Ἀκολουθία Ὁσίας ΚΛΕΟΠΑΤΡΑΣ

Σχετικά έγγραφα
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Αγιολογία - Εορτολογία

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Ψαλλομένη τῇ ιδ τοῦ μηνός Φεβρουαρίου

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

ΙΟΥΛΙΟΣ 12!! ΑΓΙΑ ΒΕΡΟΝΙΚΗ ΑΙΜΟΡΡΟΟΥΣΑ ΑΚΟΛΟΥΘΙΑ

Iohannes Damascenus - De theologia

Ἀκολουθία Ὁσίου ΙΕΡΩΝΥΜΟΥ Ψαλλομένη τῇ 15 η Ἰουνίου

Ἀκολουθία Ὁσίου ΙΣΑΑΚ τοῦ Σύρου, μ. Γερασίμου Μικραγιαννανίτου

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Ἀκολουθία ὁσ. ΣΤΕΦΑΝΟΥ τοῦ ἐν Ἁρματίῳ Ψαλλομένη τῇ 27 η Φεβρουαρίου

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

ΟΚΤΩΒΡΙΟΣ 3!! ΑΓΙΑ ΔΑΜΑΡΙΣ ΑΘΗΝΑΙΑ ΑΚΟΛΟΥΘΙΑ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

Cirillus Alexandrinus - De synagogae defectu

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Κυριακή 2 Ἰουνίου 2019.

Ο ΑΓΙΟΣ ΣΑΒΒΑΣ Ο ΝΕΟΣ Ο ΕΝ ΚΑΛΥΜΝΩ

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

Iohannes Damascenus - De azymis

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3)

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἀκολουθία Ὁσίου ΣΥΜΕΩΝ τοῦ Μυροβλύτου

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C).

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

1-7 Ιανουαρίου 2018 Θεός

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἀκολουθία ἁγ. Μυροφόρων ΜΑΡΘΑΣ καί ΜΑΡΙΑΣ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΙΛΟΥΑΝΟΥ ΤΟΥ ΑΘΩΝΙΤΟΥ

Ἀναγνωστικό Κατήχησης

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Ἀκολουθία Ὁσίου ΔΑΝΙΗΛ τοῦ Μετεωρίτου Ψαλλομένη τῇ 16 η Αὐγούστου

Νέος Γέρων Σκευοφύλαξ στο Πατριαρχείο Αλεξανδρείας

οι οι οι οι οι οι οι οι οι οι οι οι οι τα α α α α α α α α α α α α Χε Δ βι ι ι ι ι ι ιµ µυ Ν ι ι ι ι ι ι ι ι ι ι ι ι ι χι

26 ΝΟΕΜΒΡΙΟΥ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΥΛΙΑΝΟΥ ΤΟΥ ΠΑΦΛΑΓΟΝΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

Κυριακή 23 Ἰουνίου 2019.

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Ἀκολουθία Ἁγίων ΘΕΟΔΩΡΟΥ ἐπ. Ἐδέσσης καί Ὁσιομ. ΜΙΧΑΗΛ μ. Γερασίμου

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ ἐξ Ἀτταλείας

Transcript:

Ἀκολουθία Ὁσίας ΚΛΕΟΠΑΤΡΑΣ Ψαλλομένη τῇ 19 η Ὀκτωβρίου Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους στ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Τῆς θαυμαστῆς Κλεοπάτρας τὰ προτερήματα, καὶ τὰς ἐνθέους πράξεις, μακαρίσωμεν πάντες αὕτη γὰρ ὁσίως καὶ εὐσεβῶς, τῷ Σωτῆρι δουλεύσασα, τῶν θεοσδότων ἠξίωται ἀμοιβῶν, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς. Τῷ ἀθλοφόρῳ Οὐάρῳ διακονήσασα, Ὁσία Κλεοπάτρα, κλέος μέγιστον εὗρες, καὶ δόξης οὐρανίου ὡς ἀληθῶς, μετὰ τέλος ἠξίωσαι ἧς καὶ ἡμᾶς ἐκδυσώπει ἐπιτυχεῖν, τοὺς τιμῶντάς σε θεόληπτε. Τὴν τοῦ υἱοῦ σου ἰδοῦσα δόξαν οὐράνιον, ἧς ἔτυχεν Ὁσία, τοῦ Οὐάρου πρεσβεία, τῷ πόθῳ ἐπτερώθης τῷ θεϊκῷ, Κλεοπάτρα πανέντιμε, καὶ καταλλήλως ἀνύσασα τὴν ζωήν, τῆς χαρᾶς αὐτῶν ἠξίωσαι. Προσόμοια ἕτερα. Ἦχος δ. Ἔδωκας σημείωσιν. Κλέος ἀναφαίρετον, ὡς ἀληθῶς κατεπλούτησας, Κλεοπάτρα ἀοίδιμε, τὸ ἅγιον λείψανον, τοῦ κλεινοῦ Οὐάρου, ἀπὸ τῆς Αἰγύπτου, εἰς Παλαιστίνην ἱερῶς, μετακομίσασα γνώμη πρόφρονι, καὶ πράξεσι κοσμήσασα, ταῖς ἐναρέτοις τὸν βίον σου, τῆς Ἁγίων λαμπρότητος, καὶ εὐκλείας ἠξίωσαι. Ναὸν τὴν καρδίαν σου, τοῦ Παρακλήτου τελέσασα, πολιτείας σεμνότητι, ναὸν λαμπρὸν ἤγειρας, ἐν τῇ σῇ πατρίδι, τῷ θείῳ Οὐάρῳ, καὶ ἐν αὐτῷ περιφανῶς, τούτου τὸ λείψανον κατατέθεικας, καὶ ἐν αὐτῷ σχολάσασα, ἐν προσευχαῖς καὶ δεήσεσι, Κλεοπάτρα πανένδοξε, τῷ Θεῷ εὐηρέστησας. [1]

Εἶδες ἐν ὁράματι, τὸν Ἀθλητὴν Χριστοῦ Οὔαρον, τὸν υἱόν σου κατέχοντα, ἄμφω ἐξαστράπτοντας, δόξῃ ἀποῤῥήτῳ, καὶ χαρᾶς ἐπλήσθης, καὶ εὐφροσύνης ἀληθοῦς, καὶ θεαρέστως Χριστὸν δοξάσασα, τῆς τούτων κατηξίωσαι, καὶ συναυλίας καὶ στάσεως, Κλεοπάτρα πρεσβεύουσα, ὑπὲρ τῶν εὐφημούντων σε. Δόξα. Ἦχος δ. Σωφροσύνη ἐμπρέπουσα, ἐν ἀγαθῇ συνειδήσει, τῆς εὐσεβείας τοὺς καρποὺς προήγαγες, Κλεοπάτρα θεόφρον θείῳ φόβῳ γὰρ στοιχειουμένη, οὐράνιον ἐπεδείξω φρόνημα, πρὸς ἐργασίαν τοῦ θείου θελήματος ὅθεν θεοφίλως πολιτευθεῖσα, πλήρης ἐναρέτων ὤφθης ἔργων, καὶ τὸν σὸν βίον ὡς δῶρον ἅγιον Χριστῷ προσήγαγες. Αὐτὸν ἱκέτευε Ὁσία, σὺν τῷ ἐνδόξῳ Οὐάρῳ, καὶ τῷ φιλτάτῳ υἱῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Ὁ αὐτός. Ὁ διὰ Σὲ θεοπάτωρ... Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ 1-9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. [2]

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε 15-23, στ 1-3). Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ αὐτῶν ὕδωρ θαλάσσης ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε μάθετε Δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ 7-15). Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Εἰς τὴν Λιτὴν. Ἦχος α. Τὴν δοθεῖσάν σοι κλῆσιν, τοῖς ἔργοις ἐλάμπρυνας, Κλεοπάτρα Ὁσία τὸ γὰρ θεῖον κλέος, τῆς οὐρανίου εὐπρεπείας, τῇ τῶν τρόπων σου χρηστότητι, μεγαλοπρεπῶς [3]

ἠμφιάσω, ὡς διπλοΐδα ἀφθαρσίας μαρτυρικῆς γὰρ οἰκειώσεως εὐκλεῶς τρυφήσασα, πνευματικαῖς ἐπιδόσεσι, τὸν Θεὸν ἐθεράπευσας, Ὧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε. Ὁ αὐτός. Εὐσέβεια καὶ σεμνότητι, πεποικιλμένη Κλεοπάτρα, διακονῆσαι ἠξίωσαι τῷ Ἀθλητῇ Οὐάρῳ τούτου γὰρ θεασαμένη τὴν νίκην, τοὺς ἀγῶνας αὐτοῦ ἠγάσθης, καὶ τῶν ἐπάθλων τὸ μέγεθος καὶ τὸ τίμιον αὐτοῦ σῶμα, τιμαῖς ὁσίαις τιμήσασα, εἰς τὴν σὴν πάτριον χθόνα μετήγαγες καὶ τὸν καλὸν τῆς ἀρετῆς, ἀγωνισαμένη ἀγῶνα, τῆς αἰωνίου ζωῆς ἐπελάβου, τῷ Σωτῆρι κράζουσα Κύριε δόξα Σοι. Ὁ αὐτός. Φρονήσει ἀληθεῖ τὸν βίον διέπουσα, ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, τὸν σὸν υἱὸν προήγαγες, Κλεοπάτρα θεόληπτε πίστεως γάρ ταῖς χάρισι μᾶλλον, ἡ τῷ γάλακτι τοῦτον ἐξέθρεψας, καὶ ὡς προσφορὰν τελείαν, αὐτὸν Χριστῷ προσενήνοχας διὸ ἀντάξια τῶν πόνων σου, τὰ ἄνω ἀπολαβοῦσα βασίλεια, τοῦ ξύλου τῆς ζωῆς μετέχεις, ἀκαταπαύστως βοῶσα Κύριε δόξα Σοι. Δόξα. Ὁ αὐτός. Μαρτυρικὴν ἀρετὴν ζηλώσασα, θεοπρεπῶς ἐπεδείξω τὸν βίον, Κλεοπάτρα μακαρία ἐν γὰρ τοῖς θείοις δικαιώμασι, τὸ σὸν κατεύθυνας θέλημα, καὶ τῇ ἀγάπῃ τοῦ κρείττονος, τὸ γεῶδες ὑπέταξας φρόνημα ὅθεν σκεῦος εὔχρηστον, τῆς χάριτος ἐδείχθης, καὶ θεράπαινα Κυρίου Ὁσία. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Τήν πάσαν ἐλπίδα μου... Εἰς τὸν Στίχον. Ἦχος α. Πανεύφημοι Μάρτυρες. Σωφρόνως τελοῦσα τὴν ζωήν, Κλεοπάτρα πάνσεμνε, μαρτυρικῆς κατηξίωσαι, θέας χάριτος, καὶ τῶν μαρτυρίων, τοῦ Θεοῦ τὴν ἔλλαμψιν, ἐπλούτησας ἠθῶν καθαρότητι, καὶ θείαις πράξεσι, διὰ τοῦτο βασιλείας σε, οὐρανίου, ὁ Χριστὸς ἠξίωσε. Στ. Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι. Ἰδοῦσα τὴν ἄθλησιν σεμνή, καὶ τὰ θεία θαύματα, Οὐάρου τοῦ Χριστομάρτυρος, τῷ θείῳ ἔρωτι, τὴν ψυχὴν [4]

ἐτρώθης, καὶ Μάρτυς ἀναίμακτος, σαφῶς τῇ προαιρέσει γεγένησαι, διακονήσασα, Κλεοπάτρα παμμακάριστε, τῇ κηδείᾳ, τούτου μετὰ πίστεως. Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου... Καθάρασα πάσης ὑλικῆς, προσπαθείας πάνσεμνε, τὴν σὴν ψυχὴν καὶ διάνοιαν, τῇ ἐμμελείᾳ σου, καὶ τῇ συντονίᾳ, βίου καθαρότητος, δοχεῖον καθαρῶν ἐπιλάμψεων, τὸν νοῦν ἐτέλεσας, Κλεοπάτρα παναοίδιμε, καὶ πρὸς δόξαν, οὐράνιον ἔδραμες. Δόξα. Ἦχος γ. Πνευματικαῖς κομῶσα πράξεσιν, ἀγγελικαῖς ἐκοσμήθης χάρισι, Κλεοπάτρα, Μῆτερ ἀεισέβαστε μονωθεῖσα γὰρ πάντων, ἐπὶ μόνον τὸν Θεόν, ἀνενδοιάστως ἤλπισας. ᾯ νυκτὸς καὶ ἡμέρας, προσευχαῖς καὶ δεήσεσι λατρεύσασα, τῆς ἀθανάτου ζωῆς, κληρονόμος γέγονας ἧς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Αὐτὸν πρεσβείαις σου. Καί νῦν. Ἀειπάρθενε Μῆτερ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἐκτενῶς ἱκέτευε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Νῦν ἀπολύεις,τρισάγιον καί Ἀπολυτίκιον. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὁσίως τὸν βίον σου, διαγαγοῦσα σεμνή, τὴν χάριν ἐτρύγησας, ἐκ τῆς ἁγίας σοροῦ, Οὐάρου τοῦ Μάρτυρος ὅθεν τῆς οὐρανίου, μετασχοῦσα εὐκλείας, πρέσβευε τῷ Σωτῆρι, Κλεοπάτρα Ὁσία, δοθῆναι ἡμῖν πᾶσι, πταισμάτων συγχώρησιν. Τὸ ἀπὸ αἰῶνος ἀπόκρυφον... Ἀπόλυσις. [5]

ΕΝ ΤΩ ΟΡΘΡΩ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου, Σωτήρ. Ὡς ἤνυσας σεμνή, θεοφρόνως τὸν βίον, ἀσκήσει ἀληθεῖ, ἀρετῶν πολυτρόπων, πολλῶν χαρίτων μέτοχος, μετὰ τέλος γεγένησαι, καί συνόμιλος, τῶν ἀπ αἰῶνος Ἀγίων, ὤφθης ἔνδοξε, μεθ ὧν Χριστὸν ἐκδυσώπει, ὑπὲρ τῶν τιμώντων σε. Θεὸν τὸν ἀγαθόν, Ὅν ἐκύησας Κόρη, γαστρός Σου ἐξ ἁγνῆς, ὑπὲρ νοῦν τε καὶ λόγον, τὸν ἄνθρωπον σῴζοντα, διὰ πλοῦτον χρηστότητος, καθικέτευε, σώσαι ἡμᾶς Θεοτόκε, τοὺς προστρέχοντας, τῇ μητρικῇ Σου πρεσβεία, καὶ Σὲ μεγαλύνοντας. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος γ. Θείας πίστεως. Πλήρης πράξεων, ἁγίων οὖσα, διηκόνησας, νοΐ τελείῳ, τῷ ἁγίῳ τοῦ Παντάνακτος Μάρτυρι, καὶ ἁγιότητας σκεῦος ὑπάρξασα, ταῖς τῶν Ἁγίων συνήφθης λαμπρότησι μεθ ὧν πρέσβευε, Κλεοπάτρα Ὁσία πάνσεμνε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Σάρκα ἔμψυχον, καὶ ἔννουν Κόρη, ἐξ αἱμάτων Σου, ἀνερμηνεύτως, ὁ ὑπέρθεος Λόγος ὡς ἔλαβε, διπλοῦς τῷ κόσμῳ ἐκ Σοῦ πεφανέρωται, ἐν ὑποστάσει μία ὡς ηὐδόκησε, καὶ ἐθέωσε, τὴν ληφθεῖσαν οὐσίαν Ἄχραντε διό Σε κατὰ χρέος μακαρίζομεν. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Θεοφίλως τῇ καθαρᾷ πολιτείᾳ, τὸν Ζωοδότην θεραπεύσασα Λόγον, τῆς παρ Αὐτοῦ ἠξίωσαι λαμπρότητος Τούτου τὰς ἁγίας γάρ, ἐντολὰς ἐκπληροῦσα, δι αὐτῶν ἐτρύγησας, τὴν ζωὴν τὴν ἀγήρω ἧς Κλεοπάτρα πρέσβευε τυχεῖν, τοὺς ἑορτάζοντας, Μῆτερ τὴν μνήμην σου. [6]

Τὴν σκοτισθεῖσάν μου ψυχὴν Θεοτόκε, ταῖς καθ ἑκάστην τοῦ δολίου ἀπάταις, τῇ φωταυγεῖ Σου χάριτι καταύγασον, καὶ τὸν νοῦν μου φώτισον, μετανοίας τῷ φέγγει, ὡς ἂν ἀποκρούσηται, τῆς ἁγνοίας τὸν ζόφον Σὺ γὰρ ἡμῶν χαρὰ καὶ φωτισμός, Θεογεννῆτορ, καὶ μέγα προσφύγιον. Οἱ Ἀναβαθμοί. Τό α Ἀντίφωνον τοὺ δ ἦχου. Προκείμενον. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι... Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου... Εὐαγγέλιον ζήτει τῷ Σαββάτῳ τῆς ια ἑβδομάδος τοῦ Λουκᾶ. Ὁ Ν Ψαλμός. Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Ἰδιόμελον. Ἦχος β. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Τῶν ἀρετῶν πορευθεῖσα τὴν τρῖβον, καὶ τὸν Θεὸν θεαρέστως δοξάσασα, δικαιοσύνης τὸν στέφανον εἴληφας, Κλεοπάτρα Ὁσία διό σου τὴν κοίμησιν, σήμερον γεραίρομεν. Εἶτα οἱ Κανόνες τῆς Θεοτόκου καὶ τῆς Ὁσίας. Κανὼν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Τὸ Κλεοπάτρας κλέος λιγαίνω. Γερασίμου. ᾨδὴ α. Ἦχος β. Δεῦτε λαοί. Τὸν φωτισμόν, τοῦ Παρακλήτου παράσχου μοι, φωτιστικαῖς πρεσβείαις σου, πρὸς Υἱὸν Φιλάνθρωπον, ἵνα μέλψω ἀξίως, Ὁσία Κλεοπάτρα, τὴν πολιτείαν σου. Ὅλῃ ψυχῇ, καὶ διανοίᾳ ἠγάπησας, τῶν ἀγαθῶν τὸ ἔσχατον, Χριστὸν τὸν Κύριον, καὶ Τούτου τὰς ἁγίας, θεόφρον Κλεοπάτρα, ῥήσεις ἐπλήρωσας. Κλέος σεμνή, περιφανὲς κατεπλούτησας, τῷ πανενδόξῳ Μάρτυρι, διακονήσασα, Οὐάρω τῷ ἁγίῳ, Ἁγία Κλεοπάτρα, ἀξιοθαύμαστε. Λύσιν ἡμῖν, τῶν ὀφλημάτων ἐξαίτησε, καὶ πειρασμῶν ἐκλύτρωσιν, καὶ παθῶν ἴασιν, Παρθένε Θεοτόκε, τοῖς πόθῳ προσιοῦσι, τῇ προστασία Σου. [7]

ᾨδὴ γ. Στερέωσον ἡμᾶς. Ἐν βίῳ εὐκλεῶς καὶ περιβόητος, τῷ πλούτῳ κομώσα ὤφθης Ὁσία, ἀλλὰ πολλῷ πλεῖον ἔνδοξος, τῷ Κυρίῳ δουλεύσασα γεγένησαι. Ὁσίως τὸν Σωτῆρα θεραπεύουσα, Ἁγίων Μαρτύρων θέας ἁγίας, Κλεοπάτρα κατηξίωσαι, καὶ ἁγίως τὸν βίον σου διήνυσας. Παθῶν τῇ προαιρέσει κοινωνήσασα, καὶ ἄθλων Οὐάρῳ τῷ Ἀθλοφόρῳ, Κλεοπάτρα θεοτίμητε, τὸ σεπτὸν τούτου λείψανον ἐκήδευσας. Ἁγία Θεοτόκε Ἀειπάρθενε, Ἁγίων τὸν Ἅγιον ἡ τεκοῦσα, τὴν ψυχήν μου καθαγίασον, μολυνθείσαν ἐννοίαις τοῦ ἀλάστορος. Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Τὴν θείαν εὐπρεπείαν ἐνδεδυμένη σεμνή, ὡς σκεῦος ἐπάξιον, τοῦ Τρισηλίου φωτός, ἐνθέοίς σου πράξεσι, σύμμορφος ἀνεδείχθης, τῶν Ἁγίων ἁπάντων, δόξης δὲ τῆς ἀλήκτου, κληρονόμος ἐγένου ἧς πρέσβευε Κλεοπάτρα, τυχεῖν τοὺς σὲ γεραίροντας. Τὴν Σὴν ἀγαθότητα, δεῖξον καὶ νῦν ἐφ ἡμᾶς, Παρθένε Πανύμνητε, ὡς τοῦ ἐλέους πηγή, καὶ σῶσον δεόμεθα, θλίψεως ἐπελθούσης, καὶ δεινῆς ἀθυμίας, πάντας τοὺς προσιόντας, τῇ θερμῇ ἀρωγῇ Σου ἐν Σοῖ γὰρ Θεοτόκε, σωθῆναι ἐλπίζομεν. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Ταῖς μελέταις σχολάζουσα, ταῖς ἱεραῖς Ὁσία Κλεοπάτρα, τὸν νοῦν ἐπτέρωσας, πρὸς θεῖον ἔρωτα. Ῥῶσιν θείαν καὶ ἴασιν, βρύον σεμνὴ τὸ σκῆνος τοῦ Οὐάρου, εἰς τὴν Παλαιστίνην, τοῦτο μετήγαγες. Ἀρετῶν ὄλβον ἄσυλον, ἐπικτωμένη θεόφρον Κλεοπάτρα, ἅπαντα τὸν πλοῦτον, πτωχοῖς διένειμας. [8]

Σωτηρίας ἀξίωσον, τὸν ταπεινὸν ἱκέτην Σου Παρθένε, τὸν ὑπὸ τοῦ πλάνου, δεινῶς βαλλόμενον. ᾨδὴ ε. Ὁ τοῦ φωτὸς χορηγός. Κόσμον λιποῦσα σεμνή, ἀκολουθῆσαι τῷ Χριστῷ ἔσπευσας καί τῷ ναῷ προσκαρτεροῦσα, Οὐάρου τοῦ κλεινοῦ, ὤφθης Κλεοπάτρα, ναός Θεοῦ ἔμψυχος. Λελαμπρυσμένη τὸν νοῦν, τῆς εὐσεβείας τῷ φωτὶ ἤγειρας, τῷ Ἀθλητῇ Οὐάρῳ τῷ θείῳ, ναὸν περικαλλῆ, ἔνθα καὶ τὸ σῶμα, αὐτοῦ κατατέθεικας. Ἐκ τῆς Αἰγύπτου σεμνή, ἐν εὐλαβείᾳ καὶ χαρᾷ ἤνεγκας, τῇ σῇ πατρίδι σορὸν τὴν θείαν, ὡς ἄλλην κιβωτόν, τοῦ θείου Οὐάρου, πιστοὺς ἁγιάζουσαν. Ὁ λογικὸς οὐρανός, ἐξ οὖ Χριστὸς ὁ τῆς ζωῆς ἥλιος, τοῖς ἐν νυκτὶ ἔλαμψε τοῦ βίου, ἡμῖν μετὰ σαρκός, ἡ Θεογεννήτωρ, Μαρία ὑμνεῖσθω μοι. ᾨδὴ στ. Ἐν ἀβύσσῳ πταισμάτων. Σωφροσύνῃ καὶ βίου σεμνότητι, τὴν σὴν πολιτείαν θεόφρον ἀνύσασα, ἀθλητικῶν ἐν χάριτι, παλαισμάτων αὐτόπτες γεγένησαι. Λάμπων Μῆτερ ὁ Οὔαρος ὤφθη σοι, σὺν τῷ σῷ φιλτάτῳ υἱῷ ὑπὲρ ἔννοιαν, ὅθεν χαρᾶς πεπλήρωσαι, πιστωθεῖσα Ὁσία τὰ κρείττονα. Ἱερεῖς καὶ Ὁσίους καλέσασα, ἱερὰν πανήγυριν Ὁσία χαίρουσα, τῇ καταθέσει ἤγαγες τοῦ λειψάνου Οὐάρου τοῦ μάκαρος. Γνώμην δίδου μοι Κόρη θεόφρονα, καὶ προσεκτικὴν ὀσώραι διάνοιαν, ὡς ἂν καλῶς πορεύσομαι, τὰς ὁδοὺς τοῦ φωτὸς ὁ προσφεύγων Σοι. Κοντάκιον. Ἦχος β. Τοῖς τῶν αἱμάτων σου. Τοῖς ἐναρέτοις σοῦ τρόποις θεόληπτε, θεοπρεπῶς τὴν ζωήν σου κοσμήσασα, πτωχοῖς τὸν σὸν πλοῦτον δωρήσασα, ἐν οὐρανοῖς ἐκ Θεοῦ μισθὸν εἴληφας, διὸ Κλεοπάτρα τιμῶμέν σε. [9]

Ὁ Οἶκος. Ἔργοις καλοῖς ὡς ἀληθῶς, μαρτυρουμένη Μῆτερ, μελέτη νόμου θεϊκοῦ καὶ φωτισμῷ τῷ ἐξ αὐτοῦ, κατεύθυνάς σου τὴν ζωήν, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως σωφρόνως γὰρ καὶ ἀμέμπτως, καὶ ὁσίως καὶ εὐσεβῶς, ἐν τῷ παρόντι αἰῶνι τῷ Θεῷ λατρεύσασα, μισθὸν τῶν πόνων σου ἐκομίσω, διάκονος γενέσθαι τῇ ὁσίᾳ ταφῇ, τοῦ ἱεροῦ λειψάνου, Οὐάρου τοῦ Χριστομάρτυρος καὶ τοῦτο ἐξ Αἰγύπτου, ὡς κιβωτὸν ἁγιασμοῦ εἰς Παλαιστίνην μεταγαγοῦσα, ἡγιάσθης θείῳ Πνεύματι, καὶ ἐν Ἁγίοις ὁ κλῆρός σου γέγονε, διὸ Κλεοπάτρα τιμῶμέν σε. Συναξάριον. Τῇ ιθ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Κλεοπάτρας. Στίχοι Κλέος ποθούσα θεϊκὸν Κλεοπάτρα, Ἀξίως εὗρε τὴν πλήρωσίν τοῦ πόθου. Κλεοπάτρης ἀγαχλῆος ἀθάνατον κλέος ἀείδω. Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Ὁ τὴν κάμινον πάλαι. Ἀρετῶν ταῖς ἰδέαις, καὶ καλῶν ἐμμελείᾳ, Κλεοπάτρα Ὁσία, φαιδρυνομένη κράζεις Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἵνα τύχης τῆς ἄνω, εὐκληρίας Ὁσία, τὸν προσόντα σοι πλοῦτον, ἐσκόρπισας βοῶσα Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τόμον θεῖον πληροῦσα, τῆς σαρκὸς τὰς ὀρέξεις, ἐθανάτωσας Μῆτερ, θεοφιλεῖ ζωῇ σου, καὶ ἀθανάτου ζωῆς, κατηξιώθης σεμνή. Ὡς παλάτιον θεῖον, τοῦ Δεσπότου τῶν ὅλων, τὴν ψυχήν μου δοχεῖον, ἀπέργασαι Παρθένε, τοῦ τρισηλίου φωτός, δι ἐνάρετου ζωῆς. [10]

ᾨδή η. Τὸν ἐν καμίνῳ. Γνώμῃ εὐθεῖᾳ τὸν Θεόν, ἐν ἡμέρᾳ καὶ νυκτὶ δοξολογούσα, ἐν ναῷ τῷ ἁγίῳ Οὐάρου τοῦ θαυμαστοῦ, ἀεὶ Κλεοπάτρα παρέμενες, εὐχαῖς καὶ νηστείαις, θερμῶς προσκαρτεροῦσα. Εἶδες ἐν ὄψει μυστικῇ, ἀπαστράπτοντα τὸν Οὔαρον ἐν δόξῃ, καὶ σὺν τούτῳ Ὁσία, τὸν προσφιλῆ σου υἱόν, καὶ ᾔνεσας Μῆτερ τὸν Κύριον, τὸν ἀξιώσαντά σε, ὑπερφυῶν πραγμάτων. Ῥήσεσιν Εὐαγγελικαῖς, πειθαρχοῦσα Κλεοπάτρα θεοφόρε, ἐνεκρίθης τῷ κόσμο, ἐπειγομένη τυχεῖν, ζωῆς τῆς ἀλήκτου καὶ κρείττονος, ἧς κατηξιώθης, σεμνῶς πολιτευθεῖσα. Ἀδιάφθορος τὸν Χριστόν, ἀπεκύησας ἀφράστως Θεοτόκε, ἐκ φθορᾶς καὶ θανάτου, ῥυόμενον τὸν Ἀδάμ διὸ τὴν φθαρεῖσαν καρδίαν μου, καίνισον Παρθένε, τῷ ζωηφόρῳ φόβῳ. ᾨδὴ θ. Σὲ τὴν νοητήν. Στέφος εὐπρεπές, τῆς θείας ἐλλάμψεως, καὶ ζωὴν Ὁσία τὴν ἀκατάλυτον, ἀξίως παρὰ Χριστοῦ, ἐδέξω καὶ σύσκηνος, ὤφθης τῶν Ἁγίων καὶ ἰσότιμος. Ἴσχυσας σεμνή, ἐχθρὸν τὸν ἀνίσχυρον, ἐν ἀσθενείᾳ καταβαλεῖν φύσεως, ἰσχύϊ τῇ θεϊκῇ, Κλεοπάτρα πάντιμε διὸ ὁ Ἀθλοθέτης σὲ ἐδόξασε. Μετὰ τοῦ κλεινοῦ, Οὐάρου τοῦ Μάρτυρος, καὶ τοῦ σοῦ υἱοῦ περὶ Θεὸν χορεύουσα, ἱκέτευε σὺν αὐτοῖς, Κλεοπάτρα πάντοτε, ῥύεσθαι ἡμᾶς πάσης κακώσεως. Ὅλη τῇ ψυχῇ, Κυρίῳ δουλεύσασα, τῆς αὐτοῦ χαρᾶς μετὰ τέλος ἔτυχες, ἧς καὶ ἡμᾶς κοινωνούς, Ὁσία ἀνάδειξον, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου. [11]

Ὕψωσον Ἁγνή, πρὸς θείαν ἀγάπησιν, τῆς ψυχῆς μου τὴν ἔφεσιν ἱκετεύω Σε, καὶ δίδου μοι τῷ νοΐ, ἀκτῖνα συνέσεως, ἵνα Θεοτόκε μεγαλύνω Σε. Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε. Θεοπρεπῶς βιώσασα, καὶ τὸν Χριστὸν δοξάσασα, τῷ ἐναρέτῳ σου βίῳ, τῆς οὐρανῶν βασιλείας, καὶ θεϊκῆς ἐλλάμψεως, καὶ ἀληθοῦς θεώσεως, ὦ Κλεοπάτρα ἔτυχες ἧς καὶ ἡμᾶς ἐκδυσώπει, ἀξιωθῆναι Ὁσία. Ὑπερφυῶς κυήσασα, σαρκὸς ἐν ὁμοιώματι, τὸν ὑπερούσιον Λόγον, τὴν πεπτωκυῖαν οὐσίαν, ἀνθρώπων ἀνακτώμενον, πρὸς τὴν ἀρχαίαν εὔκλειαν, θεοκυῆτορ Δέσποινα, πρὸς ἀρετῶν ἀνυψώσεις, ἀνάγαγε τὴν ψυχήν μου. Εἰς τοὺς Αἴνους. Ἦχος πλ. β. Αἱ ἀγγελικαί. Τὴν ἀγγελικήν, ὑπελθοῦσα πολιτείαν, τῆς ὑπερφυοῦς, ἠξιώθης εὐκληρίας, Ὁσία Κλεοπάτρα, καὶ τῆς δόξης τῆς κρείττονος, καὶ τῆς ἀθανάτου εὐφροσύνης, ἔνθα Ἁγίων αἱ χορεῖαι, καὶ φῶς ἄδυτον μεθ ὧν ἱκέτευε Χριστόν, ὑπὲρ τῶν τιμώντων σε. Τὰς μαρτυρικάς, κατιδοῦσα ἀριστείας, τοῦ πανευκλεοῦς, τοῦ Σωτῆρος Ἀθλοφόρου, Οὐάρου τοῦ ἁγίου, ἐπτερώθης πρός ἔρωτα, τῶν ὑπερκοσμίων δωρημάτων καὶ τὸ σεπτὸν τούτου Ὁσία, σῶμα κηδεύσασα, εἰσεποιήσω ἀληθῶς, κλέος ἀναφαίρετον. Φέρουσα σεμνή, θησαυρὸν ὡς ἀφθαρσίας, σῶμα τὸ σεπτόν, τοῦ Οὐάρου ἐξ Αἰγύπτου, εἰς Παλαιστίνην ἧκες, καὶ αὐτὸ κατατέθεικας, ἐν τῇ σῇ πατρίδι Κλεοπάτρα, ἐν τῷ ναῷ τῷ περιβλέπτῳ, ὁ αὐτῷ ἤγειρας, καὶ τῷ Παντάνακτι Χριστῷ, ὁσίως ἐλάτρευσας. Τὴν θεοειδῆ, καρπουμένη μετουσίαν, τῆς θεαρχικῆς, ἀπολαύεις θεωρίας, Ὁσία Κλεοπάτρα, σὺν Οὐάρω τῷ Μάρτυρι, καὶ τῷ σῷ φιλτάτῳ υἱῷ Μῆτερ, σὺν αὐτοῖς πάντοτε δυσώπει, Χριστὸν πάνσεμνε, ἠμίν δοθῆναι ἱλασμόν, καὶ τὸ μέγα ἔλεος. [12]

Δόξα. Ἦχος α. Τὴν θεοφιλῆ πολιτείαν σου, ὡς προσφορὰν τελείαν καὶ ἄμωμον, ὁ Χριστὸς δεξάμενος, κατ ἀξίαν ἀντημείψατο, τοὺς εὐαγεῖς καμάτους σου Μήτερ ἐν ὁσιότητι γὰρ καὶ ἀληθείᾳ, οὕτω ἠκολούθησας, τῶν θείων δικαιωμάτων τὴν τρῖβον, καλῶς πορευθεῖσα. Ὅθεν τῶν αἰωνίων ἀξιωθεῖσα ἀγαθῶν, τῇ Παναγία Τριάδι πρέσβευε, Ὁσία Κλεοπάτρα, ὑπὲρ τῶν ἐκτελούντων, τὸ ἱερὸν σου μνημόσυνον. Καὶ νῦν. Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη... Δοξολογία Μεγάλη καί Ἀπόλυσις. Εἰς τὴν Λειτουργίαν. Τὰ συνήθη. Ἀπόστολον ζητεῖ τῷ Σαββάτῳ τῆς λδ ἑβδομάδος. Εὐαγγέλιον, τῆς ιγ Ὀκτωβρίου. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος... Μεγαλυνάριον τῆς Ὁσίας. Κλέος ἐκομίσω παρὰ Θεοῦ, Μῆτερ Κλεοπάτρα, τῇ ὁσίᾳ σου βιοτῇ, καὶ τῆς αἰωνίου, ζωῆς ἀξιωθεῖσα, μνημόνευε τῶν πίστει, μνημονευόντων σου. Καὶ τοῦ ἁγ. Οὐάρου. Σύμμορφος ἐγένου τοῖς Ἀθληταῖς, Οὔαρε τρισμάκαρ, ἀριστεύσας περιφανῶς ὅθεν οὐρανίων, ἀξιωθεὶς χαρίτων, ὑπέρμαχος γνωρίζῃ, τοῖς σὲ γεραίρουσι. [13]