῷ (1300) εἰρηνικῶς τὸ πνεῦμα αὐτῆς παραδούσης. Στίχοι Οὐ περὶ πολλῶν τυρβάζουσα ἡ Μάρθα, Ἀεὶ τὸν Ἕνα Κύριον ἐξεζήτει. Πριγκηπίσσης τὴν στολὴν ἀντήλαξας, ὦ Μάρθα, Μοναχῶν φορέσασα ἐν Πσκόβ τὸ θεῖον σχῆμα. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐνδόξου Νεομάρτυρος Μιχαήλ, τοῦ ἐν Τσέρνιγκωφ, ἐν ἔτει χιλιοστῷ καὶ ἐννεακοσιοστῷ εἰκοστῶ καὶ δευτέρῳ (1922) τελειωθέντος. Στίχοι Ὡς ἀδάμας ἔφερες τὰ ἀλγεινὰ γενναίως, Ὦ Νεομάρτυς Μιχαήλ, ἐν Τσέρνιγκωφ ἀθλήσας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν Τυσιλλίου, Ἡγουμένου ἐν Οὐαλίᾳ κατὰ τὸν Ζ αἰῶνα. Καὶ Σύναξις πάντων τῶν Οὐαλῶν Ἁγίων. Στίχοι Φῶς ὁρᾷς ἐν οὐρανοῖς τῆς Τρισηλίου δόξης, Ὦ κλεινὲ Τυσίλλιε, τῶν Οὐαλῶν ἡγῆτορ. Στίχοι ἕτεροι εἰς τὴν Σύναξιν τῶν Οὐαλῶν Ἁγίων Τῆς Οὐαλίας Ἅγιοι Θεὸν ἐξιλεοῦσθε, ᾯ εὐηρεστήσατε ἐν γῇ ἀγαθοτρόπως. Τῇ αὐτῇ ἡμέρᾳ, ἐν ἔτει χιλιοστῷ ὀκτακοσιοστῷ εἰκοστῷ καὶ τρίτῳ (1823) οἱ ἄθεοι καὶ αἱμοδιψεῖς ἐχθροὶ τοῦ γένους ἡμῶν Ἀγαρηνοὶ εἶχον περικυκλώσει πολιορκοῦντες τὴν Κώμην τοῦ Αἰτωλικοῦ, πλησίον τοῦ Μεσολογγίου, εἶχον δὲ περικόψει καὶ ἀποκλείσει πάντοθεν πᾶσαν παροχὴν ποσίμου ὕδατος. Ἐν τούτοις, κατὰ τὸν βομβαρδισμὸν ὑπ αὐτῶν τῆς πόλεως, ὀβίδα τις 7
διετρύπησε τὴν στέγην τοῦ Ναοῦ τῶν Ταξιαρχῶν καὶ προσκρούσασα ἐπὶ τοῦ ἐδάφους διήνοιξε πηγὴν ὕδατος, ἐκ τοῦ ὁποίου ἐζωογονήθησαν καὶ ἐσώθησαν οἱ κάτοικοι, ἔκτοτε δὲ διατηροῦσι τὸ πηγάδιον τοῦτο καὶ τὸ ἐπιδεικνύουν εὐγνωμόνως ἐντὸς τοῦ Ναοῦ τῶν Πολιούχων καὶ Προστατῶν αὐτῶν Ταξιαρχῶν. Στίχοι Εἰς τὸ ἐν ἀποκλεισμῷ μέγα θαῦμα Τῶν Ἀρχαγγέλων ἐν Ναῷ Αἰτωλικοῦ εἰς πόλιν, Διψῶσιν ἐξ ἀποκλεισμοῦ ὀβὶς παρέσχεν ὕδωρ. Ταῖς τῶν Ἁγίων σου Ἐνδόξων Ἀγγέλων καὶ Ἀρχαγγέλων, Ταξιαρχῶν τε καὶ ἐπουρανίων Ταγμάτων καὶ θείων Λειτουργῶν μεσιτείαις καὶ ἀκαταμαχήτοις ὑπὲρ ἡμῶν φωτοειδεῖς προστασίαις, Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῶν Εἰσοδίων τῆς Θεοτόκου ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὴν Εἴσοδον. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον κἀν τῇ σεπτῇ Εἰσόδῳ σου.. στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ Ὑψίστου ὁ προφήτης Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ Εἰσόδῳ σου Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα. ᾨδὴ ς. Τὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐ νεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑ περυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 8
Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος πανηγυριζέτω δὲ ἀΰλων νόων φύσις, γεραίρουσα τὰ ἱερὰ Εἰσόδια τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις, παμμακάριστε Θεοτόκε Ἁγνή, Ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος γ. Ἐν Πνεύματι τῷ ἱερῷ. Ὡς πρόμαχον καὶ πρύτανιν τοῦ βροτείου σε γένους καὶ προνομέα ἄριστον, Ἀρχιστράτηγε θεῖε, ἀνέδειξεν ὁ Ποιητής καὶ Θεὸς καὶ δόξῃ σε τετίμηκεν ἀποῤῥήτως, τοῦ προσφωνεῖν ἀνενδότως τὸν τρισάγιον καὶ θεῖον, ἐπινίκιον ὕμνον. Ἕτερον Ἦχος β. Γυναῖκες ἀκουτίσθητε. Ἀῤῥήτως πυρσευόμενος ταῖς θεϊκαῖς ἐλλάμψεσι τῆς ὑπερφώτου Τριάδος, διέρχῃ πᾶσαν τὴν κτίσιν, ὡς ἀστραπὴ Ἀρχάγγελε, πληρῶν τὸ θεῖον πρόσταγμα, Μιχαὴλ ἀστραπόμορφε, φρουρῶν, φυλάττων καὶ σκέπων τοὺς σὲ φαιδρῶς ἀνυμνοῦντας. Ἕτερον Ἦχος δ. Τοῖς Μαθηταῖς Ἐξουσιῶν Δυνάμεων, Ἀρχαγγέλων, Ἀγγέλων, Κυριοτήτων, Θρόνων τε, καὶ Ἀρχῶν πρωτοστάτης ὑπὸ Θεοῦ κατεστάθης, Ἀρχιστράτηγε θεῖε, Μιχαὴλ ὑπερένδοξε τῷ ἀστέκτῳ οὖν θρόνῳ, παρεστηκώς, σκέπε, φρούρει, φύλαττε, σῷζε πάντας τοὺς πίστει σε γεραίροντας, τὸν τοῦ κόσμου προστάτην. Τιμιωτέρα πέφυκας Χερουβὶμ τῶν ἐνδόξων καὶ Σεραφίμ, Πανύμνητε, τῶν φρικτῶν ἀσυγκρίτως, ἐνδοξοτέρα καὶ πάντων τῶν Ἁγίων Ἀγγέλων, ἁγιωτέρα Πάναγνε, τὸν γὰρ Κτίστην τῶν ὅλων σωματικῶς, ἀποῤῥήτως τέτοκας Θεοτόκε ὃν αἴτησαι τοῖς δούλοις σου, λύτρον δοῦναι πταισμάτων. 9
ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑ ψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στιχηρὰ Προσόμοια τῶν Ἀρχαγγέλων Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. α. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τῶν οὐρανίων ταγμάτων ὡς προεξάρχοντα, καὶ τῶν ἐν γῇ ἀνθρώπων ἰσχυρὸν σε προστάτην, φύλακα καὶ ῥύστην, ὑμνοῦμεν πιστῶς, Μιχαὴλ Ἀρχιστράτηγε, καθικετεύοντες πάσης φθοροποιοῦ ἀλγηδόνος ἡμᾶς ῥύσασθαι. Στίχ. β. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῶν οὐρανίων ταγμάτων... Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὁ Ταξιάρχης τῶν ἄνω θείων Δυνάμεων σήμερον συγκαλεῖται τῶν βροτῶν τὰς χορείας, μίαν σὺν Ἀγγέλοις φαιδρὰν ἑορτὴν συγκροτῆσαι Συνάξεως αὐτῶν τῆς θείας καὶ ἅμα ὕ μνον Θεῷ, ἀναμέλψαι τὸν τρισάγιον. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὑπὸ τὴν σκέπην τῶν θείων ἡμᾶς πτερύγων σου προσπεφευγότας πίστει, Μιχαὴλ θεῖε νόε, φύλαττε καὶ σκέπε ἐν βίῳ παντὶ καὶ ἐν ὥρᾳ, Ἀρχάγγελε, τῇ τοῦ θανάτου σὺ πάρεσο βοηθὸς ἡμῖν πᾶσιν εὐμενέστατος. Δόξα. Ἦχος πλ. α. Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος. Διὸ αἰτοῦμέν σε τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ ἡμῶν κινούμενα ἀπόσβεσον τῇ μεσιτείᾳ σου, λυτρούμενος ἡμᾶς ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Μιχαὴλ Ἀρχάγγελε. Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡ μῶν. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. 10
Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ εὐθὺς τὸ Ἀπολυτίκιον τῶν Ἀρχαγγέλων. Ἦχος δ. Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῶν Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑ πάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. γ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... 11
Δόξα. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος δ. (Ψαλμὸς ργ ) Στίχ. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀπολυτίκιον τῶν Ἀρχαγγέλων. Ἦχος δ. Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων. Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι,... ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός,.... ψάλλοντάς σοι, Ἀλληλούϊα. τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἀπολυτίκιον τῶν Ἀρχαγγέλων. Ἦχος δ. Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῶν Εἰσοδίων. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα τὴν ἐν Πνεύματι θείῳ ἣν ἀνυμνοῦσιν ἄγγελοι Θεοῦ. Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ (τῶν Ἀσωμάτων) Προκείμενον καὶ Ἀλληλούϊα τῶν Ἀσωμάτων Προκείμενον. Ἦχος δ. (Ψαλμὸς ρμη ) Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. 12
(Ἑβρ. β 2 10) Ἀδελφοί, εἰ ὁ δι Ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν περὶ ἧς λαλοῦμεν. Διεμαρτύρατο δέ πού τις λέγων «Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ Ἀγγέλους δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ». Ἐν γὰρ τῷ «ὑποτάξαι» αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα τὸν δὲ βραχύ τι παρ Ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ἔπρεπε γὰρ αὐτῷ δι ὃν τὰ πάντα καὶ δι οὗ τὰ πάντα πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. Ἀλληλούϊα. (γ ) Ἦχος δ. (Ψαλμὸς ρμ ) Αἰνεῖτε τὸν Κύριον τῶν οὐρανῶν. Στίχ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ. ΕΥΑΓΓΕΛΙΟΝ (τῶν Ἀσωμάτων) Ἐκ τοῦ κατὰ Λουκᾶν (Λουκ. ι 16 21) Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ Ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀ νόματί σου. Εἶπε δὲ αὐτοῖς Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Ἦχος α. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. 13
Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις ««Χρρι ιισσττόόςς,,, ὁὁ ἀἀλληηθθι ιιννὸὸςς Θεεὸὸςς ἡἡμμῶνν,,, ττααῖ ῖῖςς ππρρεεσσββεεί ίίααι ιιςς ττῆῆςς Πααννααχχρράάννττοουυ κκααὶ ὶὶ Πααννααμμώμμοουυ Ἁγγί ίίααςς ααὑὑττοοῦῦ Μηηττρρόόςς,,, δδυυννάάμμεει ιι ττοοῦῦ ττι ιιμμί ίίοουυ κκααὶ ὶὶ ζζωοοπποοι ιιοοῦῦ Σττααυυρροοῦῦ,,, ππρροοσστταασσί ίίααι ιιςς ττῶνν Πααμμμμεεγγί ίίσσττωνν ΤΤααξξι ιιααρρχχῶνν Μι ιιχχααὴὴλλ κκααὶ ὶὶ ΓΓααββρρι ιιήήλλ,,, κκααὶ ὶὶ ππαασσῶνν ττῶνν ἐἐπποουυρρααννί ίίωνν,,, θθεεί ίίωνν,,, ἀἀΰΰλλωνν,,, ννοοεερρῶνν ΔΔυυννάάμμεεωνν Ἀσσωμμάάττωνν,,, ὧνν ττὴὴνν ππααννέέννδδοοξξοονν Σύύννααξξι ιινν ἐἐππι ιιττεελλοοῦῦμμεενν,,, ἱἱκκεεσσί ἱ ίίααι ιιςς ττοοῦῦ ΤΤι ιιμμί ίίοουυ ἐἐννδδόόξξοουυ Πρροοφήήττοουυ Πρροοδδρρόό μμοουυ.........»» Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Παράρτημα Μηνολογίου: Ὁσία Ὄλγα τῆς Ἀλάσκα, ἡ Πρεσβυτέρα καὶ Μαία. (+1979) Ἅγιος Φιλάρετος Νικολάγεβιτς Βοζνεσένσκυ (Nicolaevich Voznesensky), Μητροπολίτης Νέας Ὑόρκης καὶ Ἀνατολικῆς Ἀμερικῆς. (+1985) Ἕτερα Ἀπολυτίκια Ἀπολυτίκιον τῶν Ἐννέα Ταγμάτων. (ὑπὸ Γερασίμου Μικραγιαννανίτου) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῆς ἀνάρχου Τριάδος λειτουργοὶ οἱ ἀσώματοι, τῶν ἀκαταλήπτων οἱ πρῶτοι, μυστηρίων ἐκφάντορες, σὺν Θρόνοις Χερουβεὶμ καὶ Σεραφείμ, Δυνάμεις, Ἐξουσίαι καὶ Ἀρχαί, Κυριότητες, Ἀρχάγγελοι οἱ λαμπροί, καὶ Ἄγγελοι ὑμνείσθωσαν. Δόξα τῷ ὑποστήσαντι ὑμᾶς, δόξα τῷ καταλάμποντι, δόξα τῷ Ὑμνουμένῳ δι ὑμῶν, τρισαγίοις ᾄσμασι. 14