ΣΑΒΒΑΤΟΝ ΤΗΣ ΤΥΡΙΝΗΣ Μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἐν ἀσκήσει λαμψάντων ὁσίων καί θεοφόρων Πατέρων



Σχετικά έγγραφα
ΣΑΒΒΑΤΟΝ ΤΗΣ ΤΥΡΙΝΗΣ Μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἐν ἀσκήσει λαμψάντων ὁσίων καί θεοφόρων Πατέρων

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΣΑΒΒΑΤΟΝ ΤΗΣ ΤΥΡΙΝΗΣ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΣΑΒΒΑΤΟΝ 12 ΜΑΡΤΙΟΥ 2016

ΣΑΒΒΑΤΟΝ ΤΗΣ ΤΥΡΙΝΗΣ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν

25 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 ΣΑΒΒΑΤΟΝ ΤΗΣ ΤΥΡΙΝΗΣ

Καθαρίσωµεν ἑαυτοὺς ἀδελφοί, ἀπὸ παντὸς µολυσµοῦ, σαρκὸς καὶ πνεύµατος, τὰς λαµπάδας τῶν ψυχῶν ἡµῶν φαιδρύνωµεν, διὰ φιλοπτωχείας, µὴ κατεσθίοντες ἀλλ

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

04 ΜΑΡΤΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

* * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΓΑΜΟΥ. Ἐπιμέλεια: Στέφανος Σουλδάτος Καλλιτεχνικό Μελώδημα (Εργαστήρι Παραδοσιακής Μουσικής

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

20 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ «Μνήμη πάντων τῶν ἀπ αἰῶνος Θεῷ εὐαρεστησάντων

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

29 ΔΕΚΕΜΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΗ (Ϛ ΛΟΥΚΑ) Ἰακώβου ἀποστόλου τοῦ ἀδελφοθέου ( 63). Ἦχος α. Ἑωθινὸν ζ.

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

26 ΙΟΥΝΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Δαυῒδ ὁσίου τοῦ ἐν Θεσσαλονίκῃ ( 540). Ἰωάννου ἐπισκόπου Γοτθίας.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

26 ΙΟΥΝΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Δαυῒδ ὁσίου τοῦ ἐν Θεσσαλονίκῃ ( 540). Ἰωάννου ἐπισκόπου Γοτθίας.

Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν

ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

5 ΜΑΡΤΙΟΥ 2016 Ψυχοσάββατον

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

Στίχ. ε. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός

18 ΔΕΚΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ «Μνήμη πάντων τῶν ἀπ αἰῶνος Θεῷ εὐαρεστησάντων

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

Τῌ ΙΗ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου τοῦ Μεγάλου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας

30 ΙΑΝΟΥΑΡΙΟΥ τῶν Τριῶν Ἱεραρχῶν. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡ. 5 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ Ἀθανασίου τοῦ ἐν Ἄθω ( 1000) καὶ Λαμπαδοῦ ὁσίων. Ἦχος δ. Ἑωθινὸν ε. ἡμῶν.

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΣΑΒΒΑΤΟΝ +Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ἦχος πλ. α. Ἑωθινὸν η. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 Σάββατον πρό τῆς Απόκρεω (Ψυχοσάββατον). ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

Ἑωθινὸν α. Τῇ αὐτῇ Κυριακῇ τῶν ἐκ Σαμοθράκης πέντε νεομαρτύρων

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Ἦχος πλ. δ. Ἑωθινὸν α. Τυπ. Πεντ

Transcript:

ΣΑΒΒΑΤΟΝ ΤΗΣ ΤΥΡΙΝΗΣ Μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἐν ἀσκήσει λαμψάντων ὁσίων καί θεοφόρων Πατέρων ἡ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον. Ἦχος δ. Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡ Τὸ αὐτό. Τὸ ἀπ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄ γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐ πὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡ Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ. Τὸ προσταχθὲν μυστικῶς. Ταῖς τῶν πατέρων ἀστραπαῖς καταυγασθέντες, ὡς εἰς Παράδεισον τερπνὸν νῦν εἰσιόντες, τῆς τρυφῆς τοῦ χειμάῤῥου καταπολαύσωμεν, καὶ τούτων τὰς ἀριστείας θαμβητικῶς, σκοποῦντες ἁμιλληθῶμεν ταῖς ἀρεταῖς, τῷ Σωτῆρι κραυγάζοντες Εὐχαῖς αὐτῶν ὁ Θε ός, μετόχους ἡμᾶς ποίησον, οὐρανῶν Βασιλε ίας σου. Ὅμοιον. Τὸν ἀρχηγὸν τῶν Μοναστῶν Παῦλον συμφώνως, σὺν Ἀντωνίῳ τῷ σοφῷ καὶ Εὐθυμίῳ, ἀ νυμνήσωμεν πάντες, σὺν τοῖς λοιποῖς Πατράσι καὶ τούτους καθικετεύσωμεν, ὅπως Χριστόν, ἀπαύστως ἐκδυσωπῶσιν ὑπὲρ ἡμῶν, τῶν τὴν θείαν καὶ πάμφωτον, ἐπιτελούντων μνήμην αὐτῶν, ἐν ᾄσμασι δοξάζοντες, τὸν Σωτῆρα καὶ Κύριον. Ὅμοιον. Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν ἁγνή, καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου Κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως Σῶσον ἡμᾶς, Παρθένε παντελε ῆμον ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ. Ἀνέστης ἐκ νεκρῶν. Ἀντώνιον ὁμοῦ, καὶ Εὐθύμιον πάντες, σὺν πᾶσι τοῖς λοιποῖς, θεοφόροις Πατράσιν, εὐφημήσωμεν ὕμνοις, αὐτῶν τὴν μνήμην πανηγυρίζοντες, οὗτοι γὰρ τῷ Κυρίῳ, ὑπὲρ τοῦ κόσμου παντὸς πρεσβεύουσιν, ἵνα ῥυσθῶμεν τῆς ἀρχαίας ἀρᾶς, λυτρωθέντες κολάσεως. Τὸ προσταχθὲν μυστικῶς. Ὡς εἰς λειμῶνα ἀρετῶν ἀνθηφοροῦντα, τῶν θεοφόρων Ἀσκητῶν περιπατοῦντες, τῆς ὀ σμῆς πληρούμεθα τῆς ἡδυπνόου, τοῖς ἄθλοις γὰρ στομωθέντες τῶν πειρασμῶν, τὸ σῶμα τῇ ἐγκρατείᾳ δουλοπρεπῶς, καθυπέταξαν 1

πνεύματι, ἀγγελικὴν ἐπὶ γῆς, πολιτείαν βιώσαντες δόξης οὖν ἠξιώθησαν. Ὅμοιον. Τῶν Ἀσωμάτων σου Χριστέ, καὶ τοῦ Προδρόμου, τῶν Μαθητῶν, τῶν Προφητῶν, καὶ τῶν Μαρτύρων, τῶν Ἁγίων ἁπάντων τε, καὶ τῶν Ὁσίων, πρεσβείαις τῆς ἀπειράνδρου καὶ ἀγαθῆς, Μητρός σου, ἐκδυσωπούμενος, δὸς ἡμῖν, τῷ φωτί σου πορεύεσθαι, καὶ καταξίωσον ἡ μᾶς, τυχεῖν τῆς Βασιλείας σου, διὰ σπλάγχνα ἐλέους σου. Ὁ Ν ψαλμὸς χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Ο KANΩΝ ᾨδὴ α. Ἦχος πλ. δ. Ὁ Εἱρμός. ᾎσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θε ῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντα καὶ βοῶντα. ᾌ σωμέν σοι τῷ μόνῳ Δεσπότῃ. Πάντες ἐν ᾠδαῖς πνευματικαῖς, τοὺς ἐν ἀσκήσει λάμψαντας, θείους Πατέρας ἡμῶν, ὑμνήσωμεν συμφώνως, οὓς ἤνεγκεν Αἴγυπτος, Θηβαΐς καὶ Λιβύη, ἅπας τόπος, καὶ πόλις, καὶ χώρα. Χαίροις Μοναστῶν ὁ ἀρχηγός, Ἀντώνιε πανένδοξε, Ἀμμοῦν ὁ θεοφόρος, τὸ τῆς νηστείας κλέος, Ἀρσένιε Ἀγγελε, κράτος τῆς ἡσυχίας, καὶ Ἀμμωνᾶς ὁ πνευματοφόρος. 2

Τέρπου σκεῦος ὄντως τοῦ Θεοῦ, Ἀγάθων ἱερόψυχε, Ἀχιλλᾶ καὶ Ἀμώη, τὰ ἄνθη τῆς ἐρήμου, Ἀνούβ, καὶ Ἁλώνιε, Ἀμοναθά, καὶ Ἄνθιμε, τῶν ἀρετῶν φαιδροὶ μαργαρῖται. Λύχνοι διακρίσεως ἡμῖν, ὑμνείσθω Ἄρης σήμερον, καὶ Ἀπολλὼς ὁ μέγας, ὑπακοῆς δὲ φῶτα, Ἀθρὲ καὶ Ἀκάκιος τούτοις καὶ Ἀββακύρης, συνεκλάμπει, ὥς τις ἑωσφόρος. Ὄρος πολιτείας ὑψηλῆς, ἀνέφανεν Αὐξέντιος, ἀθλητὴς δὲ ἁγνείας, Ἀβράμιος, ὁ μέγας, μεθ ὧν Ἀφροδίσιος, στῦλος τῆς ἐγκρατείας ἀνεδείχθη, σὺν Ἀθηνοδώρῳ. Δεῦτε φιλομάρτυρες πιστοί, τιμήσωμεν τοὺς Μάρτυρας, ἐν ἐτησίοις ᾠδαῖς, καὶ ᾄσμασιν ἐν πίστει, Χριστῷ τῶ Θεῷ ἡμῶν, ᾄδοντες καὶ βο ῶντες ᾄσωμέν σοι τῷ μόνῳ Δεσπότῃ. Τρία μιᾶς φύσεως ὑμνῶ, πρόσωπα αὐθυπόστατα, ἀγέννητον Πατέρα, Υἱὸν τὸν γεννηθέντα, καὶ Πνεῦμα τὸ ἅγιον, ἄναρχον βασιλείαν, ἐξουσίαν, θεότητα μίαν. Χαίροις, ὁ πανάγιος Ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγή, τοῦ ἀθανάτου ῥείθρου, τὴν πόλιν σου Δέσποινα, φύλαττε ἐκ παντοίων, πολεμίων ἀπολιορκήτως. ᾨδὴ β. Ὁ Εἱρμός. Ἴδετε, ἴδετε, ὅτι ἐγὼ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος. Ὀσμῆς νῦν πληρούμεθα, ὡς εἰς Παράδεισον ἄλλον θέοντες, τῶν θεοφυτεύτων ἀρετῶν τῶν Ἀσκητῶν, ἃς ἐν ἐγκρατείᾳ, καὶ δάκρυσιν ἤνθησαν, ποικίλως καρποφοροῦντες, πολιτε ίας τῷ Θεῷ οἱ ὁσιώτατοι. Μέγας Βησσαρίων, πτηνῶν τὸν βίον ζῶν, ἄλλος Ἄγγελος, νέος Ἰὼβ πάλιν, ὁ στεῤῥὸς Βενιαμίν ἀλλὰ καὶ Βιτάλιος λαμπτήρ, πόρνας σώζων Θεῷ Βυτίμιος δὲ ὁ θεῖος, καὶ ὁ κλεινὸς Βαβύλας, σὺν τούτοις ὑμνείσθωσαν. Ὕψει πολιτείας, οὐράνιος γέγονας ὦ Βενέδικτε, οἶκος δὲ σοφίας, ὁ ποιμὴν Βασιανός, ἀλλὰ καὶ Βασίλειός τις, ᾖρε στέφανον ὑπακοῆς τῷ τάφῳ γὰρ ζῶν οἰκήσας, διαδείκνυσιν ἡμῖν ὑπακοῆς τὸ λαμπρόν. Ὕμνος Γελασίῳ, οὗτος ἀοίδιμος βασιλεὺς παθῶν αἶνος Γερασίμῳ, ᾧ δεδούλευκεν ὁ θήρ εἶκε γὰρ αὐτῷ, δι ἀρετῆς τελειότητα δόξα καὶ Γερμανῷ, τῷ πατρί, σύν Γαΐῳ τῷ σοφῷ θεραπευτῇ τοῦ Χριστοῦ. Δαυῒδ Θεσσαλονίκης, γέρας καὶ καύχημα, ὁ θεόληπτος Δανιήλ, αἰνείσθω ὁ ἐν θαύμασι πολύς, ἔργῳ δὲ καὶ λόγῳ Δανιὴλ ὁ τῆς Σκήτεως Δῖός τε καὶ Δάλματος, ἀρχηγοὶ τῶν μοναστῶν, ἔρεισμα πίστεως. Ὄλβος ἀκένωτος, πιστῶν τὴν λάρνακα προκατέλαβε, τῶν ὑπὲρ Κυρίου ἀθλησάντων εὐσεβῶς, δεῦτε οἱ πιστοὶ μαρτυρικῶς τούτοις ᾄ σωμεν, καρπούμενοι τὰς ἰάσεις τῶν ψυχῶν, 3

καὶ σωμάτων διὰ πίστεως. Ὑπερτελεστάτη, Μονάς, ὑπέρθεε τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, δι Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης βασιλε ία, σῶσον πάντας ἡμᾶς. Μόνη εἰσήγαγες, τῇ ἀνθρωπότητι ξένην γέννησιν, μόνη οὐχ ὑπέστης, τὴν ἐκ φύσεως φθοράν, ἄσπορον ἀφθόρως, τοκετὸν ὑπομείνασα, διὸ σε ὡς Θεοτόκον, κατὰ χρέος οἱ πιστοί, Ἁγνὴ δοξάζομεν. ᾨδὴ γ. Ὁ Εἱρμός. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε. Εἰς ἄλλον Παράδεισον, εἰσιόντες ἀρετῶν, τῶν θεσπεσίων Πατέρων, τοῖς τούτου γευσώμεθα, ἀειζωοπαρόχου, ἐμψύχου τρυφήσεως, πιστῶς ἀνευφημοῦντες αὐτούς. Τιμάσθω Εὐθύμιος, ὁ φανώτατος ἀστήρ, ὁ ἑ ωσφόρος Ἑλλάδιος, Ἐφραὶμ ὁ θεόπνευστος, σὺν Εὐλογίῳ τῷ πάνυ, οἱ ἔργοις καὶ θαύμασιν, ἀστράψαντες τοῖς πέρασιν. Ὑμνείσθω ἐν ᾄσμασι, Ζωσιμᾶς ὁ θαυμαστός, καὶ Ζαχαρίας ὁ πάντιμος, καὶ Ζήνων, καὶ Ζώϊλος, Ἡσαΐας ὁ μέγας, Ἠλίας ὁ ἔνδοξος, σὺν τούτοις γεραιρέσθωσαν. Τῆς Θέρμης Θεόδωρον, τὸν πανάγαστον ὑ μνῶ, καὶ τοῦ Ἐννάτου τὸν πάνυμνον μεθ ὧν καὶ Θεόδουλον, σὺν Θεωνᾶ ἀναμέλπω, τιμῶ τὸν θεσπέσιον, καὶ μέγαν Θεοδόσιον. Αἰνείσθω Θεόκτιστος, ὁ πανάριστος ποιμήν, καὶ ὁ ὑψίνους Θαλάσσιος, ὁ μέγας Θεόδωρος, ὁ κληθεὶς Συκεώτης, σημείοις καὶ τέρασι, φανεὶς ἐπὶ τῆς γῆς ὑψηλός. Τιμήσωμεν ᾄσμασι, καὶ ᾠδαῖς πνευματικαῖς, οἱ συνελθόντες φιλέορτοι, Μαρτύρων τὴν πάνσεπτον, καὶ ἐτήσιον μνήμην, ἀεὶ γὰρ πρεσβεύουσι Χριστῷ, ὑπὲρ τοῦ γένους ἡ Τριὰς ὁμοούσιε, καὶ ὑπέρθεε Μονάς, ἡ διαιρέσει τὴν ἕνωσιν καὶ ἔμπαλιν ἔχουσα, τοῖς προσώποις τὴν φύσιν, εἰς ἓν ἡμᾶς σύναψον θέλημα τῶν σῶν ἐντολῶν. Σκηνήν σε θεότευκτον, προδιέγραψε Μωσῆς, τοῖς Σεραφὶμ συγκαλύπτουσαν, Ἁγίων τὰ Ἅ για, προτυπῶν σου Παρθένε, τὸν τόκον τὸν ἄχραντον, Χριστὸν σαρκὶ τραφήσεσθαι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡ.. ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισμα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Ἀντωνίου τὸ πρᾷον καὶ καθαρόν, Εὐθυμίου τὸ μέγα καὶ θαυμαστόν, Παύλου Ἀρσενίου τε, τὸ ἀμιγὲς καὶ ἡσύχιον, Θεοκτίστου τὸ κλέος, καὶ τῶν λοιπῶν Ὁσίων, ἁπάντων τὰ τάγματα, οἱ πιστοὶ δοξάσωμεν, καὶ συνευφημήσωμεν, ἐν ᾠδαῖς σὺν τούτοις, Εὐπραξίαν τὴν παρθένον, σὺν πάσαις ὑμνήσωμεν, γυναικῶν ταῖς θεόφροσι, καὶ συμφώνως βοήσωμεν, Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑ 4

Δόξα. Ὅμοιον. Τοὺς δεσμοὺς διαῤῥήξαντες τῶν παθῶν, ἐ κολλήθητε πόθῳ τῶν ἀγαθῶν, δόξαν ὑπερκόσμιον, ἐν Χριστῷ ἐνεδύσασθε, ἐξ οἰκείων κόπων, εὑρόντες ἀνάπαυσιν, ἐγκρατείας πόνοις, τυχόντες τῆς ἄνω ζωῆς, ὅθεν ἐπαξίως συνευφραίνεσθε ἅμα, ταῖς ἄνω Δυνάμεσι, γηθοσύνως ἐν ᾄσμασι, τῷ Θεῷ παριστάμενοι, Θεοφόροι Πατέρες ἡμῶν, τῶν πταισμάτων ἄ φεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑ Ὅμοιον. Εἰς ἰλὺν ἐνεπάγην ἁμαρτιῶν, καὶ οὐκ ἔστιν ὑ πόστασις ἐν ἐμοί, δεινῶς κατεπόντισε, καταιγὶς τῶν πταισμάτων μου, ἀλλ ὡς τεκοῦσα Λόγον, τὸν μόνον φιλάνθρωπον, ἐπ ἐμὲ τὸν δοῦλόν σου, ἐπίβλεψον δέομαι, ῥῦσαι ἁμαρτίας, καὶ παθῶν ψυχοφθόρων, καὶ πάσης κακώσεως, τοῦ ἀλάστορος Δέσποινα, ἵνα ψάλλω γηθόμενος Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου. ᾨδὴ δ. Ὁ Εἱρμός. Ἐξ ὄρους κατασκίου Λόγε, ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε, καὶ ἐν τρόμῳ, ἐδοξολόγει σου τὴν δύναμιν. Λαμπτὴρ κοσμοφανής, ὁ θεῖος Ἱλαρίων, ὄρος γνωστικόν, ὁ μέγας Ἰουστῖνος, μεθ ὧν Ἱέραξ τιμάσθω, καὶ Ἰβηστίων, οἱ ἀριστόκλεοι, σὺν τῷ Ἰωσήφ. Καὶ Ἱερεμίας, ἤστραψε τῷ βίῳ, ὤφθη δὲ καὶ σθένος μέγα ἰσχυρίων, μεθ ὧν πυρσεύει Καρίων, Κόπρης καὶ Κάστωρ, Κασσιανὸς δὲ δι ἀμφοῖν παγκαλλής. Ἄγαμαι Καλλίστου, τὰς χρηστολογίας, αἰνῶ τὰς Λαυρεντίου ἀγαθοεργίας, τὴν εὐπραξίαν Λογγίνου διαφημίζω, καταγεραίρω τὰς τοῦ Λὼτ ἀρετάς. Λεόντιον ὑμνῶ, βυθὸν θεολογίας Μάξιμον δὲ μέλπω, πέλαγος δογμάτων Μαρκιανὸν ἐγκαλλώπισμά τε, καὶ Μάρκον, τὸν εὐπειθῆ καί, τὸν θεάκουστον. Γέρας ἀρετῶν, Μακάριος ὁ μέγας, ὁ Πολιτικὸς δὲ χρῆμα εὐσεβείας ἀνακηρύττεται τούτοις Μάρκος ὁ πάνυ, σὺν Δαλματώῃ, ὁ αἰθίοψ Μωσῆς. Μάρτυρες Χριστοῦ, ἀπαύστους ἱκεσίας, τῷ Δημιουργῷ, προσάγετε καὶ κτίστου, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ τῶν τιμώντων, ὑμῶν τὴν μνήμην ἐν τοῖς ᾄσμασι. Ξένον ὅτι ἕν, καὶ τρία ἡ θεότης, ὅλη ἐν τρισί, προσώποις ἀμερίστως Πατήρ, Υἱὸς γὰρ καὶ Πνεῦμα ἅγιόν ἐστι, τὰ προσκυνούμενα ἐν φύσει μιᾷ. Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον χωρίον, χαῖρε κιβωτέ, τῆς νέας Διαθήκης, χαῖρε ἡ στάμνος, τὸ μάννα ἐξ ἧς ἐδόθη, πᾶσι βροτοῖς τὸ ἐπουράνιον. ᾨδὴ ε. Ὁ Εἱρμός. Τῆς τῶν παθῶν με ἀχλύος, ὡς ἐκ νυκτὸς βαθυτάτης λυτρούμενος, ὀρθρίζειν ἀξίωσον, τὸ πνεῦμά μου δέομαι, ἐν φωτὶ ἡμέρας, τῶν σῶν προσταγμάτων Χριστέ. Τοῦ ἐν Ἐδὲμ Παραδείσου, δεῦτε ἴδωμεν ἄνθη 5

ἀείζωα, τὰ θεοβλαστούργητα, Πατέρων σπουδάσματα, ὧν ὑπάρχει μόνος γεωργὸς ὁ Κύριος. Νείλου τοῖς ῥείθροις τῶν λόγων, καταρδεύεται πᾶσα, νοερὰ ψυχή, Ναυκρατίου Νίκωνος, τοῖς βίοις λαμπρύνεται, σὺν Ναθαναὴλ δέ, καὶ Νισθένωρ τέρπει αὐτήν. Ὁ Ξενοφῶν σὺν υἱέσιν, ἀρεταῖς ἀπαστράπτων, φωτίζει ἡμᾶς, μέγας δὲ Ὀρσήσιος, ὑπὲρ δὲ Ὀνούφριος τὸν Ποιμένα δέ, τὶς ἀξιολογήσει βροτῶν; Παμβὼ καὶ πράξει καὶ λόγῳ, μακαριζέσθω ἀ ξίως, ὡς ὑψηλός, εἴργων δὲ τοὺς δαίμονας Πούπλιος ὁ ἔνδοξος, δοξαζέσθω ἴσα, ὁ λαμπρὸς Πιννούφριος. Ἀξιοχρέως τιμάσθω, ὁ περίδοξος ὄντως Παφνούτιος, Πίωρ, Πατερμούθιος Παῦλος ὁ ἁ πλούστατος, Πιτυροὺν ὁ μέγας καὶ Πατέρων ἔξοχος. Ἀθλητικῶς ἐν σταδίῳ, τὸν Χριστὸν Θεὸν ἀνακηρύξαντες, ἀήττητοι Μάρτυρες, στεφάνους ἐλάβετε, καὶ χορεύετε σὺν τοῖς Ἀσωμάτοις χοροῖς. Ταῖς ὑποστάσεσι τρία, εἰ καὶ φύσει τὸ ἕν, θεότης ἐστίν, εἰς ἃ βεβαπτίσμεθα, καὶ οἷς περ πιστεύομεν, ὁ Πατήρ, ὁ Λόγος, καὶ τὸ Πνεῦμα τὸ συμφυές. Ἡ διὰ λόγου τὸν Λόγον, ὑπὲρ λόγον τεκοῦσα Πανάχραντε, αὐτὴν ἱκετεύουσα, μὴ παύσῃ δεόμεθα, ἐκ κινδύνων ἀεὶ ῥύσασθαι τὴν ποίμνην σου. ᾨδὴ Ϛ. Ὁ Εἱρμός. Συνεχόμενον δέξαι με, φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, καὶ προσπίπτοντα, τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην, Κύριε, σῶσόν με. Θαυμαστοὶ οἱ πανσέβαστοι, Πατέρες ἡμῶν, ὧν οἱ θεῖοι ἆθλοι, ὧν τὰ παλαίσματα, ὧν αἱ ἰ άσεις τίς γὰρ πλὴν τούτων, ἔδειξε τεράτων ἰ σχύν; Ῥαβουλᾶς ὁ θαυμάσιος, καὶ Ῥοῦφος ὁμοῦ, καὶ Σισώης ἅμα ὁ ἰσάγγελος ἀνευφημείσθω, μεθ ὧν ὁ θεῖος Σέριδος, καὶ Σιλουανός. Οὐρανὸς τετραφώστηρος, ἐφάνη ἐν γῇ, ἡ δὶς δύο αὕτη, Συμεώνιος ὁμωνυμία, οἳ ἐν τοῖς στύλοις τρεῖς εἰσι, καὶ εἷς ὁ Σαλός. Μέσον ἄστρων ὡς ἥλιος, ὧν ἦν ἀρχηγός, ὁ ἡ γιασμένος Σάββας ἤστραψε, μεθ ὃν αὐγάζει καὶ Σεραπίων, πράξεσι, σὺν τῷ Σιλβανῷ. Σαρματᾶς καὶ Τιμόθεος, Τιθόης ὁμοῦ, σὺν Ὑ περεχίῳ, καὶ Φαρμούθιος, Φωκᾶς, Χαρίτων, Χαιρήμων, Ψόης ὑμνείσθω, καὶ Ὤρ ὁ σοφός. Ἡ ἁγία καὶ ἔνδοξος, Πατέρων πληθύς, ἡ μνημονευθεῖσα, καὶ ἀνώνυμος, ῥῦσαι κινδύνων, τοὺς πόθῳ τὰ μνημόσυνα τελοῦντας ὑ 6

Θαυμαστὸς εἶ φιλάνθρωπε, ἐν σοῖς Ἀθληταῖς, ὧν οἱ θεῖοι ἆθλοι, ὧν τὰ θαύματα, ὧν αἱ ἰάσεις, ὧν ταῖς πρεσβείαις, σῶσον ἡμᾶς Κύριε. Σὲ Τριὰς ὑπεράρχιε, καὶ θεία Μονάς, φῶς καὶ φῶτα μέλπω, ζωὴν καὶ ζωάς, Νοῦν Λόγον, Πνεῦμα ἅγιόν τε, καὶ ἅγια, τὸν ἕνα Θεόν. Ἐκ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς, Ἱεσσαὶ προπάτορ, ἀνασκίρτησον, ὁ σώζων κόσμον, ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου. Κοντάκιον. Ἦχος πλ. δ. Ὡς ἀπαρχάς. Ὡς εὐσεβείας κήρυκας, καὶ ἀσεβείας φίμωτρα, τῶν θεοφόρων τὸν δῆμον ἐφαίδρυνας, Κύριε, τὴν ὑφήλιον λάμποντα. Ἐν εἰρήνῃ τελείᾳ, ταῖς αὐτῶν ἱκεσίαις, τούς σὲ δοξάζοντας καὶ μεγαλύνοντας, διαφύλαξον, ψάλλειν καὶ ᾄδειν σοι Ἀλληλούϊα. Ὁ Οἶκος. Τοῖς τοῦ βίου τερπνοῖς ἐνητένισα, λογισμοῖς θεωρῶν τὰ γινόμενα, καὶ μετρήσας αὐτῶν τὰ ἐπώδυνα, τὴν ζωὴν τῶν βροτῶν ἐταλάνισα ὑμᾶς δὲ μόνους ἐμακάρισα, τοὺς μερίδα καλὴν ἐπιλεξαμένους, τὸ παθεῖν τῷ Χριστῷ, καὶ μένειν σὺν αὐτῷ, καὶ συμψάλλειν ἀεὶ τῷ Προφήτῃ Δαυΐδ Ἀλληλούϊα. Συναξάριον. Τὸ τοῦ Μηναίου Τῇ ΚΑ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Τιμοθέου, τοῦ ἐν Συμβόλοις. Στίχ. Καὶ ζῶντα Τιμόθεε καὶ τεθνηκότα, Τιμᾷ Θεὸς ζώντων σε καὶ τεθνηκότων. Εἰκάδι Τιμόθεον πρώτῃ κατὰ σῆμα κάλυψεν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐσταθίου, Πατριάρχου Ἀντιοχείας τῆς μεγάλης. Στίχ. Ἦν Εὐστάθιος μέχρις ἦν ζῶν καὶ πνέων, Θεοῦ κατ ἐχθρῶν εὐσταθὲς μάλα πνέων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Ἀμάστριδος. Στίχ. Ὁ Γεώργιος καὶ λιπὼν τὸ σαρκίον, Πολλοῖς γεωργεῖ ψυχικὴν σωτηρίαν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Ἰω άννης, Πατριάρχης Κωνσταντινουπόλεως, ὁ ἀπὸ Σχολαστικῶν, ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Χριστοῦ τέθνηκας ὁ Σχολαστικὸς θύτης, Καὶ τῶν μακρῶν σου νῦν σχολὴν ἄγεις πόνων. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ζαχαρίας, Πατριάρχης Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Μακάριος εἶ καὶ θανὼν Ζαχαρία, Ζαχαρία πρόεδρε γῆς μακαρίας. Καὶ τὸ ἑξῆς τοῦ Τριῳδίου. Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν ἐπιτελοῦμεν πάντων τῶν ἐν ἀσκήσει λαμψάντων ἁγίων Ἀνδρῶν τε καὶ Γυναικῶν. Στίχ. Ψυχαῖς Δικαίων, ὧν ἀεὶ μνήμη μένει, Χοὰς μενούσας, προσκομίζω τοὺς λόγους. Ταῖς τῶν Ὁσίων σου πάντων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Ὁ Εἱρμός. Ὁ τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ, καὶ παρθένον φυλάξας τὴν τεκοῦσάν σε μετὰ τόκον εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡ Δεῦτε προσοίσωμεν ὕμνους κατὰ χρέος, γυναιξὶ ταῖς ὁσίως βιωσάσαις, καὶ ἰσαγγέλως Ὧν ἱκεσίαις, κράζομεν Ὁ Θεὸς σῶσον πάντας ἡμᾶς. 7

Ἡ χρηστοφόρος Βρυαίνη, σὺν τῇ θείᾳ Φεβρωνίᾳ τιμάσθω, καὶ Θωμαΐδι, καὶ Ἱερείᾳ, καὶ Πλατωνὶς δὲ ᾄδεται, σὺν αὐταῖς καὶ Μελανθία πιστῶς. Ταῖς ἀγγελόφροσιν αἶνος Εὐπραξίαις, σὺν δυσὶ Θεοδώραις, Ἀναστασίαις ταῖς πανολβίαις, ὕμνος καὶ δόξα ἄπαυστος, θαυμαστῶς λατρευσάσαις Θεῷ. Ἡ Αἰγυπτία Μαρία, φῶς ἐν κόσμῳ, καὶ ἡ Μαρῖνος κληθεῖσα, ἄστρον ὤφθη τῇ οἰκουμένῃ, ἡ Εὐφροσύνη ἥλιος, ἀρεταῖς ἀπαστράπτουσα. Πυρσοφαὴς Θεοδούλη καὶ ἐν ἀσκήσει, σὺν ταύτῃ αὐγάζει, Θεοδότη καὶ Ἰουλίττα, καὶ συνεκλάμπει πράξεσιν, Ἰσιδώρα ἡ πανόλβιος. Ἡ οὐρανόφρων Μαρίνη νῦν τιμάσθω, σὺν τῇ μεγάλῃ Ματρώνῃ Συγκλητικὴ δὲ καὶ ἡ Σάῤ ῥα, σὺν τῇ Ἰούστῃ ᾄσμασιν, ὡς σοφαὶ ἀνυμνείσθωσαν. Πελαγία ὁ Ἄγγελος Κυρίου, Ταϊσία, ὁ λύχνος τῆς μετανοίας, συνᾳδέσθω, καὶ εἴτις ἄλλη, ἔ λαμψε Γυναικῶν ἐν ἀσκήσει. Μαρτυρικόν. Τῶν Ἀθλοφόρων τὴν μνήμην ἐκτελοῦντες, δυσωποῦμεν τὸν μόνον Ζωοδότην, τοῦ καταπέμψαι τοῖς ἀνυμνοῦσιν ἔλεος, καὶ πταισμάτων συγχώρησιν. Σὺν τῷ Υἱῷ τὸν Πατέρα προσκυνοῦμεν, καὶ τὸ ἅγιον Πνεῦμα ὁμοφρόνως, δοξολογοῦντες πιστῶς βοῶμεν Δόξα σοι Τριὰς μονάς, ὁ Θεὸς ἡ Θεοτόκε Παρθένε ἡ τεκοῦσα, τὸν τοῦ κόσμου Σωτῆρα καὶ Δεσπότην, εὐλογημένη, αὐτὸν δυσώπει πάντοτε, οἰκτειρῆσαι τὰς ψυχὰς ἡ ᾨδὴ η. Ὁ Εἱρμός. Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας Τοὺς ποιμένας, καὶ σοφοὺς Διδασκάλους, Ἱεράρχας, Χριστοῦ τῆς Ἐκκλησίας, σὺν τοῖς Ὁ σίοις, πάντες ἀνυμνήσωμεν, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας. Κατὰ χρέος, Βασίλειος ὁ μέγας, καὶ σὺν τούτῳ, ὁ πολύαθλος ὄντως, ὑμνείσθω Ἀθανάσιος ἐν ᾄσμασι, μετὰ Γρηγορίου, τοῦ θεολογίαις, ἐξάρχοντος ἁπάντων. Ἰωάννην, τὸ χρυσοῤῥῆμον στόμα, σὺν Κυρίλλοις, τοῖς θεοσόφοις στύλοις, δοξάσωμεν ὡ σαύτως καὶ Ἡσύχιον, ἄλλον θεολόγον, σὺν τῷ θεηγόρῳ, καὶ θείῳ Μελετίῳ. Γρηγορίῳ, δόξα τῶν Νυσσαέων, σὺν τοῖς δύω, θαυματουργοῖς Πατράσι, καὶ ὁ σοφὸς τὰ θεῖα Ἐπιφάνιος, σὺν Ἀμφιλοχίῳ, τῷ λαμπρῷ φωστῆρι, ὑμνείσθω εἰς αἰῶνας. Μητροφάνην, τῶν Ἱερέων κλέος, σὺν Νεκτα 8

ρίῳ Ἀττικῷ Γενναδίῳ, μεθ ὧν καὶ Ἀνατόλιον ὑμνήσωμεν, τοὺς ζωολαμπτῆρας, ἅμα Εὐσεβείῳ καὶ Πρόκλῳ τοῖς πανσόφοις. Νικολάῳ, τῷ ἱεροκηρύκῳ, Σωφρονίῳ, τῷ ὄντως μελιγλώττῳ, σὺν Εὐλαλίῳ ᾄδω καὶ Διάδοχον, ἅμα Εὐσταθίῳ, Ἰουβεναλίῳ, τοῖς πατροκορυφαίοις. Μαρτυρικόν. Τὰς ἰάσεις, ψυχῶν τε καὶ σωμάτων, ὡς ἐκ κρήνης, τῆς λάρνακος βρυούσης, τῶν Ἀθλοφόρων πίστει ἀρυσώμεθα, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Ὡς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σε σέβω, Πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς Βασιλείας, δοξάζω εἰς αἰῶνας. Σὺ τὸ Ὄρος, τοῦ Θεοῦ ἀνεδείχθης, Θεοτόκε, ἐν ᾧ Χριστὸς οἰκήσας, θείους ναοὺς εἰργάσατο τοὺς ψάλλοντας Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. ΚΑΤΑΒΑΣΙΑΙ ᾨδὴ α. Ἦχος πλ. δ. ᾎσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θε ῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντα καὶ βοῶντα Ἄ σωμέν σοι τῷ μόνῳ Δεσπότῃ. ᾨδὴ β. Ἴδετε, ἴδετε, ὅτι ἐγὼ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος. ᾨδὴ γ. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε. ᾨδὴ δ. Ἐξ ὄρους κατασκίου Λόγε, ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε, καὶ ἐν τρόμῳ, ἐδοξολόγει σου τὴν δύναμιν. ᾨδὴ ε. Τῆς τῶν παθῶν με ἀχλύος, ὡς ἐκ νυκτὸς βαθυτάτης λυτρούμενος, ὀρθρίζειν ἀξίωσον, τὸ πνεῦμά μου δέομαι, ἐν φωτὶ ἡμέρας, τῶν σῶν προσταγμάτων Χριστέ. ᾨδὴ Ϛ. Συνεχόμενον δέξαι με, φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, καὶ προσπίπτοντα, τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην, Κύριε, σῶσόν με. ᾨδὴ ζ. Ὁ τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ, καὶ παρθένον φυλάξας τὴν Τεκοῦσάν σε μετὰ τόκον, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡ ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὁ διάκονος Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ 9

ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... ᾨδὴ θ. Ὁ Εἱρμός. Τὸν προδηλωθέντα, ἐν Ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν. Τίς τὴν παῤῥησίαν, ἐρεύξεται Ἀμβροσίου; τοῦ Ἱεροθέου δέ, πῶς τὴν σοφίαν ἐξείποι; καὶ Ἀ λεξάνδρων τῶν θεοσόφων Πατέρων, τὴν ὑ πὲρ τῆς πίστεως στεῤῥότητα;. Φαίδιμος ὁ θεῖος, Σπυρίδων ὁ θεοφόρος, σὺν τῷ Ἀντιπάτρῳ, Παμβῷ, Παλλαδίῳ, καὶ Νόννῳ, Ἱερωνύμῳ, καὶ Γερμανῷ τῷ παντίμῳ, ὡς θεοφωστῆρες ἀνυμνείσθωσαν. Ὁ πολὺς τὰ θεῖα, Διονύσιος τιμάσθω, ὡς τῶν οὐρανίων μύστης, ὁ πολύαθλος Κλήμης, Φλαβιανός τε, καὶ Παῦλος ὁ μέγας, τῆς ὁμολογίας οἱ προκήρυκες. Μιχαὴλ Συνάδων, ὑμνείσθω σὺν Ταρασίῳ, Νικηφόρος αὖθις, σὺν Θεοδώρῳ τῷ πάνυ, καὶ Θεοφάνης, ὁ Ἱερώνυμος ὄντως, οἱ ὑπασπισταὶ τῶν χαρακτήρων Χριστοῦ. Πέτρος καὶ Ἰγνάτιος, οἱ ὄντως θεοφόροι, ὡς Χριστοῦ ἀπόστολοι, καὶ ἱερόαθλοι ὄντες, ἀνυμνείσθωσαν ἅμα σὺν Πολυκάρπῳ, καὶ Κυπριανῷ τῷ χριστομάρτυρι. Ὅσιοι Πατέρες, καὶ Ἱεράρχαι Κυρίου, σὺν Ἱερομάρτυσι, καὶ Γυναιξὶν ἁγίαις, ὀνομαστοὶ καὶ ἀνώνυμοι πάντες, εὔξασθε σωθῆναι τὰς ψυχὰς ἡ Μαρτυρικόν. Ἐν ταῖς οὐρανίαις, μοναῖς τῆς δόξης Κυρίου, σὺν χοροῖς τῶν Μαρτύρων, καὶ Ἀποστόλων τρυφῶντες, ὑπὲρ ἡμῶν τῶν ἐν γῇ τὰς αἰτήσεις, Μάρτυρες τῷ κτίστῃ προσαγάγετε. Ὁ εἷς ἐν Τριάδι Θεός, δόξα σοι ἀπαύστως εἶ γὰρ καὶ Θεὸς ἕκαστον, ἀλλ εἷς τῇ φύσει πέλεις, ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ πνεῦμα, τοῖς τρισσοφαέσιν ἰδιώμασι. Βάτον καιομένην πυρί, καὶ μὴ φλεγομένην, 10

προεώρα πάλαι Μωσῆς, ἐν Σιναίῳ τῷ, ὄρει, σὴν θεόδεκτόν σου γαστέρα Παρθένε, ὑποδεχομένην τὸ ἀκήρατον πῦρ. Καταβασία. ᾨδὴ θ. Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς, Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε. Οἱ κόσμον ἀρνησάμενοι, καὶ τὸν Σταυρὸν ἀ ράμενοι, πληθὺς ὁσίων Πατέρων, σὺν τοῖς χοροῖς τῶν Μαρτύρων, Ἱεραρχῶν ὁμήγυρις, καὶ Γυναικῶν τὸ σύνταγμα, ἡμᾶς καταφαιδρύνατε, τοῦ ἀνυμνῆσαι ἀξίως, ὑμῶν τὴν πάμφωτον μνήμην. Ἕτερον. Τοῖς Μαθηταῖς συνέλθωμεν. Τοὺς ἐν ἀσκήσει λάμψαντας, Θεοφόρους Πατέρας, καὶ Ἱεράρχας ἅμα τε, Γυναικῶν τὰς ὁ σίας, καὶ τῶν Ἱερομαρτύρων, τὰς χορείας ἐν ὕμνοις, φαιδρῶς ἀνευφημήσωμεν, ὅπως ἁγιασθῶμεν, καὶ ταῖς εὐχαῖς τούτων, καὶ πρεσβείαις τῆς Θεοτόκου, τὸν δρόμον διανύσωμεν, εὐμαρῶς τῆς νηστείας. ΑΙΝΟΙ Ἦχος πλ. δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη, ρμθ ) καί Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ὁ ἐν Ἐδὲμ Παράδεισος. Τὴν τῶν Πατέρων ἅπαντες πληθύν, ὁσίως ἀ σκήσασαν, ἐν ᾠδαῖς ἐγκωμιάσωμεν πιστοί, τοὺς Ἱεράρχας δὲ Χριστοῦ, εὐφημήσωμεν ᾄ σμασι, θεοφρόνως ὁμοψύχως ἀδελφοί, ἐν ἐγκρατείᾳ γὰρ ἔζησαν, καὶ ἐν νηστείᾳ καθαρᾷ, καὶ τοῦ Χριστοῦ κατετράνωσαν, τὸ Εὐαγγέλιον ἡμῖν, μεθ ὧν ἀνυμνήσωμεν, Γυναικῶν τὰς θεοφόρους καὶ λαμπράς, τὴν αὐτῶν πολιτείαν, θεοπρεπῶς ζηλοῦντες ἐν ψυχῇ, ἵνα εὕρωμεν ἐκεῖ, πλημμελημάτων τὴν συγχώρησιν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τοὺς ἐν ἀσκήσει λάμψαντας φαιδρῶς, ὁσίως τε ζήσαντας, εὐφημήσωμεν ἐνδόξως ἀδελφοί, ὡς βιοτεύσαντας καλῶς, πρὸς ζωὴν τὴν αἰώνιον, εὐσεβῶς μετοικισθέντας ἐν χαρᾷ, πρὸς λῆξίν τε τὴν ἀνώλεθρον, καὶ μακαρίαν τὴν ἐ κεῖ, δι ἀρετῆς καὶ σεμνότητος, εὐθυδρομήσαντας ἰδού, ἀξίως τιμήσωμεν, ὅπως τύχωμεν ἐλέους ἐκ Θεοῦ, τῇ αὐτῶν παρακλήσει, καὶ αἰωνίου δόξης καὶ χαρᾶς, καὶ ῥυσθῶμεν τῶν ἐκεῖ, ἀπαραιτήτων κολάσεων. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἱεραρχῶν ἁπάντων ὁ χορός, Δικαίων ὁμήγυρις, Ἀσκητῶν τε καὶ ὁσίων Γυναικῶν, τῶν βιωσάντων εὐσεβῶς, δυσωπηθέντες χάριτι, Ἱ κετεύσατε τὸν μόνον ἀγαθόν, καὶ πανοικτίρμονα Κύριον, τοῦ οἰκτειρῆσαι καὶ ἡμᾶς, καὶ τῆς ἐκεῖ κατακρίσεως, ῥυσθείημεν διαπαντός, ταῖς προσευχαῖς ὑμῶν σοφοί, καὶ μελλούσης ἀπολαύσεως, τρυφᾶν διηνεκῶς, εἰς αἰῶνας αἰώνων, ἀγαλλιώμενοί τε καὶ ἡμεῖς, αἶνον ὕ μνοις ἀπαύστως, τῷ Ζωοδότῃ ἀνακράζοντες. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Θεοπρεπῆ πανήγυριν πιστοί, κροτήσωμεν σήμερον, ἐν τῇ μνήμῃ τῶν Ἁγίων δαψιλῶς Ἱε 11

ραρχῶν, καὶ Ἀσκητῶν, καὶ Ἱερομαρτύρων, καὶ ὁσίων Γυναικῶν, καὶ εὐσεβῶν, τῶν γὰρ φθαρτῶν κατεφρόνησαν, καὶ τῶν προσκαίρων ἀληθῶς, καὶ ὡς ἀράχνην ἡγήσαντο, καὶ ὥσπερ σκύβαλα αὐτά, ἵνα κερδήσωσι, τὸν Χριστὸν καὶ τὰ βασίλεια αὐτοῦ, καὶ τὰ θεῖα ἐ κεῖνα, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὓς οὐδὲ ἤκουσε ποτέ, ὧν πρεσβείαις ὁ Θεός, ῥῦσαι φθορᾶς τὰς ψυχὰς ἡ Ἰδιόμελον. Ἦχος πλ. β. Ὅσιοι Πατέρες, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, τῶν κατορθωμάτων ὑμῶν, δι ὧν ἐν τοῖς οὐρανοῖς, εὕρετε μισθὸν τῶν καμάτων ὑ μῶν, τῶν δαιμόνων ὠλέσατε τὰς φάλαγγας, τῶν Ἀγγέλων ἐφθάσατε τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζηλώσατε, παῤῥησίαν ἔχοντες πρὸς Κύριον, εἰρήνην αἰτήσασθε ταῖς ψυχαῖς ἡ Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶν ὁσίων, καὶ πάντων τῶν ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡ Δοξολογία μεγάλη καὶ Ἀπόλυσις. Ἀπολυτίκιον. Ἦχος δ. Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡ ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Εἰ βούλει, τὰ Τυπικὰ καὶ εἰς τοὺς Μακαρισμοὺς δ ἐκ τῆς γ ᾠδῆς καὶ δ ἐκ τῆς Ϛ ᾠδῆς τοῦ Τριῳδίου. Εἰ δὲ μὴ τὰ συνήθη Ἀντίφωνα (τὰ λεγόμενα τῶν καθημερινῶν). Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς Ϟα (91). Στίχ. α. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρί ῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. (Ϟα 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Τοῦ ἀναγγέλλειν τῷ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. (Ϟα 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποι ήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. (Ϟα 5) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. (Ϟα 16) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος πλ. α. Ψαλμὸς Ϟβ (92). Στίχ. α. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. (Ϟβ 1) Πρεσβείαις τῶν ἁγίων σου * σῶσον ἡμᾶς, Κύριε. Στίχ. β. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ 1) Πρεσβείαις τῶν ἁγίων σου * σῶσον ἡμᾶς, Κύριε. Στίχ. γ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. (Ϟβ 4) Πρεσβείαις τῶν ἁγίων σου * σῶσον ἡμᾶς, Κύριε. Στίχ. δ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ϟβ 5) Πρεσβείαις τῶν ἁγίων σου * σῶσον ἡμᾶς, Κύριε. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * 12

ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ μᾶς. Ἀντίφωνον Γ. Ἦχος β. Ψαλμὸς Ϟδ (94). Στίχ. α. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀ λαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡ (Ϟδ 1) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμαστός, * ψάλλοντάς σοι Ἀλληλούϊα. Στίχ. β. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. (Ϟδ 2) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμαστός... Στίχ. γ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. (Ϟδ 3) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμαστός... Ψαλλομένου τοῦ δοξαστικοῦ τῶν μακαρισμῶν ἢ τοῦ γ ἀντιφώνου γίνεται ἡ εἴσοδος μετὰ τοῦ Εὐαγγελίου. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἀπολυτίκιον. Ἦχος δ. Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡ Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον. Ἦχος β. Αὐτομελον. Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡ μῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Τοῦ Τριῳδίου (Σαββάτου πρὸ Τυροφάγου). (Γαλ. ε 22 28, Ϛ 1 2) Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς ρμθ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Στίχ. α. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Στίχ. β. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. Ἀδελφοί, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀ γαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ [Ἰησοῦ] τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Αδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Ἀλληλούϊα. Ἦχος β. Ψαλμοὶ λβ, Ϟα. Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ τοῖς εὐθέσι πρέπει αἴνεσις. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς 13

τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. ΕΥΑΓΓΕΛΙΟΝ Σαββάτου πρὸ Τυρινῆς (Ματθ. στ 1 13). Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. Εἶπεν ὁ Κύριος Προσέχετε δὲ τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ (αὐτὸς) ἀποδώσει σοι ἐν τῷ φανερῷ. Καὶ ὅταν προσεύχησθε, οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί ὅ τι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως φανῶσιν τοῖς ἀνθρώποις ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Προσευχόμενοι δὲ μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Οὕτως οὖν προσεύχεσθε ὑμεῖς Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου,ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀ μήν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. Εἰς τό Ἐξαιρέτως τῆς Παναγίας Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡ * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούια. Ἕτερον. (Κατὰ τὸ Τυπικὸν Μεσσήνης) Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούια. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάντοτε, νῦν καὶ ἀεί Ἀμήν. Εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι εὐχῶν... Ἀμήν. * * 14