08 ΣΕΠΤΕΜΒΡΙΟΥ τὸ Γενέσιον τῆς Θεοτόκου * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Σχετικά έγγραφα
8 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Σάββατον. ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙ- ΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ

Ὅτι σὸν τὸ κράτος. ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν

8 ΕΠΣΕΜΒΡΙΟΤ Σὸ Γεμέθλιξμ σῆρ Ὑοεπαγίαρ Δεςοξίμηρ ἡμῶμ Θεξσόκξτ καὶ ἀειοαπθέμξτ Μαπίαρ.

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

08 ΣΕΠΤΕΜΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

Τῌ ΙΔ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Τῌ ΚΑ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀπόδοσις τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Κοδράτου ἱερομάρτυρος ἐπισκόπου Ἀθηνῶν. ( 130) Ἰωνᾶ προφήτου (880 π.χ.

18 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

21 ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀπόδοσις τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ. Κοδράτου ἱερομάρτ. Ἐπισκόπου Ἀθηνῶν, Ἰωνᾶ τοῦ Προφήτου. * * * * *

Τῌ Θ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

14 ΣΕΠΤΕΜΒΡΙΟΥ Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

* * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

10 ΕΠΣΕΜΒΡΙΟΤ Ἦχος πλ. α - Ἑωθινὸν Γ

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

Τῌ ΚΑ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ ἡ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου

Στίχ. γ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

11 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ H Ματθαίου Εὔπλου διακόνου καὶ μάρτυρος, ἀνάμνησις θαύματος τοῦ Ἁγ.Σπυρίδωνος ἐν Κερκύρᾳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

ἀδιαίρετον, ἄκτιστον θεότητα, Τριάδα ὁ μοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

Τῌ Η ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

ΔΕΥΤΕΡΑ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις. Ὅτι πρέπει σοι πᾶσα δόξα. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις. Ἦχος α.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

09 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Ι Λουκᾶ. Ἦχος γ. Ἑωθινὸν Ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

ΣΑΒΒΑΤΟΝ Ε ΝΗΣΤΕΙΩΝ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Μνήμη τῆς Ἁγίας μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης, καὶ Ἐλπίδος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

24 ΙΟΥΝΙΟΥ 2018 Κυριακὴ Δ Ματθαίου Τὸ Γενέθλιον τοῦ Τιμίου Προδρόμου, Σύναξις Ζαχαρίου καὶ Ἐλισάβετ, Ἀθανασίου τοῦ Παρίου. Ἦχος γ. Ἑωθινὸν Δ.

αὐτῶν (ποίημα τοῦ ἀειμνήστου Μητροπολίτου Πατρῶν κυροῦ Νικοδήμου) ὑπάρχει ἐν ἰδιαιτέρᾳ φυλλάδι. * * * * * * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

21 ΝΟΕΜΒΡΙΟΥ Η ΕΝ Τῼ ΝΑῼ ΕΙΣΟΔΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

02 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Δ Ματθαίου Κατάθεσις Τιμίας Ἐσθῆτος, Κοΐντου Μάρτυρος, Ἰουβεναλίου Ἱεροσολύμων. Ἦχος γ. Ἑωθινὸν Δ.

24 ΙΟΥΛΙΟΥ 2016 Κυριακὴ Ε Ματθαίου Χριστίνης Μεγαλομάρτυρος, Ἀθηναγόρου Ἀπολογητοῦ, Θεοφίλου Νεομάρτυρος τοῦ Ζακυνθίου. Ἦχος δ. Ἑωθινὸν Ε.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

07 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ Δ Νηστειῶν. Ἦχος δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

22 ΟΚΤΩΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ἦχος πλ. α. Ἑωθινὸν η. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

10 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017 Κυριακὴ πρὸ τῆς Ὑψώσεως. Ἦχος πλ. α. Ἑωθινὸν Γ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

20 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΣΑΒΒΑΤΟΝ μετὰ τὴν Ὕψωσιν.

14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς Συνόδου τῆς ἐν Τρούλλῳ (680μ.Χ.)

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

Τῌ ΚΑ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Η ΕΝ Τῼ ΝΑῼ ΕΙΣΟΔΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

25 ΜΑΡΤΙΟΥ 2018 Κυριακὴ Ε Νηστειῶν ὁ Εὐαγγελισμὸς τῆς Θεοτόκου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

27 ΑΥΓΟΥΣΤΟΥ 2017 Κυριακὴ ΙΒ Ματθαίου Ὁσίου Ποιμένος, Μεγαλομάρτυρος Φανουρίου, Σύναξις Εὐρυτάνων Ἁγίων. Ἦχος γ. Ἑωθινὸν Α.

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.

17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 Κυριακὴ μετὰ τὴν Ὕψωσιν Μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης καὶ Ἐλπίδος. Ἦχος πλ. β. Ἑωθινὸν Δ.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Τῌ ΙΕ ΤΟΥ ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

27 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΕ Λουκᾶ Ἀνακομιδὴ Ἱερῶν Λειψάνου Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Ἦχος β. Ἑωθινὸν Β.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Τῌ Κ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

14 ΝΟΕΜΒΡΙΟΥ Ἀποστόλου Φιλίππου ἐκ τῶν Δώδεκα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

Ἑωθινὸν Α. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) ὁ Ἀναγνώστης Ἅγιος ὁ Θεός..

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

26 ΑΥΓΟΥΣΤΟΥ 2018 Κυριακὴ ΙΓ Ματθαίου Ἀδριανοῦ καὶ Ναταλίας ὁμοζύγων Μαρτύρων, Τιθόη, Ἰωάσαφ Ὁσίων. Ἦχος δ. Ἑωθινὸν Β.

Transcript:

08 ΣΕΠΤΕΜΒΡΙΟΥ τὸ Γενέσιον τῆς Θεοτόκου * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ. Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον. (τρίς) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἀναβόησον Δαυΐδ, τί ὤμοσέ σοι ὁ Θεός; Ἃ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον ἐξ ἧς ὁ πλαστουργός, Χριστὸς ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεύς, ἐπὶ τοῦ θρόνου μου, καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται, ἡ σύμπασα καὶ θεουργεῖται. Συγχάρητε ὁμοῦ, ὁ οὐρανὸς καὶ ἡ γῆ αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν Ἰωακεὶμ εὐφραίνεται καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ. Τὸ προσταχθὲν μυστικῶς. Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω, ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῆ ἐτέχθη, ἡ Θεόνυμφος αὕτη ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριάμ, καὶ χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ, Ῥά 1

βδος, λέγων, ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός, ἐβλάστησεν ἐκ ῥίζης Δαυΐδ. Ὄντως θαῦμα παράδοξον! Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Τὸ α Ἀντίφωνον τοῦ δ Ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον τῆς Ἑορτῆς Ἦχος δ. Ψαλμὸς μδ (44) Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς) Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσω μμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ Λοουυκκᾶᾶνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. τὸ Εὐαγγέλιον τῆς Ἑορτῆς Ἐκ τοῦ κατὰ Λουκᾶν (α 39 49, 56) Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. 2

Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ αὖθις ὁ Ν Ψαλμὸς χύμα Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ Ἰδιόμελον. Ἦχος δ. Γερμανοῦ Πατριάρχου Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἡ παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος, ἥτις δι ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. 3

ΟΙ ΚΑΝΟΝΕΣ τῆς Ἑορτῆς τοῦ Κυρίου Ἰωάννου μετὰ τῶν Εἱρμῶν εἰς η καὶ τοῦ Κυρίου Ἀνδρέου Τροπάρια εἰς Ϛ. ᾨδὴ α. ὁ Κανὼν τοῦ Κυρίου Ἰωάννου Ἦχος β. Ὁ Εἱρμός. «Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται». (δίς) Δεῦτε πιστοί, Πνεύματι θείῳ γηθόμενοι, τὴν ἐξ ἀκάρπου σήμερον, ἐπιδημήσασαν, εἰς βροτῶν σωτηρίαν, ἀειπάρθενον Κόρην, ὕμνοις τιμήσωμεν. (δίς) Χαῖρε σεμνή, Μήτηρ καὶ δούλη Χριστοῦ τοῦ Θεοῦ, ἡ τῆς ἀρχαίας πρόξενος, μακαριότητος, τῶν ἀνθρώπων τῷ γένει, σὲ πάντες ἐπαξίως, ὕμνοις δοξάζομεν. (δίς) Ἡ τῆς ζωῆς, τίκτεται σήμερον γέφυρα, δι ἧς βροτοὶ ἀνάκλησιν τῆς καταπτώσεως, τῆς εἰς ᾍδου εὑρόντες, Χριστὸν τὸν ζωοδότην, ὕμνοις δοξάζουσιν. (δίς) Κανὼν δεύτερος. Τοῦ Κυρίου Ἀνδρέου. Ἦχος πλ. δ. Τῷ συντρίψαντι πολέμους. Χορευέτω πᾶσα κτίσις, εὐφραινέσθω καὶ Δαυΐδ, ὅτι ἐκ φυλῆς αὐτοῦ, καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ, προῆλθε ῥάβδος, ἄνθος φέρουσα τὸν Κύριον, καὶ λυτρωτὴν τοῦ παντός. Ἡ Ἁγία τῶν Ἁγίων, ἐν ἁγίῳ ἱερῷ βρέφος ἀνατίθεται, ἀνατραφῆναι ἐκ χειρὸς Ἀγγέλου πάντες οὖν πιστῶς συνεορτάσωμεν, ἐν τῇ γεννήσει αὐτῆς. Στεῖρα ἄγονος ἡ Ἄννα, ἀλλ οὐκ ἄτεκνος Θεῷ ἤδη γὰρ προώριστο, ἐκ γενεῶν ἁγνῆς Παρθένου Μήτηρ ὅθεν ὁ τῆς κτίσεως ἐβλάστησε, Κτίστης ἐν δούλου μορφῇ. Σὲ τὴν ἄσπιλον ἀμνάδα, τὴν τὸ ἔριον Χριστῷ, μόνην ἐκ κοιλίας σου προσαγαγοῦσαν, τὴν ἡμῶν οὐσίαν, πάντες ἐκ τῆς Ἄννης τικτομένην σε, ὕμνοις γεραίρομεν. Δόξα. Τρία Ἄναρχα δοξάζω, τρία Ἅγια ὑμνῶ, τρία Συναΐδια, ἐν οὐσιότητι μιᾷ κηρύττω εἷς γὰρ ἐν Πατρί, Υἱῷ καὶ Πνεύματι, δοξολογεῖται Θεός. Καὶ νῦν. Τίς ἑώρακε παιδίον, ὃ οὐκ ἔσπειρε πατήρ, γάλακτι τρεφόμενον; ἢ ποῦ τεθέαται παρθένος Μήτηρ; Ὄντως ὑπὲρ ἔννοιαν ἀμφότερα, Θεογεννῆτορ ἁγνή. ᾨδὴ γ. Κανὼν πρῶτος Ἦχος β. Στερέωσον ἡμᾶς. «Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε». (δίς) 4

Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι, τὴν πάντων ἐκύησαν σωτηρίαν, οἱ θεόφρονες γεννήτορες, τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν. (δίς) Ὁ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος, ἐκ στείρας προήγαγε τὴν Παρθένον ἣν εἰσδῦναι κατηξίωσε, μετὰ τόκον φυλάξας ἀδιάφθορον. (δίς) Τῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον, τὴν βότρυν κυήσασαν ζωηφόρον, ὡς Θεοτόκον ἀνυμνήσωμεν, προστασίαν τε πάντων καὶ βοήθειαν. (δίς) Κανὼν δεύτερος Ἦχος πλ. δ. Ἐστερεώθη ἡ καρδία μου. Εὐλογημένη ἡ κοιλία σου σῶφρον Ἄννα καρπὸν γὰρ ἤνθησε παρθενίας, τὴν ἀσπόρως τὸν τροφέα τῆς κτίσεως, τεκοῦσαν καὶ λυτρωτὴν Ἰησοῦν. Σὲ μακαρίζει Ἀειπάρθενε πᾶσα κτίσις, ἐξ Ἄννης σήμερον γεννηθεῖσαν, τὴν ἐκ ῥίζης Ἰεσσαὶ ῥάβδον ἄχραντον, τὸ ἄνθος Χριστὸν βλαστήσασαν. Σὲ ἀνωτέραν πάσης κτίσεως Θεοτόκε, δεικνύων ἄχραντε ὁ Υἱός σου, τὴν ἐξ Ἄννης μεγαλύνει σου γέννησιν, καὶ πάντας εὐφραίνει σήμερον. Ἀνατραφεῖσα εἰς τὰ Ἅγια τῶν Ἁγίων, Παρθένε ἄχραντε Θεοτόκε, ἀνωτέρα ἀνεδείχθης τῆς κτίσεως, τὸν Κτίστην σαρκὶ κυήσασα. Δόξα. Σὲ προσκυνοῦμεν Πάτερ ἄναρχε τῇ οὐσίᾳ, ὑμνοῦμεν ἄχρονον τὸν Υἱόν σου, καὶ τὸ Πνεῦμα συναΐδιον σέβομεν, ὡς ἕνα τὰ τρία φύσει Θεόν. Καὶ νῦν. Τὸν φωτοδότην καὶ ἀρχίζῳον τῶν ἀνθρώπων, τεκοῦσα ἄχραντε Θεοτόκε, ἀνεδείχθης θησαυρὸς τῆς ζωῆς ἡμῶν, καὶ πύλη τοῦ ἀπροσίτου φωτός. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ ἡ Ὑπακοὴ τῆς Ἑορτῆς. Ἦχος β. Πύλην ἀδιόδευτον ὁ Προφήτης, μόνῳ τῷ Θεῷ ἡμῶν τηρουμένην, τὴν Ἁγίαν Παρθένον ἐκάλεσε δι αὐτῆς διῆλθεν ὁ Κύριος, ἐξ αὐτῆς προῆλθεν ὁ Ὕψιστος, καὶ πάλιν ἐσφραγισμένην κατέλιπε, λυτρούμενος ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν. Μεσῴδιον Κάθισμα τῆς Ἑορτῆς Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡμῖν, καὶ ἐκ Δικαίων προέρχεται εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδὰμ κατακρίνεται, ἡ Εὔα τῶν δεσμῶν ἠλευθέρωται καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παῤῥησίᾳ τῇ μόνῃ Ἁγνῇ Χαρὰν μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ. 5

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τῆς Ἑορτῆς. Ἦχος δ. Αὐτόμελον. Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν. ὁ Οἶκος Ἡ προσευχὴ ὁμοῦ καὶ στεναγμός, τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης, εὐπρόσδεκτος, καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυθε, καὶ ἐβλάστησαν καρπὸν ζωηφόρον τῷ κόσμῳ ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει ἀλλὰ μετὰ χαρᾶς, ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν. Συναξάριον Τῇ Η τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Στίχοι Πάσας ἀληθῶς, Ἄννα, νικᾷς μητέρας, Μήτηρ ἕως ἂν σὴ γένηται θυγάτηρ. Ἐξάγαγε πρὸς φάος Θεομήτορα ὀγδόῃ Ἄννα. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἔνδοξοι Μάρτυρες αὐτάδελφοι Ῥοῦφος καὶ Ῥουφιανός, ξίφει τελειοῦνται. Στίχοι Κλίνων ἑαυτὸν Ῥουφιανὸς τῷ ξίφει, Μένω σε, φησί, Ῥοῦφε, μὴ μέλλῃς, ἕπου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Σεβῆρος, ξίφει τελειοῦται. Στίχοι Ἕτοιμός εἰμι πρὸς τὸ πᾶν οἴσειν πάθος, Σεβῆρος εἶπε καὶ τί πρός με τὸ ξίφος; Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Ἀρτεμίδωρος, πυρὶ τελειοῦται. Στίχοι Ἀρτεμίδωρος ὡς καθάλλεσθαι σθένει, Καὶ τοῦ πυρὸς φλέγοντος ἔργῳ δεικνύει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Νεομάρτυς Ἀθανάσιος ὁ Κουλακιώτης, ὁ ἐν Θεσσαλονίκῃ μαρτυρήσας ἐν ἔτει 1774ῳ, ἀγχόνῃ τελειοῦται. Στίχοι Ἀθανασίῳ ἀγχόνη ὤφθη κλίμαξ, Δι ἧς ἀνῆλθεν εἰς οὐρανοῦ τὸ πλάτος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σωφρονίου, Ἐπισκόπου τῆς ἐν Γεωργίᾳ Ἀχταλίας, τοὐπίκλην Σερταρίδης, ἐκ Χαλδίας τοῦ Πόντου καταγομένου καὶ ἐν τῇ Μονῇ Βαζελῶνος τὸ πρῴην ἀσκήσαντος. Στίχοι Σωφρόνως, Σωφρόνιε, βεβιωμένος, Ἁγίων ἰσότιμος ἐνδίκως ὤφθης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σεραπίωνος, ἀσκήσαντος ἐν τῇ ἐν Πσκὼφ τῆς Ῥωσίας ἱερᾷ Μονῇ τοῦ Σωτῆρος. 6

Στίχοι Σωτῆρος βλέπεις τὸ Πρόσωπον, Ὃ πρῴην, Ὡς ἐν ἐσόπτρῳ ἑώρας, Σεραπίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκιανοῦ, τοῦ ἐν τῇ ἱερᾷ Μονῇ τοῦ Γενεσίου τῆς Θεοτόκου ἐν Περεγιασλὰβ ἀσκήσαντος. Στίχοι Σὺν Θεοτόκῳ, Λουκιανέ, ἀγάλλῃ ᾟ Γενεσίου Μονὴν ᾧδε ἀνέθου. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, τῆς Παναχράντου δὲ Μητρός σου θαυμασταῖς μεσιτείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ ᾨδὴ α. Ἦχος πλ. δ. Σταυρὸν χαράξας Μωσῆς ἐπ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε τῷ Ἰσραὴλ πεζεύσαντι τὴν δὲ ἐπιστρεπτικῶς Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν, ἐπ εὔρους διαγράψας τὸ ἀήττητον ὅ πλον διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. ᾨδὴ γ. Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα τῇ στειρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθησε ξύλον Σταυροῦ......εἰς κράτος καὶ στερέωμα. ᾨδὴ δ. Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά σου τὴν θεότητα. ᾨδὴ ε. Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ βασιλεὺς καὶ Κύριος δι οὗ πέπτωκεν ὁ ξύλῳ ἀ πατήσας, τῷ ἐν σοὶ δελεασθεὶς Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. ᾨδὴ Ϛ. Νοτίου θηρὸς ἐν σπλάγχνοις παλάμας Ἰωνᾶς σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγράφησε τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος. ᾨδὴ ζ. Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον ἀλλ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι πυρὶ συνόντες ἔψαλλον Ὁ ὑπερύμνητος τῶν πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Εὐλογεῖτε, παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν παρέχον Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... 7

ἡ ᾨδὴ τῆς Θεοτόκου οὐ στιχολογεῖται ἀλλὰ ψάλλεται ἡ θ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων τῆς ἑορτῆς Ἦχος β. Ὁ Εἱρμός. «Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἐξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν». Ὁ τοῖς ἀπειθοῦσι λαοῖς, ἐξ ἀκροτόμου βλύσας νάματα, τοῖς εὐπειθοῦσιν ἔθνεσι χαρίζεται, ἐκ λαγόνων στειρωτικῶν, καρπὸν εἰς εὐφροσύνην ἡμῖν, σὲ Θεομῆτορ ἄχραντε, ἣν ἐπαξίως μεγαλύνομεν. Τὴν τῆς ἀποτόμου ἀρχαίας, ἀναιρέτιν ἀποφάσεως, καὶ τῆς Προμήτορος τὴν ἐπανόρθωσιν, τὴν τοῦ γένους τῆς πρὸς Θεὸν αἰτίαν οἰκειώσεως, τὴν πρὸς τὸν Κτίστην γέφυραν, σὲ Θεοτόκε μεγαλύνομεν. Ἦχος πλ. δ. Εἱρμὸς ἄλλος. «Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη. Διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν». Ἐπάξιον Θεομῆτορ τῆς σῆς ἁγνείας, τὸν τόκον ἐκληρώσω δι ἐπαγγελίας, τῇ ποτὲ γὰρ ἀκάρπῳ, θεόβλαστος καρπὸς ἐδόθης διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν. Πεπλήρωται τοῦ βοῶντος ἡ προφητεία φησὶ γάρ Ἀναστήσω σκηνὴν τὴν πεπτωκυῖαν, τοῦ ἱεροῦ Δαυΐδ, ἐν σοί, Ἄχραντε προτυπωθεῖσαν, δι ἧς ὁ σύμπας τῶν ἀνθρώπων χοῦς, εἰς σῶμα ἀνεπλάσθη Θεῷ. Τὰ σπάργανα προσκυνοῦμεν σου Θεοτόκε, δοξάζομεν τὸν δόντα καρπὸν τῇ πρῴην στείρᾳ, καὶ ἀνοίξαντα μήτραν, τὴν ἄγονον ἐκ παραδόξου ποιεῖ γὰρ πάντα ὅσα βούλεται, Θεὸς ὢν παντεξούσιος. Ἐβλάστησας νυμφοτόκε Ἄννα θεόφρον, ἐκ μήτρας παρ ἐλπίδα, καὶ ἐξ ἐπαγγελίας, παρθενόφυτον ἄνθος, θεόβλαστον ἁγνείας κάλλος διό σε πάντες μακαρίζομεν, ὡς ῥίζαν τῆς ζωῆς ἡμῶν. Δόξα. Ἀλλότριον τοῖς ἀνόμοις ἐστὶ δοξάζειν, τὴν ἄναρχον Τριάδα, Πατέρα καὶ Υἱὸν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παγκρατορίαν, δι ἧς ὁ σύμπας κόσμος ἥδρασται, τῷ νεύματι τοῦ κράτους αὐτῆς. Καὶ νῦν. Ἐχώρησας ἐν γαστρί σου Παρθενομῆτορ, τὸν ἕνα τῆς Τριάδος Χριστὸν τὸν Βασιλέα, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ τρέμουσιν οἱ ἄνω θρόνοι αὐτὸν δυσώπει πανσεβάσμιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καταβασία. ᾨδὴ θ. Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον δι οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν. 8

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. τὸ Ἐξαποστειλάριον τῆς Ἑορτῆς Ἦχος β. Γυναῖκες ἀκουτίσθητε. Ἀγάλλονται τὰ πέρατα, τῆς οἰκουμένης σήμερον, ἐν τῇ γεννήσει σου Κόρη, Θεοκυῆτορ Μαρία, καὶ ἀπειρόγαμε νύμφη ἐν ᾗ καὶ τῶν φυσάντων σε, τὸ λυπηρὸν διέλυσας, τῆς ἀτεκνίας ὄνειδος, καὶ τῆς Προμήτορος Εὔας, τὴν ἐν τῷ τίκτειν κατάραν. Ἕτερον ὅμοιον. Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν Δικαίων σήμερον, Ἰωακεὶμ καὶ τῆς Ἄννης, γεννᾶται ἡ Θεοτόκος. ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ τῆς Ἑορτῆς, γ εἰς δ. Ἦχος α. Ὢ τοῦ παραδόξου θαύματος. Στίχ. α. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὢ τοῦ παραδόξου θαύματος! Ἡ πηγὴ τῆς ζωῆς, ἐκ τῆς στεῖρας τίκτεται, ἡ χάρις καρπογονεῖν, λαμπρῶς ἀπάρχεται. Εὐφραίνου Ἰωακείμ, τῆς Θεοτόκου γεννήτωρ γενόμενος οὐκ ἔστιν ἄλλος ὡς σύ, τῶν γηγενῶν γεννητόρων θεόληπτε ἡ γὰρ θεοδόχος Κόρη, τοῦ Θεοῦ τὸ σκήνωμα, τὸ πανάγιον ὄρος, διὰ σοῦ ἡμῖν δεδώρηται. Στίχ. β. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνο ὴ αἰνεσάτω τὸν Κύριον. Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐκ τῆς στεῖρας τίκτεται... Στίχ. γ. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ὢ τοῦ παραδόξου θαύματος! ὁ ἐκ στεῖρας καρπός, ἀναλάμψας νεύματι, τοῦ πάντων δημιουργοῦ, καὶ παντοκράτορος εὐτόνως τὴν κοσμικήν, τῶν ἀγαθῶν διαλέλυκε στείρωσιν. Μητέρες σὺν τῇ Μητρί, τῆς Θεοτόκου χορεύσατε κράζουσαι Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος. Ὅμοιον τῆς Θεοπρομήτορος Ἄννης Στίχ. δ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. 9

Στήλη σωφροσύνης ἔμψυχος, καὶ λαμπρὸν δοχεῖον, ἀποστίλβον χάριτι, ἡ Ἄννα ἡ εὐκλεής, φανεῖσα τέτοκε, τὴν πρόβολον ἀληθῶς, τῆς παρθενίας τὸ θεῖον ἀπάνθισμα, τὴν πάσαις παρθενικαῖς, καὶ παρθενίας ποθούσαις τὸ χάρισμα, τὸ τῆς παρθενίας κάλλος, ἐμφανῶς βραβεύουσαν, καὶ παρέχουσαν πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος. Δόξα. Καὶ νῦν. Ἦχος πλ. β. Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιάσθε λαοί Ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε, καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ. 10

Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῆς Ἑορτῆς Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρλα ) Στίχ. α. Μνήσθητι Κύριε τοῦ Δαυῒδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾶ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ἀντίφωνον Β. Ἦχος β. Στίχ. α. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ,... Στίχ. γ. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ,... Στίχ. δ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ,... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος δ. Στίχ. α. ᾯδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ. Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον. Στίχ. β. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ἡ γέννησίς σου Θεοτόκε... Στίχ. γ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Ἡ γέννησίς σου Θεοτόκε... 11

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ. Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον. Κοντάκιον τοῦ Γενεσίου τῆς Θεοτόκου. Ἦχος δ. Αὐτόμελον. Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα ἐκ τῆς φθορᾶς τοῦ θανάτου ἠλευθερώθησαν, ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων λυτρωθεὶς ἐν τῷ κράζειν σοι Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Προκείμενον. Ἦχος γ. (Λουκ. α 46 48) Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (β 5 11) Ἀδελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ιησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ιησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀλληλούϊα. (γ ) Ἀλληλούϊα. Ἦχος πλ. β. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου. Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Λουκᾶν (Λουκ. ι 38 42, ια 27 28) Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. Γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθήσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τῶν λόγων αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπε Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐ 12

τῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά ἑνὸς δὲ ἐστι χρεία Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἦχος πλ. δ. Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη. Διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν. Κοινωνικόν. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Χρρι ιισσττὸὸςς ὁὁ ἀἀλληηθθι ιιννὸὸςς Θεεὸὸςς ἡἡμμῶνν,,, ττααῖ ῖῖςς ππρρεεσσββεεί ίίααι ιιςς ττῆῆςς ππαανναα χχρράάννττοουυ κκααὶ ὶὶ ππααννααμμώμμοουυ ααὐὐττοοῦῦ Μηηττρρόόςς,,, ἧἧςς ττὸὸ ἱἱεερρὸὸνν ἱ ΓΓεεννέέθθλλι ιιοονν ἑἑοορρττάάζζοομμεενν....... Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἕτερον Ἀπολυτίκιον τοῦ Γενεσίου. 13

ἢ μᾶλλον Ἰδιόμελον, ἐξ ἀγράφου παραδόσεως Ἦχος δ. Παναγία Δέσποινα ὑπὸ τὴν σκέπην σου πάντες οἱ δοῦλοι σου τρέχομεν καὶ παρακαλοῦμέν σε οἱ ἀνάξιοι πρόφθασον καὶ λύτρωσαι τοὺς ἁμαρτωλούς ἐλευθέρωσον τὴν ποίμνην σου ταύτην ἀπὸ πάσης περιστάσεως καὶ ἀπὸ τὸν θάνατον τὸν ἐξαφνικὸν καὶ πανώλεθρον ἴδωμεν ὅτι δύνασαι πάντα ὅσα θέλεις καὶ βούλεσαι Δέσποινα τοῦ κόσμου, Βασίλισσα Κυρία τοῦ Παντός, εὐλογημένη ἐπάκουσον τοὺς παρακαλοῦντάς σε. Ἀπολυτίκιον τῆς Παναγίας Δαμάστας (Γερασίμου Μικραγιαννανίτου) Ἦχος δ. Ταχὺ προκατάλαβε. Τὴν θείαν Εἰκόνα σου, ὡς θησαυρὸν ἀληθῆ, ἐν κόλποις κατέχουσα, ἡ τῆς Δαμάστας Μονή, εὐφραίνεται Δέσποινα χάριν γὰρ ἀπὸ ταύτης, καὶ ἰάματα πλεῖστα, πάντοτε καρπουμένη, εὐλαβῶς σοι κραυγάζει Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ. Ἀπολυτίκιον τῆς εἰκόνος «Παναγία ἡ Κυρία Καρδιώτισσα» Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ἡ εἰκών σου ἐλθοῦσα παραδόξως Πανάχραντε, ὥσπερ οὐρανόπεμπτον δῶρον τῇ σῇ Μάνδρᾳ πεφύλακται τιμῶντες γὰρ αὐτὴν πανευβλαβῶς, βοήθειαν ἐν πᾶσι διαρκῆ, ἐκλαμβάνομεν καὶ πόθῳ ἀπὸ ψυχῆς, Κυρία ἐκβοῶμέν σοι δόξα σοι Καρδιώτισσα Ἁγνή, δόξα τῇ εὐσπλαχνίᾳ σου, δόξα τῇ πρὸς ἡμᾶς σου ἀντιλήψει πάντοτε. Ἀπολυτίκιον τῆς Ἁγίας Εἰκόνος Σκιαδενῆς (Κυρίλλου Μητροπ. Ῥόδου, τοῦ Κογεράκη) Ἦχος δ. Ταχὺ προκατάλαβε. Εἰκών σου ἡ πάντιμος, Μῆτερ Ἁγνὴ Σκιαδενή, τῇ θείᾳ σου χάριτι, ἀρδευομένη ἀεί, πηγὴ ὡς ἀκένωτος, βλύζει τῶν δωρεῶν σου, τὰ σωτήρια ῥεῖθρα, πᾶσι τοῖς προσιοῦσι, καὶ πιστῶς ἐκβοῶσι Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ἀπολυτίκιον Νεομάρτυρος Ἀθανασίου τοῦ Κουλακιώτου (ποίημα Ἰσιδώρας Μοναχῆς Ἁγιοϊεροθεϊτίσσης) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τὴν ἀλύγιστον γνώμην, καὶ τὸ ἄκαμπτον φρόνημα, καὶ τὴν σὴν ἀνδρείαν τιμῶμεν, Νεομάρτυς Ἀθανάσιε μηδόλως πτοηθεὶς Ἀγαρηνῶν τὴν βίαν ὡμολόγησας Χριστόν, καὶ ὑπέμεινας τὰς θλίψεις τῆς φυλακῆς, τὰ ἄλγη τῆς ἀγχόνης τε. Χαίροις Θεσσαλονίκης ὁδηγέ, χαίροις Χαλάστρας ἔ φορε Χαίροις τῆς Ἐκκλησίας ἡ τιμή, τοῦ Ἄθωνος ἀγλάϊσμα. 14