08 ΙΑΝΟΥΑΡΙΟΥ 2017 Κυριακὴ μετὰ τὰ Φῶτα Γεωργίου τοῦ Χοζεβίτου, Δομνίκης ὁσίας, Κύρου καὶ Ἀττικοῦ πατριαρχῶν Κωνσταντινουπόλεως. Ἦχος δ. Ἑωθινὸν Ζ.

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

8 ΙΑΝΟΥΑΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γεωργίου τοῦ Χοζεβίτου, Δομνίκης ὁσίας Κύρου καὶ Ἀττικοῦ πατριαρχῶν Κωνσταντινουπόλεως.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

16 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΑ Λουκᾶ Ἁγίων Προπατόρων Ἀγγαίου τοῦ Προφήτου, Μοδέστου Ἱεροσολύμων, Θεοφανοῦς Βασιλίσσης. Ἦχος δ. Ἑωθινὸν Ζ.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

14 ΙΑΝΟΥΑΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

24 ΙΟΥΛΙΟΥ 2016 Κυριακὴ Ε Ματθαίου Χριστίνης Μεγαλομάρτυρος, Ἀθηναγόρου Ἀπολογητοῦ, Θεοφίλου Νεομάρτυρος τοῦ Ζακυνθίου. Ἦχος δ. Ἑωθινὸν Ε.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

07 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ Δ Νηστειῶν. Ἦχος δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

09 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ε Ματθαίου Παγκρατίου Ἐπισκ.Ταυρομενίου, Διονυσίου Ῥήτορος καὶ Μητροφάνους Μικραγιαννανιτῶν, τῶν ἐν Κύπρῳ Νεομαρτύρων τοῦ 1821

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 Κυριακὴ ΙΖ Ματθαίου Ὁσίων Αὐξεντίου, Ἀβραμίου, Μάρωνος. Ἦχος δ. Ἑωθινὸν Δ.

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

14 ΙΑΝΟΥΑΡΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

14 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ μετὰ τὰ Φῶτα καὶ Ἀπόδοσις τῆς Ἑορτῆς τῶν Θεοφανείων τῶν ἐν Σινᾷ καὶ Ῥαϊθὼ ἀναιρεθέντων πατέρων, Νίνας Ἰσαποστόλου

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

26 ΑΥΓΟΥΣΤΟΥ 2018 Κυριακὴ ΙΓ Ματθαίου Ἀδριανοῦ καὶ Ναταλίας ὁμοζύγων Μαρτύρων, Τιθόη, Ἰωάσαφ Ὁσίων. Ἦχος δ. Ἑωθινὸν Β.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

07 ΙΑΝΟΥΑΡΙΟΥ 2018 Τιμίου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου Σύναξις. Ἦχος πλ. β. Ἑωθινὸν Θ.

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

14 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Πέμπτη. Ἀπόδοσις τῶν Θεοφανείων. Τῶν ἐν Σινὰ καὶ Ραϊθὼ ἀναιρεθέντων πατέρων.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΖ Ματθαίου Ἱερομάρτυρος Χαραλάμπους, Ζήνωνος τοῦ Ταχυδρόμου. Ἦχος δ. Ἑωθινὸν Δ.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

14 ΙΑΝΟΤΑΡΙΟΤ 2017 ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΣΩΝ ΘΕΟΥΑΝΕΙΩΝ

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

Τῌ ΙΑ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

10 ΙΑΝΟΥΑΡΙΟΥ Ηχος βαρύς, ἑωθινὸν ι.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 22 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Δ Νηστειῶν Ὁσ.Ἰωάννου τῆς Κλίμακος. Βασιλείου πρεσβ.ἀγκυρανῶν.

6 ΙΑΝΟΥΑΡΙΟΥ 2017 ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος α. Ἑωθινὸν Β.

σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ μῶν καταδεξάμενος δι οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς

01 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Ε Ματθαίου τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν Ῥωμαίων. Ἦχος δ. Ἑωθινὸν Ε.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

11 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

2 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΟΚΤΩΒΡΙΟΥ 2016 Κυριακὴ Δ Λουκᾶ Λογγίνου τοῦ ἑκατοντάρχου, Θεοφόρων Πατέρων τῆς Ζ Οἰκουμενικῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

11 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ H Ματθαίου Εὔπλου διακόνου καὶ μάρτυρος, ἀνάμνησις θαύματος τοῦ Ἁγ.Σπυρίδωνος ἐν Κερκύρᾳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

2 ΝΟΕΜΒΡΙΟΥ 2014 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

21 ΙΑΝΟΥΑΡΙΟΥ 2018 Κυριακὴ ΙΕ Λουκᾶ (Ζακχαίου) Μαξίμου Ὁσίου τοῦ Ὁμολογητοῦ, Μαξίμου τοῦ Γραικοῦ, Ἁγνῆς παρθενομάρτυρος. Ἦχος πλ. δ. Ἑωθινὸν ΙΑ.

11 ΝΟΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Η Λουκᾶ Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, Θεοδώρου τοῦ Στουδίτου. Ἦχος βαρύς. Ἑωθινὸν Β.

αὐτῶν (ποίημα τοῦ ἀειμνήστου Μητροπολίτου Πατρῶν κυροῦ Νικοδήμου) ὑπάρχει ἐν ἰδιαιτέρᾳ φυλλάδι. * * * * * * * *

Ἦχος πλ. α. Ἑωθινὸν η. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

29 ΔΕΚΕΜΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ ΙΖ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Δ ΕΩΘ.Δ.

05 ΝΟΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ε Λουκᾶ Γαλακτίωνος καὶ Ἐπιστήμης τῶν Μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν ΙΑ.

19 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΒ Λουκᾶ Μακαρίου ὁσίου, Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ. Ἦχος πλ. α. Ἑωθινὸν Η.

17 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Ἰσαύρου διακόνου, Βασιλείου καὶ Ἰννοκεντίου ( γ αἰ.) Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ τῶν μαρτύρων ( 362).

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

07 ΙΑΝΟΥΑΡΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Transcript:

08 ΙΑΝΟΥΑΡΙΟΥ 2017 Κυριακὴ μετὰ τὰ Φῶτα Γεωργίου τοῦ Χοζεβίτου, Δομνίκης ὁσίας, Κύρου καὶ Ἀττικοῦ πατριαρχῶν Κωνσταντινουπόλεως Ἦχος δ. Ἑωθινὸν Ζ. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος δ. Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἀναστάσιμον. Ἦχος δ. Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι Ἆρα ἐκλάπη, ὁ τῷ λῃστῇ ἀνοίξας Παράδεισον; ἆρα ἠγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν ἔγερσιν; Ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζω ὴν καὶ ἀνάστασιν. Δόξα. Κατεπλάγη Ἰωσήφ. Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ ἐγέρσει σου Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας. 1

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἐν Ἰορδάνῃ ποταμῷ, διαβιβάζων τὸν λαόν, καὶ τοῦ Θεοῦ τὴν κιβωτόν, ἐσκιαγράφει τὴν μέλλουσαν εὐεργεσίαν εἰκόνα γὰρ ἡμῖν ἀναμορφώσεως, καὶ τύπον ἀψευδῆ ἀναγεννήσεως, ἡ μυστικὴ διάβασις τῶν δύω, σκιαγραφεῖ ἐν τῷ Πνεύματι. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Μετὰ τὴν β Στιχολογίαν Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ συνήγειρας τὸν κόσμον σου, τῇ ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος ἔδειξας Ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε. Δόξα. Κατεπλάγη Ἰωσήφ. Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρᾳ προσελθών, ἔνθα ἡ πέτρα τῆς ζω ῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεὶ τὸ εὐσυμπάθητον ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. δ. Αὐλῶν ποιμενικῶν. Βαπτίζεται Χριστός, ὁ τὸν κόσμον φωτίζων ἐξ ὕψους ὁ Πατήρ, ἐμαρτύρησε λέγων Οὗτός ἐστιν ὁ Υἱός μου, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Οὗτός ἐστιν, ὁ φωτίζων τὴν οἰκουμένην, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, ὁ βαπτισθεὶς καὶ σώσας ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰ σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν, ὦ μαθήτριαι, κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος προσεφθέγγετο ταῖς μυροφόροις Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι ἀλλ ἐπέστη πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε Θρήνου ὁ καιρὸς πέπαυται μὴ κλαίετε τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο ἀγγέλου πρὸς αὐτὰς φθεγγομένου Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος. Δόξα. Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν. Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. 2

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ηηὐὐλλόόγγηηττααί ίί Σοουυ....... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ ἡ Ὑπακοή. Ἦχος δ. Τὰ τῆς σῆς παραδόξου ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. οἱ Ἀναβαθμοί. Ἦχος δ. Ἀντίφωνον Α. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη ἀλλ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως. Ἀντίφωνον Β. Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου Κἀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα. Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερός ἐστι, πάντων τῶν λυπούντων. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Ἀντίφωνον Γ. Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν. Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ, θερμότερον φίλτρον χρεωστοῦμεν. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας πάντα γὰρ ἐν τούτῳ, τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει. Προκείμενον. Ψαλμὸς μγ (43). Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. (δίς) Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἀνάστα Κύριε, βοήθησον ἡμῖν... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσω μμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... 3

Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ ἸἸωάάννννηηνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον Ἑωθινὸν Ζ Ἐκ τοῦ κατὰ Ἰωάννην (κ 1 10) Τῇ μιᾷ τῶν σαββάτων, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς Ἦ ραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον Ἦχος β. Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ ξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 4

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος καὶ τῆς Ἑορτῆς ὁ β ᾨδὴ α. ὁ Ἀναστάσιμος εἰς δ ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ Ἦχος δ. Ὁ Εἱρμός. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὑψώθης τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐν τάφῳ σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι ἡμᾶς ἐκ σοῦ ἀπάτορα. καὶ τῆς Ἑορτῆς ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ Ἦχος β. Στείβει θαλάσσης. Στίχ. Δόξα Σοι, ὁ Θεός ἡμῶν, δόξα Σοι. Ὄρθρου φανέντος, τοῖς βροτοῖς σελασφόρου, Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου. Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα, 5

Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι, Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν. Στίχ. Δόξα Σοι, ὁ Θεός ἡμῶν, δόξα Σοι. Ὄρθρου φανέντος,.. Δόξα. Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε, Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ, Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος, Ὄπα κρατίστην Οὗτος ἠγαπημένος, Ἶσός τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν. Καὶ νῦν. Ἄναρχε ῥείθροις,.. ᾨδὴ γ. ὁ Ἀναστάσιμος Ἦχος δ. Ὁ Εἱρμός. Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς Ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὡς μέγας ὡς φοβερός, ὡς τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας ὅθεν σοι τὸ Χαῖρε προσάγομεν. καὶ τῆς Ἑορτῆς Ἦχος β. Ὅσοι παλαιῶν. Στίχ. Δόξα Σοι, ὁ Θεός ἡμῶν, δόξα Σοι. Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει, Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν, Ἐπισκοτεῖται, σαρκικῇ παρουσίᾳ. Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ, Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν. Στίχ. Δόξα Σοι, ὁ Θεός ἡμῶν, δόξα Σοι. Νέκρωσιν ὁ πρίν,.. Δόξα. Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν, Γαστρὸς τυράννου, συγκεχωσμένην ὅροις Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει. Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων. 6

Καὶ νῦν. Ἕλκει πρὸς αὐτόν.. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσύύ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον τῆς Ἑορτῆς Ἦχος δ. Αὐτόμελον. Ρωμανοῦ τοῦ Μελωδοῦ. Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ ἡμᾶς, ἐν ἐπιγνώσει ὑ μνοῦντάς σε Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον. Κάθισμα μεθέορτον Ἦχος δ. Ταχὺ προκατάλαβε. Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνεια τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος διό σε ἱκετεύομεν Σῶσον τὸν κόσμον σου. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος δ. Ἐπεφάνης σήμερον. Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης, ἀνέστη τριήμερος. ὁ Οἶκος Τὸν ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὑτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεὸς καὶ Δεσπότης, ἀνέστη τρι ήμερος. Συναξάριον. Τῇ Η τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Δομνίκης καὶ τῆς συνοδίας αὐτῆς. Λιποῦσα τὴν γῆν οὐρανόφρων Δομνίκα, Εἰς οὐρανοὺς ἀνῆλθεν, ὥσπερ ἠγάπα. Δομνίκαν ὀγδοάτῃ πότμου λάβε νὺξ ἐρεβεννή. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Γεωργίου τοῦ Κυπρίου, τοῦ ἐν τῇ ἐρήμῳ τοῦ Χοζεβᾶ, ἐν Παλαιστίνῃ, θεοφιλῶς ἀσκήσαντος. Σὺν δάκρυσι σπείραντι τῷ Γεωργίῳ, Καιρὸς θερίζειν ἐστὶ σὺν εὐθυμίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ δίκαιος Σαμέας ὁ Ἐλαμίτης καὶ προφήτης ἐν εἰρήνῃ τελειοῦται. Ἐν γῇ τὸ μέλλον οὐκ ἔτι χρᾷ Σαμέας, Ἄνω γὰρ οὗτος ὁ προφητικὸς τρίπους. 7

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων ἐνδόξων τοῦ Χριστοῦ μαρτύρων Ἰουλιανοῦ καὶ Βασιλίσσης καὶ τῶν σύν αὐτοῖς Κελσίου καὶ Ἀντωνίου. Ἰουλιανῷ πολλὰ καὶ Βασιλίσσῃ, Ἔπαθλα κεῖνται, κειμένοις ἐκ τοῦ ξίφους. Τέμνει κεφαλὴν τὸ ξίφος τὴν Κελσίου, Καὶ σὺν κεφαλῇ τῇ δὲ τὴν Ἀντωνίου. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ διὰ τοῦ ἁγίου Ἰουλιανοῦ πιστεύσαντες τῷ Χριστῷ ἄνδρες, ξίφει τελειοῦνται. Χριστοῦ συνέντες ἄνδρες ἀληθὲς σέβας, Προὔδωκαν εἰς θάνατον αὑτοὺς ἐμφρόνως. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ διὰ τοῦ ἁγίου Ἰουλιανοῦ πιστεύσασα γυνὴ τοῦ ἡγεμόνος, ξίφει τελειοῦται. Χριστοῦ πόθῳ τρωθεῖσα μήτηρ Κελσίου, ἀνδρὸς κατεφρόνησε, καὶ τῶν βασάνων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου ἱερομάρτυρος Καρτερίου, ἐν Καισαρείᾳ τῆς Καππαδοκίας ἀθλήσαντος. Πάλαιε, Καρτέριε, πρὸς πῦρ καὶ δόρυ, Τὸ καρτερόν σου πρὸς πάλας δεικνὺς δύω. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κύρου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τελεῖται δὲ αὐτοῦ ἡ σύναξις ἐν τῇ σεβασμίᾳ Μονῇ τῇ Χώρας, καὶ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ, ἐν ἡμέρᾳ Κυριακῇ. Ὁ σὴν μελίζων Σάρκα Κῦρος, Χριστέ μου, Σαρκὸς διαστάς, σῷ παρίσταται θρόνῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ἀττικός, ὁ Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται. Ὅλην ὑπερβὰς τὴν ὕλην τοῦ σαρκίου, Ἥκεις ὅλος νοῦς, Ἀττικέ, πρὸς τοὺς Νόας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων ἐνδόξων Μαρτύρων Θεοφίλου διακόνου καὶ Ἑλλαδίου λαϊκοῦ τῶν ἐν Λιβύῃ. Πῦρ αὐτῶν ἀνδρῶν ἐν μεταφρένοις φέρει, Ἐπισκιωθὲν τοῦ Θεοῦ μεταφρένοις. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Ἀγάθων, ὁ ἐν τῇ Σκήτει τῆς Αἰγύπτου ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται. Ὡς ἠγαθύνθην, Ἀγάθων, τὴν καρδίαν, Εἰρηνικοῦ σοῦ καὶ μόνου μνησθεὶς τέλους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος πατὴρ ἡμῶν Σεβερίνος, ἀπόστολος τῆς Αὐστρίας Νορικῆς, ἐν εἰρήνῃ τελειοῦται, ἐν ἔτει 482ῳ. Φωτιστὴν πεπλούτηκε σὲ Σεβερίνε, Ἡ Αὐστρία ὅθεν σε πιστῶς γεραίρει. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Θεοδώρου, κτίτορος τῆς περιωνύμου Μονῆς τῆς Χώρας ἐν Κωνσταντινουπόλει. Δῶρον ἐκ Θεοῦ διὰ Μονὴν τῆς Χώρας, 8

Εὗρες, Θεόδωρε, τὴν τῶν ζώντων Χώραν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μακάριος ὁ Μακρῆς, ἐκ Θεσσαλονίκης μὲν ὁρμώμενος, ἐν τῇ Μονῇ δὲ τοῦ Βατοπεδίου ἀσκήσας καὶ ἡγούμενος μετὰ ταῦτα ἀναδειχθεὶς τῆς ἐπισήμου καὶ Βασιλικῆς Μονῆς τοῦ Χριστοῦ Παντοκράτορος ἐν Κωνσταντινουπόλει, εἰρηνικῶς τελειοῦται. Μακάριος, Μακάριε, ἔχων φίλον, Τὸν Παντοκράτορα Χριστόν, ᾯ παρέστης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου Ὁσιομάρτυρος Ἀμπώ, τοῦ μυρεψοῦ, τοῦ ἐκ Τιφλίδος τῆς Γεωργίας, ἧς καὶ Πολιοῦχος ἀναδέδεικται, ἀθλήσαντος ἐν ἔτει 785ῳ. Πλάνην ἀρνηθεὶς τῆς σκοτομόρφου Ἄγαρ, Υἱὸς φωτὸς γέγονας, Ἀμπώ, ἀθλήσας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου ὁσιομάρτυρος Γρηγορίου τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου, ἀθλήσαντος ἐν ἔτει 1093. Πνιγμῷ ὁ Γρηγόριος εἴληφε στέφος, Ἄσκησιν αὑτοῦ περάνας μαρτυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γρηγορίου, τοῦ θαυματουργοῦ τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου. Ἕτερος Γρηγόριος ἐν τοῖς Σπηλαίοις, Ὡς γρηγορῶν ἔσχεν εἰρηνικὸν τέλος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Γρηγόριος, ἐπίσκοπος Ἀχρίδος, ὁ ἐν ἔτει 1012 διαλάμψας, ἐν εἰρήνῃ τελειοῦται. Γρηγόρως λιπὼν Ἀχρίδος κάτω θρόνον, Γρηγόριος ἕστη πρὸ Σαβαὼθ θρόνου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου ἱερομάρτυρος Ἰσιδώρου, τοῦ ἐν Γιούργιεφ τῆς Ἐσθονίας, καὶ τῶν ἑβδομήκοντα συναθλητῶν αὐτοῦ, οἵτινες μὴ στέρξαντες ἐξαρνήσασθαι τὴν Ὀρθόδοξον Ὁ μολογίαν, ἐν ποταμῷ ὑπὸ Ρωμαιοκαθολικῶν μοναχῶν στρατιωτῶν ἐβλήθησαν καὶ ἀπεπνίγησαν, κατὰ τὸ ἔτος 1472. Ποταμῷ Ἰσίδωρος σὺν τοῖς συνάθλοις, Ταῖς χερσὶ ψευδαδέλφων ἐναπεπνίγη. Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὰ Φῶτα, Μνήμην κοινὴν ἐπιτελοῦμεν τῆς ἁγίας οἰκογενείας Βασιλείου τοῦ Μεγάλου, ἧς τὰ μέλη Βασίλειος καὶ Ἐμμέλεια οἱ γονεῖς, καὶ τὰ τέκνα αὐτῶν Βασίλειος ὁ Μέγας, Γρηγόριος ὁ Νύσσης, Πέτρος ὁ Σεβαστείας, Ναυκράτιος Ὅσιος, καὶ αἱ Ὅσιαι Γυναῖκες Μακρίνα καὶ Θεοσεβία. Γενεὰν γεραίρομεν ἡγιασμένην, Ὀκτὼ θαυμαστῶν θεραπόντων Κυρίου. Δεκάτῃ γε ὀκτάριθμον ὁμήγυριν ἀείδω. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ αἱ Ἰαμβικαὶ τῆς Ἑορτῆς 9

ᾨδὴ α. Ἦχος β. Στείβει θαλάσσης κυματούμενον σάλον, Ἤπειρον αὖθις, Ἰσραήλ, δεδειγμένον. Μέλας δὲ πόντος τριστάτας Αἰγυπτίων Ἔκρυψεν ἄρδην ὑδατόστρωτος τάφος Ῥώμῃ κραταιᾷ δεξιᾶς τοῦ Δεσπότου. ᾨδὴ γ. Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων, Βορῶν λεόντων συντεθλασμένων μύλας, Ἀγαλλιῶμεν καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς....ἥδεται δωρημάτων. ᾨδὴ δ. Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας, Ὑμνῶν προφήτης τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου, ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη. ᾨδὴ ε. Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου, Ἰὸν καθάρσει Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν, Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη. ᾨδὴ στ. Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο. Ναί, φησίν, οὗτος συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους, Λόγος τέ μου ζῶν καὶ βροτὸς προμηθείᾳ. ᾨδὴ ζ. Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας, Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας Ὅλην πλύνει δε τῇ δρόσῳ τοῦ Πνεύματος. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται Υἱοὶ δὲ φωτὸς οἱ πρὶν ἐσκοτισμένοι. Μόνος στενάζει τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον Ἡ πρὶν τάλαινα τῶν ἐθνῶν παγκληρία. 10

ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος β. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων! Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη, Δι ἧς τυχόντες παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ, Δῶρον φέροντες ὕμνον εὐχαριστίας. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Ζ. Ὅτι ᾖραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, μύστης Χριστοῦ, ὃν ἠγάπα ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον. 11

καὶ τῆς ἑορτῆς Ἦχος γ. Ἐπεσκέψατο ἡμᾶς. Ἐπεφάνη ὁ Σωτήρ, ἡ Χάρις ἡ Ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε, καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον. ΑΙΝΟΙ Ἦχος δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος δ. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν ἀνάστασιν. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας, ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας ἐν δὲ τῇ ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐ πλήρωσας διὸ βοῶμέν σοι Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῶν πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος. καὶ τῆς Ἑορτῆς. Ἦχος α. Γερμανοῦ Πατριάρχου Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός τοῦτον λαοὶ προσκυνήσωμεν. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι πάντας ἡμᾶς ἀνεκαίνισας. Στίχ. ζ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Σύ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι. Στίχ. η. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σοί, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; 12

Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος, ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται, ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον, διὰ λουτροῦ σωτηρία, διʹ ὕ δατος τὸ Πνεῦμα, διὰ καταδύσεως, ἡ πρός Θεὸν ἡμῶν ἄνοδος γίνεται, θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι. Δόξα. Ἑωθινὸν Ζ. Ἦχος βαρύς. Ἰδοὺ σκοτία καὶ πρωΐ καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς ἀλλ ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ ὧν καὶ δι ὧν, καὶ ἡμεῖς πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν διὸ ἀνυμνοῦντες βοῶμεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. 13

Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ μῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῆς Ἑορτῆς Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς ριγ (113) Στίχ. α. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. (ριγ 1 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. (ριγ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σοί, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; (ριγ 5) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. (ριγ 7) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς ριδ (114) Στίχ. α. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. (ριδ 1) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. (ριδ 2) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, Στίχ. γ. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. (ριδ 3) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, Στίχ. δ. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. (ριδ 5) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος α. Ψαλμός ριζ (117) Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ 1) Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστε 14

ρᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Στίχ. β. Εἰπάτω δὴ οἶκος Ἰσραὴλ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ 2) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε... Στίχ. γ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ 4) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε... ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος δ. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Ἑορτῆς. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον, καὶ δὴ ἀμοιβαδὸν μετὰ τῶν Ἱεροψαλτῶν) Ἦχος δ. Αὐτόμελον. Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου, Κύριε, ἐσημειώθη ἐφ ἡμᾶς, ἐν ἐπιγνώσει ὑ μνοῦντάς σε Ἦλθες, ἐφάνης, τὸ φῶς τὸ ἀπρόσιτον. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Κυριακῆς μετὰ τὰ Φῶτα Προκείμενον. Ἦχος α. (Ψαλμὸς λβ ). Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς. Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (δ 7 13) Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει «Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις». Τὸ δὲ «ἀνέβη», τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν Ἀπο 15

στόλους, τοὺς δὲ Προφήτας, τοὺς δὲ Εὐαγγελιστάς, τοὺς δὲ Ποιμένας καὶ Διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἀλληλούϊα (γ ). Ἦχος πλ. α. (Ψαλμὸς πη ) Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς μετὰ τὰ Φῶτα Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (δ 12 17) Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν καὶ καταλιπὼν τὴν Ναζαρέτ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος Γῇ Ζαβουλὼν καὶ γῇ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν 16

τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἐἐνν ἸἸοορρδδάάννῃῃ ὑὑππὸὸ ἸἸωάάννννοουυ ββααππττι ιισσθθῆῆ ννααι ιι κκααττααδδεεξξάάμμεεννοοςς δδι ιιὰὰ ττὴὴνν ἡἡμμῶνν σσωττηηρρί ίίαανν κκααὶ ὶὶ ἀἀνναασσττὰὰςς ἐἐκκ ννεεκκρρῶνν....... Δι εὐχῶν... Ἀμήν. * * Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἀπολυτίκιον τῆς Ὁσίας Δομνίνης. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἀγάπῃ τῇ κρείττονι, καταυγασθεῖσα τὸν νοῦν, ἀσκήσει ἐξέλαμψας, ὥσπερ λαμπὰς φαεινή, Δομνίκα πανεύφημε ὅθεν Μοναζουσῶν σε ὁδηγὸν φωροφόρον, ἔδειξεν ὁ Δεσπότης διὰ βίου καὶ λόγου. ᾯ πρέσβευε θεοφόρε, σῴζεσθαι ἅπαντας. Ἕτερον Ἀπολυτίκιον τῆς Ὁσίας. (Μοναχῆς τινός, ἀνωνύμου) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὸν Σταυρὸν τοῦ Κυρίου τὸν ἐλαφρότατον, ἐν καρδίᾳ ζεούσῃ ἀναλαβοῦσα σεμνή, τῶν προσκαίρων καὶ τερπνῶν κατεφρόνησας, καὶ ἀσκήσει τὴν ζωήν, διανύσασα καλῶς, χοροῖς Ὁσίων συνήφθης, μεθ ὧν Δομνίκα Ὁσία, Χριστὸν ἱκέτευε σωθῆναι ἡμᾶς. Ἕτερον Ἀπολυτίκιον τῆς Ὁσίας. (Μοναχῆς τινός, ἀνωνύμου) Ἦχος δ. Ταχὺ προκατάλαβε. Τὴν σάρκα ἐσταύρωσας, σὺν τοῖς παθήμασι, καὶ πᾶσαν τὴν ἔφεσιν, πρὸς Χριστὸν ἔσχηκας, Δομνίκα Νυμφίον τὸν σόν ἄφθαρτον διὰ τοῦτο, ἐκομίσω τὸ στέφος, καὶ Ἀγγέλων χορείαις, ἠριθμήθης Ὁσία, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε. Ἕτερον Ἀπολυτίκιον τῆς Ὁσίας. (Μοναχῆς τινός, ἀνωνύμου) Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Τιμήσωμεν φαιδρῶς, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, τὴν ἄμωμον Χριστοῦ, καὶ Ὁσίαν ἀμνάδα, χαίροις αὐτῇ βοῶντες, Μῆτερ πανένδοξε, Δομνίκα πάνσεμνε, σκεῦος τοῦ Παρακλήτου, παρθένων καύχημα καὶ ἀγαλλίαμα, ἡ εἰς νυμφῶνα νῦν τὸν φωτεινόν, Χριστοῦ ἀγαλλομένη. Ἕτερον Ἀπολυτίκιον τῆς Ὁσίας. (Μοναχῆς τινός, ἀνωνύμου) Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Εὐφραίνονται λαμπρῶς, τῶν παρθένων τὰ στίφη, ἐπὶ τῇ ἱερᾷ, καὶ ὁσίᾳ σου μνήμῃ, Δομνίκα θεοτίμητε, ἀσκουσῶν τὸ ἀγλάϊσμα, ἃς ἐνίσχυσον, τῇ ἐκτενεῖ σου πρεσβείᾳ, τῆς ἀσκήσεως, τρίβον στενὴν διανῦσαι, εἰς αἶνον τοῦ Κτίσαντος. Ἀπολυτίκιον τοῦ Ὁσίου Γεωργίου τοῦ Χοζεβίτου. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. 17

Γεωργήσας τὸν λόγον Πάτερ τῆς χάριτος, δικαιοσύνης ἐδρέψω καρποφορίαν λαμπράν, ὡς τὴν ἔνθεον ζωὴν αἱρετισάμενος ὅθεν τῆς δόξης κοινωνός, ἀνεδείχθης τοῦ Χριστοῦ, Γεώργιε θεοφόρε. Ὧ καὶ πρεσβεύεις ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος α. Τὴς ἐρήμου πολίτης. Μοναστῶν ἀγαπήσας τὴν ἐπέραστον βίωσιν, καὶ ριζοτομήσας καρδίας τὰ ῥυπώδη θελήματα, συντόνῳ ἐν ἀθλήσει καὶ εὐχῇ, Γέωργιε, ἐπώφθης Χοζεβᾷ τῆς μονῆς οἰκήτωρ θεῖος καὶ ἀθλητὴς τοῦ πνεύματος περίδοξος. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ μεσίτην κραταιὸν ἡμῖν δωρήσαντι. Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος α. Τὴς ἐρήμου πολίτης. Γεώργιον Κυρίου φερωνύμως γεγένησαι, τῇ ἀσκητικῇ πολιτείᾳ θεοφόρε Γεώργιε ἐκ Κύπρου ἐκλάμψας ὡς ἀστήρ, λαμπρύνεις τὴν Μονὴν τοῦ Χοτζεβᾶ. Διὰ τοῦτο τοὺς ἀγῶνάς σου τοὺς σεπτούς, γεραίρομεν βοῶντές σοι Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Ἀπολυτίκιον τοῦ Ἁγίου Καρτερίου. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Εὐσεβείας ἐμπρέπων τοῖς κατορθώμασιν, ἀθλητικῶς ἠγωνίσω ὑπὲρ τῆς δόξης Χριστοῦ, καὶ καθεῖλες τὸν ἐχθρόν, μάκαρ Καρτέριε ὅθεν διπλῶν ἀξιωθεὶς ἀμοιβῶν παρὰ Χριστοῦ, ὡς θεῖος Ἱερομάρτυς, ἀδιαλείπτως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Ἕτερον Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος δ. Ταχὺ προκατάλαβε. Τὸν Λόγον τῆς χάριτος, διατρανῶν τοῖς πιστοῖς, ὡς θεῖος διδάσκαλος, τῆς Ἐκκλησίας Χριστοῦ, Καρτέριε Ὅσιε, ἤθλησας ὑπὲρ φύσιν, καὶ τὸν ὄφιν καθεῖλες ὅθεν ὑπερκοσμίου, κατηξίωσαι δόξης, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν τῶν εὐφημούντων σε. Ἀπολυτίκιον τοῦ Ὁσίου Ἀγάθωνος. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἐν ἀσκήσει ἐκλάμψας Ἀγάθων Ὅσιε, τοῦ Παρακλήτου δοχεῖον ὤφθης ὑπέρτιμον, καὶ Ὁσίων ἀ ρετῶν θεῖον ἐκτύπωμα, ὅθεν ἀΰλων ἀγαθῶν, κληρονόμος γεγονώς, ἱκέτευε θεοφόρε, πταισμάτων ἄφεσιν δοῦναι, τοῖς ἑορτάζουσι τὴν μνήμην σου. Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἀσκήσει ἐκάθηρας τὸ ὁπτικὸν τῆς ψυχῆς, καὶ πλήρης γενόμενος, ὑπερκοσμίου φωτός, Ἀγάθων μακάριε, ὤφθης τῶν Μοναζόντων, ὑποτύπωσις θεία, πράξει καὶ θεωρίᾳ ἐμφανῶς διαπρέπων, διὸ προτερημάτων σου, τὴν χάριν γεραίρομεν. Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος γ. Τὴν ὡραιότητα. Τῆς πολιτείας σου, τὰ κατορθώματα, καὶ τῆς ἀσκήσεως, οἱ πόνοι Ὅσιε, ὥσπερ θυσίαν μυστικὴν δεξάμενος ὁ Δεσπότης, θείας Βασιλείας σε, κληρονόμον ἀνέδειξε, καὶ τῆς ὑπὲρ ἔννοιαν, χαρμονῆς σε ἠξίωσεν, ᾧ πρέσβευε Ἀγάθων ἀπαύστως, δοῦναι ἡμῖν πταισμάτων λύσιν. 18

Ἀπολυτίκιον τοῦ Ὁσίου Μακαρίου τοῦ Μακρῆ. (Χαραλάμπους Μπούσια) Ἦχος γ. Θείας πίστεως. Ἀπερίτρεπτε σοφίας στῦλε, πεπολίτευσαι ἐν ὄρει Ἄθω ἰσαγγέλως καὶ τῇ Πόλει τῶν Πόλεων ἐν οὐρανοῖς ἔχων γὰρ τὸ πολίτευμα παρεῖδες πάντα γεώδη ὡς σκύβαλα ὅθεν εἴληφας, Μακάριε, χάριν ἄνωθεν πρεσβεύειν ὑπὲρ πάντων τῶν τιμώντων σε. Ἀπολυτίκιον τοῦ Μάρτυρος Ἀμπώ. (Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τῶν ᾀσμάτων ἀρώμασι καταῤῥάνωμεν Μάρτυρος Ἄμπο τὴν μνήμην, τοῦ ἀρωματοποιοῦ, τῆς Τιφλίδος πολιούχου καλλιμάρτυρος, γόνου Βαγδάτης νεαροῦ, ἀγαπήσαντος Χριστὸν ἐκτμήσεως ἄχρι κάρας, Ὃν ἱκετεύει ἀπαύστως ἡμῖν διδόναι θεῖον ἔλεος. Ἀπολυτίκιον Παναγίας Φωτοβολούσης. Ἦχος δ. Ταχὺ προκατάλαβε. Τὴν ποίμνην Σου φύλαττε, Θεοκυῆτορ Ἁγνή, ἐκ πάσης ἑκάστοτε καταδρομῆς ἐχθρικῆς καὶ πάσης κακώσεως ἔχοντες γὰρ ὡς τεῖχος τὴν σεπτήν Σου εἰκόνα, ἥνπερ Φωτοβολοῦσαν, καταλλήλως καλοῦμεν, πρὸς ταύτην καταφεύγοντες ἀεὶ σῳζόμεθα. Ἕτερον Ἀπολυτίκιον Ἦχος δ. Ταχὺ προκατάλαβε. Μαρία Πανάμωμε, Φωτοβολούσα Σεμνή, τοὺς δούλους Σου φύλαττε ἀπὸ παντοίων δεινῶν, καὶ πάσης κακώσεως. Φώτισον διανοίας τῶν εἰς σὲ προστρεχόντων, δεῖξον ἡμῖν τὴν τρίβον τὴν ἀπάγουσαν ὄντως πρὸς πλάτος Παραδείσου, Κόρη Θεόνυμφε. Ἕτερον Ἀπολυτίκιον Ἦχος γ. Τὴν ὡραιότητα. Θείαν Εἰκόνα Σου τὴν χαριτόβρυτον καὶ πανυπέρτιμον, Θεοχαρίτωτε, οἱ εὐσεβεῖς πανευλαβῶς τιμῶμεν καὶ προσκυνοῦμεν καὶ κατασπαζόμεθα, ὡς ἡμᾶς περισκέπουσαν καὶ διαφυλλάτουσαν, ἐκ κινδύνων καὶ θλίψεων, διὸ καὶ εὐχαρίστως βοῶμεν χαῖρε Ἁγνὴ Παρθενομῆτορ. Ἀπολυτίκιον τῆς ἱερᾶς οἰκογενείας. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὀκτάριθμον σύστημα, τῶν θεραπόντων Χριστοῦ, Βασίλειον μέλψωμεν, καὶ Ἐμμελείαν ὁμοῦ, τὸν μέγαν Βασίλειον, Γρηγόριον σὺν τῷ Πέτρῳ, καὶ Ναυκράτιον θεῖον, Μακρίναν τὴν θεοφόρον, Θεοσέβειαν ἅμα ὡς θεία γενεὰ γὰρ Χριστῷ εὐηρέστησαν. Ἕτερον Ἀπολυτίκιον. (Χαραλάμπους Μπούσια) Ἦχος γ. Θείας πίστεως. Τὴν αὐτάδελφον Χριστοῦ πεντάδα τὴν λαμπρύνασαν τὴν Ἐκκλησίαν θεωρίαις καὶ πράξεσιν ᾄ σωμεν καὶ ἐκβοήσωμεν θεῖε Βασίλειε, σὺν Ναυκρατίω καὶ Πέτρῳ, Γρηγόριε καὶ θεόσοφε Μακρίνα, Χριστῷ πρεσβεύσατε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 19