ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΕΝΔΟΞΟΝ ΝΕΟΜΑΡΤΥΡΑ ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΤΟΝ ΥΔΡΑΙΟΝ ΤΟΝ ΕΝ ΡΟΔῼ ΑΘΛΗΣΑΝΤΑ

Σχετικά έγγραφα
ΑΓΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΥΔΡΑΙΟΣ ΠΟΛΙΟΥΧΟΣ ΤΗΣ ΠΟΛΕΩΣ ΡΟΔΟΥ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΚΥΡΙΛΛΟΝ ΤΟΝ ΛΟΥΚΑΡΙΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΚΥΡΙΛΛΟΝ ΤΟΝ ΛΟΥΚΑΡΙΝ

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

1 1 παυλος και σιλουανος και τιμοθεος

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ ΤΟΥ ΕΝ ΡΟΔῼ ΑΘΛΗΣΑΝΤΟΣ

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΜΑΡΤΥΡΑ ΑΣΤΕΡΙΟΝ ΚΑΙ ΤΟΥΣ ΑΔΕΛΦΟΥΣ ΑΥΤΟΥ. (Γερασίμου Μοναχού του Μικραγιαννανίτου)

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Παράκλησις ἁγ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ. ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι

Παράκλησις Ὁσιομ. ΝΕΚΤΑΡΙΟΥ Ἁγιαννανίτου, τοῦ ἐκ Βρυούλων

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ»

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ. Οὗ ἡ Μνήμη τῇ ΚΖ Αὐγούστου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΞΕΝΙΑΝ ΤΗΝ ΕΚ ΚΑΛΑΜΩΝ

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Παρακλητικός Κανών εις τον Όσιον Ακάκιον του εν τη Κλιμάκι

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη

Παρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Αγιολογία - Εορτολογία

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρακλητικός Κανών εις τον Οσιον Δαβίδ τον εν Θεσσαλονίκη

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Παρακλητικός Κανών στον Άγιο Θεόδωρο τον Τήρων

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Ἀκολουθία ὁσ. ΣΤΕΦΑΝΟΥ τοῦ ἐν Ἁρματίῳ Ψαλλομένη τῇ 27 η Φεβρουαρίου

ΜΑΚΑΡΙΣΤΑΡΙΑ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΚΥΡΙΛΛΟΝ ΤΟΝ ΛΟΥΚΑΡΙΝ. Ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου. Στάσις Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ.

Iohannes Damascenus - De theologia

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

Παρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου

Cirillus Alexandrinus - De synagogae defectu

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Κυριακή 19 Μαΐου 2019.

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

Ἀκολουθία Μάρτυρος ΕΥΓΕΝΙΟΥ τοῦ ἐκ Τραπεζοῦντος

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Transcript:

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΕΝΔΟΞΟΝ ΝΕΟΜΑΡΤΥΡΑ ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΤΟΝ ΥΔΡΑΙΟΝ ΤΟΝ ΕΝ ΡΟΔῼ ΑΘΛΗΣΑΝΤΑ Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια. 1

Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὡς εὐσεβείας ἀθλητὴς οὐρανόφρων, καὶ τῶν Μαρτύρων κοινωνὸς γενναιόφρων, ὑπὲρ ἡμῶν ἱκέτευε, ἀπαύστως τὸν Θεόν, ἵνα πάσης θλίψεως, Κωνσταντῖνε ῥυσθῶμεν, οἱ ἀνευφημοῦντές σου, μαρτυρίου τοὺς ἄθλους, δι ὧν φωστὴρ ἀνέτειλας λαμπρός, τῇ Ἐκκλησίᾳ ἐκ Ῥόδου πανεύφημε. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ὁ Ν καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς «Εὐχαῖς σου χάριν δίδου Κυρίλλῳ Μάρτυς». Ὠιδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Εὐχαῖς σου ἀπαύστοις πρὸς τὸν Θεόν, Μάρτυς Κωνσταντῖνε, τὴν εἰρήνην αἴτει ἡμῖν σὺ γὰρ μαρτυρίου τοῖς ἀγῶσιν, εἰρήνης ὤφθης υἱὸς γνησιώτατος. Ὑψόθεν ἐπίβλεψον ἐφ ἡμᾶς, τοὺς ἀπεγνωσμένους, διὰ πλῆθος ἁμαρτιῶν, αἰτούμενος πᾶσι σωτηρίαν, παρὰ Θεοῦ Κωνσταντῖνε πανεύφημε. Χριστοῦ τῇ ἀγάπῃ κατατρωθείς, Μαρτύρων τοῖς ἄθλοις, ὑπερήστραψας ὡς φωστήρ, φωτίζων παμμάκαρ Κωνσταντῖνε, τοὺς προσιόντας πιστῶς τῇ πρεσβείᾳ σου. Ἀφράστως κυήσασα τοῦ Πατρός, τὸν ἄναρχον Λόγον, Θεομῆτορ ἄνευ σπορᾶς, παθῶν πολυτρόπων ἀλογίας, τῇ χάριτί σου ἡμᾶς ἐλευθέρωσον. Ὠιδὴ γ. Οὐρανίας ἁψῖδος. Ἱερεῖον προσήχθης, τῷ Λυτρωτῇ ἄμωμον, ἀπαιωρηθείς τῇ ἀγχόνῃ, ὡς πλήρης πίστεως. Ὅθεν τῆς πίστεως, ὦ Κωνσταντῖνε ἐν πέτρᾳ, τὰς ψυχὰς ἑδραίωσον, τῶν εὐφημούντων σε. 2

Σωτηρίαν ἐξαίτει, καὶ τῶν ψυχῶν ἴασιν, Μάρτυς ἱερὲ Κωνσταντῖνε, τοῖς μακαρίζουσι, τοῦ μαρτυρίου σου, τὰς ὑπὲρ νοῦν ἀριστείας, δι ὧν ἐταπείνωσας, πλάνης τὴν ἔπαρσιν. Στηλιτεύσας τὴν πλάνην, μαρτυρικοῖς ἄθλοις σου, τῆς ἀθανασίας τὴν χάριν, ἐκαρποφόρησας ὅθεν ἱκέτευε, ὑπὲρ ἡμῶν Κωνσταντῖνε, ἵνα χάριν εὕρωμεν, καὶ θεῖον ἔλεος. Οὐρανόθεν Παρθένε, ἐν ἱλαρῷ ὄμματι, ἐπὶ τοὺς πιστούς σου οἰκέτας, εὐσπλάγχνως πρόσβλεψον, αὐτοῖς βραβεύουσα, τὰς σωτηρίους ἐκφάνσεις, τῆς κηδεμονίας σου, Θεοχαρίτωτε. Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Ἐν Ῥόδῳ στεῤῥῶς, ἀθλήσας μέχρις αἵματος, Χριστοῦ τοῦ Θεοῦ, τὸ ὄνομα ἐδόξασας, καὶ ζωῆς τῆς κρείττονος, Κωνσταντῖνε Μάρτυς ἐπέτυχες. Ἀλλὰ μὴ παύσῃ πάντοτε ἡμῖν, αἰτούμενος πᾶσι τὰ συμφέροντα. Ὠιδὴ δ. Εἰσακήκοα Κύριε. Ὑμνολόγων σου ἔνδοξε, εὐμενῶς τὸν ἔπαινον προσδεχόμενος, Κωνσταντῖνε αὐτοὺς λύτρωσαι, τῶν πικρῶν σκανδάλων τοῦ ἀλάστορος. Χαριστήριον αἶνόν σοι, ᾄδομεν τῇ δόξῃ σου ἀνακράζοντες Κωνσταντῖνε τοῖς τιμῶσί σε, κραταιὸς προστάτης ἐπιφάνηθι. Ἀκεσώδυνον φάρμακον, ἔχοντες πρεσβείαν σου τὴν οὐράνιον, Κωνσταντῖνε παμμακάριστε, δυσχερείας πάσης ἐκλυτρούμεθα. Ρ οῦν Μαρία Θεόνυμφε, τῶν παθῶν μου δέομαι ἀποξήρανον, ἡ ξηράνασα τὴν θάλασσαν, τῆς πολυθεῒας τῇ λοχείᾳ σου. Ὠιδὴ ε. Φώτισον ἡμᾶς. Ἵασαι ψυχῶν, καὶ σωμάτων τὰ συντρίματα, τῶν αἰτούντων Κωνσταντῖνε θαυμαστέ, ἐκ καρδίας ταχινόν σε ἀντιλήπτορα. Νεῦσον εὐμενῶς, ἱκετῶν σου ταῖς δεήσεσι, Κωνσταντῖνε παρεχόμενος αὐτοῖς, αἰτημάτων σωτηρίων τὴν ἐκπλήρωσιν. 3

Δίδου συμπαθῶς, τὴν βοήθειάν σου Ἅγιε, τοῖς Ῥοδίοις ἐξαιρούμενος αὐτούς, ἐκ παντοίας δυσπραγίας καὶ κακώσεως. Ἵλεων ἡμῖν, Θεονύμφευτε ἀπέργασαι, τὸν ἐκ σοῦ ἐνανθρωπήσαντα φρικτῶς, καὶ λυτρώσαντα τῆς πλάνης τὸ ἀνθρώπινον. Ὠιδὴ στ. Τὴν δέησιν ἐκχεῶ. Δυνάμει τοῦ Παναγίου Πνεύματος, ἰαμάτων τὴν ἀέναον χάριν, τοῖς προσιοῦσιν ἀφθόνως ἐκβλύζεις, ἐκ τῶν τιμίων λειψάνων σου Ἅγιε, πᾶσαν ἀσθένειαν ψυχῆς, καὶ σαρκὸς Κωνσταντῖνε ἰώμενος. Ὁ μέγιστος Κωνσταντῖνε ἔνδοξε, πολιοῦχος τῆς λαμπρᾶς Ῥοδονήσου, ταύτην μὴ παύσῃ αἰσίως φυλάττων, ὑπὸ τὴν θείαν σου σκέπην προστρέχουσαν, καὶ εὐφημοῦσαν ἐν ᾠδαῖς, μαρτυρίου σου Μάρτυς τὰ τρόπαια. Ὑπέρτερον Κωνσταντῖνε ἔργασαι, ἐμπαθείας ἱκετεύω τὸν νοῦν μου, καὶ μετανοίας αὐτὸν ἐν τῇ πέτρᾳ, τῇ ἀντιλήψει σου Μάρτυς στερέωσον, ἵνα εὐάρεστον Θεῷ, ἑαυτὸν παραστήσω ὁ ἄθλιος. Καταύγασον τὴν ψυχήν μου Ἄχραντε, φωταυγείᾳ τῆς πολλῆς χάριτός σου, καὶ τοῦ φωτός με ἀξίωσον Μῆτερ, ἐν σωφροσύνῃ τὰς τρίβους πορεύεσθαι, χειραγωγοῦσα με ἀεί, τῇ προνοίᾳ τῆς σῆς ἀντιλήψεως. Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β. Τοῖς τῶν αἱμάτων σου. Τοῦ μαρτυρίου τελέσας τὸν δίαυλον, τῆς αἰωνίου ζωῆς κατηξίωσαι διὸ Κωνσταντῖνε πανεύφημε, ταῖς πρὸς Θεὸν ἀκοιμήτοις πρεσβείαις σου, μὴ παύσῃ ἡμῶν προϊστάμενος. Προκείμενον. Ἦχος δ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει. 4

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. ι 16) Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Ζῆλον τὸν οὐράνιον, ἐν τῇ ψυχῇ δεδεγμένος, τοῖς τυράννοις ἔνδοξε, τοῦ Χριστοῦ τὸ ὄνομα, ἀνεκήρυξας, καὶ ὥσπερ ἄσαρκος, τὰς σφοδρὰς βασάνους, ὑπομείνας καὶ τὸν θάνατον, πρὸς τὴν ἀείζωον, δόξαν Κωνσταντῖνε ἀνέδραμες, δρεπόμενος τὰ ἔπαθλα, τοῦ ὑπερφυοῦς μαρτυρίου σου. Ὅθεν δυσωποῦμεν, ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, ἔσο ἡμῖν σκέπη πάντοτε, τοῖς ὑμνολογοῦσί σε. Σῶσον, ὁ Θεός, τὸν λαόν σου... Ὠιδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Ὑπερζέσας τῇ πίστει, Κωνσταντῖνε παμμάκαρ, ὡς ἀγαπήσας Χριστόν, τῶν πρόπαλαι Μαρτύρων, ἐν χρόνοις τῆς δουλείας, ἐμιμήσω τὴν ἔνστασιν, μεθ ὧν ἐξαίτει ἡμῖν, συγχώρησιν πταισμάτων. Ρ όδος Μάρτυς χορεύει, τῇ ἁγίᾳ σου δόξῃ, καὶ ἀνακράζει πιστῶς Θεόφρον Κωνσταντῖνε, ὡς ἔχων παῤῤησίαν, πρὸς τὸν εὔσπλαγχνον Κύριον, ἐκ πάσης βλάβης πικρᾶς, λύτρωσαι τὸν λαόν σου. 5

Ἱατρεῖον ὑπάρχει, Κωνσταντῖνε τρισμάκαρ, ἀσθενειῶν χαλεπῶν, λειψάνων σου ἡ θήκη, ἣν πόθῳ προσκυνοῦντες, ἀκορέστως βοῶμέν σοι Χαῖρε Μαρτύρων φαιδρόν, ἀγλάϊσμα καὶ κλέος. Λογισμῶν πονηρίας, συνεχόμενος ζάλῃ, ἐπιβουλαῖς τοῦ ἐχθροῦ, πρὸς σὲ Θεοκυῆτορ, ὁ τάλας καταφεύγω, καὶ κραυγάζω ἐκ πίστεως Ἐλέησόν με ταῖς σαῖς, λιταῖς πρὸς τὸν Δεσπότην. Ὠιδὴ η. Τὸν Βασιλέα. Λῦσον πταισμάτων, τῶν ζοφερῶν μου τὸ σκότος, φωταυγείᾳ Νεομάρτυς Κωνσταντῖνε, τῆς πρὸς τὸν Δεσπότην, λαμπρᾶς σου μεσιτείας. Ὦ Κωνσταντῖνε, τοῦ Ἰησοῦ Νεομάρτυς, τοῖς ἐν θλίψεσιν ὑπάρχουσι παντοίαις, ἀντιλήψεώς σου, τὰς παροχὰς παράσχου. Μὴ καταισχύνῃς, τοὺς ταπεινούς σου ἱκέτας, ἀλλὰ πλήρου Κωνσταντῖνε Νεομάρτυς, ἃς προσάγουσί σοι, ἐκ πίστεως αἰτήσεις. Ἂχραντε Μῆτερ, Εὐλογημένη Μαρία, τὴν ταχείαν σου βοήθειαν παράσχου, τοῖς ὑμνολογοῦσι, τὸν ἄφραστον σου τόκον. Ὠιδὴ θ. Κυρίως Θεοτόκον. Ρ οαῖς τῆς χάριτός σου, Μάρτυς Κωνσταντῖνε, τὴν ταπεινήν μου καρδίαν ἀνάψυξον, φλογιζομένην ἀθλίως, παθῶν τῷ καύσωνι. Τυράννων ὁ αἰσχύνας, Μάρτυς Κωνσταντῖνε, τὴν ἐπηρμένην κακίαν τοῖς ἄθλοις σου, ἁμαρτιῶν τυραννίδος, ἡμᾶς ἀπάλλαξον. Ὑπὲρ τῆς Ῥοδονήσου, Μάρτυς Κωνσταντῖνε, τῆς καυχωμένης ἐνθέως τῇ δόξῃ σου, Χριστὸν ἀπαύστως δυσώπει, τὸν σὲ δοξάσαντα. Σωμάτων ἀσθενείας, Κεχαριτωμένη, τῇ μητρικῇ σου ἀπάλλαξον χάριτι, τοὺς καταφεύγοντας πίστει, τῇ ἀντιλήψει σου. Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια. 6

Χαίροις Κωνσταντῖνε Μάρτυς Χριστοῦ, τῆς ὁμολογίας, ὁ οὐράνιος θησαυρός χαίροις ὁ ἐν Ῥόδῳ, ἀνδρείως μαρτυρήσας, καὶ ταύτης πολιοῦχος, ὑπάρχων μέγιστος. Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, τὸν μέγαν τῆς Ῥόδου, πολιοῦχον οἱ εὐσεβεῖς, χαίροις ἐκβοῶντες, παμμάκαρ Κωνσταντῖνε, τῶν πρόπαλαι Μαρτύρων, ὁ ἰσοστάσιος. Δεῦτε ἀνυμνήσωμεν ἀδελφοί, τὸν μέγαν προστάτην, τῶν Ῥοδίων καὶ βοηθόν, αὐτῷ ἐκβοῶντες Μὴ παύσῃ Κωνσταντῖνε, ὑπὲρ ἡμῶν πρεσβεύων, τῷ Πανοικτίρμονι. Χαίροις ὁ τῆς Ὕδρας θεῖος βλαστός, καὶ τῆς Ῥοδονήσου, ἐγκαλλώπισμα θαυμαστόν Χαίροις Κωνσταντῖνε, ὁ ἐν ἐσχάτοις χρόνοις, τὸν ζῆλον τῶν Μαρτύρων, ἐκμιμησάμενος. Χαίρων τῇ ἀγχόνῃ ἀνυψωθείς, Χριστοῦ Κωνσταντῖνε, ἀναδέδειξαι μιμητής διὸ νῦν ἐνδόξως, αὐτῷ συμβασιλεύων, μνημόνευε τῶν πόθῳ, ἀνευφημούντων σε. Ἂνθος ἡλικίας διὰ Χριστόν, ζήλῳ εὐσεβείας, παμμακάριστε παριδών, προθύμως ἐγεύσω, Μαρτύρων τοῦ κρατῆρος, καὶ τούτων Κωνσταντῖνε, ὤφθης ὁμόσκηνος. Ἒχων παῤῤησίαν πρὸς τὸν Θεόν, τὸν δοξάσαντά σε, Κωνσταντῖνε ἐν οὐρανῷ, φύλαττε καὶ σκέπε, τὴν νῆσον τῶν Ῥοδίων, ἐνθέως καυχωμένην, τῷ μαρτυρίῳ σου. Πάρεσο ὑπέρμαχος κραταιός, Μάρτυς Κωνσταντῖνε, καὶ ἀκοίμητος βοηθός, τοῖς προσερχομένοις, τῷ θείῳ σου λειψάνῳ, καὶ ἐπιβοωμένοις, τὴν προστασίαν σου. Χάριν ἰαμάτων πεπλουτηκώς, ὡς τῆς εὐσεβείας, θεοδόξαστος ἀθλητής, τοὺς συνεχομένους, θεόφρον Κωνσταντῖνε, ἀσθενειῶν ὀδύναις, εὐσπλάγχνως ἴασαι. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς. Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. 7

Χαίρων τῇ ἀγχόνῃ ὑψωθείς, ὡς ὁ Βασιλεὺς τῶν αἰώνων, τῷ ζωηφόρῳ Σταυρῷ, τῶν ἐχθρῶν τὴν ἔπαρσιν, στεῤῥῶς κατῄσχυνας, καὶ ζωῆς πρὸς αἰώνιον, ἀνέδραμες λῆξιν, νίκαις κλεϊζόμενος, τοῦ μαρτυρίου σου. Ὅθεν τοὺς πιστῶς σε τιμῶντας, ῥῦσαι συμφορῶν τῶν ἐν βίῳ, Μάρτυς Κωνσταντῖνε θεοδόξαστε. Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Δι εὐχῶν τῶν ἁγίων... Δίστιχον. Κωνσταντῖνε φύλαττε τῇ χάριτί σου, Τὸν τῆς Ῥόδου Κύριλλον προσπίπτοντά σοι. 8