29 ΙΑΝΟΥΑΡΙΟΥ 2017 Κυριακὴ ΙΖ Ματθαίου. (Χαναναίας) Ἦχος βαρύς. Ἑωθινὸν Ι. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Σχετικά έγγραφα
Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

29 ΙΑΝΟΥΑΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ (Χαναναίας) Ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ ἱερομάρτυρος Ἰγνατίου τοῦ θεοφόρου ( 107). Ἦχος βαρύς. Ἑωθινὸν ι.

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

11 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ H Ματθαίου Εὔπλου διακόνου καὶ μάρτυρος, ἀνάμνησις θαύματος τοῦ Ἁγ.Σπυρίδωνος ἐν Κερκύρᾳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

11 ΝΟΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Η Λουκᾶ Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, Θεοδώρου τοῦ Στουδίτου. Ἦχος βαρύς. Ἑωθινὸν Β.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΕ Λουκᾶ Ἀνακομιδὴ Ἱερῶν Λειψάνου Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Ἦχος β. Ἑωθινὸν Β.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις. Ὅτι πρέπει σοι πᾶσα δόξα. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις. Ἦχος α.

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος α. Ἑωθινὸν Β.

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

28 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ϛ Ματθαίου Προχόρου, Νικάνορος, Τίμωνος, Παρμενᾶ, Ὁσίας Εἰρήνης Χρυσοβαλάντου. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 22 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Δ Νηστειῶν Ὁσ.Ἰωάννου τῆς Κλίμακος. Βασιλείου πρεσβ.ἀγκυρανῶν.

2 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ.

07 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ Δ Νηστειῶν. Ἦχος δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

Ἑωθινὸν Α. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) ὁ Ἀναγνώστης Ἅγιος ὁ Θεός..

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ὁ β χορὸς Στίχ. α'. ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. ὁ α χορὸς Στίχ. β'. ὁ β χορὸς Στίχ. γ'. ὁ α χορός Ἀπολυτίκιον Ἦχος α' ὁ β χορὸς

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΑΠΡΙΛΙΟΥ Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

05 ΝΟΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ε Λουκᾶ Γαλακτίωνος καὶ Ἐπιστήμης τῶν Μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν ΙΑ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

05 ΑΥΓΟΥΣΤΟΥ 2018 Κυριακὴ Ι Ματθαίου Προεόρτια Μεταμορφώσεως Κυρίου, Εὐσιγνίου Μάρτυρος, Ὁσίου Εὐγενίου τοῦ Αἰτωλοῦ. Ἦχος α. Ἑωθινὸν Ι.

16 ΟΚΤΩΒΡΙΟΥ 2016 Κυριακὴ Δ Λουκᾶ Λογγίνου τοῦ ἑκατοντάρχου, Θεοφόρων Πατέρων τῆς Ζ Οἰκουμενικῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

22 ΟΚΤΩΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

19 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΒ Λουκᾶ Μακαρίου ὁσίου, Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ. Ἦχος πλ. α. Ἑωθινὸν Η.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

28 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ ΙϚ ΛΟΥΚΑ ὁσίων Ἐφραὶμ καὶ Ἰσαὰκ τῶν Σύρων, Παλλαδίου Ἑλενουπόλεως. Ἦχος Α. Ἑωθινὸν Α.

21 ΙΑΝΟΥΑΡΙΟΥ 2018 Κυριακὴ ΙΕ Λουκᾶ (Ζακχαίου) Μαξίμου Ὁσίου τοῦ Ὁμολογητοῦ, Μαξίμου τοῦ Γραικοῦ, Ἁγνῆς παρθενομάρτυρος. Ἦχος πλ. δ. Ἑωθινὸν ΙΑ.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ μῶν καταδεξάμενος δι οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 Κυριακὴ ΙΑ Λουκᾶ Δανιὴλ τοῦ Στυλίτου, Λουκᾶ τοῦ νέου Στυλίτου, Λεοντίου τοῦ ἐν Ἀχαΐα, τῶν Ἁγίων Προπατόρων. Ἦχος πλ. δ. Ἑωθινὸν Γ.

17 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Ἰσαύρου διακόνου, Βασιλείου καὶ Ἰννοκεντίου ( γ αἰ.) Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ τῶν μαρτύρων ( 362).

26 ΑΥΓΟΥΣΤΟΥ 2018 Κυριακὴ ΙΓ Ματθαίου Ἀδριανοῦ καὶ Ναταλίας ὁμοζύγων Μαρτύρων, Τιθόη, Ἰωάσαφ Ὁσίων. Ἦχος δ. Ἑωθινὸν Β.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

24 ΙΟΥΛΙΟΥ 2016 Κυριακὴ Ε Ματθαίου Χριστίνης Μεγαλομάρτυρος, Ἀθηναγόρου Ἀπολογητοῦ, Θεοφίλου Νεομάρτυρος τοῦ Ζακυνθίου. Ἦχος δ. Ἑωθινὸν Ε.

12 ΜΑΡΤΙΟΥ 2017 Κυριακὴ Β Νηστειῶν. Ἦχος πλ. α. Ἑωθινὸν Ε. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ἦχος Β. Ἑωθινὸν Ι. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 Κυριακὴ ΙΖ Ματθαίου Ὁσίων Αὐξεντίου, Ἀβραμίου, Μάρωνος. Ἦχος δ. Ἑωθινὸν Δ.

22 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ H Ματθαίου Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς, Μαρκέλλης Παρθενομάρτυρος ἐν Χίῳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

17 ΑΥΓΟΥΣΤΟΥ 2014 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

16 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΑ Λουκᾶ Ἁγίων Προπατόρων Ἀγγαίου τοῦ Προφήτου, Μοδέστου Ἱεροσολύμων, Θεοφανοῦς Βασιλίσσης. Ἦχος δ. Ἑωθινὸν Ζ.

Transcript:

29 ΙΑΝΟΥΑΡΙΟΥ 2017 Κυριακὴ ΙΖ Ματθαίου. (Χαναναίας) Ἀνακομιδὴ τῶν ἱερῶν Λειψάνων τοῦ ἱερομάρτυρος Ἰγνατίου τοῦ θεοφόρου Ἦχος βαρύς. Ἑωθινὸν Ι. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος βαρύς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος βαρύς. Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Τοῦ Ἱερομάρτυρος. Ἦχος δ. Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡ μῶν. Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος δι οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἀναστάσιμον. Ἦχος βαρύς. Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο ὡς βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον γυναῖκες δὲ ἐκραύγαζον Ἀ νέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. 1

Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος. Μετὰ τὴν β Στιχολογίαν. Ἦχος βαρύς. Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις Πνεῦμα εὐθὲς δι αὐτῶν ἐγκαινίζων ἡ μῖν, κατὰ τὸ μέγα σου ἔλεος. Δόξα. Ἐπὶ τὸ μνῆμα ἔδραμον γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; καὶ φωνῆς Ἀσωμάτων ἤκουον λεγούσης. Ἀνέστη ὁ μεγάλης βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον. Παντοδύναμε Κύριε, δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος ἀεὶ εὐλογημένη, καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰ σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν, ὦ μαθήτριαι, κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος προσεφθέγγετο ταῖς μυροφόροις Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι ἀλλ ἐπέστη πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε Θρήνου ὁ καιρὸς πέπαυται μὴ κλαίετε τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο ἀγγέλου πρὸς αὐτὰς φθεγγομένου Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος. Δόξα. Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν. Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (γ ) 2

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ηηὐὐλλόόγγηηττααί ίί Σοουυ....... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ ἡ Ὑπακοή. Ἦχος βαρύς. Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. οἱ Ἀναβαθμοί. Ἦχος βαρύς. Ἀντίφωνον Α. Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κἀμὲ Σωτὴρ ζῴωσον, ἐξαίρων δουλοπαθείας. Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος αὐτῷ αἴνεσις, δόξα, τιμή, καὶ κράτος. Ἀντίφωνον Β. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται. Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι, πατρῷα δόγματα υἱοθεσίας. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀ πρόσιτον, ζωὴ τῶν πάντων. Ἀντίφωνον Γ. Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ. Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ ποιμενάρχα. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα ὁμόδοξον Πατρὶ καὶ Υἱῷ, λατρευτὸν γάρ. Προκείμενον. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. (δίς) Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ἀνάστηθι, Κύριε ὁ Θεός μου... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσω μμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. 3

ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ ἸἸωάάννννηηνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον Ἑωθινὸν Ι Ἐκ τοῦ κατὰ Ἰωάννην (κα 1 14) Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος ἐφανέρωσε δὲ οὕτως. Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωίας δὲ ἤδη γενομένης ἔ στη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ Οὔ. Ὁ δὲ εἶπεν αὐτοῖς Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο ἦν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. Ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς Δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτὸν σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. Ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον Ἦχος β. Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ ξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 4

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος καὶ ὁ τοῦ Μηναίου ᾨδὴ α. ὁ Ἀναστάσιμος εἰς δ (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) Ἦχος βαρύς. Ὁ Εἱρμός. Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε ὅθεν ἀ βρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐπινίκιον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὀδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν. ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς Ἰγνάτιον τὸν Ἑῷον ἐν ᾄσμασιν ἀστέρα μέλπω. Θεοφάνους. Ἦχος δ. Θαλάσσης τὸ ἐρυθραῖον. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 5

Ἰθύνας πρὸς ἀρετὴν τὸν βίον μου, φωτὶ καταύγασον, τῆς ἐνοικούσης χάριτος ἐν σοί, Θεοφόρε Ἰ γνάτιε, καὶ τῶν παθῶν τὴν σύγχυσιν, ταῖς σαῖς πρεσβείαις διασκέδασον. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Γῆ ὥσπερ γονιμωτάτη πέφηνας, ἑκατοστεύοντα, καρποφορῶν τὸν σπόρον τῷ Χριστῷ, Θεοφόρε Ἰγνάτιε, τῷ τὰς ψυχὰς ἀρδεύοντι, τῇ ἐπομβρίᾳ τῇ τοῦ Πνεύματος. Δόξα. Νοήσας προγνωστικῇ δυνάμει σου, τὸ εὐγενὲς τῆς ψυχῆς, ὁ τοῦ παντὸς Δεσπότης καὶ Θεός, Θεοφόρε Ἰγνάτιε, μαρμαρυγαῖς τοῦ Πνεύματος, θεοφεγγέσι κατελάμπρυνεν. Καὶ νῦν. Θεοτοκίον Τριάδος τῆς ὑπερθέου Πάναγνε, τὸν ἕνα τέτοκας, ἐκ σοῦ σαρκὶ φανέντα καθ ἡμᾶς, εὐδοκίᾳ Γεννήτορος, καὶ συνεργείᾳ Πνεύματος, τοῦ Παναγίου Θεονύμφευτε. ᾨδὴ γ. ὁ Ἀναστάσιμος Ἦχος βαρύς. Ὁ Εἱρμός. Ὁ κατ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σύ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντίῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ διὰ Σταυροῦ γὰρ εἰς ᾅδην, καταβεβηκώς με συνανέστησας. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον. τοῦ Ἱερομάρτυρος Ἦχος δ. Εὐφραίνεται ἐπὶ σοί. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἰάτρευσόν μου τὸν νοῦν, κεκακωμένον τοῖς δεινοῖς πάθεσι, τοῖς τῆς σαρκὸς Ἰγνάτιε, Μάρτυς τοῦ Χριστοῦ παναοίδιμε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὁμόφρονά σε Χριστός, τῶν Ἀποστόλων εὖ εἰδὼς τέθεικε, θείῳ φωτὶ λάμποντα, ἐν ταῖς Ἐκκλησίαις διδάσκαλον. Δόξα. Νεκρούμενον διὰ σέ, τὸν Ζωοδότην καθορῶν ἔδραμες, τὸν δι αὐτὸν θάνατον, πόθῳ ὑποστῆναι Ἰγνάτιε. Καὶ νῦν. 6

Θεοτοκίον Τὸν Λόγον τὸν τοῦ Πατρός, προκαθαρθεῖσα ὦ Σεμνὴ Πνεύματι, τῆς λογικῆς φύσεως, ἐπ εὐεργεσίᾳ γεγέννηκας. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ τοῦ Ἱερομάρτυρος Ἦχος γ. Θείας πίστεως. Θείῳ Πνεύματι πεφωτισμένος, θράσος τύραννον ἐν παῤῥησίᾳ, ποιμαντικῇ μεγαλοφρόνως κατῄσχυνας καὶ ἐκπεράσας τῆς πλάνης τὸ πέλαγος, πρὸς τὸν λιμένα τὸν θεῖον κατήντησας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Θείας φύσεως οὐκ ἐχωρίσθη, σὰρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον Μητέρα σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ τὸ Ἀναστάσιμον Κοντάκιον μετὰ τοῦ Οἴκου. Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία. Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ δεσμεῖται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται Ἐπέστη, λέγοντες, Σωτὴρ τοῖς ἐν σκότει ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. ὁ Οἶκος Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον, ὁ ᾅδης καὶ ὁ θάνατος τὸν Ἕνα τῆς Τριάδος ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν ἡ κτίσις δὲ πᾶσα σὺν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ, τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ Ξύλον τοῦτον εἰσήγαγεν ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. Συναξάριον Τῇ ΚΘ τοῦ αὐτοῦ μηνός, ἡ ἐκ τῆς Ῥώμης εἰς Ἀντιόχειαν ἀνακομιδὴ τῶν τιμίων λειψάνων τοῦ Ἁ γίου καὶ ἐνδόξου Ἱερομάρτυρος Ἰγνατίου Ἐπισκόπου Ἀντιοχείας, τοῦ Θεοφόρου. Χάρις λέουσιν, Ἰγνάτιε, παμβόροις, Σοῦ σώματος λιποῦσι καὶ πιστοῖς μέρος. Τῇ δ ἐνάτῃ ἐπάνοδος Ἰγνατίῳ εἰκάδι τύχθη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων ἐνδόξων ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων, Φιλοθέου, Ὑπερεχίου, Ἀβίβου, Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου καὶ Παρηγορίου. Ὑπὲρ προσηλωθέντος ἐν Σταυρῷ Λόγου, Ἑπτὰ προσηλώθησαν Ἀθλητῶν κάραι. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων ἐνδόξων Μαρτύρων Σιλουανοῦ Ἐπισκόπου Ἐμέσης, Λουκᾶ διακόνου, καὶ Μωκίου ἀναγνώστου. 7

Σιλουανός, Λουκᾶς τε σὺν Μωκίῳ, Ἤμβλυναν ὁρμὰς καὶ λεόντων ἀγρίων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων ἐνδόξων Μαρτύρων Σαρβήλου καὶ Βεβαίας τῆς ἀδελφῆς αὐτοῦ, τῶν ἐν Ἐδέσσῃ ἀθλησάντων. Λιπὼν Σάρβηλος τὰς μυσαρὰς θυσίας, Χριστῷ προσήχθη σὺν ἀδελφῇ θυσία. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου Ἱερομάρτυρος Βαρσιμαίου, Ἐπισκόπου Ἐδέσσης τῆς Μεσοποταμίας, τοῦ Ὁμολογητοῦ. Δοὺς τὴν βαρεῖαν σάρκα γῇ Βαρσιμαῖος, Σύνεστι βαστάσασιν ἡμέρας βάρος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἀφραάτου τοῦ Πέρσου. Ὁ σαρκὶ καὶ ζῶν νεκρὸς ὢν Ἀφραάτης, Αἰωνίως ζῇ, καὶ νεκρὸς φανεὶς ἄπνους. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἀκεψιμᾶ. Τὸ παροδικὸν σκεπτόμενος τοῦ βίου, Ὁ Ἀκεψιμᾶς μόνον Χριστὸν ἐπόθει. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γκιλδασίου τοῦ Ῥούις, ἐν Βρεττάνῃ τῆς Γαλλίας ἀσκήσαντος καὶ ἐν Κυρίῳ κοιμηθέντος ἐν ἔτει 570ῷ. Ἡ κλῆσις ʹΣοφὸςʹ δικαία Γκιλδασίῳ Πάντα γὰρ σοφῶς ἔπραξεν ἐν τῷ βίῳ. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Λαυρεντίου τοῦ ἐκ τῆς Λαύρας τοῦ Κιέβου καὶ Ἐπισκόπου γενομένου Τουρόφ. Λαῷ τὴν αὔραν Λαυρέντιος Κυρίου, Ὡς ἱεράρχης ἐδίδου παναφθόνως. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐν ἁγίοις πατέρων ἡμῶν Γερασίμου, Πιτιρὶμ καὶ Ἰωνᾶ, Ἐπισκόπων Πὲρμ τῆς Ῥωσίας. Τριὰς ποιμένων τῆς Ἁγίας Τριάδος, Πλήθη ἄπειρα προσήγαγον Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος ἔνδοξος Νεομάρτυς Δημήτριος ὁ Χιοπολίτης, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει 1802ῳ, ξίφει τελειοῦται. Θεσσαλονίκη, οὐκέτι σοι μόνῃ κλέος ἔσται Δημήτριος Μάρτυς καὶ γὰρ ἔχει καὶ Χίος. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου ἐνδόξου Νέου Ἱερομάρτυρος Ἰωάννου Πετταί, τοῦ ἐν Βάλγκᾳ τῆς Ἐσθονίας ὑπὸ τῶν Μπολσεβίκων ἀποκτανθέντος, ἐν ἔτει 1919ῳ. Καὶ Ἐσθονία πλουτεῖ ἐν Ἰωάννῃ Βαπτιστοῦ ὁμώνυμον μάρτυρα ἔχει. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰγνατίου, Ἐπισκόπου Σμολένσκ. Τιμήσας Θεὸν σωματικῇ ἀσκήσει, 8

Εἴληφας, Ἰγνάτιε, ἄφθαρτον βίον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἰγνατίου τοῦ Σιναΐτου, τοῦ πνευματικοῦ, τοῦ ἐκ Ῥεθύμνης καταγομένου. Ἀκτησίας καὶ εὐχῆς εὐῶδες ἴον Σίναιον ηὔφρανας, Ἰγνάτιε, ὄρος. Νίκανδρον κατεῖδες δεδικαιωμένον, Σὸν ὑποτακτικόν, Ἰγνάτιε, ξένως. Τῇ Κυριακῇ μετὰ τὴν 25ην Ἰανουαρίου, τιμῶμεν τὴν Σύναξιν πάντων τῶν Νεομαρτύρων τοῦ 20 ου αἰῶνος τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Ῥωσίας, ἰδίᾳ δὲ τὴν μνήμην τῶν ἁγίων ἱερομαρτύρων Βλαδιμήρου Κιέβου καὶ Βενιαμὶν Πετρουπόλεως, τοῦ τσάρου Νικολάου Βʹ μετὰ τῆς βασιλικῆς οἰκογενείας αὐτοῦ, ὡς καὶ τῆς μεγάλης δουκίσσης Ἐλισάβετ. Ἀπειρώνυμον πληθὺν Νεομαρτύρων Ἡ Ῥωσία, Δέσποτα, δῶρόν σοι ἄγει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῆς Ὑπαπαντῆς ᾨδὴ α. Ἦχος γ. Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος ἐπεπόλευσέ ποτε ὡσεὶ τεῖχος γὰρ ἐπάγη ἑκατέρωθεν ὕδωρ λαῷ πεζοποντοποροῦντι καὶ θεαρέστως μέλποντι ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. ᾨδὴ γ. Τὸ στερέωμα τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον, Κύριε, τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω......τῷ τιμίῳ σου αἵματι. ᾨδὴ δ. Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετή σου, Χριστέ τῆς κιβωτοῦ γὰρ προελθὼν τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως. ᾨδὴ ε. Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεὸν ὑπ ἀγγέλων δόξης δορυφορούμενον, Ὢ τάλας, ἐβόα, ἐγώ! πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου καὶ εἰρήνης δεσπόζοντα. ᾨδὴ Ϛ. Ἐβόησέ σοι, ἰδὼν ὁ πρέσβυς τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη Ἐκ Θεοῦ, Χριστέ, σὺ Θεός μου. ᾨδὴ ζ. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα παῖδας θεολογήσαντας καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Ἀστέκτῳ πυρὶ ἑνωθέντες οἱ θεοσεβείας προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... 9

Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος γ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ. Ἐν νόμου σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Ι. Ἦχος β. Τοῖς Μαθηταῖς συνέλθωμεν. Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναὴλ τῷ Πέτρῳ τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν οἳ Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο οἷς τὸ τρίτον, φανεὶς καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ ἀνθράκων. 10

τοῦ Ἱερομάρτυρος Ἦχος β. Γυναῖκες ἀκουτίσθητε. Τοὺς πόθῳ ἑορτάζοντας, τὴν σὴν φαιδρὰν ἐπάνοδον, Ἰγνάτιε Θεοφόρε, Ἱερομάρτυς παμμάκαρ, λύτρωσαι πάσης θλίψεως, καὶ βλάβης τοῦ ἀλάστορος, διδοὺς πταισμάτων ἄφεσιν, ὡς εἰληφὼς ἐ ξουσίαν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος. Θεοτοκίον. Ὅμοιον. Ἐν δύο ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀποῤῥήτως, τὸν δι ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον,.... Θεοκυῆτορ Παρθένε. ΑΙΝΟΙ Ἦχος βαρύς. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος βαρύς. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά εὐαγγελίζου γῆ χαρὰν μεγάλην αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Χριστοῦ τὴν ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν ἀνάστασιν. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; δι ἡμᾶς Θεὸς ἐν ἀνθρώποις διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν πρὸς τοὺς ἀχαρίστους ὁ εὐεργέτης πρὸς τοὺς αἰχμαλώτους ὁ ἐλευθερωτής πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ τὸν Σταυρὸν ὁ ἀπαθής ἐπὶ τὸν ᾅδην τὸ φῶς ἐπὶ τὸν θάνατον ἡ ζωή ἡ ἀνάστασις διὰ τοὺς πεσόντας πρὸς ὃν βοήσωμεν Ὁ Θεὸς ἡμῶν δόξα σοι. Ἕτερα Στιχηρά, Ἀνατολικά. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Πύλας ᾅδου συνέτριψας Κύριε, καὶ θανάτου τὸ κράτος κατήργησας, τῇ κραταιᾷ δυνάμει σου καὶ συνήγειρας νεκρούς, τοὺς ἀπ αἰῶνος ἐν σκότει καθεύδοντας, τῇ θείᾳ καὶ ἐνδόξῳ ἀναστάσει σου, ὡς Βασιλεὺς τοῦ παντός, καὶ Θεὸς παντοδύναμος. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 11

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, καὶ εὐφρανθῶμεν ἐν τῇ Ἀναστάσει αὐτοῦ ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἐδωρήσατο τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος. Στίχ. ζ. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Ἐξαστράπτων Ἄγγελος, ἐν τῷ λίθῳ ἐκάθητο τοῦ Ζωοδόχου μνήματος, καὶ Γυναιξὶ Μυροφόροις εὐηγγελίζετο λέγων Ἀνέστη ὁ Κύριος, καθὼς προεῖπεν ὑμῖν, ἀπαγγείλατε τοῖς Μαθηταῖς αὐτοῦ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, τῷ δὲ κόσμῳ παρέχει, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος. Στίχ. η. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Τί ἀπεδοκιμάσατε τὸν λίθον τὸν ἀκρογωνιαῖον, ὦ παράνομοι Ἰουδαῖοι; Οὗτός ἐστιν ὁ λίθος, ὃν ἔθετο ὁ Θεὸς ἐν Σιών, ὁ ἐκ πέτρας πηγάσας ἐν ἐρήμῳ τὸ ὕδωρ, καὶ ἡμῖν ἀναβλύζων ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀθανασίαν, οὗτός ἐστιν ὁ λίθος, ὁ ἐξ ὄρους Παρθενικοῦ ἀποτμηθείς, ἄνευ θελήματος ἀνδρός, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ἐρχόμενος ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, πρὸς τὸν Παλαιὸν τῶν ἡμερῶν, καθὼς εἶπε Δανιήλ, καὶ αἰώνιος αὐτοῦ ἡ Βασιλεία. Δόξα. Ἑωθινὸν Ι. Ἦχος πλ. β. Μετὰ τὴν εἰς ᾅδου κάθοδον, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἀθυμοῦντες ὡς εἰκός, ἐπὶ τῷ χωρισμῷ σου Χριστὲ οἱ Μαθηταί, πρὸς ἐργασίαν ἐτράπησαν καὶ πάλιν πλοῖα καὶ δίκτυα, καὶ ἄγρα οὐδαμοῦ. Ἀλλὰ σὺ Σῶτερ ἐμφανισθείς, ὡς Δεσπότης πάντων, δεξιοῖς τὰ δίκτυα κελεύεις βαλεῖν καὶ ἦν ὁ λόγος ἔργον εὐθύς, καὶ πλῆθος τῶν ἰχθύων πολύ, καὶ δεῖπνον ξένον ἕτοιμον ἐν γῇ οὗ μετασχόντων τότε σου τῶν Μαθητῶν, καὶ ἡμᾶς νῦν νοητῶς καταξίωσον, ἐντρυφῆσαι φιλάνθρωπε Κύριε. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν διὸ ἀνυμνοῦντες βοῶμεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. 12

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β. Ἀναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾅδου, ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα καὶ δι αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε. ἢ τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ μῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῶν Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑ πάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. 13

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος βαρύς. (Ψαλμὸς ριζ ) Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος βαρύς. Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Στίχ. β. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Στίχ. γ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος βαρύς. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος. Ἦχος δ. Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡ μῶν. 14

Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Ὑπαπαντῆς. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἦχος α. Αὐτόμελον. Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας, ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς, Χριστὲ ὁ Θεός. Ἀλλ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα καὶ κραταίωσον βασιλεῖς, οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς κη ). Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Πρὸς Κορινθίους Β Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Β Κορ. Ϛ 16 18, ζ 1) Ἀδελφοί, ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰςἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Ἀλληλούϊα. (γ ) Ἦχος βαρύς. (Ψαλμὸς Ϟα ) Στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. Στίχ. Τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς ΙΖ Ματθαίου (Χαναναίας) Ἐκ τοῦ κατὰ Ματθαῖον (Ματθ. ιε 21 28) Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα Ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα Κύριε, βοήθει μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ εἶπε Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ Ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου 15

Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀἀνναασσττὰὰςς ἐἐκκ ννεεκκρρῶνν....... Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Ἕτερα Ἀπολυτίκια καὶ Ἀπολυτίκια συνεορταζομένων Ἁγίων Ἕτερον Ἀπολυτίκιον τοῦ Ἁγίου Ἰγνατίου. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Ὡς θησαυρὸν πλουτοποιῶν δωρημάτων, τὴν τῶν λειψάνων σου μυρίπνοον θήκην, τῇ ποίμνῃ σου μετήγαγον ἐκ Ῥώμης εὐσεβῶς ἧσπερ τὴν ἐπάνοδον, ἑορτάζοντες πόθῳ, χάριν ἀρυόμεθα, πολλαπλῶν ἰαμάτων, τοὺς σοὺς ἀγῶνας μέλποντες ἀεί, Ἱερομάρτυς Ἰγνάτιε ἔνδοξε. Ἕτερον. Ἀπολυτίκιον τῆς Ἀνακομιδῆς. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ. 16

Ὡς θησαυρὸν πλουτοποιὸν δωρημάτων, τὴν τῶν λειψάνων σου μυρίπνοον θήκην, τῇ ποίμνῃ σου μετήγαγον ἐκ Ῥώμης εὐσεβῶς ἧσπερ τὴν ἐπάνοδον, ἑορτάζοντες πόθῳ, χάριν ἀρυόμεθα, πολλαπλῶν ἰαμάτων, τοὺς σοὺς ἀγῶνας μέλποντες ἀεί, Ἱερομάρτυς Ἰγνάτιε ἔνδοξε. Ἕτερον. Ἦχος γ. Θείας πίστεως. Θείῳ ἔρωτι, κεκρατημένος, τοῦ σε ψαύσαντος, χερσὶν ἀχράντοις, Θεοφόρος ἀνεδείχθης Ἰγνάτιε καὶ ἐν τῇ Δύσει τελέσας τὸν δρόμον σου, πρὸς τὴν ἀνέσπερον λῆξιν ἐσκήνωσας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ἀπολυτίκιον Μωκίου Ἀναγνώστου (Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἀναγνώστην τιμήσωμεν γενναιόφρονα τῆς Ἐκκλησίας Ἐμέσης ὡς ἀθλητὴν κραταιόν, τὸν γενόμενον βορὰν θηρῶν κραυγάζοντες Μώκιε Μάρτυς, σὺν Λουκᾶ καὶ σεπτῷ Σιλουανῷ, συνάθλων σου ξυνωρίδι, Χριστὸν δυσώπει ἀπαύστως ἡμῖν διδόναι θεῖον ἔλεος. Ἕτερον. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὀφρὺν κατεπάτησας στυγνοῦ Νουμεριανοῦ, καὶ ἤθλησας ἄριστα ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, πανύμνητε Μώκιε, ἔνθεε Ἀναγνώστα Ἐκκλησίας Ἐμέσης, ὁ τὰς ὁρμὰς λεόντων καταπαύσας σαρκί σου καὶ φράξας μέλεσί σου αὐτῶν, Ἅγιε, στόματα. Ἕτερον. Ἦχος γ. Τὴν ὡραιότητα. Ἐμέσης βλάστημα, λεόντων ἔφραξας στόματα μέλεσι τοῖς πανιέροις σου, σὺν εὐσταλεῖ Σιλουανῷ, πατρίδος σου Ἐπισκόπῳ, καὶ Λουκᾶ, θεόφρονι Διακόνῳ, πανύμνητε ὅθεν, Μάρτυς Μώκιε, γεγηθότες σοι πάντοτε ψυχῆς ἐν κατανύξει βοῶμεν Χαῖρε, στεῤῥόφρον Ἀναγνώστα. Ἕτερον. Ἦχος γ. Θείας πίστεως. Δεῦτε Μώκιον τὸν Ἀναγνώστην, γενναιότατον Χριστοῦ ὁπλίτην καὶ Μαρτύρων ἁλκιφρόνων θησαύρισμα, βορὰ θηρῶν τῶν ἀγρίων γενόμενον ὡς στεφηφόρον ὑμνήσωμεν κράζοντες Κλέος πίστεως, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ἀπολυτίκιον Ἁγίου Γίλδα φωτιστοῦ Βρεττανίας (Ἰσιδώρας Ἁγιοϊεροθεϊτίσσης) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῶν ὁσίων σου τρόπων, τὰ λαμπρὰ προτερήματα, Γίλδα ἱερόσοφε πάτερ, οἱ πιστοὶ μεγαλύνομεν τοῦ Πνεύματος τὴν χάριν γὰρ λαβών, συνέγραψας τὰς θείας σου γραφάς, καὶ ἐγένου θεολόγος ἱστορικός, καὶ πρόβολος τῆς πίστεως. Χαίροις ἱεραπόστολε Χριστοῦ, χαίροις Σκωτίας καύχημα χαίροις τῆς Βρετανίας ὁ φωστήρ, ὁ κῆρυξ Οὐαλίας τε. Ἀπολυτίκιον Ὁσίου Ἰγνατίου Σιναΐτου. (Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἐκ Ῥεθύμνης ὡς ἄστρον τὸν ἀνατείλαντα, πνευματοφόρον πατέρα, τῆς ἀρετῆς ἐραστήν, ἀκτησίας καὶ εὐχῆς φωστῆρα μέλψωμεν, ὅτι ἐφώτισεν αὐγαῖς, ἀπαθείας Ἀσκητάς, Σιναίου βοῶντες ζόφον, τῆς ἁμαρτιας εὐχαῖς σου, ἡμῶν ἐκδίωξον Ἰγνάτιε. Ἕτερον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. (π.εὐαγγέλου Παχυγιαννάκη) Ἐν Σιναίῳ τῷ ὄρει ἀσκηθεὶς πρὸς τελείωσιν, σὺ τῶν ἀρετῶν τὰς βαθμίδας διεξῆλθες Ἰγνάτιε. Νικάνδρου γὰρ ὑπῆρξες ὁδηγός, καὶ ἄριστος τῆς νήψεως φωστήρ. Διὰ τοῦτο εὐφημοῦμέν σε οἱ πι 17

στοί, εὐχάς σου ἐξαιτούμενοι χαίροις χαρίτων σκεῦος ἱερόν, χαίροις κανὼν ἀσκήσεως, χαίροις ὁ τῶν Ἀγγέλων μιμητὴς καὶ ἰσοστάσιος. Ἕτερον. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἀζύγων διάκοσμε καὶ ἱερέων σεμνῶν, θειότατε πρόβολε, σὺν δήμοις Σιναϊτῶν, οἱ Κρῆτες τιμῶμέν σε, ὅτι χαρίτων θείων, ἀνεδείχθης πυξίον, καὶ ἀρετῶν παντοίων, θεοφόρε ταμεῖον, Ἰγνάτιε σοφίας κρατήρ, καὶ φάρε νήψεως. Ἕτερον. Ἦχος γ. Την ὡραιότητα. Ῥεθύμνης βλάστημα, περιφανέστατον, Νικάνδρου σκήνωμα, Ὁσίου τέκνου σου, εὐαρεστήσαντος Χριστῷ θεάσασθαι ἠξιώθης, ἄφθαρτον καὶ ἄρωμα, ἀποπνέον οὐράνιον, πρὸ τοῦ βίου τέλους σου, τοῦ βροτείου Ἰγνάτιε. Διό σε ὡς σοφίας τιμῶμεν, πάντες τῆς θείας ὑποφήτην. Ἀπολυτίκια τῶν ἐν Ῥωσίᾳ Νέων Ἁγίων. Ἦχος γ. Θείας πίστεως. Ἐξελάμψατε, ἐν Ἐκκλησίας, στερεώματι, ὦ Ἱεράρχαι, τῆς Ρωσίας δι ἀθλήσεως Ἅγιοι, ὁ πατριάρχης ὁ Τύχων ὁ πάνσεπτος, ὡς κατ ἐχθρῶν τοῦ Σταυροῦ τὸ ἀνάθεμα, ζήλῳ πίστεως, καθάπερ πυρὶ φλογίζοντι, τυπώσας αἰωνίως τὸ ἀνέκκλητον. Ἕτερον. ὅμοιον. Ὁ Βλαδίμηρος, ὁ τοῦ Κιέβου, νέος νῦν καρπός, Ρωσίας κήπου, καὶ φωστὴρ Βενιαμὶν Πετρουπόλεως, ὁ παιδιόθεν ποθῶν τὸ μαρτύρων, οὗ ἠξιώθη δι ὃ συνευφράνθητε, σὺν συνάθλοις νῦν, βοῶμεν ὑμῖν πρεσβεύοντες, ὑπὲρ ἡμῶν Χριστῷ Ἱερομάρτυρες. Ἕτερον. Ἀπολυτίκιον ἦχος δ. Ἅγιοι Μάρτυρες, Ἱεράρχαι, ποιμένες καὶ Μοναχοί, καὶ Λαϊκῶν ἡ πληθύς, ἄνδρες ὁμολογηταί, καὶ γυναῖκες καὶ παῖδες, τῆς Ρωσσίας, τοῦ πνευματικοῦ χειμῶνος ἄνθη, οἱ θαυμαστῶς ἀνθήσαντες, ἐν ὥρᾳ θλιβερῶν διωγμῶν, καρποὺς ἐνεγκόντες, τῶν βασάνων ὑπὲρ Χριστοῦ, τοῦ ὑμᾶς φυτεύσαντος, ὃν ἱκετεύσατε, φείσασθαι τοῦ Λαοῦ Αὐτοῦ, ἐξ ἀθέων καὶ κακῶν ἀνθρώπων, τοῦ ἀκλόνητου διαμεῖναι, τὴν Ἐκκλησίαν τῆς Ρωσίας, ἐρηρεισμένην Ὑμῶν τῷ αἵματι καὶ ταῖς αἰκίαις, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Ἕτερον. Ἦχος δ. Ταχὺ προκατάλαβε. Κλεινοὶ Νεομάρτυρες, οἳ τῆς Ρωσσίας βλαστοί, ἀθέων τὸ φρύαγμα, ὑπομονῇ αἰκισμῶν, θανάτου βιαίου τε, ἅπαν καταβαλόντες, Ὀρθοδόξῳ τῇ πίστει, εὕρατε παῤῥησίαν, πρὸς Χριστὸν ὃν αἰτεῖσθε, τοῦ σῶσαι τοὺς ὑμᾶς ὕμνους, πάντως γεραίροντας. Ἕτερον. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Διήλθετε ἀνδρείως, διὰ πυρὸς βασάνων, ὕδατός τε ἅμα δακρύων, Ρωσίας Ἀθλοφόροι, οἱ νέοι καὶ ὁμολογηταί, Ἁγίων τοῖς χοροῖς ὑπὸ Χριστοῦ, ἐνταχθέντες ὡς ἐν τόπῳ ἀναψυχῆς, πρεσβεύοντες ὑπὲρ πάντων δόξα τῶν ἐκβοώντων τῷ Χριστῷ, δόξα τῷ ὑμᾶς στέψαντι, δόξα τῷ χορηγοῦντι δι ὑμῶν, ἡμῖν τὸ ἔλεος. Ἕτερον. ὅμοιον. Θεὸν ἠγαπηκότες, ὑπὲρ Αὐτοῦ προθύμως, ἐπὶ γῆς βασάνους δριμείας, πρὸς τὸ ὑμῖν συμφέρον, ὑπέστητε καὶ ὡς ἐκλεκτοί, ἐλάβετε θείας δωρεάς, αἰκίους εὐλογία τε παρ αὐτοῦ, ὑμῖν ὡς προυπισχνεῖτο. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δι ὑμῶν νέμοντι, τὴν σωτηρίαν ἡμῖν. 18